Fragmenta
- Edition reference
- Fragmenta, ed. F. Wehrli, Herakleides Pontikos [Die Schule des Aristoteles vol. 7, 2nd edn. Basel: Schwabe, 1969]: 13–54.
- CTS identifier
urn:cts:greekLit:tlg1409.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
22
Diogenes Laert. V 86· φέρεται δ' αὐτοῦ (sc. Ἡρακλείδου) συγ-
γράμματα κάλλιστά τε καὶ ἄριστα· διάλογοι ὧν
<ἠθικὰ μὲν>
περὶ δικαιοσύνης γʹ· ἓν δὲ περὶ σωφροσύνης· περί τε εὐσεβείας αʹ· καὶ περὶ
ἀνδρείας αʹ· κοινῶς τε περὶ ἀρετῆς αʹ· καὶ ἄλλο περὶ εὐδαιμονίας αʹ· περί τε
ἀρχῆς αʹ· καὶ νόμων αʹ· καὶ τῶν συγγενῶν τούτοις· περὶ ὀνομάτων αʹ· συνθῆ-
και αʹ· ἀκούσιος αʹ· ἐρωτικός· καὶ Κλεινίας αʹ.
<φυσικὰ δὲ>
περὶ νοῦ· περὶ ψυχῆς· καὶ κατ' ἰδίαν περὶ ψυχῆς· καὶ περὶ φύσεως· καὶ περὶ
εἰδώλων· πρὸς Δημόκριτον· περὶ τῶν ἐν οὐρανῷ αʹ· περὶ τῶν ἐν Ἅιδου· περὶ
βίων αʹ βʹ· αἰτίαι περὶ νόσων αʹ· περὶ τἀγαθοῦ αʹ· πρὸς τὰ Ζήνωνος αʹ· πρὸς
τὰ Μήτρωνος αʹ·
<γραμματικὰ δὲ>
περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας αʹ βʹ· περὶ Ἀρχιλόχου καὶ Ὁμήρου αʹ βʹ·
<καὶ μουσικὰ δὲ>
περὶ τῶν παρ' Εὐριπίδῃ καὶ Σοφοκλεῖ αʹ βʹ γʹ· περὶ μουσικῆς αʹ βʹ· λύσεων
Ὁμηρικῶν αʹ βʹ· θεωρηματικὸν αʹ· περὶ τῶν τριῶν τραγῳδοποιῶν αʹ· χαρακ-
τῆρες αʹ· περὶ ποιητικῆς καὶ τῶν ποιητῶν αʹ· περὶ στοχασμοῦ αʹ· προοπτικῶν αʹ·
Ἡρακλείτου ἐξηγήσεις δʹ· πρὸς τὸν Δημόκριτον ἐξηγήσεις αʹ· λύσεων ἐριστι-
κῶν αʹ βʹ· ἀξίωμα αʹ· περὶ εἰδῶν αʹ· λύσεις αʹ· ὑποθῆκαι αʹ· πρὸς Διονύσιον αʹ·
<ῥητορικὰ δὲ>
περὶ τοῦ ῥητορεύειν ἢ Πρωταγόρας.
<ἱστορικὰ>
περὶ τῶν Πυθαγορείων καὶ περὶ εὑρημάτων.
τούτων τὰ μὲν κωμικῶς πέπλακεν ὡς τὸ περὶ ἡδονῆς καὶ περὶ σωφροσύνης,
τὰ δὲ τραγικῶς ὡς τὸ περὶ τῶν καθ' Ἅιδην καὶ τὸ περὶ εὐσεβείας καὶ τὸ περὶ
ἐξουσίας.
ἔστι δ' αὐτῷ καὶ μεσότης ... διαλεγομένων (fr. 25). ἀλλὰ καὶ <γεωμετρικά>
ἐστιν αὐτοῦ καὶ <διαλεκτικά.>
23
Proclus In Platonis Parmenidem comment. IV p. 54 Cousin·
τὸ δὲ παντελῶς ἀλλότρια τὰ προοίμια τῶν ἑπομένων εἶναι καθάπερ τὰ τῶν
Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Θεοφράστου διαλόγων πᾶσαν ἀνιᾷ κρίσεως μετέ-
χουσαν ἀκοήν.
25
Diogenes Laert. V 89· ἔστι δ' αὐτῷ (sc. Ἡρακλείδῃ) καὶ μεσότης
τις ὁμιλητικὴ φιλοσόφων τε καὶ στρατηγικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀλλή-
λους διαλεγομένων (folgt fr. 22· ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκ-
τικά)· ἄλλως τ' ἐν ἅπασι ποικίλος τε καὶ διηρμένος τὴν λέξιν ἐστὶ καὶ ψυχαγωγεῖν
ἱκανῶς δυνάμενος.
33
Academicorum Philosophorum index Herculanensis ed.
S. Mekler p. 27 col. X (schliesst an fr. 15 an)· ν?εσιν? δὲ π[ερὶ] ῥητο[ρ!!!]
τε τα προ λε π?ερὶ δῃ !!! τεχν? !!! αν !!! ενω
39
Diogenes Laert. IX 15· πλεῖστοί τέ εἰσιν ὅσοι ἐξήγηνται αὐτοῦ
(sc. Ἡρακλείτου) τὸ σύγγραμμα. καὶ γὰρ Ἀντισθένης καὶ Ἡρακλείδης ὁ Ποντι-
κὸς Κλεάνθης τε καὶ Σφαῖρος ὁ Στωικός, πρὸς δὲ Παυσανίας ὁ κληθεὶς Ἡρα-
κλειτιστὴς Νικομήδης τε καὶ Διονύσιος, τῶν δὲ γραμματικῶν Διόδοτος.
40
Porphyrius De abstinentia I 26· ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτεί-
νειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόν-
των γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βεβρεγμένους,
τῶν δὲ μετ' ἐκείνους ταύτην μὲν ἀποδοκιμασάντων τὴν δίαιταν, διὰ 〈δὲ〉
τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένων τοῖς ἀθληταῖς, πρῶτον περι-
ελόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρου-
σαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν. ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι
τῶν ἐμψύχων τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς. τοιαῦτα μὲν δὴ τὰ
παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάρχῳ τε τῷ Ἐπικουρείῳ
καὶ τοῖς ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα
ἡμῖν ἀπηγγέλθη, περιείληπται.
41
Johannes Lydus De mensibus IV 42 p. 99 Wünsch· ὁ δὲ
Ποντικὸς Ἡρακλείδης φησίν, ὡς εἴ τις τὸν κύαμον ἐν καινῇ θήκῃ ἐμβαλὼν
ἀποκρύψει τῇ κόπρῳ ἐπὶ τεσσαράκοντα πάσας ἡμέρας, εἰς ὄψιν ἀνθρώ-
που σεσαρκωμένου μεταβαλόντα τὸν κύαμον εὑρήσει, καὶ διὰ τοῦτο τὸν
ποιητὴν φάναι·
ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων.
44
Clemens Stromateis II cap. XXI 130, 3· Πυθαγόραν δὲ
ὁ Ποντικὸς Ἡρακλείδης ἱστορεῖ τὴν ἐπιστήμην τῆς τελειότητος τῶν ἀριθ-
μῶν τῆς ψυχῆς εὐδαιμονίαν εἶναι παραδεδωκέναι.
45
Diogenes Laert. I 25· καὶ αὐτὸς (sc. Θαλῆς) δέ φησιν, ὡς
Ἡρακλείδης ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν.
ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν, οἱ δὲ ἄγαμον μεῖναι,
τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα, διὰ τί οὐ τεκνο-
ποιεῖ· „διὰ φιλοτεκνίαν“ εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζού-
σης αὐτὸν γῆμαι ἔλεγεν· ”οὐδέπω καιρός”, εἶτα ἐπειδὴ παρήβησεν ἐγκει-
μένης εἰπεῖν· „οὐκέτι καιρός“.
46a
Strabo VIII 384· κατεκλύσθη δ' ἡ Ἑλίκη δυσὶν ἔτεσι πρὸ
τῶν Λευκτρικῶν, κτλ. Ἡρακλείδης δέ φησι κατ' αὐτὸν γενέσθαι τὸ
πάθος νύκτωρ, δώδεκα σταδίους διεχούσης τῆς πόλεως ἀπὸ θαλάττης,
καὶ τούτου τοῦ χωρίου παντὸς σὺν τῇ πόλει καλυφθέντος, δισχιλίους δὲ
παρὰ τῶν Ἀχαιῶν πεμφθέντας ἀνελέσθαι μὲν τοὺς νεκροὺς μὴ δύνασθαι,
τοῖς δ' ὁμόροις νεῖμαι τὴν χώραν. συμβῆναι δὲ τὸ πάθος κατὰ μῆνιν Πο-
σειδῶνος, τοὺς γὰρ ἐκ τῆς Ἑλίκης ἐκπεσόντας Ἴωνας αἰτεῖν πέμψαντας
παρὰ τῶν Ἑλικέων μάλιστα μὲν τὸ βρέτας τοῦ Ποσειδῶνος, εἰ δὲ μή, τοῦ γε
ἱεροῦ τὴν ἀφίδρυσιν. οὐ δόντων δὲ πέμψαι πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν,
τῶν δὲ ψηφισαμένων οὐδ' ὣς ὑπακοῦσαι. τῷ δ' ἑξῆς χειμῶνι συμβῆναι τὸ
πάθος, τοὺς δ' Ἀχαιοὺς ὕστερον δοῦναι τὴν ἀφίδρυσιν τοῖς Ἴωσιν.
46b
Diodorus XV 48· περὶ δὲ τῶν συμπτωμάτων (sc. des Un-
tergangs von Helike und Bura) μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσι-
κοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παθῶν οὐκ εἰς τὸ θεῖον ἀναφέρειν
ἀλλ' εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δ' εὐσεβῶς
διακείμενοι πρὸς τὸ θεῖον πιθανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος,
ὡς διὰ θεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ θεῖον ἀσεβήσασι·
περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεθα τῇ κατὰ μέρος ἱστορίᾳ.
κατὰ τὴν Ἰωνίαν ἐννέα πόλεις εἰώθεσαν κοινὴν ποιεῖσθαι σύνοδον τὴν
τῶν Πανιωνίων, καὶ θυσίας συνθύειν ἀρχαίας καὶ μεγάλας Ποσειδῶνι περὶ
τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ. ὕστερον δὲ πολέμων γενομέ-
νων περὶ τούτους τοὺς τόπους οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέ-
θεσαν τὴν πανήγυριν εἰς ἀσφαλῆ τόπον, ὃς ἦν πλησίον τῆς Ἐφέσου. πέμ-
ψαντες δὲ θεωροὺς Πυθώδε, χρησμοὺς ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν
ἀρχαίων καὶ προγονικῶν αὐτοῖς βωμῶν ἐξ Ἑλίκης τῆς ἐν τῇ τότε μὲν Ἰω-
νίᾳ, νῦν δὲ Ἀχαίᾳ καλουμένῃ. οἱ μὲν οὖν Ἴωνες κατὰ τὸν χρησμὸν ἔπεμψαν
εἰς Ἀχαίαν τοὺς ληψομένους τὰ ἀφιδρύματα· οὗτοι δὲ πρὸς τὸ κοινὸν τῶν
Ἀχαιῶν διαλεχθέντες ἔπεισαν διδόναι τὰ ἀξιούμενα. οἱ δὲ τὴν Ἑλίκην
οἰκοῦντες, ἔχοντες παλαιὸν λόγιον ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες
ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν, ἀναλογιζόμενοι τὸν χρησμὸν ἀντέ-
λεγον τοῖς Ἴωσι περὶ τῶν ἀφιδρυμάτων, λέγοντες μὴ κοινὸν τῶν Ἀχαιῶν,
ἀλλ' ἴδιον αὑτῶν εἶναι τὸ τέμενος· συνέπραττον δὲ τούτοις καὶ οἱ τὴν Βοῦ-
ραν οἰκοῦντες. τῶν δὲ Ἀχαιῶν κοινῷ δόγματι συγχωρησάντων, οἱ μὲν Ἴωνες
ἔθυσαν ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος κατὰ τὸν χρησμόν, οἱ δ' Ἑλικεῖς
τὰ χρήματα διαρρίψαντες τῶν Ἰώνων τούς τε θεωροὺς συνήρπασαν, ἠσέ-
βησάν τε εἰς τὸ θεῖον. ἀνθ' ὧν φασι μηνίσαντα τὸν Ποσειδῶνα διὰ τοῦ
σεισμοῦ καὶ τοῦ κατακλυσμοῦ τὰς ἀσεβούσας πόλεις λυμήνασθαι. τοῦ δ' ἐκ
Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις
ὑπάρχειν διὰ τὸ τῶν σεισμῶν καὶ τῶν κατακλυσμῶν τοῦτον τὸν θεὸν ἔχειν
διειλῆφθαι τὴν ἐξουσίαν, καὶ διὰ τὸ δοκεῖν τὸ παλαιὸν τὴν Πελοπόννησον
οἰκητήριον γεγονέναι Ποσειδῶνος, καὶ τὴν χώραν ταύτην ὥσπερ ἱερὰν τοῦ
Ποσειδῶνος νομίζεσθαι, καὶ τὸ σύνολον πάσας τὰς ἐν Πελοποννήσῳ πό-
λεις μάλιστα τῶν ἀθανάτων τὸν θεὸν τιμᾶν τοῦτον. πρὸς δὲ τούτοις τὴν
Πελοπόννησον κατὰ βάθους ἔχειν μεγάλα κοιλώματα καὶ συστάσεις ὑδά-
των ναματιαίων μεγάλας. εἶναι γὰρ ἐν αὐτῇ δύο ποταμοὺς φανεροὺς ῥέον-
τας ὑπὸ γῆν· ὅ τε γὰρ περὶ Φένεον ποταμὸς εἰς τὴν γῆν καταδυόμενος ἐν
τοῖς προτέροις χρόνοις ἠφανίζετο, τῶν κατὰ γῆς ἄντρων αὐτὸν ὑποδεχο-
μένων, ὅ τε περὶ [τὸ] Στύμφηλον εἴς τι χάσμα καταδυόμενος ἐπὶ διακοσίους
σταδίους φέρεται κεκρυμμένος κατὰ γῆς καὶ παρὰ τὴν τῶν Ἀργείων πόλιν
ἐξίησιν. πρὸς δὲ τοῖς εἰρημένοις λέγουσιν, ὅτι πλὴν τῶν ἀσεβησάντων
οὐδεὶς ἄλλος περιέπεσε τῇ συμφορᾷ.
47
Plutarchus Pericles XXXV· ταῦτα
βουλόμενος ἰᾶσθαι (sc. Περικλῆς) καί τι παραλυπεῖν τοὺς
πολεμίους ἑκατὸν καὶ πεντήκοντα ναῦς ἐπλήρου, καὶ πολλοὺς καὶ ἀγαθοὺς
ὁπλίτας καὶ ἱππεῖς ἀναβιβασάμενος ἔμελλεν ἀνάγεσθαι, μεγάλην ἐλπίδα
τοῖς πολίταις καὶ φόβον οὐκ ἐλάττω τοῖς πολεμίοις ἀπὸ τοσαύτης ἰσχύος
παρασχών. ἤδη δὲ πεπληρωμένων τῶν νεῶν καὶ τοῦ Περικλέους ἀναβεβη-
κότος ἐπὶ τὴν ἑαυτοῦ τριήρη τὸν μὲν ἥλιον ἐκλιπεῖν συνέβη καὶ γενέσθαι
σκότος, ἐκπλαγῆναι δὲ πάντας ὡς πρὸς μέγα σημεῖον. ὁρῶν οὖν ὁ Περικλῆς
περίφοβον τὸν κυβερνήτην καὶ διηπορημένον ἀνέσχε τὴν χλαμύδα πρὸ τῶν
ὄψεων αὐτοῦ καὶ παρακαλύψας ἠρώτησε μή τι δεινὸν ἢ δεινοῦ τινος οἴεται
σημεῖον· ὡς δ' οὐκ ἔφη· ”τί οὖν, εἶπεν, ἐκεῖνο τούτου διαφέρει, πλὴν ὅτι
μεῖζον τῆς χλαμύδος ἐστὶ τὸ πεποιηκὸς τὴν ἐπισκότησιν;” ταῦτα μὲν οὖν
ἐν ταῖς σχολαῖς λέγεται τῶν φιλοσόφων. ἐκπλεύσας δ' οὖν ὁ Περικλῆς
οὔτ' ἄλλο τι δοκεῖ τῆς παρασκευῆς ἄξιον δρᾶσαι, πολιορκήσας τε τὴν ἱερὰν
Ἐπίδαυρον ἐλπίδα παρασχοῦσαν ὡς ἁλωσομένην ἀπέτυχε διὰ τὴν νόσον.
ἐπιγενομένη γὰρ οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ὁπωσοῦν τῇ στρατιᾷ
συμμείξαντας προσδιέφθειρεν. ἐκ τούτου χαλεπῶς διακειμένους τοὺς Ἀθη-
ναίους πρὸς αὐτὸν (sc. Περικλέα) ἐπειρᾶτο παρηγορεῖν καὶ ἀναθαρρύνειν.
οὐ μὴν παρέλυσε τῆς ὀργῆς οὐδὲ μετέπεισε πρότερον ἢ τὰς ψήφους λαβόν-
τας ἐπ' αὐτὸν εἰς τὰς χεῖρας καὶ γενομένους κυρίους ἀφελέσθαι τὴν στρα-
τηγίαν καὶ ζημιῶσαι χρήμασιν, ὧν ἀριθμὸν οἱ τὸν ἐλάχιστον πεντεκαίδεκα
τάλαντα, πεντήκοντα δ' οἱ τὸν πλεῖστον γράφουσιν. ἐπεγράφη δὲ τῇ δίκῃ
κατήγορος ὡς μὲν Ἰδομενεὺς λέγει Κλέων, ὡς δὲ Θεόφραστος Σιμμίας·
ὁ δὲ Ποντικὸς Ἡρακλείδης Λακρατίδαν εἴρηκε.
48
Diogenes Laert. V 92· ἀλλὰ καὶ † Ἀντόδωρος † 〈ὁ〉 Ἐπικούρειος
ἐπιτιμᾷ αὐτῷ (sc. Ἡρακλείδῃ), τοῖς περὶ δικαιοσύνης ἀντιλέγων.
49
Athenaeus XII 521 f· Ἡρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ δικαιο-
σύνης φησίν: Συβαρῖται τὴν Τήλυος τυραννίδα καταλύσαντες τοὺς μετασχόντας
τῶν πραγμάτων ἀναιροῦντες καὶ φονεύοντες ἐπὶ τῶν βωμῶν ἅπαντας la-
cuna καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς Ἥρας ἄγαλμα, τὸ
δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλ-
κωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. lacuna διό-
περ ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν ἅπαντες οἱ καὶ τὸν τῶν Ὀλυμπίων
τῶν πάνυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες· καθ' ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρή-
σαντες ἄθλων ὑπερβολῇ ὡς αὑτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς.
50
Athenaeus XII 523 f· Ἡρακλείδης δ' ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ
δικαιοσύνης φησίν: ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου
καὶ πολιτικὰς ἔχθρας. οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχ-
θρούς. στασιαζόντων γὰρ τῶν τὰς οὐσίας ἐχόντων καὶ τῶν δημοτῶν, οὓς ἐκεῖνοι
Γέργιθας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος καὶ τοὺς πλουσίους ἐκβαλὼν
καὶ συναγαγὼν τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας βοῦς εἰσαγαγόντες συνη-
λοίησαν καὶ παρανομωτάτῳ θανάτῳ διέφθειραν. τοιγάρτοι πάλιν οἱ πλούσιοι
κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν τέκνων κατεπίττωσαν.
ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην
ἀναφθῆναι. διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ
ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν
καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων
πισσήρων τε μόρος καὶ δένδρεον αἰὲν ἀθαλλές.
51a
Eratosthenes Catasterismorum epitome XXIX p. 154 Ro-
bert (E. Maass, Commentariorum in Aratum reliquiae 1898 p. 241)·
ὀιστοῦ· τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλλωνος, ᾧ τοὺς Κύκλωπας
〈τοὺς〉 τῷ Διὶ κεραυνὸν ἐργασαμένους ἀπέκτεινε δί' Ἀσκληπιόν. ἔκρυψε δὲ αὐτὸ
ἐν Ὑπερβορείοις, οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. λέγεται δὲ ὕστερον ἀπενηνέχθαι ὅτε
τοῦ φόνου αὐτὸν ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λατρείας,
περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι. δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς
μετὰ τῆς καρποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης ὡς Ἡρα-
κλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιοσύνης. ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ
βέλος ὁ Ἀπόλλων εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας.
51c
Eratosthenes Catasterismorum codex T Vaticanus Graecus
1087 (P. Corssen Rh. M. 67 [1912] 417 ss)· οὗτος (sc. ὁ ὀιστός) Ἀπόλλωνός
ἐστιν, ὃν ἔκρυψεν Ὑπερβορίοις, οὗ καὶ ναὸς γίνεται ὁ πτέρινος, ὅτε τοὺς Κύκλω-
πας ἀνεῖλε—spatium quindecim litterarum—τοὺς τὸν κεραυνὸν ποιήσαν-
τας· ὅτε ἐπαύσατό τε καὶ ὀιστὸς ἀνεκομίσθη μετὰ τῆς καρποφόρου Δήμητρος.
ἦν δὲ ὑπερμεγέθης. Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ δικαιοσύνης καὶ ἐπὶ
τούτου Ἄβαριν τινὰ φερόμενον ἐλθεῖν. ὅθεν ὑπόμνημα τῆς αὐτοῦ μάχης Ἀπόλλων
κατηστέρισεν αὐτόν.
52
Diogenes Laert. V 88 (cf. fr. 22)· τούτων τὰ μὲν κωμικῶς πέπλα-
κεν (sc. Ἡρακλείδης) ὡς τὸ περὶ ἡδονῆς καὶ περὶ σωφροσύνης.
55
Athenaeus XII 512a· Ἡρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς
τάδε λέγει: οἱ τύραννοι καὶ οἱ βασιλεῖς πάντων ἀγαθῶν ὄντες κύριοι καὶ πάντων
εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς
τὰς τῶν ἀνθρώπων φύσεις. ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν
προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, ὡς Πέρσαι καὶ Μῆδοι. μά-
λιστα γὰρ πάντων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὸ τρυφᾶν τιμῶσιν, ἀν-
δρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι
καὶ τὸ τρυφᾶν ἐλευθέρων, ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει, τὸ δὲ πονεῖν δούλων
καὶ ταπεινῶν. διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις. καὶ ἡ Ἀθηναίων πόλις,
ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. ἁλουργῆ μὲν
γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ' ὑπέδυνον χιτῶνας, κορύμβους δ' ἀναδού-
μενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν.
ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. καὶ
τοιοῦτοι ἦσαν οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς Ἀσίας
ἁπάσης δύναμιν χειρωσάμενοι. καὶ οἱ φρονιμώτατοι δέ, φησίν, καὶ μεγίστην δόξαν
ἐπὶ σοφίᾳ ἔχοντες μέγιστον ἀγαθὸν τὴν ἡδονὴν εἶναι νομίζουσιν, Σιμωνίδης μὲν
οὑτωσὶ λέγων
τίς γὰρ ἁδονᾶς ἄτερ
θνητῶν βίος ποθεινὸς ἢ ποία τυραννίς;
τᾶς [δ'] ἄτερ οὐδὲ θεῶν ζηλωτὸς αἰών (fr. 57 D)·
Πίνδαρος 〈δὲ〉 παραινῶν Ἱέρωνι τῷ Συρακοσίων ἄρχοντι
μηδ' ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ, πολύ τοι
φέριστον ἀνδρὶ τερπνὸς αἰών (fr. 126 Schr).
καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἶναι χαριέστε-
ρον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι (ι 5),
τοὺς δὲ θεούς φησιν εἶναι ῥεῖα ζώοντας (δ 805, ε 122 etc.)—τὸ δὲ ῥεῖά ἐστιν
ἀπόνως—ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν
ταλαιπωρία καὶ ὁ πόνος.
56
Athenaeus XII 554e· ἐν μανίᾳ δὲ τρυφὴν ἡδίστην γενομένην οὐκ
ἀηδῶς ὁ Ποντικὸς Ἡρακλείδης διηγεῖται ἐν τῷ περὶ ἡδονῆς οὕτως γράφων: ὁ
Αἰξωνεὺς Θράσυλλος ὁ Πυθοδώρου διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα
τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἶναι, καὶ ἀπ-
εγράφετο αὐτὰ καὶ ἀπέστελλε καὶ διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς
τοσαύτης ὅσηςπερ ἄν τις ἡσθείη τοσούτων χρημάτων κύριος ὤν. καὶ τῶν μὲν
ἀπολομένων οὐδὲν ἐπεζήτει, τοῖς δὲ σωζομένοις ἔχαιρεν καὶ διῆγεν μετὰ πλείστης
ἡδονῆς. ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτοῦ Κρίτων ἐκ Σικελίας ἐπιδημήσας συλλαβὼν αὐτὸν
παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο 〈πολλάκις περὶ τῆς ἐν μανίᾳ
διατριβῆς〉 οὐδεπώποτε φάσκων κατὰ τὸν βίον ἡσθῆναι πλείονα. λύπην μὲν γὰρ
οὐδ' ἡντινοῦν αὐτῷ παραγίγνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος ὑπερβάλλειν.
57
Athenaeus XII 525f· Ἡρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδο-
νῆς Σαμίους φησὶ καθ' ὑπερβολὴν τρυφήσαντας διὰ τὴν πρὸς ἀλλήλους μικρο-
λογίαν ὥσπερ Συβαρίτας τὴν πόλιν ἀπολέσαι.
58
Athenaeus XII 536f· περὶ δὲ Καλλίου καὶ τῶν τούτου κολάκων
φθάνομεν καὶ πρότερον εἰπόντες. ἀλλ' ἐπεὶ καινῶς Ἡρακλείδης ὁ Ποντικὸς ἐν
τῷ περὶ ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. ὅτε τὸ πρῶ-
τον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διό-
μνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων. ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ
τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας, τελευτη-
σάντων δὲ πάντων διέλαθεν ἔχων ὁ Διόμνηστος τὸ χρυσίον. ἐπεὶ δὲ πάλιν ὁ τῶν
Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστα-
τον [γενέσθαι] ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν.
οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρ' Ἱππόνικον τὸν Καλλίου
τὸν Ἄμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς Ἀθήνας, καὶ ἀνασ-
κευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων 〈τῶν〉 Ἐρετριέων κατέσχον οὗτοι τὰ
χρήματα πολλὰ ὄντα. ὥστε Ἱππόνικος ὁ ἀπ' ἐκείνου γεγονὼς τοῦ τὴν παρακατα-
θήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον, ἵν' οἰκοδομήσηται
τοῖς χρήμασιν ὅπου κείσεται, [λέγων] ὡς οὐκ ἀσφαλὲς ὂν ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ
χρήματα εἶναι. καὶ ἔδοσαν [ἂν] Ἀθηναῖοι, νουθετηθεὶς δ' ὑπὸ τῶν φίλων μετ-
ενόησεν. τούτων οὖν τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν
βιώσας—ποῖοι γὰρ οὐ κόλακες ἢ τί πλῆθος οὐχ ἑταίρων περὶ αὐτὸν ἦσαν, ποίας
δὲ δαπάνας οὐχ ὑπερεώρα κεῖνος; —ἀλλ' ὅμως εἰς τοσοῦτον αὐτὸν περιέστησεν
〈ἀπορίας〉 ὁ περὶ ἡδονὴν βίος ὥστε μετὰ γρᾳδίου βαρβάρου διατελεῖν ἠναγκάσθη
καὶ τῶν ἀναγκαίων τῶν καθ' ἡμέραν ἐνδεὴς γενόμενος τὸν βίον ἐτελεύτησεν. τὸν
δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον ἢ τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν;
οὐκ Αὐτοκλέης καὶ Ἐφικλέης οἱ μετ' ἀλλήλων 〈ἀσωτεύεσθαι πρὸ τοῦ κατ' ἐγκρά-
τειαν〉 ζῆν προελόμενοι καὶ πάντ' ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς, ἐπειδὴ πάντα
κατανάλωσαν, κώνειον πιόντες ἅμα τὸν βίον ἐτελεύτησαν;
59
Athenaeus XII 533c· Περικλέα δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλεί-
δης ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ
τὸν μεθ' ἡδονῆς βίον προείλετο ᾤκει τε μετ' Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας
καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε.
60
Plutarchus Pericles XXVII· Ἔφορος δὲ καὶ μηχαναῖς χρήσασ-
θαι τὸν Περικλέα τὴν καινότητα θαυμασταῖς, Ἀρτέμωνος τοῦ μηχανικοῦ
παρόντος, ὃν χωλὸν ὄντα καὶ φορείῳ πρὸς τὰ κατεπείγοντα τῶν ἔργων
προσκομιζόμενον ὀνομασθῆναι περιφόρητον. τοῦτο μὲν οὖν Ἡρακλείδης
ὁ Ποντικὸς ἐλέγχει τοῖς Ἀνακρέοντος ποιήμασιν, ἐν οἷς ὁ περιφόρητος
Ἀρτέμων ὀνομάζεται πολλαῖς ἔμπροσθεν ἡλικίαις τοῦ περὶ Σάμον πολέμου
καὶ τῶν πραγμάτων ἐκείνων. τὸν δ' Ἀρτέμωνά φησι τρυφερόν τινα τῷ
βίῳ καὶ πρὸς τοὺς φόβους μαλακὸν ὄντα καὶ καταπλῆγα τὰ πολλὰ μὲν οἴκοι
καθέζεσθαι, χαλκῆν ἀσπίδα τῆς κεφαλῆς αὐτοῦ δυεῖν οἰκετῶν ὑπερεχόντων,
ὥστε μηδὲν ἐμπεσεῖν τῶν ἄνωθεν, εἰ δὲ βιασθείη προελθεῖν, ἐν κλινιδίῳ
κρεμαστῷ παρὰ τὴν γῆν αὐτὴν περιφερόμενον κομίζεσθαι καὶ διὰ τοῦτο
κληθῆναι περιφόρητον.
61
Athenaeus XII 552f· Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδο-
νῆς Δεινίαν φησὶ τὸν μυροπώλην διὰ τρυφὴν εἰς ἔρωτας ἐμπεσόντα καὶ πολλὰ
χρήματα ἀναλώσαντα, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθέντα
ἐκτεμεῖν αὑτοῦ τὰ αἰδοῖα, ταῦτα πάντα ποιούσης τῆς ἀκολάστου τρυφῆς.
64
Hermiae in Platonis Phaedrum schol. 230e p. 33 Co.· οἱ μὲν
γὰρ ὑπέλαβον ἁπλῶς φαῦλον τὸ ἐρᾶν ὡς Ἐπίκουρος ... οἱ δὲ ἁπλῶς
ἀστεῖον ὡς Ἡρακλείδης φιλίας λέγων εἶναι τὸν ἔρωτα 〈παρασκευαστικὸν〉
καὶ οὐκ ἄλλου τινός, κατὰ συμβεβηκὸς δέ τινας ἐκπίπτειν εἰς ἀφροδίσια.
65
Athenaeus XIII 602a· Ἱερώνυμος δ' ὁ Περιπατητικὸς περισπου-
δάστους φησὶν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων
ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν.
παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ' ἂν παθεῖν ἢ δειλοῦ δόξαν
ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν ... περὶ Σικελίαν
δ' ἐν Ἀκράγαντι ὁ Χαρίτωνος καὶ Μελανίππου 〈ἔρως〉. Μελάνιππος δ' ἦν τὰ παι-
δικά, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ ἐρωτικῶν. οὗτοι φανέντες
ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἀναγκαζόμενοί τε λέγειν τοὺς συνει-
δότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν αὐτὸν εἰς ἔλεον τῶν βασάνων
ἤγαγον, ὡς ἀπολῦσαι αὐτοὺς πολλὰ ἐπαινέσαντα. διὸ καὶ ὁ Ἀπόλλων ἡσθεὶς ἐπὶ
τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυν-
θανομένοις τῆς Πυθίας ὅπως αὐτῷ ἐπιθῶνται. ἔχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ
τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ
Διονύσιος ὁ Ἀθηναῖος ἐποίησε ὁ ἐπικληθεὶς Χαλκοῦς ἐν τοῖς ἐλεγείοις. ἐστὶν δὲ
ὁ χρησμὸς ὅδε·
εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.
68
Plutarchus Adv. Colotem XIV 1115a (Dicaearchus fr. 5)·
ποῦ γὰρ ὢν τῆς ἀοικήτου τὸ βιβλίον ἔγραφες, ἵνα ταῦτα συντιθεὶς τὰ ἐγκλήματα
μὴ τοῖς ἐκείνων (sc. τῶν Περιπατητικῶν κτλ.) συντάγμασιν ἐντύχῃς μηδ' ἀνα-
λάβῃς εἰς χεῖρας Ἀριστοτέλους τὰ περὶ οὐρανοῦ καὶ τὰ περὶ ψυχῆς, Θεοφράστου
δὲ τὰ πρὸς τοὺς φυσικούς, Ἡρακλείδου δὲ τὸν Ζωροάστρην, τὰ περὶ τῶν ἐν
Ἅιδου, τὸ περὶ τῶν φυσικῶς ἀπορουμένων, Δικαιάρχου δὲ τὰ περὶ ψυχῆς, ἐν
οἷς πρὸς τὰ κυριώτατα καὶ μέγιστα τῶν φυσικῶν ὑπεναντιούμενοι τῷ Πλάτωνι
καὶ μαχόμενοι διατελοῦσι;
69
Strabo II 98· μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν
Λιβύην (sc. ὁ Ποσειδώνιος), Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου
πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν. Ἡρακλείδην δὲ τὸν Ποντικὸν
ἐν διαλόγῳ ποιεῖν ἀφιγμένον παρὰ Γέλωνα μάγον τινὰ περιπλεῦσαι φάσ-
κοντα. ἀμάρτυρα δὲ ταῦτ' εἶναι φήσας κτλ.
70
Strabo II 100· θαυμαστὸς δὴ κατὰ πάντα ἐστὶν ὁ Ποσει-
δώνιος, τὸν μὲν τοῦ μάγου περίπλουν, ὃν Ἡρακλείδης εἶπεν, ἀμάρτυρον
νομίσας κτλ.
72
Plutarchus De libidine et aegritudine 5· ἔνιοι δὲ ἄντικρυς καὶ
δόξαν καὶ διαλογισμὸν εἰς τὸ σῶμα κατατείνουσιν, οὐδ' εἶναι αἰτίαν τὸ παράπαν
ψυχὴν λέγοντες, ἀλλὰ τῇ τοῦ σώματος διαφορᾷ καὶ ποιότητι καὶ δυνάμει συν-
τελεῖσθαι τὰ τοιαῦτα. τὸ μὲν γὰρ περὶ τῶν ἐν Ἅιδου βιβλίον ἐπιγραφόμενον, ἐν
ᾧ τὴν ψυχὴν τῇ οὐσίᾳ παρυπάρχειν ἀποφαίνεται ὁ λόγος, οἱ μὲν οὐδ' εἶναι τὸ
παράπαν Ἡρακλείδου νομίζουσιν, οἱ δὲ πρὸς ἀντιπαρεξαγωγὴν συντετάχθαι τῶν
εἰρημένων ἑτέροις περὶ οὐσίας ψυχῆς. ὅτῳ δὴ γεγραμμένον ἄντικρυς ἀναιρεῖ τὴν
οὐσίαν αὐτῆς, ὡς τοῦ σώματος ἔχοντος ἐν αὑτῷ τὰς εἰρημένας δυνάμεις πάσας.
73
Plutarchus De audiendis poetis I 14e (cf. Ariston von Keos
fr. 33)· ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι
φιλοσόφως μηδ' ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους
ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια
καὶ τὰς ποιητικὰς ὑποθέσεις, ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύ-
κωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ περὶ ψυχῶν δόγματα μεμιγμένα μυθο-
λογίᾳ μεθ' ἡδονῆς ἐνθουσιῶσιν.
74
Anecdota Graeca ed. I. Bekker I 178 (Lexica Segueriana,
περὶ συντάξεως· ὑλακτῶ): Ἡρακλείδου Ποντικοῦ ἐκ τοῦ δευτέρου λόγου τῶν εἰς
τὸν Ἄβαριν ἀναφερομένων: ἐκ δὲ τῶν ἐγγὺς φωλεῶν ἐξείρπυσαν ὄφεις ἐπὶ τὸ
σῶμα σφοδρῶς ὀρούοντες. ἐκωλύοντο μέντοι ὑπὸ τῶν κυνῶν ὑλακτούντων αὐτούς.
75
Anecdota Graeca ed. I. Bekker I 145 (Lexica Segueriana,
περὶ συντάξεως· ἐπιστρέφομαι): Ἡρακλείδου Ποντικοῦ τῶν εἰς Ἄβαριν ἀναφε-
ρομένων: ἔφη δὲ (sc. Ἄβαρις?) τὸ δεύτερον αὐτῷ τὸν δαίμονα νεανίαν γενό-
μενον ἐπιθεῖναι, προστάξαι δὲ πιστεύειν περὶ θεῶν, ὡς εἰσίν τε καὶ τῶν ἀνθρω-
πίνων ἐπιστρέφονται πραγμάτων.
76
Diogenes Laert. VIII 51· ὁμοίως (sc. Τιμαίῳ καὶ Ἑρμίππῳ) καὶ
Ἡρακλείδης ἐν τῷ περὶ νόσων, ὅτι λαμπρᾶς ἦν οἰκίας (sc. Ἐμπεδοκλῆς) ἱππο-
τροφηκότος τοῦ πάππου.
77
Diogenes Laert. VIII 60· Ἡρακλείδης τε ἐν τῷ περὶ νόσων φησὶ
καὶ Παυσανίᾳ ὑφηγήσασθαι αὐτὸν (sc. Ἐμπεδοκλέα) τὰ περὶ τὴν ἄπνουν. ἦν
δ' ὁ Παυσανίας, ὥς φησιν Ἀρίστιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ κτλ. τὴν
γοῦν ἄπνουν ὁ Ἡρακλείδης φησὶ τοιοῦτόν τι εἶναι, ὡς τριάκοντα ἡμέρας συν-
τηρεῖν ἄπνουν καὶ ἄσφυκτον τὸ σῶμα. ὅθεν εἶπεν αὐτὸν καὶ ἰητρὸν καὶ μάντιν,
λαμβάνων ἅμα καὶ ἀπὸ τούτων τῶν στίχων
ὦ φίλοι οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος
ναίετ' ἀν' ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων,
〈ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι,〉
χαίρετ'· ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα,
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις.
τοῖσιν ἅμ' εὖτ' ἂν ἵκωμαι ἐς ἄστεα τηλεθόωντα,
ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι. οἱ δ' ἅμ' ἕπονται
μυρίοι ἐξερέοντες, ὅπῃ πρὸς κέρδος ἀταρπός,
οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ' ἐπὶ νούσων
παντοίων ἐπύθοντο κλυεῖν εὐηκέα βάξιν,
〈δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι 〈ἀμφ' ὀδύνῃσιν〉〉
(31 B 112 Vorsokr.6)
78
Origenes Adv. Celsum II 16, 402· ἐπὶ δὲ τὸ περὶ τῆς ἀναστά-
σεως Ἰησοῦ Χριστοῦ χλευάζουσιν οἱ ἄπιστοι, παραθησόμεθα μὲν καὶ Πλάτωνα
λέγοντα Ἦρα τὸν Ἀρμενίου μετὰ δώδεκα ἡμέρας ἐκ τῆς πυρᾶς ἐγηγέρθαι καὶ
ἀπηγγελκέναι τὰ περὶ τῶν ἐν Ἅιδου. ὡς πρὸς ἀπίστους δὲ καὶ τὰ περὶ τῆς παρὰ
τῷ Ἡρακλείδῃ ἄπνου οὐ πάντῃ ἔσται εἰς τὸν τόπον ἄχρηστα.
79
Galenus De locis affectis VI 5 vol. VIII 414 Kühn· ἐγὼ δὲ
θεασάμενος πολλὰς γυναῖκας ὑστερικάς, ... τινὰς μὲν ἀναισθήτους τε ἅμα καὶ
ἀκινήτους κειμένας, ἀμυδρότατόν τε καὶ μικρότατον ἐχούσας σφυγμὸν ἢ καὶ παν-
τελῶς ἀσφύκτους φαινομένας, ἐνίας δ' αἰσθανομένας τε καὶ κινουμένας καὶ μηδὲν
βεβλαμμένας τοῦ λογισμοῦ ..., ἑτέρας δὲ συνελκομένας τὰ κῶλα, διαφορὰς ὑπο-
λαμβάνω τῶν ὑστερικῶν παθημάτων εἶναι πλείους, ἤτοι κατὰ τὸ μέγεθος τῆς
ποιούσης αἰτίας ἢ κατ' εἴδη τινὰ διαφερούσας ἀλλήλων. ἡ μὲν οὖν πρώτη λελεγ-
μένη διαφορὰ κατὰ τὸ τοῦ Ποντικοῦ Ἡρακλείδου γεγραμμένον βιβλίον ἀπορίαν
ἔχει πολλὴν ὅπως γίγνεται. λέγεται γὰρ ἄπνους τε καὶ ἄσφυκτος ἐκείνη ἡ ἄνθρω-
πος γεγονέναι, τῶν νεκρῶν ἑνὶ μόνῳ διαλλάττουσα, τῷ βραχεῖαν ἔχειν θερμότητα
κατὰ τὰ μέσα μέρη τοῦ σώματος. ἐπιγέγραπται γοῦν τὸ βιβλίον ἄπνους Ἡρακλεί-
δου, καὶ ζήτησιν ἔφη γεγονέναι τοῖς παροῦσιν ἰατροῖς, εἰ μήπω τέθνηκεν.
80
Galenus De difficultate respirationis I 8 vol. VII 773 Kühn·
καὶ τῶν νοσημάτων ... ἐν μὲν τοῖς πυρετώδεσιν ἅπασι, καὶ μάλιστα ὅσοις περί
τι τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τὴν καρδίαν ἤθροισταί τι πολὺ πλῆθος θερ-
μότητος, ἡ ἀναπνοὴ πᾶσα μεγάλη καὶ ταχεῖα καὶ πυκνὴ φαίνεται γιγνομένη. ἐν
οἷς δὲ ἀπέψυκται τὸ θερμόν, ἡ ἐναντία, ὥστε καί τισιν ἤδη τελέως ἔδοξεν ἀπο-
λωλέναι, καὶ ἣν ὁ Ποντικὸς Ἡρακλείδης ἄπνουν ἔγραψεν ἥδε ἐστίν. τὸ ἀνάλογον
γὰρ ἔχειν ἔοικεν ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν ἀναπνοή τε καὶ σφυγμός, οὕτω
κἀν τῷδε. παντελῶς γὰρ οὐδέτερον αὐτῶν ἀπολέσθαι δυνατόν, ἔστ' ἂν περιῇ τὸ
ζῷον, ἀπολωλέναι μέντοι δόξαι διὰ σμικρότητα θαυμαστὸν οὐδέν.
82
Galenus De tremore 6 vol. VII 615 Kühn· Ἀσκληπιάδης γοῦν οὐ
μόνον τὸ θερμὸν ἀλλ' οὐδ' ἄλλην τινὰ τιθεὶς ἔμφυτον δύναμιν ἅπαντα πυρετὸν
ἐπί τισιν ἐμφράξεσιν ὄγκων ἐν πόροις ἀεὶ συνίστασθαι λέγων, ἐν μεγέθεσι πόρων
τὴν διαφορὰν τιθέμενος αὐτοῦ, οὕτω φιλοτεχνεῖ δείκνυσί τε τίσι μὲν ἀνάγκη
ῥῖγος ἐζεῦχθαι τίσι δ' οὔ. καὶ ἔγωγ' ἂν εἰ μὴ μακρότερόν τε τοῦ καιροῦ τὸν λόγον
ἤλπιζον ἔσεσθαι ... ἑξῆς ἂν ὑπὲρ ἁπασῶν τῶν δοξῶν ἐπισκεψάμενος, ἀφ' ὅτου
γε πιθανὸν τὴν ἀφορμὴν ἔσχηκεν ἑκάστη, καὶ τί μάλιστα τὸ ἀπατῆσαν, ὅπῃ τε
σφάλλονται δείξας οὕτως ἂν ἐπὶ τὴν ἡμετέραν ἧκον δόξαν. ἀλλὰ τοῦτο μὲν εἰς
ἕτερον ἀναβεβλήσθω καιρόν. οὐδὲ γὰρ Ἀθήναιον ἐπαινῶ περὶ μὲν Ἀσκληπιάδου
καὶ Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Στράτωνος τοῦ φυσικοῦ λέγοντά τι, τῶν δ'
ἄλλων οὐδενὸς μνημονεύοντα. καίτοι γε οὐ τὰς τούτων δόξας μόνον περὶ ῥίγους,
ἀλλ' ἑτέρας πολὺ πλείους οὐδὲν ἧττον ἐνδόξους τε καὶ πιθανὰς εἶχεν εἰπεῖν.
83
Diogenes Laert. VIII 67· περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν
αὐτοῦ (sc. Ἐμπεδοκλέους) λόγος. Ἡρακλείδης μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγη-
σάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν,
φησὶν ὅτι θυσίαν συνετέλει πρὸς τῷ Πεισιάνακτος ἀγρῷ. συνεκέκληντο δὲ τῶν
φίλων τινές, ἐν οἷς καὶ Παυσανίας. εἶτα μετὰ τὴν εὐωχίαν οἱ μὲν ἄλλοι χωρισ-
θέντες ἀνεπαύοντο, οἱ μὲν ὑπὸ τοῖς δένδροις ὡς ἀγροῦ παρακειμένου, οἱ δ' ὅπῃ
βούλοιντο, αὐτὸς δ' ἔμεινεν ἐπὶ τοῦ τόπου ἐφ' οὗπερ κατεκέκλιτο. ὡς δ' ἡμέρας
γενηθείσης ἐξανέστησαν, οὐχ ηὑρέθη μόνος. ζητουμένου δὲ καὶ τῶν οἰκετῶν ἀνα-
κρινομένων καὶ φασκόντων μὴ εἰδέναι, εἷς τις ἔφη μέσων νυκτῶν φωνῆς ὑπερ-
μεγέθους ἀκοῦσαι προσκαλουμένης Ἐμπεδοκλέα, εἶτ' ἐξαναστὰς ἑωρακέναι φῶς
οὐράνιον καὶ λαμπάδων φέγγος, ἄλλο δὲ μηδέν. τῶν δ' ἐπὶ τῷ γενομένῳ ἐκπλα-
γέντων, καταβὰς ὁ Παυσανίας ἔπεμψέ τινας ζητήσοντας. ὕστερον δὲ ἐκώλυεν
πολυπραγμονεῖν, φάσκων εὐχῆς ἄξια συμβεβηκέναι καὶ θύειν αὐτῷ δεῖν καθα-
περεὶ γεγονότι θεῷ.
84
Diogenes Laert. VIII 70· Διόδωρος δ' ὁ Ἐφέσιος περὶ
Ἀναξιμάνδρου γράφων φησὶν ὅτι τοῦτον ἐζηλώκει (sc. Ἐμπεδοκλῆς) κτλ.
folgt Befreiung der Selinusier von der Pest durch Reinigung des
Flusswassers. οὕτω δὴ λήξαντος τοῦ λοιμοῦ καὶ τῶν Σελινουντίων εὐω-
χουμένων ποτὲ παρὰ τῷ ποταμῷ ἐπιφανῆναι τὸν Ἐμπεδοκλέα, τοὺς δ' ἐξα-
ναστάντας προσκυνεῖν καὶ προσεύχεσθαι καθαπερεὶ θεῷ. ταύτην οὖν θέ-
λοντα βεβαιῶσαι τὴν διάληψιν εἰς τὸ πῦρ ἐναλέσθαι. τούτοις δ' ἐναντιοῦ-
ται Τίμαιος, ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον
οὐκ ἐπανῆλθεν· ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν
Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῷ ιδ' (sc. ὁ Τί-
μαιος). Συρακόσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα καὶ ἀγρὸν οὐκ ἔχειν ἐν
Ἀκράγαντι. Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου τοιούτου
διαδοθέντος λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ, καὶ γὰρ πλούσιον
εἶναι. πῶς οὖν, φησίν, εἰς τοὺς κρατῆρας ἥλατο ὧν 〈ὡς〉 σύνεγγυς ὄντων οὐδὲ
μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ. οὐδὲν δὲ παρά-
δοξον τάφον αὐτοῦ μὴ φαίνεσθαι, μηδὲ γὰρ ἄλλων πολλῶν. τοιαῦτά τινα
εἰπὼν ὁ Τίμαιος ἐπιφέρει: ἀλλὰ διὰ παντός ἐστιν Ἡρακλείδης τοιοῦτος
παραδοξολόγος καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἄνθρωπον λέγων.
85
Diogenes Laert. VIII 69· Ἕρμιππος δέ φησι Πάνθειάν
τινα Ἀκραγαντίνην ἀπηλπισμένην ὑπὸ τῶν ἰατρῶν θεραπεῦσαι αὐτὸν (sc.
Ἐμπεδοκλέα) καὶ διὰ τοῦτο τὴν θυσίαν ἐπιτελεῖν· τοὺς δὲ κληθέντας εἶναι
πρὸς τοὺς ὀγδοήκοντα. Ἱππόβοτος δέ φησιν ἐξαναστάντα αὐτὸν ὡδευκέναι
ὡς ἐπὶ τὴν Αἴτνην, εἶτα παραγενόμενον ἐπὶ τοὺς κρατῆρας τοῦ πυρὸς
ἐναλέσθαι καὶ ἀφανισθῆναι, βουλόμενον τὴν περὶ αὑτοῦ φήμην βεβαιῶ-
σαι ὅτι γεγόνοι θεός, ὕστερον δὲ γνωσθῆναι, ἀναρριπισθείσης αὐτοῦ μιᾶς
τῶν κρηπίδων, χαλκᾶς γὰρ εἴθιστο ὑποδεῖσθαι. πρὸς τοῦθ' ὁ Παυσανίας
ἀντέλεγε.
86
Apollodori Chronica fr. 43 Jacoby (Diogenes Laert.
VIII 52)·
οἱ δ' ἱστοροῦντες ὡς πεφευγὼς οἴκοθεν
εἰς τὰς Συρακούσας μετ' ἐκείνων ἐπολέμει (sc. Ἐμπεδοκλῆς)
πρὸς Ἀθηνάους ἔμοι〈γε〉 τελέως ἀγνοεῖν
δοκοῦσιν· ἢ γὰρ οὐκέτ' ἦν ἢ παντελῶς
ὑπεργεγηρακώς, ὅπερ οὐχὶ φαίνεται,
Ἀριστοτέλης γὰρ αὐτὸν ἑξήκοντ' ἐτῶν
ἔτι δ' Ἡρακλείδης φησὶ τετελευτηκέναι.
87
Diogenes Laert. Prooem. 12· φιλοσοφίαν δὲ πρῶτος ὠνό-
μασε Πυθαγόρας καὶ ἑαυτὸν φιλόσοφον, ἐν Σικυῶνι διαλεγόμενος Λέοντι
τῷ Σικυωνίων τυράννῳ ἢ Φλειασίων, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς
ἐν τῇ περὶ τῆς ἄπνου· μηδένα γὰρ εἶναι σοφὸν [ἄνθρωπον] ἀλλ' ἢ θεόν.
89
Diogenes Laert. VIII 4· τοῦτόν (sc. Πυθαγόραν) φησιν
Ἡρακλείδης ὁ Ποντικὸς περὶ αὑτοῦ τάδε λέγειν, ὡς εἴη ποτὲ γεγονὼς
Αἰθαλίδης καὶ Ἑρμοῦ υἱὸς νομισθείη, τὸν δ' Ἑρμῆν εἰπεῖν αὐτῷ ἑλέσθαι
ὅτι ἂν βούληται πλὴν ἀθανασίας. αἰτήσασθαι οὖν ζῶντα καὶ τελευτῶντα
μνήμην ἔχειν τῶν συμβαινόντων. ἐν μὲν οὖν τῇ ζωῇ πάντων διαμνημονεῦ-
σαι, ἐπεὶ δὲ ἀποθάνοι, τηρῆσαι τὴν αὐτὴν μνήμην. χρόνῳ δ' ὕστερον εἰς
Εὔφορβον ἐλθεῖν καὶ ὑπὸ Μενέλεω τρωθῆναι. ὁ δ' Εὔφορβος ἔλεγεν ὡς
Αἰθαλίδης ποτὲ γεγόνοι καὶ ὅτι παρ' Ἑρμοῦ τὸ δῶρον λάβοι καὶ τὴν τῆς
ψυχῆς περιπόλησιν, ὡς περιεπολήθη καὶ εἰς ὅσα φυτὰ καὶ ζῷα παρεγένετο
καὶ ὅσα ἡ ψυχὴ ἐν τῷ Ἅιδῃ ἔπαθε καὶ αἱ λοιπαὶ τίνα ὑπομένουσιν. ἐπειδὴ
δὲ Εὔφορβος ἀποθάνοι, μεταβῆναι τὴν ψυχὴν αὐτοῦ εἰς Ἑρμότιμον, ὃς καὶ
αὐτὸς πίστιν θέλων δοῦναι ἐπανῆλθεν εἰς Βραγχίδας καὶ εἰσελθὼν εἰς τὸ
τοῦ Ἀπόλλωνος ἱερὸν ἐπέδειξεν ἣν Μενέλαος ἀνέθηκεν ἀσπίδα (ἔφη γὰρ
αὐτόν, ὅτ' ἀπέπλει ἐκ Τροίας, ἀναθεῖναι τῷ Ἀπόλλωνι τὴν ἀσπίδα δια-
σεσηπυῖαν ἤδη, μόνον δὲ διαμένειν τὸ ἐλεφάντινον πρόσωπον). ἐπειδὴ δὲ
Ἑρμότιμος ἀπέθανε, γενέσθαι Πύρρον τὸν Δήλιον ἁλιέα. καὶ πάντα πάλιν
μνημονεύειν, πῶς πρόσθεν Αἰθαλίδης, εἶτ' Εὔφορβος, εἶτα Ἑρμότιμος,
εἶτα Πύρρος γένοιτο. ἐπειδὴ δὲ Πύρρος ἀπέθανε, γενέσθαι Πυθαγόραν καὶ
πάντων τῶν εἰρημένων μεμνῆσθαι.
90
Clemens Stromateis I cap. XXI 133, 2· προγνώσει δὲ καὶ
Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας
ὁ Προκοννήσιος Ἐπιμενίδης τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωρο-
άστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν
Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις Σωκράτης
ὁ Ἀθηναῖος μάλιστα.
91
Proclus In Platonis rem publicam comment. II p. 121, 26
Kroll· εἰσὶν καὶ ἔσονται πολλαχοῦ γῆς τῶν θείων καὶ ταῖς αἰσθήσεσιν ἡμῶν
ἀλήπτων ἐξηγηταὶ κατά τινας θείας τε καὶ δαιμονίας ἐπιπνοίας· οἱ μὲν μετὰ τοῦ
σώματος τῶν τοιούτων ἵστορες, ὥσπερ Ἐμπεδότιμον λόγος, οἱ δὲ ἄνευ σώματος,
ὥσπερ τὸν Ἀθηναῖον Κλεώνυμον· καὶ πλήρεις αἱ παραδόσεις τούτων. εἰ δὲ 〈μὴ
πλείο〉νές εἰσιν αὐτοπτικαὶ τῶν ὄντων 〈ἐν〉 ἡμῖν καταλήψεις, οὐδὲν θαυμαστόν·
〈σώμα〉σι γὰρ χρώμενοι καὶ τούτοις ἐνύλο〈ις ὀλίγοι〉 καὶ ἐν πολλῷ χρόνῳ τούτων
ἀπολαύειν ἄνθρωποι δύνανται, καὶ διὰ τοῦτο καὶ ὁ Ἐμπεδότιμος σπάνιος καὶ ὁ
Κλεώνυμος καὶ εἰ δή τις ἄλλος τῶν τοιούτων θεαμάτων λέγεται τυχεῖν. τὸ γὰρ
τὴν ἀνθρωπίνην ζωὴν ὑπὲρ ἄνθρωπον ἐνεργεῖν ὀλίγοις δή τισι καὶ εὐαριθμήτοις
ὑπάρχειν εἰκός.
92
Suda E 1007 Ἐμπεδότιμος (cf. ib. I 437 codicis Vossiani nota
marginalis)· οὗτος ἔγραψε περὶ φυσικῆς ἀκροάσεως, περὶ οὗ λέγει ὁ Παρα-
βάτης ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις: ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ
πιστεύοντες οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη.
93
Proclus In Platonis rem publicam comment. II p. 119, 18
Kroll· οὔτε τὸ θείας ἀλ?〈ηθεία〉ς τυχεῖν ἀδύνατον ψυχὴν ἀνθρωπίνην τῶν ἐν
Ἅιδου πραγμάτων καὶ ἀγγεῖλαι τοῖς ἀνθρώποις. δηλοῖ δὲ καὶ ὁ κατὰ τὸν Ἐμπε-
δότιμον λόγος, ὃν Ἡρακλείδης ἱστόρησεν ὁ Ποντικός, θηρῶντα μετ' ἄλλων ἐν
μεσημβρίᾳ σταθερᾷ κατά τινα χῶρον αὐτὸν ἔρημον ἀπολειφθέντα λέγων τῆς τε
τοῦ Πλούτωνος ἐπιφανείας τυχόντα καὶ τῆς Περσεφόνης καταλαμφθῆναι μὲν
ὑπὸ τοῦ φωτὸς τοῦ περιθέοντος κύκλῳ τοὺς θεούς, ἰδεῖν δὲ δι' αὐτοῦ πᾶσαν τὴν
περὶ ψυχῶν ἀλήθειαν ἐν αὐτόπτοις θεάμασιν.
95
Olympiodorus In Platonis Phaedonem comment. D 131
p. 238 Norvin· ὅτι τριττὴ τῆς γῆς ἡ διαίρεσις, ἡ μὲν κατὰ τοὺς τρεῖς Κρονίδας·
ξυνὴ γὰρ αὐτῶν καὶ ἡ γῆ καὶ ὁ οὐρανός, φησὶν Ὅμηρος (Ο 189), εἰ δὲ κοινή,
δῆλον ὅτι μερίζοιτο ἂν εἰς αὐτούς, καὶ εἴ γε μὴ ὁ Ποσειδῶν ἦν ὁ λέγων καὶ τὴν
ἑαυτοῦ ἀρχὴν διαιρῶν, ἀλλ' ὁ Ζεύς, πάντως ἂν εἰς τρία διένειμεν τὸν οὐρανόν,
ὡς ὁ Ἐμπεδοτίμου λόγος, ἑαυτῷ τὴν ἀπλανῆ, τῷ Ποσειδῶνι τὰς μέχρι ἡλίου
σφαίρας, τῷ Πλούτωνι τὰς λοιπάς. ἡ δέ ἐστι διαίρεσις τῆς γῆς κατὰ τὸ πᾶν, εἰς
τὸ οὐράνιον καὶ χθόνιον καὶ μέσον· καὶ γὰρ ὀλυμπία γῆ τετίμηται καὶ χθονία,
καὶ μέση ἄρα τις ἂν εἴη.
96
Iohannes Philoponus In Aristotelis Meteora I 8 comment.
p. 117 Hayduck· Δαμάσκιος τὴν Ἐμπεδοτίμου περὶ τοῦ γάλακτος (sc. ὑπό-
θεσιν) οἰκειοῦται, ἔργον αὐτὴν οὐ μῦθον καλῶν. φησὶ γὰρ ἐκεῖνος ὁδὸν εἶναι
ψυχῶν τὸ γάλα τῶν τὸν Ἅιδην τὸν ἐν οὐρανῷ διαπορευομένων.
97
Iamblichus De anima apud Stobaeum I 49, 39 p. 378 W· ἄλλη
τοίνυν αἵρεσις τῶν Πλατωνικῶν ... τιθεμένη ... τὴν ψυχὴν ἀεὶ εἶναι ἐν σώματι,
ὥσπερ ἡ Ἐρατοσθένους καὶ Πτολεμαίου τοῦ Πλατωνικοῦ καὶ ἄλλων, ἀπὸ σω-
μάτων αὐτὴν λεπτοτέρων εἰς τὰ ὀστρεώδη πάλιν εἰσοικίζει σώματα. διατρίβειν
μὲν γὰρ αὐτὴν εἰς μοῖράν τινα τοῦ αἰσθητοῦ, καθήκειν γε μὴν εἰς τὸ στερεὸν
σῶμα ἄλλοτε ἀπ' ἄλλων τοῦ παντὸς τόπων. καὶ τούτους Ἡρακλείδην μὲν τὸν
Ποντικὸν ἀφορίζειν περὶ τὸν γαλαξίαν, ἄλλους δὲ καθ' ὅλας τοῦ οὐρανοῦ τὰς
σφαίρας, ἀφ' ὧν δὴ δεῦρο κατιέναι τὰς ψυχάς.
98a
Stobaeus Ecl. I 49, 1 (Aetius IV 3, 6 p. 388 Diels)· Ἡρακλείδης
φωτοειδῆ τὴν ψυχὴν ὡρίσατο.
98d
Theodoretus Graecarum affectionum curatio V 18· Παρμε-
νίδης δὲ καὶ Ἵππασος καὶ Ἡράκλειτος πυρώδη ταύτην (sc. τὴν ψυχήν) κεκλή-
κασιν· ὁ δὲ Ἡρακλείδης φωτοειδῆ.
99
Iohannes Philoponus In Aristotelis De anima I comment.
prooemium p. 9 Hayduck· τῶν δὲ ἁπλοῦν σῶμα εἰρηκότων τὴν ψυχὴν εἶναι
οἱ μὲν εἰρήκασιν αἰθέριον εἶναι σῶμα, ταὐτὸν δέ ἐστιν εἰπεῖν οὐράνιον, ὥσπερ
Ἡρακλείδης ὁ Ποντικός.
100
Plutarchus De latenter vivendo VI 1130b· αὐτήν τε τὴν
ψυχὴν ἔνιοι τῶν φιλοσόφων φῶς εἶναι τῇ οὐσίᾳ νομίζουσιν, ἄλλοις τε χρώμενοι
τεκμηρίοις καὶ ὅτι τῶν ὄντων μάλιστα τὴν μὲν ἄγνοιαν ἡ ψυχὴ δυσανασχετεῖ καὶ
πᾶν τὸ ἀφεγγὲς ἐχθαίρει…
…
The complete text is available when the reading interface loads.