De diversis verborum significationibus
- Edition reference
- De diversis verborum significationibus, ed. V. Palmieri, “Eranius” Philo, De differentia significationis, Revue d’histoire des textes 11 (1981): 62–76.
- CTS identifier
urn:cts:greekLit:tlg1416.tlg007.local002- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
alpha
28
<ἀσφόδελος> τὸ φυτόν, ἀσφοδελὸς δὲ τόπος, ἐν ᾧ ὁ ἀσφόδελος γίνε-
ται.
29
<ἀνδραγαθία> ἀνδρείας διαφέρει. ἀνδρεία μὲν γάρ ἐστι δύναμις σώματος
ἐπαινουμένη· ἀνδραγαθία 〈δὲ〉 τῆς κατὰ ψυχὴν ἀρετῆς μαρτυρία.
30
<ἅμα> καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ
δὲ τοπικόν. ἅμα μὲν οὖν ἐγένοντο Σκύθαι, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμα-
σαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλ' οἱ μὲν
Ἕλληνες Ἀθήνησιν, οἱ δὲ ἐν Σκυθίᾳ.
31
<αἶνος> καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνος, ὃς καὶ παραίνεσις λέ-
γεται, ἔστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώ-
πων παραίνεσιν· παροιμία δὲ τὴν ἀπὸ τοῦ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν
ἔχει ἐνδεούσαν τοῦ αἴνου.
32
<ἄρτι> καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ
δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου καὶ τελείου.
33
<ἄρα> καὶ ἆρα διαφέρει. ὁ μὲν γὰρ μετὰ περισπωμένης λεγόμενος
σύνδεσμος ἀπορηματικός ἐστιν, ὅταν διαποροῦντες λέγομεν· «ἆρα πῶς ἕξει
τὸ πρᾶγμα;». ὁ δὲ κατὰ συστολὴν ἐπὶ παρῳχηκότος χρόνου, ὡς τό· «ἀλλ' ἃ
μὲν ἄρα κράτιστε βασιλεῦ 〈...〉».
34
<αἴθε> καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμφατον πρόσωπον·
τὸ δὲ ὤφελον ἐμφαίνει πρόσωπον. ἄλλως τε τὸ μὲν αἴθε ἐστιν ἐπίρρημα, τὸ
δὲ ὤφελον ῥῆμα καὶ ἐπίρρημα.
35
<ἆθλος> ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει. ἀρσενικῶς μὲν γὰρ
τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον.
beta
t
{Ἀρχὴ τοῦ Β}
36
<βασιλεὺς> καὶ κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεὺς μὲν γάρ ἐστιν
ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ
τοῦ βασιλέως ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμε-
νος.
37
<βίος> μὲν λέγεται ἡ λογικὴ ζωή, ζωὴ δὲ ἡ χρῆσις τῆς ψυχῆς· καὶ
βιοῦν ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ ζῴων.
38
<βλέφαρα> μὲν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ ἐπὶ τῶν
βλεφάρων τρίχες.
39
<βοῦς> μὲν ὁ τέλειος, μόσχος δὲ ὁ νεογνός, ἀφ' οὗ καὶ μοσχεία ἡ νέα.
gamma
t
{Ἀρχὴ τοῦ Γ}
40
<γαμήλιον> καὶ ἐπιθαλάμιον διαφέρει. ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ
θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· γαμήλιον δὲ ὃ οὐ περιώρισται
χρόνῳ.
41
<γαμήλια> καὶ γαμηλία διαφέρει. γαμήλια μὲν γὰρ τὰ τελούμενα ἐντῇ
ἡμέρᾳ, ἐν ᾗ ὁ γάμος τελεῖται· γαμηλία δὲ ἡ εἰς τὸν χαρτοφύλακα διδομένη
ἐγγραφή.
42
<γέρων> καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει. λεκτέον δὲ περὶ
ἀνθρώπου γενέσεως καὶ αὐξήσεως μέχρι γήρως· βρέφος μὲν γὰρ τὸ γεννη-
θὲν ἀρτίως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη
περιπατοῦν καὶ τῆς λέξεως ἐχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ,
παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι· μετὰ ταῦτα ἡλι-
κιώτης, εἶτα ἔφηβος. ὁ δὲ μετὰ ταῦτα μειράκιον ἢ μεῖραξ, εἶτα νεανίσκος
καὶ νεανίας· ὁ δὲ τριακονταέτης ἀνήρ, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα
καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως.
delta
t
{Ἀρχὴ τοῦ Δ}
43
<δοῦλοι>, οἰκέται καὶ θεράποντες διαφέρουσιν. δοῦλοι μὲν γὰρ καὶ τῶν
ἡδονῶν λέγονται καὶ πάντες οἱ ὑποτεταγμένοι τῷ βασιλεῖ, οἰκέται δὲ οἱ ἀργυ-
ρώνητοι, θεράποντες δὲ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ' ὧν θεραπεύονται οἱ προσή-
κοντες, ὡς Ἀχιλλεὺς καὶ Πάτροκλος.
44
<διαβόητος> καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γὰρ ὁ ἐπ' ἀρετῇ
βοώμενος, ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην.
45
<διπλοῦν> καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γὰρ κατὰ τὸ μέγεθος,
διπλάσιον δὲ κατὰ τὸν ἀριθμόν.
epsilon
t
{Ἀρχὴ τοῦ Ε}
46
<ἔνδοξος> καὶ ἐπίδοξος διαφέρει. ὁ μὲν γάρ ἐστιν ἐπίσημος, ἐπίδοξος δὲ
ὁ προσδοκώμενος.
47
<ἑταῖρος> καὶ φίλος καὶ ξένος διαφέρει. ἑταῖρος μὲν γὰρ ὁ συνεργὸς
καὶ ἐν παντὶ συναιρόμενος, φίλος δὲ ὁ ἀπὸ συμποσίου γεγονώς, ξένος δὲ ὁ
ἀπὸ ξενιτείας φίλος.
48
<ἔκγονος> καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γὰρ ὁ υἱός, ἀπόγονος δὲ
ὁ τοῦ υἱοῦ υἱός.
49
<ἐπίκουροι> καὶ βοηθοὶ διαφέρουσιν. ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς
πολεμουμένοις ἐπικουροῦντες, ὡς τοῖς Τρωσίν· βοηθοὶ δὲ οἱ σύμμαχοι τῶν
πολεμούντων, ὡς τῶν Ἑλλήνων.
50
<ἕρκος> καὶ ἑρκίον διαφέρει. ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλεων.
51
<ἐοικότα> εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα, τὰ δὲ
ἐμφερῆ ἐοικότα.
52
<ἐχθρὸς> πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρό-
τερον φίλος, πολέμιος δὲ ὁ δι' ὅπλων χωρῶν πρὸς τοὺς πέλας, δυσμενὴς δὲ
ὁ χρόνιον πρὸς τούς ποτε φίλους ἔχθραν διατηρῶν.
53
<ἐρωτᾶν> καὶ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ
ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδὲν ἐρωτῶντα· ἐρωτᾶν
δὲ τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν.
54
<ἐρώτησις> πεύσεως καὶ ἀνακρίσεως διαφέρει. ἐρώτησις μὲν γάρ ἐστι
ζήτησις ἀποκρίσεως συντόμως, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρι-
σις δὲ δευτέρα ἐξέτασις.
55
<ἔσται> τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ νῦν ὄντα, γενήσεται
δὲ τὰ γεννήσεως τευξόμενα.
56
<ἐρᾶν> τοῦ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τὰ ἐν ὄψει, ποθεῖν δὲ
τὰ ἀπόντα.
57
<εὔμορφος> εὐειδοῦς διαφέρει. εὔμορφος μὲν γάρ ἐστιν ὁ εὐπρόσωπος,
εὐειδὴς δὲ ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα.
58
<ἔνδον> πρὸς τὸ ἔσω διαφέρει. ἔνδον μὲν γάρ, λέγομεν, ἔστιν ὁ παῖς,
ἔσω δὲ εἰσέρχομαι.
59
<ἐνταυθοῖ> καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν
τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ· ὁμοίως
καὶ τὸ ἐνθάδε. τὸ δὲ ἔνθα καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ καὶ ἀντὶ χρονικοῦ
ἐπιρρήματος· σημαίνει δὲ καὶ τὸ τότε, ὡς τό·
«ἔνθ' ἄλλοι μὲν πάντες 〈...
οἴκοι ἔσαν〉» (α 11 sq.),
καὶ τὸ ὅπου, ὡς τό·
«ἔνθα μὲν Αἴας κεῖται» (γ 109),
καὶ τό·
«ἔνθα κατεπλέομεν» (ι 142).
60
<ἐξόσου> καὶ ἐξότου διαφέρει. ἐξόσου μὲν χρόνου, ἐξότου δὲ ἐξ οὕτι-
νος.
61
<εὐθὺς> καὶ εὐθὺ διαφέρει. εὐθὺς μὲν γὰρ ἀντὶ τοῦ εὐθέως, εὐθὺ δὲ ἀντὶ
τοῦ κατ' εὐθεῖαν.
zeta
t
{Ἀρχὴ τοῦ Ζ}
62
<ζῆλος> καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει ὑπάρ-
χον, ζῆλος δὲ ἡ μίμησις τοῦ καλοῦ.
63
<ζώνη> ζωνίου διαφέρει. ζώνη μὲν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τῆς γυναι-
κός.
eta
t
{Ἀρχὴ τοῦ Η}
64
<ἡσυχάζειν> καὶ σιγᾶν διαφέρει. ἡσυχάζειν μὲν τὸ ἀτρεμεῖν δι' ὅλου,
τὸ δὲ σιγᾶν ἐπὶ γλώττης μόνον.
65
<ἠγγύα> καὶ ἠγγυᾶτο διαφέρει. ἠγγύα μὲν γὰρ ἤγουν ὡμολόγει δώσειν,
ἠγγυᾶτο δὲ ὁ λαμβάνων.
66
<ἡμέρα> ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ ἀσώματον, ἠὼς δὲ
«ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει» (Hes. Theog. 372).
67
<ἦ> ἀντὶ τοῦ ἔφη φησὶν Ὅμηρος. διαφέρει δὲ ὅτι τὸ μὲν ἦ ἐπὶ μόνου
τρίτου τάσσεται προσώπου, τὸ δὲ ἔφην, ἔφης, ἔφη ἐπὶ πάντων.
theta
t
{Ἀρχὴ τοῦ Θ}
68
<θεωρὸς> καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γὰρ ὁ εἰς θεοὺς πεμπόμε-
νος, θεατὴς 〈δὲ〉 τοῦ ἀγῶνος καὶ τῶν θεάτρων, ὡς καὶ Εὐριπίδης ἐν Ἴωνι
(v. 301)·
«πότερον θεατὴς ἢ χάριν μαντευμάτων;»
ἁμαρτάνουσι γοῦν οἱ ἐναλλάσσοντες ταῦτα.
69
<θή>, λάτρις καὶ ἀμφίπολος διαφέρει. θὴς μὲν γὰρ ὁ μισθωτός, λάτρις
δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ δουλεύων, ἀμφίπολος δὲ ἐπὶ θηλείας
ἡ ταῖς κοίταις ὑποτεταγμένη.
iota
t
{Ἀρχὴ τοῦ Ι}
70
<ἰσθμὸς> καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γὰρ ἡ μέσον δύο θαλασσῶν
γῆ, πορθμὸς δὲ ἡ μέσον δύο γαιῶν θάλασσα.
71
<ἱκέσθαι> καὶ ἀφικέσθαι διαφέρει. ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφι-
κέσθαι δὲ τὸ ἐπανελθεῖν.
72
<Ἰουδαῖοι> καὶ Ἰδουμαῖοι διαφέρουσιν. Ἰουδαῖοι μὲν γὰρ οἱ ἐξ Ἰούδα
τοῦ τετάρτου παιδὸς Ἰακὼβ κληθέντες, Ἰδουμαῖοι δὲ οἱ ἐξ Ἰσαῦ τοῦ ἀδελφοῦ
Ἰακώβ.
kappa
t
{〈Ἀρχὴ τοῦ Κ〉}
73
<κύριος> καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ
〈τῶν〉 υἱῶν ὁ πατήρ, δεσπότης δὲ ὁ ἀργυρωνήτων.
74
<κωφὸς> καὶ ἐννεὸς ὁ αὐτὸς παρὰ τοῖς ἀρχαίοις ἐλέγετο, ἤγουν ὁ μὴ
φθεγγόμενος, ὡς Ὅμηρος (Ξ 16)
«κύματι κωφῷ»
ἦ ἀψόφῳ. καὶ ἡ Πυθία
«καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω»
lambda
t
{Ἀρχὴ τοῦ Λ}
75
<λῆμμα> μὲν διὰ δύο μ̅μ̅ τὸ κέρδος, λῆμα δὲ δι' ἑνὸς μ̅ ἡ ἀνδρεία.
76
<λέχος> καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπ'
αὐτῆς στρωμνή.
77
<λαβεῖν> καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι μηδε-
νὸς διδόντος, δέξασθαι δὲ τὸ παρά τινος προτεινόμενον.
mu
t
{Ἀρχὴ τοῦ Μ}
78
<μάχη> καὶ πόλεμος διαφέρει. μάχη μὲν γὰρ ἡ ἐν πολέμοις ἐστὶν ἐνέργεια,
πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή.
79
<μηρία> καὶ μηρὸς διαφέρει. μηρία μὲν γὰρ τὰ ἐναγιζόμενα τοῖς θεοῖς,
μηρὸς δὲ τὰ μὴ οὕτως ἔχοντα.
80
<μνᾶται> καὶ μνηστεύεται διαφέρει. μνᾶται μὲν γὰρ ὁ ἀνὴρ γυναῖκα,
μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα.
nu
t
{Ἀρχὴ τοῦ Ν}
81
<νῆες> τῶν πλοίων διαφέρουσιν. νῆες μὲν αἱ φορτηγοί, αἳ καὶ μέγισταί
εἰσιν· πλοῖα δὲ τὰ προμήκη καὶ στρατιωτικά.
82
<νῦν> καὶ νυνὶ διαφέρει. τὸ μὲν γὰρ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος, τὸ
δὲ νῦν ἐπὶ τῶν τριῶν χρόνων, ὡς τό· «νῦν ἔσται ὁ ἀγών, νῦν ἡ μάχη πέπαυ-
ται».
omicron
t
{〈Ἀρχὴ τοῦ Ο〉}
83
<οὗτος> καὶ οὑτοσὶ διαφέρει. οὑτοσὶ μὲν γὰρ μετὰ τοῦ ι̅ δεικτικὸν μό-
νον, οὗτος δὲ δεικτικὸν καὶ ἀναφορικόν.
84
<οὐδὲν> διὰ τοῦ δ̅ καὶ οὐθὲν μετὰ τοῦ θ̅ μακρῷ διαφέρει. τὸ μὲν γὰρ οὐδὲν
δῆλον, 〈τὸ δὲ οὐθὲν〉 ἐκ τοῦ οὔτε καὶ τοῦ ἓν σύγκειται, ἤγουν οὔτε ἓν οὔτε
δύο.
85
<ὀλίγον> καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπὶ ἀριθμοῦ, τὸ δὲ
μικρὸν ἐπὶ μεγέθους τέτακται.
86
<ὁ> ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθρος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ὥρα,
πρωῒ δὲ τὸ ἐκ τῆς ἡλίου περιωπῆς φῶς, ὡς καὶ τὸ ὀψὲ καὶ ἑσπέρα.
87
<οὕνεκα> καὶ εἵνεκα διαφέρει. τὸ μὲν γὰρ οὕνεκα σημαίνει τὸ ὅτι, τὸ
δὲ εἵνεκα ἀντὶ τοῦ χάριν.
88
<ὅτι> καὶ διότι διαφέρει. τὸ μὲν γὰρ διότι αἰτίαν, τὸ δὲ ὅτι ποτὲ μὲν
αἰτίαν, ποτὲ δὲ βεβαίωσιν· αὐτίκα ὅτι μὲν ἐκλείπει ἡ σηλήνη ἴσμεν, διότι δὲ
οὐκέτι.
89
<οἴκαδε> τοῦ εἰς οἶκον διαφέρει. τὸ μὲν γὰρ εἰς τὴν οἰκίαν βαδίζειν
οἴκαδέ φαμεν, τὸ δὲ εἰς ἑτέραν εἰς οἶκον.
pi
t
{Ἀρχὴ τοῦ Π}
90
<πρεσβεύεσθαι> τοῦ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι μὲν τὸ πέμπειν
πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμπεσθαι πρεσβευτὴν οἱ Ἀττικοὶ λέγουσιν.
91
<πόλις> καὶ ἄστυ διαφέρει. πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κα-
τασκευὴ τῆς πόλεως.
92
<πάγετος> μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών.
93
<πλούσιος> ἀφνειοῦ καὶ ὀλβίου διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολλὴν
περιουσίαν ἔχων, ἀφνειὸς δὲ ὁ ἀπ' ἐνιαυτοῦ τὴν οὐσίαν συλλέγων, ὄλβιος δέ
ἐστιν ὁ τελείαν εὐδαιμονίαν ἔχων.
94
<πένης> καὶ πτωχὸς διαφέρει. πένης μὲν γὰρ ἀπὸ τοῦ ἐργάζεσθαί τι
καὶ πονεῖν περὶ τὸν βίον, πτωχὸς δὲ ὁ ἐπαίτης.
95
<πολεμικὸς> καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μὲν γὰρ ὁ ἔμπειρος τῶν
πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.
rho
t
{Ἀρχὴ τοῦ Ρ}
96
<ῥέφανον> καὶ ῥάφανον διαφέρει. ῥέφανον μὲν γὰρ τὸ παρ' ἡμῖν λεγό-
μενον, ῥάφανον δὲ ἡ κράμβη.
97
<ῥεῖθρον> ῥεύματος διαφέρει. ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος δι' οὗ
φέρεται, ῥεῦμα δὲ τὸ ὕδωρ.
sigma
t
{Ἀρχὴ τοῦ Σ}
98
<σημεῖον> τέρατος διαφέρει. σημεῖον μὲν γάρ ἐστι τὸ ἐπὶ τοῦ ἀέρος
γινόμενον, τέρας δὲ τὸ ἐν γῇ.
99
<σημεῖον> καὶ τεκμήριον διαφέρει. «τὰ μὲν παρῳχημένα σημείοις
πιστοῦσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοις» (Antiphontis fr. 72 Blass = Ar-
tium Scriptores b x fr. 8 Radermacher).
tau
t
{Ἀρχὴ τοῦ Τ}
100
<τεῖχος> καὶ τειχίον διαφέρει. τεῖχος μὲν γὰρ ἐπὶ πόλεων, τειχίον δὲ
ἐπὶ ἐπαύλεων.
101
<τιμωρεῖν> καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γὰρ τὸ τοῖς ἀδι-
κουμένοις βοηθεῖν, τιμωρεῖσθαι δὲ τὸν ἀδικήσαντα· τιμωρὸς Πατρόκλου
Ἀχιλλεύς, τιμωρεῖται δὲ Ἕκτορα.
102
<τοὔνεκα> καὶ οὕνεκα διαφέρει. τὸ μὲν γάρ ἐστι τούτου ἕνεκα, τὸ δὲ
οὕνεκα διότι.
103
<τήθη> καὶ τηθὶς διαφέρει. τήθη μὲν γάρ ἐστιν ἡ μάμμη, τηθὶς 〈δὲ〉
ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή.
104
<τύραννοι> καὶ βασιλεῖς διαφέρουσιν. τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότη-
τος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι, βασιλεῖς δὲ οἱ πατροπαράδοτον τὴν
βασιλείαν ἔχοντες.
upsilon
t
{Ἀρχὴ τοῦ Υ}
105
<ὑποψία> ὑφοράσεως διαφέρει. ὑποψία μὲν γάρ ἐστι κακοῦ τινος ὑπό-
νοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον ταχθεῖσα.
106
<ὑπόσχεσις> ἐπαγγελίας διαφέρει. ὑπισχνεῖται μὲν ὁ τὸ ἀξιωθὲν δι-
δόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι δυνάμενος
ἢ βουλόμενος.
phi
t
{〈Ἀρχὴ τοῦ Φ〉}
107
<φλαῦρον> καὶ φαῦλον διαφέρει. φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ
κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα, ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν.
{ΦΟΙΝΙΚΙΚΗ ΙΣΤΟΡΙΑ}{PROOEMIO LIBRI PRIMI.} Eusebius Pr. Ev. I, 9:Ἱστορεῖ δὲ ταῦτα (sc. τὰ Φοινικικὰ) Σαγχουνιάθων,ἀνὴρ παλαιότατος καὶ τῶν Τρωικῶν χρόνων, ὥς φασι,πρεσβύτερος, ὃν καὶ ἐπ' ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆςΦοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσι. <Φίλων>δὲ τούτου πᾶσαν τὴν συγγραφὴν ὁ Βύβλιος, οὐχ ὁ Ἑ-βραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώσσης ἐπὶ τὴνἙλλάδα φωνὴν ἐξέδωκε. Μέμνηται τούτων ὁ καθ' ἡμᾶςτὴν καθ' ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆςπρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν· «Ἱστορεῖ δὲ (*) τὰ περὶ Ἰουδαίων ἀληθέστατα,ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφω-νότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνή-ματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως Θεοῦ τοῦ Ἰευώ·ὃς Ἀβελβάλῳ (**) τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίανἀναθεὶς, ὑπ' ἐκείνου καὶ τῶν κατ' αὐτὸν ἐξεταστῶν τῆςἀληθείας παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶνΤρωικῶν πίπτουσι χρόνων, καὶ σχεδὸν τοῖς Μωσέωςπλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκων βασιλέων μηνύουσιδιαδοχαί. Σαγχουνιάθων δὲ κατὰ τὴν Φοινίκων διά-λεκτον φιλαλήθως (*) τὴν παλαιὰν ἱστορίαν ἐκ τῶνκατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀνα-γραφῶν συναγαγὼν δὴ καὶ συγγράψας ἐπὶ Σεμιράμεωςγέγονε τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν,ἢ κατ' αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται.Τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ἑλλάδα γλῶσσαν ἡρμή-νευσε Φίλων ὁ Βύβλιος.» Ταῦτα μὲν ὁ δηλωθεὶς, ἀλήθειαν ὁμοῦ καὶ πα-λαιότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. Ὁ δὲ προϊὼν,οὐ τὸν ἐπὶ πάντων θεὸν, οὐδὲ μὴν θεοὺς τοὺς κατ' οὐ-ρανὸν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρό-πον ἀστείους, οἵους δι' ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαιἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθη-ρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ. Καὶμαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι, τοὺς εἰσέτι