The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 251–252.
CTS identifier
urn:cts:greekLit:tlg1425.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Δαπέδου μεδέοντος

ἔστι Ποσειδῶνος 〈δι' ἁλὸς μεμαῶσι νέεσθαι〉

ἄρμενος ἐς πόλεμόν τε καὶ ἐν νήεσσι μάχεσθαι·

ἐσθλὸς καὶ πεζοῖσι καὶ ἱππήεσσιν ἄριστος

ἐν πεδίῳ θεμένοισι μάχην, ἐν ὄρει δέ γε χείρων

φαινόμενος· μάλα γὰρ πέλεται νικηφόρος ὄρνις·

ἔς τε βοηλασίην ὁρμωμένῳ ἢ ἐπὶ λείην

ἄρμενος· ὁπλίτην κεν ἄγων οἶκόνδε νέοιτο.

2

Καὶ ὅταν κατὰ δεξιὰ χειρὸς

ἀστράπτῃ, νίκην καὶ ὑπέρτερον εὖχος ὀπάζει.