The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Hermas Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta (ap. Antiochum), ed. Whittaker, op. cit., 101, 103.
CTS identifier
urn:cts:greekLit:tlg1419.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

108

3-4

ἁπλότητα καὶ τὴν ἀκακίαν καὶ εἶναι ὡς τὰ νήπια τὰ μὴ γινώσκοντα τὴν πονη-

ρίαν τὴν ἀπολλύουσαν τὴν ζωὴν τῶν ἀνθρώπων, καὶ μὴ εἶναι μνησικάκους

μήτε παρανόμους (Hg.: μηδὲ παραμόνους) τῇ κακίᾳ, ἀλλ' ἀποθέσθαι τὰς

κακίας καὶ τὰς πονηρίας καὶ τὰς πικρίας τὰς παρανόμους (Hg.: παραμόνους)

καὶ γενέσθαι ἓν πνεῦμα καὶ τὰ σχήματα (Hg.: σχίσματα) τὰ πονηρὰ ἀνα-

τρέψαι.

4-6

ἵνα ὅταν ἔλθῃ

ὁ κύριος τῶν προβάτων χαρῇ ἐπ' αὐτῷ καὶ ἐπὶ τοῖς προβάτοις εὐφρανθῇ.

χαρήσεται δέ, ἐὰν πάντα ὑγιῆ εὑρεθῇ καὶ μὴ διαπεπτωκότα τινὰ ἐξ αὐτῶν.

ἐὰν δὲ εὑρεθῇ τινα ἐξ αὐτῶν διαπεπτωκότα, οὐαὶ τοῖς ποιμέσιν ἔσται.

ἐὰν δὲ καὶ αὐτοὶ οἱ ποιμένες εὑρεθῶσιν διαπεπτωκότες, τί ἐροῦσιν τῷ

δεσπότῃ τοῦ ποιμνίου; ὅτι ἀπὸ τῶν προβάτων διέπεσαν; οὐ πιστευθήσονται·

ἄπιστον γὰρ πρᾶγμά ἐστιν, ποιμένα ὑπὸ προβάτων παθεῖν τι. μᾶλλον δὲ

κολασθήσονται διὰ τὸ ψεῦδος αὐτῶν. εἰδότες οὖν ὅτι λίαν δι' αὐτοὺς ἀποδοῦ-

ναι λόγον δεῖ ...

109

2-4

ἵνα καὶ τὸ πνεῦμα ὑγιὲς

γένηται, ὥσπερ αὐτὸ ἔλαβεν ὁ ἄνθρωπος. ἐὰν γάρ τις κναφεῖ δώσῃ ἱμάτιον

καινὸν καὶ ὑγιές, καὶ τοῦτο θέλει κομίσασθαι, ὁ δὲ κναφεὺς σχίσας τὸ ἱμάτιον

ἀποδώσει, ἆρα λήψεται αὐτό; οὐχὶ μαχήσεται καὶ ὑβρίσει λέγων αὐτῷ·

Ἱμάτιόν σοι ὑγιὲς ἔδωκα· διὰ τί αὐτὸ ἔσχισας καὶ πεποίηκας ἄχρηστον; εἰ

οὖν οὕτως περὶ ἱματίου λυπεῖταί τις καὶ μάχεται, ὅτι οὐκ ἀπείληφεν ὑγιὲς

τὸ ἱμάτιον, τί δοκοῦμεν ἡμεῖς παθεῖν ὑπὸ τοῦ κυρίου, τὸ πνεῦμα λαβόντες

ὑγιές, καὶ τοῦτο λυπήσαντες καὶ ἀχρειώσαντες, μὴ ἐν σεμνότητι πολι-

τευσάμενοι; καὶ εἰς οὐδεμίαν χρῆσιν δύναται εἶναι τῷ κυρίῳ ἑαυτοῦ· ἡ γὰρ

χρῆσις τοῦ πνεύματος ὑφ' ἡμῶν κατεφθάρη.

!!!!!!!! ἐν κ̅]ω̅ ἐὰν [μὲν οὖνκαθαρὸν τὸν οἶ]κόν σου ε?[ὕρωσιμετὰ σοῦ παρα]μ?ένουσι?[ν ἐὰν δὲ!!!!!!!!!!!!]αμβ?α?ρ?ον?τ?[!!!!!!! ἀποχ]ωρήσουσιν ! [!!!!!! αἱ γὰρ πα]ρθέν[οι] αὗτ[αι14 Buchstaben ἀ]γ?α?π?ῶσιν τ?[!!10 Buchstaben λέγω αὐτῷ·] ἐλπ[ί]ζω? [κ̅ε̅19 Buchstaben ]τ?α? ! [!!!14 Buchstaben ]τ?ας εἰς τ?[!!14 Buchstaben ]σ?αι ὧσπε[ρ δὲοὗτος ᾧ παρέδωκ]άς με οὐ [μέμ-φεταί με οὐδὲ α]ὗται μέμψ?[ον-ταί με λέγει τ]ῶ? ποιμένι οἶδ[αὅτι δοῦλος το]ῦ θ̅υ̅ θέλει ζῆ[νκαὶ τηρήσει τὰ]ς ἐντολὰς τ[α]ύ?[ταςκαὶ τὰς παρθέ]νους ἐν καθαρότη-τι καταστήσει τ]α?ῦτα εἰ[π]ὼν τῷποιμένι πάλιν?] παρέδ[ω]κ?έν μεκαὶ τὰς παρθέ]νους καλ?έσας9 Buchstaben λ]έγ?ει? αὐταῖςὡς μ?[ὴ] δ?υν?άμ?[ενοιἔνοχοι γ?είν[ονται τούτου τοῦα?ἵ?[μ]ατος ποι[εῖτε οὖν... ἐγὼ ὁ ποιμὴν ὁ ἄγγελος τῆς μετανοίας ἔδειξα καὶ ἐλάλησα τῷ δούλῳ τοῦθεοῦ. ἐὰν πεισθῆτε [ἐν] αὐτοῖς καὶ ἀκούσητε τῶν ῥημάτων μου 〈καὶ πορευ-θῆτε ἐν αὐτοῖς〉 καὶ κατορθώσητε τὰς ὁδοὺς ὑμῶν, ζῆσαι δύνασθε. ἐὰν δὲπαραμείνητε τῇ δολιότητι καὶ μνησικακίᾳ, οὐδεὶς τῶν τοιούτων ζήσειτῷ θεῷ. ταῦτα πάντα λελάληται ὑμῖν τὰ ῥήματα. λέγει 〈μοι〉 ὁποιμήν· Πάντα με ἐπηρώτησας; Ναί, φημί, κύριε. Τί ὅτι, φησίν, οὐκἐπηρώτησάς 〈με〉 περὶ τῶν τύπων τῶν λίθων τῶν ἀπεληλυθότων εἰςτὴν οἰκοδομήν, ὧν ἐξεπληρώσαμεν; Ἐπελαθόμην, φημί, κύριε. Ἄκουενῦν, φησί, περὶ αὐτῶν· οὗτοί εἰσιν οἱ νῦν ἀκούσαντες τῶν ἐντολῶν μουκαὶ μετανοήσαντες ἐξ ὅλης καρδίας αὐτῶν, καὶ ἐπεῖδεν ὁ θεὸς τὴνμετάνοιαν αὐτῶν καλὴν καὶ καθαρὰν καὶ δυναμένους παραμεῖναι ἐνμετανοίᾳ αὐτῶν. ἐκέλευσεν οὖν τὰς ἁμαρτίας αὐτῶν τὰς προτέραςἐξαλειφθῆναι. οἱ γὰρ τύποι οὗτοι αἱ ἁμαρτίαι αὐτῶν ἦσαν. ἐξωμαλίσθησανοὖν εἰς τὸ μηκέτι φαίνεσθαι αὐτάς.