De propria dictione
- Edition reference
- De propria dictione (= Περὶ κυριολεξίας (epitome operis sub nomine Herennii Philonis) (e cod. Venet. Marciano gr. 512), ed. Palmieri, op. cit., 238–242.
- CTS identifier
urn:cts:greekLit:tlg1416.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
σκύλακες καὶ σκυλάδες ἐπὶ κυνῶν.
4
Σικελὸς ὁ ἐν Σικελίᾳ κατοικῶν βάρβαρος, Σικελιώτης
ὁ ἀπὸ Ἑλληνικῆς 〈χώρας〉 ἀποικήσας εἰς Σικελίαν.
5
ἄρχειν μετὰ λόγου, κρατεῖν ἄνευ λόγου.
6
[β]ιοῦν τὸ ἁπλῶς ζῆν, βιοτεύειν τὸ καλῶς ἀναστρέ-
φεσθαι.
7
ἀνακογχυλίσας οὐκ ἀναγαργαρίσας.
8
ἀνακρεμαννύναι οὐ κρεμᾶν.
9
σκηνῆσαι οὐ σκηνῶσαι.
10
ἁλίπαστον τὸ 〈ἁλσὶ〉 πεπασμένον κρέας, ἁλίσπαρτον
τὴν ἁλσὶ κατεσπαρμένην χώραν λέγομεν. τῶν γὰρ ἀρχαίων
τινὲς βαρβάρων, δυσμενῶς διακείμενοι πρὸς τοὺς Ἕλληνας, τὰς
χώρας αὐτῶν ἁλσὶ κατέσπε〈ι〉ρον εἰς τὸ μὴ δύνασθαι φέρειν
καρπούς· ὅθεν καὶ [ὁ] βίος τοὺς ᾐκισμένους δεινῶς ἁλισπάρ-
τους καλεῖ.
11
[ὀ]ρρωδεῖν τὸ εὐλαβεῖσθαι.
12
ἀρρωδεῖν τὸ καταφρονεῖν καὶ τεθαρρηκέναι.
13
ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς
κάδδους ἐξαιροῦσιν.
14
βλὰξ ὁ εὐήθης καὶ κοῦφος.
15
ἐν Κυρήνῃ τοὺς ἐφήβους τριακατίους καλοῦσιν, ἐν δὲ
Κρήτῃ ἀποδρόμους διὰ τὸ μὴ τῶν κοινῶν δρόμων μετέχειν.
Ἀχαιοὶ κούρους, † δάκες † ἀγούρους.
16
διαβόητος ἐπ' ἀρετῇ, ἐπιβόητος ὁ ἔχων φήμην μοχθη-
ράν. τοῦτον ἔνιοι τῶν ποιητῶν ἐπίφατον καλοῦσιν.
17
〈 〉 διπλουμένων 〈 〉.
18
ἔνδον ἐστίν· ἔσω εἰσέρχεται.
19
〈 〉 εὕρασθαι 〈 〉.
20
ἐπιστρεφὴς καὶ εὐστρεφὴς διαφέρει. ἐπιστρεφὴς μὲν
γὰρ ὁ ἐπιμελής, εὐστρεφὴς δὲ ὁ ἐπιδέξιος.
21
ἦσθα ἐπὶ παρῳχημένου, ᾖς ἐπὶ μέλλοντος.
22
Ἰταλὸς καὶ Ἰταλιώτης ὡς Σικελὸς καὶ Σικελιώτης.
23
λῆμα ἡ ἀνδρεία, λῆμμα τὸ κέρδος.
24
ὑποψία κακοῦ τινος ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ
τῶν χειρ〈όν〉ων.
25
νῦν καὶ νυνὶ διαφέρει. τὸ μὲν νῦν ἐπὶ παρεληλυθότος,
ἐνεστῶτος καὶ μέλλοντος γράφεται, τὸ δὲ νυνὶ ἐπὶ ἐνεστῶτος
μόνου.
{ΕΡΕΝΝΙΟΥ ΦΙΛΩΝΟΣΓΝΩΣΙΣ ΤΩΝ ΗΛΙΚΙΩΝ} Βρέφος μὲν τὸ γεννηθὲν εὐθέως, παιδίον 〈δὲ〉 τὸ τρεφόμε-νον ὑπὸ τῆς τιθηνοῦ ἔτι, παιδάριον 〈δὲ〉 τὸ ἤδη περιπατοῦνκαὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενοςἰέναι. τὰ δὲ ἐχόμενα ταύτης οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα,οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦταἔφηβος· Κυρηναῖοι δὲ τοὺς ἐφήβους τριακατίους καλοῦσιν, Κρῆ-τες δὲ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν μετασχεῖν δρόμων.μεῖραξ δὲ ἢ μειράκιον ὁ μετὰ ταῦτα, εἶτα νεανίσκος, εἶταἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃ καὶ ὠμογέρων—, εἶτα γέρων,εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. SUDA s.v. Φίλων Βύβλιος· γραμματικός. οὗτος γέγονενἐπὶ τῶν χρόνων τῶν ἐγγὺς Νέρωνος, καὶ παρέτεινεν εἰς μακρόν·ὕπατον γοῦν Σεβῆρον τὸν Ἐρέννιον χρηματίσαντα αὐτὸς εἶναί φησιν(F 54), ὅταν ἦγεν η̅ καὶ ο̅ ἔτος, ὀλυμπιάδι δὲ † κ̅ καὶ διακοσιοστῆι.γέγραπται δὲ αὐτῶι Περὶ κτήσεως καὶ ἐκλογῆς βιβλίων βιβλία ι̅β̅· Περὶ πόλεωνκαὶ οὓς ἑκάστη αὐτῶν ἐνδόξους ἤνεγκε βιβλία λ̅· Περὶ τῆς βασιλείας Ἀδριανοῦ(ἐφ' οὗ καὶ ἦν ὁ Φίλων)· καὶ ἄλλα. SUDA s.v. Ἕρμιππος Βηρύτιος· ἀπὸ κώμης μεσογαίου· μαθητὴς Φίλωνοςτοῦ Βυβλίου, ὑφ' οὗ ὠικειώθη Ἐρεννίωι Σευήρωι ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ἔκδουλοςὢν γένος, λόγιος σφόδρα. καὶ ἔγραψε πολλά (IV). ἔγραψε καὶ Περὶ ὀνείρων. —s.v.Παῦλος Τύριος· ῥήτωρ, γεγονὼς κατὰ Φίλωνα τὸν Βύβλιον· ὃς ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέωςπρεσβεύσας μητρόπολιν τὴν Τύρον ἐποίησεν. —s.v. Ἡρωδιανὸς Ἀλεξανδρεύς·γραμματικός, υἱὸς Ἀπολλωνίου ... τοῦ ἐπικληθέντος Δυσκόλου. γέγονε κατὰ τὸν Καί-σαρα Ἀντωνῖνον τὸν καὶ Μάρκον (161—180), ὡς νεώτερον εἶναι καὶ Διονυσίου τοῦ τὴνΜουσικὴν ἱστορίαν γράψαντος (IV) καὶ Φίλωνος τοῦ Βυβλίου. PORPHYR. De abst. 2, 56 (F 3a): ἡ Φοινικικὴ ἱστορία ... ἣν Σαγχου-νιάθων μὲν τῆι Φοινίκων γλώττηι συνέγραψεν, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴνἙλλάδα γλῶσσαν δι' ὀκτὼ βιβλίων ἡρμήνευσεν. SUDA s.v. Σερῆνος· ὁ καὶ Ἀθηναῖος, ὁ Αἴλιος χρηματίσας· γραμματικός.Ἐπιτομὴν τῆς Φίλωνος πραγματείας Περὶ πόλεων καὶ τίνες ἐφ'ἑκάστης ἔνδοξοι, βιβλία γ̅. EUSEB. P.E. 1, 9, 19:ἡ γοῦντῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲνἀπὸ Φοινίκων καὶ Αἰγυπτίων, διαβᾶσα δὲ ἐκ τούτων ἐπί τε τὰ λοιπὰ ἔθνη καὶ μέχριςαὐτῶν Ἑλλήνων, ὡς καὶ τοῦτο πάλιν ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴνἐπισκέψασθαι καιρὸς ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους. (20) <ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαίτατος καὶτῶν Τρωικῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὃν καὶ ἐπ' ἀκρι-βείαι καὶ ἀληθείαι τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρ-τυροῦσιν. Φίλων δὲ τούτου πᾶσαν τὴν συγγραφὴν>—ὁ Βύβλιος,οὐχ ὁ Ἑβραῖος—<μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ τὴνἙλλάδα φωνὴν ἐξέδωκε.> (21) μέμνηται τούτων ὁ καθ' ἡμᾶς τὴν καθ'ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτωι τῆς πρὸς ἡμᾶς ὑποθέσεως (Porphyrios260 F 34), ὧδε τῶι ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν· «ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίωνἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα,<Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰἹερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ (?), ὃς Ἀβιβάλωι τῶιβασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ' ἐκείνου καὶ τῶνκατ' αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτωνχρόνοι καὶ πρὸ τῶν Τρωικῶν πίπτουσι χρόνων,> καὶ σχεδὸν τοῖςΜωσέως πλησιάζουσιν, <ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσιδιαδοχαί. Σαγχουνιάθων δὲ ὁ κατὰ τὴν Φοινίκων διάλεκτονφιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλινὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼνδὴ καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονεν τῆς Ἀσσυρίωνβασιλίδος,> ἣ πρὸ τῶν Ἰλιακῶν ἢ κατ' αὐτούς γε τοὺς χρόνους γενέσθαιἀναγέγραπται. <τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ἑλλάδα γλῶσσανἡρμήνευσεν Φίλων ὁ Βύβλιος.> (22) ταῦτα μὲν ὁ δηλωθείς, ἀλήθειαν ὁμοῦκαὶ παλαιότητα τῶι δὴ θεολόγωι μαρτυρήσας· ὁ δὲ προιὼν οὐ τὸν ἐπὶ πάντων θεὸν οὐδὲμὴν θεοὺς τοὺς κατ' οὐρανόν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους,οἵους δι' ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶμοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ· καὶ μαρτυρεῖ γε τούτους αὐτοὺςἐκείνους εἶναι τοὺς εἰσέτι καὶ νῦν θεοὺς παρὰ τοῖς πᾶσιν νενομισμένους κατά τε τὰς πόλειςκαὶ τὰς χώρας. δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. (23) ὁ δὴ <Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ Σαγχουνιά-θωνος πραγματείαν διελὼν κατὰ τὸ προοίμιον τοῦ πρώτουσυγγράμματος> αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα·(24) <»τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων, ἀνὴρ πολυμαθὴςκαὶ πολυπράγμων γενόμενος καὶ τὰ ἐξ ἀρχῆς, ἀφ' οὗ τὰ πάντασυνέστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολυφροντιστικῶς ἐξε-μάστευσεν τὰ Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ' ἥλιον γεγονότωνπρῶτός ἐστι Τάαυτος ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσαςκαὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας καὶ ἀπὸ τοῦδεὥσπερ κρηπῖδα βαλόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκά-λεσαν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἑρμῆν δὲ Ἕλληνες μετέ-φρασαν«.> (25) ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς νεωτέροις τοῖς μετὰ ταῦταὡς ἂν βεβιασμένως καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ' ἀλληγορίας καὶ