The Greek Library Author

Hipparchus

In Arati et Eudoxi phaenomena commentariorum libri iii

Scientific editors
Karl Manitius
Edition reference
Hipparchi in Arati et Eudoxi phaenomena commentariorum libri iii · Leipzig · Teubner · 1894
CTS identifier
urn:cts:greekLit:tlg1431.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ

Cap. I.

Ἵππαρχος Αἰσχρίωνι χαίρειν.

Ἡδέως ἐπέγνων διὰ τῆς ἐπιστολῆς τὸ ἐπίμονόν σου τῆς πρὸς φιλομαθίαν οἰκειώσεως· τά τε γὰρ φυσικὰ τῶν ἐπιζητηθέντων ὑπὸ σοῦ καὶ τὰ περὶ τῶν παρὰ Ἀράτῳ λεγομένων ἐν ταῖς Συνανατολαῖς ἱκανωτέραν ἐνέφαινέ μοι φιλοτεχνίαν, καὶ πολλῷ γε μᾶλλον, ὅσῳ πεπλεόνακας ἐν ταῖς βιωτικαῖς ἀσχολίαις διὰ τὴν τῶν

ἀξιολογωτάτων ἀδελφῶν ὠμὴν τελευτήν. περὶ μὲν οὖν τῶν ἄλλων μετὰ ταῦτά σοι τὴν ἰδίαν κρίσιν δια- σαφήσω· περὶ δὲ τῶν ὑπὸ Ἀράτου λεγομένων ἐν τοῖς Φαινομένοις νῦν προτέθειμαί σοι γράψαι, πᾶν καθόλου τὸ καλῶς ἢ κακῶς λεγόμενον 〈ἐν〉 αὐτοῖς ὑποδεικνύων. ἐξ ὧν ἔσται σοι φανερὰ πάντα καὶ τὰ παρὰ σοῦ δι- απορηθέντα.

Ἐξήγησιν μὲν οὖν τῶν Ἀράτου Φαινομένων καὶ ἄλλοι πλείονες συντετάχασιν· ἐπιμελέστατα δὲ δοκεῖ πάντων Ἄτταλος ὁ καθʼ ἡμᾶς μαθηματικὸς τὸν περὶ

αὐτῶν πεποιῆσθαι λόγον. ἀλλὰ τὸ μὲν ἐξηγήσασθαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν οὐ μεγάλης ἐπιστροφῆς προσδεῖσθαι νομίζω· ἁπλοῦς τε γὰρ καὶ σύντομός ἐστι ποιητής, ἔτι δὲ σαφὴς τοῖς καὶ μετρίως παρηκολουθη- κόσι· τὸ δὲ συνεῖναι τὰ λεγόμενα περὶ τῶν οὐρανίων ὑπʼ αὐτοῦ, τίνα τε συμφώνως τοῖς φαινομένοις ἀνα- γέγραπται καὶ τίνα διημαρτημένως, τοῦτʼ ὠφελιμώτατον ἡγήσαιτʼ ἄν τις καὶ μαθηματικῆς ἴδιον ἐμπειρίας.

Θεωρῶν δʼ οὖν 〈ἐν〉 τοῖς πλείστοις καὶ χρησιμω- τάτοις διαφωνοῦντα τὸν Ἄρατον πρὸς τὰ φαινόμενά τε καὶ γινόμενα κατὰ ἀλήθειαν, τούτοις δʼ ἅπασι σχεδὸν οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ τὸν Ἄτταλον συνεπιγραφόμενον, ἔκρινα τῆς σῆς ἕνεκα φιλομαθίας καὶ τῆς κοινῆς τῶν ἄλλων ὡφελείας ἀναγράψαι τὰ

δοκοῦντά μοι διημαρτῆσθαι. τοῦτο δὲ ποιῆσαι προ- εθέμην οὐκ ἐκ τοῦ τοὺς ἄλλους ἐλέγχειν φαντασίαν ἀπενέγκασθαι προαιρούμενος· (κενὸν γὰρ καὶ μικρό- ψυχον παντελῶς· τοὐναντίον δὲ δεῖν οἴομαι πᾶσιν ἡμᾶς εὐχαριστεῖν, ὅσοι τῆς κοινῆς ἕνεκεν ὠφελείας ἰδίᾳ πο- νεῖν ἀναδεχόμενοι τυγχάνουσιν·) ἀλλʼ ἕνεκα τοῦ μήτε σὲ μήτε τοὺς λοιποὺς τῶν φιλομαθούντων ἀποπλανᾶ- σθαι τῆς περὶ τὰ φαινόμενα κατὰ τὸν κόσμον θεωρίας.

ὅπερ εὐλόγως πολλοὶ πεπόνθασιν· ἡ γὰρ τῶν ποιημάτων 1. Ἐξήγησιν corr. Pet., vulg. ζήτησιν. || 2. πλέονες AP edd || 3 Ἄτταλος corr. Pet., vulg. αὐτός. | περὶ αὐτοῦ A, περὶ αὐτὸν V. || 6 δεῖσθαι B. || 14. τε om. B edd. | δὲ ἅπασι edd. 15. ἄτταλλον Vat hic et sic seapius. || 16. συνεπιγραφόμενον om. B ed. pr. || 17. τῶν ἄλλων om. B edd. || 22. ἰδίᾳ corr. Pet., χάρις ἀξιοπιστίαν τινὰ τοῖς λεγομένοις περιτίθησι, καὶ πάντες σχεδὸν οἱ τὸν ποιητὴν τοῦτον ἐξηγούμενοι προσ- τίθενται τοῖς ὑπʼ αὐτοῦ λεγομένοις.

Ἐμπειρότερον δὲ Εὔδοξος τὴν αὐτὴν τῷ Ἀράτῳ περὶ τῶν φαινομένων σύνταξιν ἀναγέγραφεν. εὐλόγως οὖν καὶ ἐκ τῆς τῶν τοσούτων καὶ τηλικούτων μαθη- ματικῶν συμφωνίας ἀξιόπιστος ἡ ποίησις αὐτοῦ δια- λαμβάνεται. καίτοι γε τοῦ Ἀράτου μὲν ἴσως οὐκ ἄξιον ἐφάπτεσθαι, κἂν ἔν τισι διαπίπτων τυγχάνῃ· τῇ γὰρ Εὐδόξου συντάξει κατακολουθήσας τὰ Φαινόμενα γέ- γραφεν, ἀλλʼ οὐ κατʼ ἰδίαν παρατηρήσας ἢ μαθη- ματικὴν κρίσιν ἐπαγγελλόμενος ἐν τοῖς οὐρανίοις προφέρεσθαι καὶ διαμαρτάνων [τῶν] ἐν αὐτοῖς.

Χωρὶς δὲ τῶν ἠγνοημένων ἐν τοῖς Φαινομένοις ὑπό τε Εὐδόξου καὶ τοῦ Ἀράτου καὶ τῶν συνεπιγρα- φομένων ταῖς φάσεσιν αὐτῶν, ἀναγέγραφά σοι καὶ τὰς κατὰ ἀλήθειαν γινομένας ἑκάστου τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς κατηστερισμένοις δώδεκα ζῳδίοις συν- ανανατολὰς καὶ συγκαταδύσεις, ἵνα παρακολουθῶν ἑκάστοις ἀκριβῶς καὶ τὰς τῶν ἄλλων ἀπάντων ἀποφάσεις ἐν

τούτοις δοκιμάζῃς. καὶ διασαφῶ μὲν οὐ μόνον τὴν συνανατολὴν ἢ συγκατάδυσιν, ἔτι δὲ καὶ τίνες ἀστέρες ἑκάστου τῶν ἄστρων πρῶτοί τε καὶ ἔσχατοι ἀνατέλ- λουσιν ἢ δύνουσι, καὶ τίνες τῶν ἄλλων ἀστ τέρων μεσουρα- 1. περιτίθησιν B edd., et sic fere semper ν ἐφελκ. etiam ante cons praebent; conf. Praef. cap. ll. ||6. καὶ ante ἐκ om. B. 9. κἂν ex καὶ factum L, καὶ ἐὰν A edd || 11 κατἰδίαν L, κατιδίαν Vat. P1M edd. | ἢ corr. Scal. et Ρet. ἠ LM, ἡ V edd. 12. ἐπαγγελλομένων B edd. || 13. προφέρ. corr Scal., προσφέρ. vulg | προσφ. καὶ διαμαρτανόντων ἐν αὐτοῖς B, προσφέρ μὲν διαμαρτόντων ἐν αὐτοῖς ed. pr., προσφ. καὶ διαμαρτανόντων τῶν ἐν αὐτοῖς Ur Scal. scribi voluit: ἢ μαθ. κρίσιν τῶνδε ἐπαγγελλομένων μὲν ἐν τοῖς οὐρ. προφέρεσθαι, διαμαρτανόντων νοῦσιν, ἕκαστόν τε τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς δώδεκα ζῳδίοις ἐν πόσαις ἰσημεριναῖς ὥραις

ἀνατέλλει ἢ δύνει. ἐπὶ πᾶσι δὲ διασαφῶ καὶ τίνες ἀστέρες ἀφορίζουσι πάντα τὰ εἰκοσιτέσσαρα ὡριαῖα διαστήματα. διότι γὰρ ἕκαστον τούτων συντείνει πρὸς πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω.

Pars prior. Cap. II.

Ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκολούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν διʼ ὀλίγων ὑπομνῆσαι

διὰ τὸ διστάζεσθαι τοῦτο παρὰ τοῖς πολλοῖς. ἀνα- φέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπι- γράφεται ,,Ἔνοπτρον“, τὸ δὲ ἕτερον ,,Φαινόμενα“. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν.

Ἐν δὴ τούτῳ τῷ συντάγματι Εὔδοξος περὶ μὲν τοῦ Δράκοντος οὕτως γράφει· ,,μεταξὺ δὲ τῶν Ἄρκτων ,,ἐστὶν ἡ τοῦ Ὄφεως οὐρά, τὸν ἄκρον ἀστέρα ὑπὲρ τῆς 1. ἑκάστ τὰς τῶν A. ||4. πάντα om. B. || ὡριμαία A. 5. γὰρ sub linea add. L, ad marg M, om. V. ||7. νομίζων V, ν finali expuncto LM. ||13. τὰς παρὰ τῷ Εὐδ.*] τὰς περὶ τοῦ Εὐδ. AB, τὰς τοῦ Εὐδ. edd. || 16. β’ βιβλία B edd., et sic fere semper, ubi numeralia occurrunt, conf. Praef. cap. ll. 23. ἔστιν A ed. pr. | τὸν ἄκρον*] τὸν μικρὸν vulg.(ι ex α factum L.) ,,κεφαλῆς ἔχουσα τῆς Mεγάλης Ἄρκτου. καμπὴν δὲ ,,ἔχει παρὰ τὴν κεφαλὴν τῆς Mικρᾶς Ἄρκτου καὶ παρα- ,,τέταται ὑπὸ τοὺς πόδας· ἑτέραν δὲ καμπὴν ἐνταῦθα „ποιησάμενος πάλιν ἀνανεύων ἔμπροσθεν ἔχει τὴν κεφα-

„λήν ὁ δὲ Ἄρατος, ὡς ἂν παραγράφων ταῦτα, φησίν· αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ, ἄλλην δὲ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου, σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρι, ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει.

Περὶ δὲ τοῦ Βοώτου ὁ μὲν Εὔδοξός φησιν· „ὄπι- „σθεν δὲ τῆς Μεγάλης Ἄρκτου ἐστὶν ὁ Ἀρκτοφύλαξ.“ ὁ δὲ Ἄρατος· ἔξόπιθεν δʼ Ἑλίκης φέρεται, ἐλάοντι ἐοικώς, Ἀρκτοφύλαξ. καὶ πάλιν ὁ μὲν Εὔδοξος· „ὑπὸ δὲ τοὺς πόδας ἡ „Παρθένος ἐστίν“. ὁ δὲ Ἄρατος ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω Παρθένον.

Ἐπὶ δὲ τοῦ Ἐνγόνασιν ὁ μὲν Εὔδοξός φησι· „παρὰ δὲ τὴν κεφαλὴν τοῦ Ὄφεως ὁ Ἐνγούνασίν „ἐστιν, ὑπὲρ τῆς κεφαλῆς τὸν δεξιὸν πόδα ἔχων.“ ὁ δὲ Ἄρατος· 1. κάμπην B hic et sic semper. || 8. παρὰ κεφ. P2, παρ κεφ. LV, παρακεφαλὴν M. || 9. κενοσουρα Vat., κυνοσουρα (sic) L, κυνὸς οὐρὰ P3, κυνὸς οὔρα V. || 11. εἱλεῖται AV. 14. Μεγ. Ἄρκ. ἐστὶν transposui, μεγ. ἐστὶν ἄρκ. vulg. || 16. ἐξό- πισθεν AP3M V. || 20. ποσὶν A. | ὕπο σκέπτ. corr. Μaass, ὑπο- μέσσῳ δʼ ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. ἐξ οὗ καὶ μάλιστα φανερὸν γίνεται τὸ προκείμενον· παρʼ ἑκατέρῳ γὰρ αὐτῶν ἠγνόηται· τὸν γὰρ ἀριστερὸν ἔχει πόδα ὁ Ἐνγόνασιν ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος, καὶ οὐ τὸν δεξιόν.

Τὸν δὲ Στέφανον ὁ μὲν Εὔδοξός φησιν ὑπὸ τὸν νῶτον τοῦ Ἐνγούνασι κεῖσθαι· ὁ δὲ Ἄρατος· νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεο〈ν〉. περὶ ὧν καὶ ὁ Εὔδοξός φησι· „πλησίον δʼ ἐστὶ τῆς „τούτου κεφαλῆς ἡ τοῦ Ὀφιούχου κεφαλή.“

Περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν· „ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης „Ἄρκτου οἱ Δίδυμοι κεῖνται, 〈κατὰ μέσον δὲ ὁ Καρκί- „νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρός〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα,

„καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας ὁ δὲ Ἄρατος· κρατὶ δέ οἱ Δίδυμοι, μέσση δʼ ὕπο Καρκίνος ἐστί, ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. ἐπὶ δὲ τῶν εἰρημένων ἀστέρων· τοῖός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων, ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν.

Ἐπὶ δὲ τοῦ Ἡνιόχου ὁ μὲν Εὔδοξός φησι· „κατέ- „ναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ὁ Ἡνίοχος „ἔχει τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν „Διδύμων, ἔχων τὸν δεξιὸν πόδα κοινὸν τῷ ἐν ἄκρῳ „τῷ ἀριστερῷ κέρατι τοῦ Ταύρου ὁ δὲ Ἄρατος ἐπ αὐτοῦ φησιν οὕτως· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα ἀντία δινεύει. καὶ πάλιν· λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει.

Ἐπὶ δὲ τοῦ Κηφέως ὁ μὲν Εὔδοξος οὕτως· „ὑπὸ „δὲ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου τοὺς πόδας ὁ „Κηρεὺς ἔχει πρὸς ἄκραν τὴν οὐρὰν τρίγωνον ἰσό- ,,πλευρον ποιοῦντας· τὸ δὲ μέσον αὐτοῦ πρὸς τῇ καμπῇ

„τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως. ὁ δὲ Ἄρατός φησιν· ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει, αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας πρώτης ἱέμενος καμπῆς σκολιοῖο Δράκοντος. παῤ ἑκατέρῳ δʼ αὐτῶν τὸ πρῶτόν ἐστι ψεῦδος· τὸ γὰρ μεταξὺ τῶν ποδῶν τῶν τοῦ Κηφέως διάστημα ἔλασσόν ἐστιν ἑκατέρου τῶν πρὸς τὴν οὐρὰν διαστη- μάτων.

Πάλιν ἐπὶ τῆς Κασσιεπείας ὁ μὲν Εὔδοξος· ,,τοῦ ,,μὲν Κηφέως ἔμπροσθέν ἐστιν ἡ Κασσιέπεια, ταύτης ,,δὲ ἔμπροσθεν ἡ Ἀνδρομέδα, τὸν μὲν ἀριστερὸν ὦμον ,,ἔχουσα τῶν Ἰχθύων ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ ,,ζώνην ὑπὲρ τοῦ Κριοῦ, πλὴν τὸ Τρίγωνον, ὅ ἐστι ,,μεταξύ· τὸν δʼ ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ

,,τῆς κοιλίας τοῦ Ἵππου·“ ὁ δὲ Ἄρατος· τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια. καὶ μετʼ ὀλίγον· αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. καὶ πάλιν· ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ. καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ· ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται. καὶ ἔτι· Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.

Ἐπὶ δὲ τοῦ Περσέως ὁ μὲν Εὔδοξος οὕτως λέγει· ,,παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας ὁ Περσεύς ἔχει ,,τοὺς ὤμους, τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν 3. ἔμπροσθεν] ὑποκάτω scribendum esse videtur. || 5. πλὴν καὶ τρίγ. Ur. || 8. πολλῆ A. || 9. φαινομένη Ur. 15. ἐσχατοώεντι A (ώε in ras. P2). | καρκήνῳ M, καρκίνω in marg. (in textu „ἀποτείνων, τὸ δὲ ἀριστερὸν γόνυ πρὸς τὰς Πλειάδας.“ ὁ δὲ Ἄρατος περὶ τῆς Ἀνδρομέδας φησίν· ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν Περσέως, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται. καὶ πάλιν· καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο. καὶ μετʼ ὀλίγον· ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται· ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας 〈χῶρος ἔχει〉.

Ἐπὶ δὲ τοῦ Ὄρνιθος ὁ μὲν Εὔδοξος· „παρὰ δὲ „τὴν δεξιὰν χεῖρα τοῦ Κηφέως ἡ δεξιὰ πτέρυξ ἐστὶ „τοῦ Ὄρνιθος, παρὰ δὲ τὴν ἀριστερὰν πτέρυγα οἱ „πόδες τοῦ Ἵππου ὁ δὲ Ἄρατός φησιν ἐπὶ τοῦ Ὄρνιθος· κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου. καὶ ἄλλων δὲ πλειόνων ὄντων, ἅπερ ἂν δόξειεν οἱονεὶ παραγεγράφθαι, ἀρκέσει καὶ ταῦτα χάριν τοῦ μὴ μηκύνειν.

Χωρὶς δὲ τούτων καὶ ἡ διαίρεσις τῶν ἄστρων φανερὸν ποιεῖ τὸ προκείμενον. καὶ γὰρ Εὔδοξος ὡς καὶ ὁ Ἄρατος πρῶτον ἀναγράφει τὰ βορειότερα ἄστρα 1. τὰς πληιάδας LP3, τὰς πλῃιάδας edd. || 3. γαμβροῦ om. B. ἐπισημαίνοιεν] ἐπιδινεύονται B edd. || 4. περσῆος B. || 6. ἐπι- κλισμὸν L, ἐπινλισμὸν V. || 9. ἐπὶ γουνίδος Vat., ἐπιγούνιδος M, sine acc. L. | ἥλιθα Vat. || 10. ὅδʼ οὐ Vat. P3. | πολλὰς B | 17. καταδεξιαχειρος (sic) L καταδεξια P3V. || 25. ὁ om. A. τοῦ ζῳδιακοῦ, ἔπειθʼ οὕτως τὰ νοτιώτερα. καὶ τὰς συν- ανατολάς τε καὶ συγκαταδύσεις τοῖς δώδεκα ζῳδίοις τῶν ἄλλων ἄστρων ὁμοίως τέταχεν ὁ Ἄρατος τῷ Εὐδόξῳ.

Περὶ δὲ τῶν ἀστέρων τῶν ἐπὶ τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ φερομένων, ἔτι δὲ ἐπὶ τοῦ ἰση- μερινοῦ, ὁ μὲν Εὔδοξός φησιν ἐπὶ τοῦ θερινοῦ οὕτως· „ἔστι δὲ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ τὰ διὰ „τοῦ σώματος κατὰ μῆκος τοῦ Λέοντος, τῆς δὲ Παρ- „θένου 〈τὰ〉 μικρὸν ἄνωθεν, καὶ ὁ αὐχὴν τοῦ ἐχο- „μένου Ὄφεως, καὶ ἡ δεξιὰ χεὶρ τοῦ Ἐνγούνασι, καὶ „ἡ κεφαλὴ τοῦ Ὀφιούχου, καὶ ὁ αὐχὴν τοῦ Ὄρνιθος „καὶ ἡ ἀριστερὰ πτέρυξ, καὶ οἱ τοῦ Ἵππου πόδες, ἔτι „δὲ καὶ ἡ δεξιὰ χεὶρ τῆς Ἀνδρομέδας καὶ τὸ μεταξὺ „τῶν ποδῶν, καὶ τοῦ Περσέως ὁ ἀριστερὸς ὦμος καὶ „ἡ ἀριστερὰ κνήμη, ἔτι δὲ τὰ γόνατα τοῦ Ἡνιόχου „καὶ αἱ κεφαλαὶ τῶν Διδύμων· εἶτα συνάπτει πρὸς τὰ

μέσα τοῦ Καρκίνου ὁ δὲ Ἄρατος ἀπὸ τῶν ἐσχάτων ἀρξάμενός φησιν· ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται, ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο, λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτοῦ Περσέως, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών· ὁπλαὶ δʼ Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον ἄκρῃ σύν κεφαλῇ καλοί τʼ Ὀφιούχεοι ὦμοι καὶ τὰ ἐξῆς.

Ἐπὶ δὲ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Εὔδοξός φησιν οὕτως· „ἔστι δὲ ἐν αὐτῷ τὰ μέσα τοῦ Αἰγόκερω, „καὶ οἱ πόδες τοῦ Ὑδροχόου, καὶ τοῦ Κήτους ἡ οὐρά, „καὶ τοῦ Ποταμοῦ ἡ καμπή, καὶ ὁ Λαγωός, καὶ τοῦ „Κυνὸς οἱ πόδες καὶ ἡ οὐρά, καὶ τῆς Ἀργοῦς ἡ πρύμνα „καὶ ὁ ἱστός, καὶ τοῦ Κενταύρου ὁ νῶτος καὶ τὰ „στήθη, καὶ τὸ Θηρίον, καὶ τοῦ Σκορπίου τὸ κέντρον· „εἶτα διὰ τοῦ Τοξότου πρὸς τὰ μέσα τοῦ Αἰγόκερω

„συνάπτει ὁ δὲ Ἄρατός φησιν οὕτως· ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν· ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος. ὁμοίως δὲ τούτοις παραγέγραφεν ὁ Ἄρατος καὶ τὰ ἐπὶ τοῦ ἰσημερινοῦ κύκλου κείμενα.

Χωρὶς δὲ τούτων καὶ τὸ κλίμα τοῦ κόσμου 〈τὸ αὐτὸ〉 τῷ Εὐδόξῳ ὑποτίθεται ὁ Ἄρατος. καὶ γὰρ ὁ Εὔδοξος ἐν τῷ ἐπιγραφομένῳ Ἐνόπτρῳ τὸν τροπικὸν τέμνεσθαί φησιν οὕτως, ὥστε λόγον ἔχειν τὰ τμήματα πρὸς ἄλληλα τὸν αὐτόν, οἷον ἔχει τὰ εʹ πρὸς τὰ γʹ.

Cap. III.

Ὅτι μὲν οὖν Εὐδόξῳ ἐπακολουθήσας ὁ Ἄρατος συντέταχε τὰ Φαινόμενα, ἱκανῶς οἶμαι δεικνύναι διὰ τῶν προειρημένων. ἐν οἷς δὲ διαπίπτουσιν οὗτοί τε καὶ οἱ συνεπιγραφόμενοι αὐτοῖς, ὧν ἐστι καὶ ὁ Ἄτταλος, νῦν ὑποδείξομεν. ἐκθησόμεθα δὲ εὐθέως καὶ ἐν οἷς ἰδίᾳ ἕκαστος αὐτῶν διαμαρτάνει.

Προδιαληπτέον δὲ, διότι Ἄτταλος πᾶσι σχεδὸν τοῖς ὑπὸ τοῦ Ἀράτου λεγομένοις περὶ τῶν οὐρανίων συνεπι- γράφεται ὡς συμφώνως τοῖς φαινομένοις ὑπʼ αὐτοῦ λεγομένοις, πλὴν ἐφʼ ἑνὸς καὶ θατέρου, ἃ δὴ καὶ

ὑποδείξομεν ἐν τοῖς ἐξῆς. λέγει γοῦν ἐν τῷ προοιμίῳ τὸν τρόπον τοῦτον· „διὸ δὴ τό τε τοῦ Ἀράτου βιβλίον „ἐξαπεστάλκαμέν σοι διωρθωμένον ὑφʼ ἡμῶν καὶ τὴν „ἐξήγησιν αὐτοῦ, τοῖς τε φαινομένοις ἕκαστα σύμφωνα ,,ποιήσαντες καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ γεγραμμένοις „ἀκόλουθα καὶ πάλιν ἑξῆς φησι· „τάχα δέ τινες „ἐπιζητήσουσι, τίνι λόγῳ πεισθέντες φαμὲν ἀκολούθως „τῇ τοῦ ποιητοῦ προαιρέσει τὴν διόρθωσιν τοῦ βιβλίου ,,πεποιῆσθαι· ἡμεῖς δὲ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδομεν „τὴν τοῦ ποιητοῦ πρὸς τὰ φαινόμενα συμφωνίαν

τοιαύτην οὖν ἔχοντος τοῦ Ἀττάλου τὴν διάληψιν, ὅσα ἂν ἀποδεικνύωμεν τῶν ὑπὸ τοῦ Ἀράτου καὶ Εὐδόξου κοινῶς λεγομένων διαφωνοῦντα πρὸς τὰ φαινόμενα, 5. ὁ om. Vat. || 7. ἰδία AP ed. pr., ἰδίαι L. 8. προλη- πτέον B edd. || 11. θατέρου*] δευτέρου vulg. || 12. ἐν τοῖς ἐφεξῆς B (ἐφʼ ἑξῆς L) edd. | γʼ οὖν LP3M edd. hic et sic semper. 14. σοι om. B. || 18. ἐπιζητοῦσιν B edd. || 20. δʼ ἀναγκ. A. || 21. τοῦ ποιητοῦ om. A. | πρὸς τὰ φαινόμενα om. B edd. || 22. ἔχοντες A. δεῖ διαλαμβάνειν καὶ τὸν Ἄτταλον περὶ τῶν αὐτῶν διημαρτημένως συναποφαινόμενον.

Πρῶτον μὲν οὖν ὁ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ τὸ ἔγκλιμα τοῦ κόσμου νομίζων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τοιοῦτον εἶναι, ὥστε τὴν μεγίστην ἡμέραν λόγον ἔχειν πρὸς τὴν ἐλαχίστην τὸν αὐτόν, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ. λέγει γὰρ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ· τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, τὰ τρία δʼ ἐν περάτῃ.

συμφωνεῖται δή, διότι ἐν μὲν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ δʹ πρὸς τὰ γʹ. ἐκεῖ δὴ τοίνυν ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν ἔγγιστα πεμπτημορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν

λζʹ ὡς ἔγγιστα. ὅπου δὲ ἡ μεγίστη ἡμέρα λόγον ἔχει πρὸς τὴν ἐλαχίστην, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ, ἐκεῖ ἡ μὲν μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ιεʹ, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν μαʹ ὡς ἔγγιστα. δῆλον τοίνυν ὅτι οὐ δυνατὸν ἐν τοῖς περὶ τὴν Ἑλλάδα 〈τόποις〉 τὸν προ- ειρημένον εἶναι λόγον τῆς μεγίστης ἡμέρας πρὸς τὴν ἐλαχίστην, ἀλλὰ μᾶλλον ἐν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις.

Καίτοι γε ὁ μὲν Ἄρατος οὐκ ἀφʼ ἑαυτοῦ κρίσιν περὶ τῶν τοιούτων προφερόμενος γέγραφεν, ἀλλὰ τῷ Εὐδόξῳ καὶ περὶ τούτου κατακολουθήσας. εἰ δὲ καὶ ἀφʼ ἑαυτοῦ γέγραφεν, οὐ διασαφήσας, ἐν ποίοις 〈τόποις〉 ἐστὶν ἡ προειρημένη ἔγκλισις τοῦ κόσμου, τάχα ἂν

κατά γε τοῦτο διακρούοιτο τὸ ἔγκλημα. ὁ μέντοι γε 6. τὸν αὐτὸν om. B. | τὸν αὐτὸν τρόπον, ὃν A. | ἔχειν A. || 9. ἐνδιαστρέφεται AB. || 12. ἡμερινὴν B ed. pr., ἡσημερινὴν Ur., Ἄτταλος ὁμολογουμένως ἠγνόει λέγων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τὴν μεγίστην ἡμέραν πρὸς τὴν ἐλαχίστην λόγον ἔχειν, ὃν 〈ἔχει〉 τὰ εʹ πρὸς τὰ γʹ. προεκθέμενος γὰρ τὰ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ ποιήματα, ἐπιφέρει ταυτί· „διὰ δὲ τούτου φανερὸν ποιεῖ, διότι τὴν ὅλην „πραγματείαν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πεποίηται· „παῤ ἐκείνοις γάρ ἐστιν ἡ μακροτάτη ἡμέρα πρὸς τὴν

„μικροτάτην νύκτα ὡς τὰ εʹ πρὸς τὰ γʹ.“ ἔτι δὲ μᾶλλον θαυμάσειεν ἄν τις, πῶς ποτε οὐκ ἐπέστησε τοῦ Εὐδόξου ἐν τῷ ἑτέρῳ συντάγματι διαφόρως ἐκθε- μένου καὶ γράφοντος, ὅτι τὸ ὑπὲρ γῆν τοῦ τροπικοῦ τμῆμα πρὸς τὸ ὑπὸ γῆν λόγον ἔχει, ὃν 〈ἔχει〉 τὰ ιβʹ πρὸς τὰ ζʹ, ὁμοίως δὲ τούτῳ καὶ τῶν περὶ Φίλιππον ἀναγραφόντων καὶ ἄλλων πλειόνων, πλὴν ὅτι συντε- τάχασι μὲν τὰς συνανατολάς τε καὶ συγκαταδύσεις τῶν ἄστρων ὡς ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τετηρημένων, κατὰ δὲ τὸ ἔγκλιμα τῶν τόπων τούτων διημαρτήκασι.

Παραπέμψαντες 〈οὖν〉 τοῦτο τὸ ἀγνόημα τὴν ὅλην αὐτῶν σύνταξιν ἐπεσκεψάμεθα πρὸς τὸν ἐν τῇ Ἑλλάδι ὁρίζοντα. οὐδὲ γὰρ φιλαλήθους, ἀλλὰ κενοσπούδου, τὸ κατὰ πάντα μαχόμενον τῇ διεψευσμένῃ ὑποθέσει ἐπιλαμβάνεσθαι αὐτῶν, κἂν τύχῃ συμφώνως λεγόμενα

τοῖς ἐν τῇ Ἑλλάδι φαινομένοις. ὑποκείσθω δὲ ἡμῖν ὁρίζων πρὸς τὴν ἐπίσκεψιν ὁ ἐν Ἀθήναις, οὗ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν πεμπτη- μορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου περὶ μοίρας λζʹ.

Cap. IV.

Περὶ μὲν οὖν τοῦ βορείου πόλου Εὔδοξος ἀγνοεῖ λέγων οὕτως· „ἔστι δέ τις ἀστὴρ μένων ἀεὶ κατὰ τὸν ,,αὐτὸν τόπον· οὗτος δὲ ὁ ἀστὴρ πόλος ἐστὶ τοῦ κόσμου ἐπὶ γὰρ τοῦ πόλου οὐδὲ εἷς ἀστὴρ κεῖται, ἀλλὰ κενός ἐστι τόπος, ᾧ παράκεινται τρεῖς ἀστέρες, μεθʼ ὧν τὸ σημεῖον τὸ κατὰ τὸν πόλον τετράγωνον ἔγγιστα σχῆμα περιέχει, καθάπερ καὶ Πυθέας φησὶν ὁ Μασσαλιώτης.

Ἐχομένως δὲ καὶ διαμαρτάνουσι πάντες ἐν τῇ τοῦ Δράκοντος θέσει, ὑπολαμβάνοντες τὴν καμπὴν αὐτὸν ποιεῖσθαι περὶ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου. οἱ γὰρ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ταύτης ἀστέρων, ὧν ὁ μὲν βορειότερός ἐστι κατʼ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς, ὁ δὲ νοτιώτερος ἐπὶ τῶν ἐμπροσθίων ποδῶν, παραλλήλως ἔγγιστα κεῖνται τῇ οὐρᾷ τοῦ Δράκοντος. ψεῦδος οὖν ἐστι τὸ σπείρη δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν εἰλεῖται κεφαλήν.

ὁμοίως δὲ καὶ ὁ Εὔδοξος γράφει. ἰδίᾳ δὲ ὁ Ἄρατος ἐπὶ τοῦ Δράκοντος ἀγνοεῖ, πρῶτον μὲν τῷ φάσκειν „σπείρης ἑκάτερθε φέρεσθαι τὰς Ἄρκτους“· τῆς γὰρ οὐρᾶς ἑκατέρωθέν εἰσι, καὶ οὐ τῆς σπείρας. ἀντεστραμ- μένων γὰρ αὐτῶν καὶ ὡσανεὶ παραλλήλως κειμένων ἡ οὐρὰ τοῦ Δράκοντος μεταξὺ αὐτῶν διὰ μήκους παρα- 6. τόπος om. B. || 7. ἔγγισθα ed. pr. || 9. καὶ om. A. || 10. αὐτὸν] αὐτοῦ B edd. || 13. κατʼ αὐτοὺς corr. Pet., κατὰ τοῦ vulg.; κατ αὐτὸν coni. Scal. || 17. κυνὸς οὐρακάρη Vat P1, κυνὸς οὐρᾶ κ. P2. κατʼ αὐτὸν LMV. || 18. εἱλεῖται A edd. || 19. ἰδία AMV, ἰδίαι L. || 21. σπείρη A. || 22. σπείρας*] σπείρης vulg. || 23. ὡς ἀνεὶ L. τέταται· ἡ δὲ σπεῖρα τὴν μὲν Μικρὰν Ἄρκτον περι- λαμβάνει, τῆς δὲ Μεγάλης πολὺ κεχώρισται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ ἀμφί τʼ ἐαγὼς ἡμαρτημένως λέγεται· συνέβαινε γὰρ ἂν τοῦτο, εἰ ἐξ ἑκατέρου

μέρους τῆς σπείρας ἀμφότεραι ἔκειντο αἱ Ἄρκτοι. ἔτι δὲ ἀγνοεῖ περὶ τοῦ Δράκοντος λέγων οὕτως· λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν ἄκρην εἰς Ἑλίκης οὐρήν, μάλα δʼ ἐστὶ κατʼ ἰθὺ καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ. οὐ γὰρ ὁ δεξιὸς κρόταφος, ἀλλʼ ὁ ἀριστερὸς ἐπʼ εὐθείας ἐστὶ τῇ γλώσσῃ τοῦ Ὄφεως καὶ τῇ ἄκρᾳ οὐρᾷ τῆς

Μεγάλης Ἄρκτου. τὸ μὲν γὰρ λέγειν, ὅτι ἀντεστραμ- μένην τὴν κεφαλὴν τοῦ Δράκοντος ὑποτίθεται, καὶ οὐχὶ εἰς τὰ ἐντὸς τοῦ κόσμου ἐπεστραμμένην, καθάπερ φησὶν ὁ Ἄτταλος, τελέως ἐστὶν ἀπίθανον. ἅπαντα γὰρ τὰ ἄστρα ἠστέρισται πρὸς τὴν ἡμετέραν θεωρίαν καὶ ὡς ἂν πρὸς ἡμᾶς ἐστραμμένα, εἰ μή τι κατάγραφον

αὐτῶν ἐστι. φανερὸν δὲ τοῦτο ποιεῖ καὶ ὁ Ἄρατος διὰ πλειόνων· ἐφʼ ὧν γὰρ δεξιὸν ἢ ἀριστερὸν μέρος ἄστρου διασαφεῖ, ἐπὶ πάντων συμφωνεῖ τῇ προειρημένῃ ὑποθέσει. καὶ ἄλλως δὲ πλασματώδης ἐστὶν ἡ ὑπόθεσις καὶ ἡρμοσμένη. καὶ τούτῳ δὲ τῷ ἀγνοήματι βοηθήσει καὶ τῷ περὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἐνγόνασι, περὶ οὗ προελθόντες ἐροῦμεν.

Περὶ δὲ τῆς θέσεως τῆς τοῦ Δράκοντος κεφαλῆς 3. ἀμφιτʼ εαγως (sic) L (τʼ ε in rasura), ἀμφιτʼ ἐαγὼς P3, ἀμφι τ᾿ εάγως M, ἀμφ᾿ ϊτʼ εαγως V. || 5. σπείρας*] σπείρης vulg. 7. δʼ ἔστι A hic et infra. || 8. ἑλίκην B. || 9. οὐρὴ B. || 11. καὶ et οὐρᾷ om. B edd. | ἄκρᾳ τῇ οὐρᾷ scrib. esse vid. || 14. ἀντε- στραμμένην B. || 15. πάντα A. || 16. ἡμέρισται Vat., in ἡστέρισται corr. m. 2.; ἠμέρισται P in textu, corr. in marg.; ἠστερίσθαι Ur. || 17. εἴ τι coni. Pet. | καταγράφον A. || 22. πρὸς τούτῳ οἱ μὲν περὶ τὸν Eὔδοξον καὶ Ἄρατον συμφώνως ἀπο- φαίνονται τῷ φαινομένῳ, ὁ δὲ Ἄτταλος διαφώνως. ὁ μὲν γὰρ Ἄρατος ἀκολουθῶν τῷ Εὐδόξῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φησὶν αὐτὴν φέρεσθαι λέγων οὕτως· κείνη που κεφαλὴ τῇ νείσσεται, ᾗχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν. ὁ δὲ Ἄτταλος μικρῷ νοτιωτέραν αὐτὴν εἶναί φησι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὥστε αὐτὴν ὑπὸ τὸν ὁρίζοντα

βραχὺν γίνεσθαι χρόνον. ὅτι δὲ διαφωνεῖ πρὸς τὸ φαινόμενον ὁ Ἄτταλος, οὕτως ἂν ἐπιλογισθείη. ὁ μὲν γὰρ ἐν ἄκρῳ τῷ στόματι τοῦ Δράκοντος ἀπέχει 〈ἀπὸ〉 τοῦ πόλου μοίρας λδʹ καὶ τρία πεμπτημόρια, ὁ δὲ νότιος αὐτοῦ ὀφθαλμὸς μοίρας λεʹ, ὁ δὲ νότιος κρόταφος μοίρας λζʹ. ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἐν τοῖς περὶ Ἀθήνας τόποις καὶ 〈ὅπου〉 ὁ γνώμων ἐπίτριτός ἐστι τῆς ἰσημερινῆς σκιᾶς, ἀπὸ τοῦ πόλου ἀπέχει περὶ μοίρας λζʹ. δῆλον οὖν ὅτι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρεται ἡ κεφαλὴ τοῦ Δράκοντος, τὸν ἀριστερὸν κρόταφον μόνον ἔχουσα ἐπʼ αὐτοῦ 〈τοῦ κύκλου〉, καὶ οὐχ, ὡς ὁ Ἄτταλός φησι, νοτιωτέρα οὖσα δύνει βραχὺν χρόνον καὶ ἀνατέλλει.

Ἐπὶ δὲ τοῦ Ἐνγόνασι παρεωρακέναι μοι δοκοῦσιν ὅ τε Εὔδοξος καὶ ὁ Ἄρατος, ἀλλʼ οὐ διημαρτηκέναι, εἰπόντες τὸν δεξιὸν πόδα ἐπὶ μέσης τῆς κεφαλῆς τοῦ Δράκοντος κεῖσθαι. ὁ μέντοι γε Ἄτταλος παρὰ τὸ βούλημα τοῦ ποιητοῦ δοκεῖ μοι τὸ ἡμιστίχιον μετα- 1. τὸν om. B edd. || 2. τὰ φαινόμενα B edd. | διαφωνεῖ B edd. 3. ἀκολουθων (sic) L, ἀκολούθων M V. | ἀεὶ om. B edd. 4. φέρεσθαι*] φαίνεσθαι vulg. || 5. κείνῃ παῤ κεφαλῇ edd. που] παρ LP3V, παρακεφαλὴ M; γὰρ pro παῤ coni. Scal. την είσεται Vat., τηνίσεται P1P2, τῇ νείσεται LP3M: τῇ νήχεται τιθέναι γράφων οὕτως· „μέσσου δʼ ἐφύπερθε καρήνου καὶ τὴν κεφαλὴν τοῦ Δράκοντος ἔξω τοῦ κόσμου στρέφων, ἵνα γένηται αὐτὸ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς κατὰ τὸν πόδα. τά τε γὰρ ἄστρα πάντα εἰς τὸ ἐντὸς τοῦ κόσμου μέρος ἐπεστραμμένα, ὡς ἔφην, ἀστρο- θετεῖται ὑπὸ πάντων καὶ ὑπʼ αὐτοῦ τοῦ Ἀράτου, καὶ ἐν πᾶσι τοῖς βιβλίοις γράφεται· μέσσῳ δʼ ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο 〈Δράκοντος〉.

πρὸς δὲ τούτῳ καὶ τὸν σχηματισμὸν ἡμῖν τοῦ Ἐνγόνασι καὶ τὴν θέσιν διασαφεῖν βουλόμενος ὁ Ἄρατος εὐλόγως ἂν σημαίνοι καὶ ποῖος αὐτοῦ ποὺς κεῖται ἐπὶ τῆς τοῦ Δράκοντος κεφαλῆς· οὐ γὰρ ἄλλως παρατίθησι τὴν τοῦ Δράκοντος κεφαλήν, ἀλλʼ ἵνα τῇ θέσει τοῦ Ἐνγόνασι παρακολουθῶμεν, ὅπερ καὶ ἐπὶ ἄλλων

πλειόνων ποιεῖ. καθάπερ καὶ ἐπʼ αὐτοῦ τοῦ Ἐνγόνασι τὰ ἄλλα αὐτοῦ μέρη 〈διασαφῶν〉 φησι· νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀλφιούχεον. καὶ ἔτι τῇ Λύρᾳ, φησί, γούνατί οἱ σκαιῷ πελάει. καὶ ὡς ἐπὶ τοῦ Περσέως· ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. 1. μέσου AP3M. | ἐφʼ ὕπερθεν A, ἐφʼ ὕπερθε LP3V. || 8. μέσω δʼ ἐφʼ ὕπερθε A (Vat. ε ex εν corr.) B; ἐφήπερθε Ur., corr. Migne. || 10. πρὸς δὲ τούτῳ corr. Pet., πρὸς δὲ τοῦτον A, πρὸς δὲ τοῦτο B edd. || 11. εὐλόγοις A, ως ex οις corr. V. 13. ἄλλω MV. || 15. ἐπʼ ἄλλων A. || 16. πλειόνων om B. || 18. κε- καὶ πάλιν· καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο. καὶ ὡς ἐπὶ τοῦ Ὄρνιθός φησι· κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων. καὶ ἐπʼ ἄλλων δὲ πλειόνων τὰς παραθέσεις τῶν ἄστρων διασαφῶν σημαίνει, πότερον τὰ δεξιὰ ἢ τὰ ἀριστερὰ παράκειται.

Ὅτι δὲ παρόραμά ἐστι τοῦ Εὐδόξου καὶ τοῦ Ἀράτου τὸ περὶ τὸν πόδα, καὶ οὐχ ἁμάρτημα, δῆλον γίνεται ἐκ τῶν λοιπῶν τῶν λεγομένων ὑφʼ ἑκατέρου περὶ τοῦ Ἐνγόνασι. περὶ μὲν γὰρ τῆς Λύρας ὁ Ἄρατος λέγων κὰδ δʼ ἔθετο (φησὶν αὐτὴν) προπάροιθεν ἀπευθέος εἰδώλοιο οὐρανὸν εἰς ἀγαγών. τὸ δʼ ἐπὶ σκελέεσσι πέτηλον γούνατί οἱ σκαιῷ πελάει. τὸ δὲ πρὸς τῇ Λύρᾳ σκέλος ἐστὶ κείμενον ἐπὶ τῆς τοῦ

Δράκοντος κεφαλῆς. πάλιν δὲ περὶ τῆς ἀνατολῆς τοῦ Ἐνγόνασι λέγων φησί· μόνην δʼ ἐπὶ Χηλαὶ ἄγουσι δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις αἰεὶ γνύξ αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος. ἀλλʼ ἡ πρὸς τῇ δύσει κνήμη ἐστὶν ἡ προανατέλλουσα, καὶ οὐκ ἔστιν αὕτη ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος. 2. δεξιτερῆ A, sine acc. L, δεξιτέρη V. | ἐπικλισμὸν LP3V 6. ταρσοὶ B. || 9. παράκεινται A. || 10. Ὅτι] ὅτε A. || 13. ὁ Ἄρα- τος λέγων om. B edd. || 14. καδ (sic) B edd., κατα (sic) A. ἀπευθέος Ur., ἀπʼ εὐθέος Vat. P1LP3V ed. pr, ἀπʼ εὐθέως P2M. || 16. εἰς ἀγ. corr. Maass, εἰσαγαγὼν A edd., εἰσανάγων B. |

δῆλον οὖν ὅτι ἐκείνην ἀριστερὰν λέγει. συμφωνῶν δὲ τούτοις καὶ ἐπὶ τῆς ἀνατολῆς τοῦ Λέοντός φησιν· αὐτὰρ ὅ γε γνὺξ ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόδα λαιὸν οὔπω κυμαίνοντος ὑποστρέφει Ὠκεανοῖο. φανερὸν οὖν ἐκ πάντων γίνεται, διότι τὸ ἀριστερὸν σκέλος φησὶ καθήκειν ἐπὶ τὴν τοῦ Δράκοντος κεφαλήν.

Ἑξῆς δὲ περὶ τοῦ Ὀφιούχου λέγων ἰδίως ὁ Ἄρατος ὀρθόν φησι κεῖσθαι αὐτὸν τῇ θέσει βεβηκότα ἔν τε τοῖς ὀφθαλμοῖς τοῦ Σκορπίου καὶ τῷ στήθει. τῇ δὲ ἀρι- στερᾷ μόνον κνήμῃ βέβηκεν ἀποτεταμένῇ, μεταξὺ κει- μένῃ τοῦ τε μετώπου καὶ τοῦ στήθους τοῦ Εκορπίου· τὸ δὲ δεξιὸν σκέλος ἔχει συνεσταλμένον. οὐδὲ ὁ Εὔδοξος δὲ διασαφεῖ, ὅτι ἐστὶν ὀρθός· τὸν γὰρ δεξιὸν πόδα αὐτοῦ ὑπὲρ τὸ σῶμα κεῖσθαί φησι τοῦ Σκορπίου, ὡς καὶ ἔχει τῇ ἀληθείᾳ, καὶ οὐκ ἐπὶ τοῦ στήθους.

Δοκεῖ δέ μοι καὶ περὶ τῶν ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρων κατὰ τὸ μέγεθος αὐτῶν ἀγνοεῖν. τοὺς γὰρ ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου φήσας λαμπρούς εἶναι, ὥστε καὶ ἐν πανσελήνῳ ἂν θεωρεῖσθαι, ἐπιφέρει· ἀτὰρ χέρες οὐ μάλʼ ἐῖσαι· λεπτὴ γὰρ 〈καὶ〉 τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη.

ἀλλʼ οἱ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατος λέγει· ἀμφότεραι δʼ Ὄφιος πεπονείαται. 4. ἀλλὰ AV ed. pr., sine acc. L. || 11. ἀποτεταμένῃ corr. Maass, ἀποτετμημένῃ vulg. || 13. συνεσταμένον Vat., λ suprascr. m. 2. | ὁ δὲ Εὔδ. οὐ διασ. leg. esse videtur. || 14. ἔστιν AP3 edd. || 15. φησὶ κεῖσθαι B. || 18. αὐχῶν] αὐτοῦ B. || 20. ἂν om. B edd. || 21. χέρσ᾿ οὐ B. | μάλʼ ἐϊσαι*] μάλʼ ἀίσαι A, μάλʼ οἱ δʼ ἐν τῷ Ὄφει ἀστέρες, ὃν ἔχει ὁ Ὀφιοῦχος, οὐ λειπόμενοί εἰσι τῇ λαμπρότητι τῶν ἐν τοῖς ὤμοις [πολλῷ δὲ λαμπρότεροι οἱ ἐν τοῖς ὤμοις]. διὸ καὶ ἐπιστήσειεν ἄν τις, πῶς καὶ ὁ Ἄτταλός φησιν αὐτοὺς 〈μὴ〉 ἱκανῶς λαμπροὺς εἶναι.

Ἑξῆς δὲ περὶ τῶν Χηλῶν ὁ Ἄρατος λέγει· ἀλλʼ αἱ μὲν φαέων ἐπιδευέες (ἢ ἐπιμεμφέες), οὐδὲν ἀγαυαί. φησὶ δὲ ὁ Ἄτταλος μὴ διὰ τὸ μικροὺς εἶναι τοὺς ἐν ταῖς Χηλαῖς ἀστέρας λέγειν τὸν Ἄρατον „φαέων ἐπι- μεμφέας αὐτὰς εἶναι, ἀλλὰ διὰ τὸ τέσσαρας μόνον εἶναι τοὺς πάντας, οὓς μὴ συμπληροῦν τὴν ὁμοιότητα αὐτῶν· τὸ δὲ „μηδὲν ἀγαυὰς λέγειν αὐτὸν διὰ τὸ

μηδὲν ὁμοίας αὐτὰς ὑπάρχειν. οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς ,,φαέων ἐπιμεμφέας· καὶ „μηδὲν ἀγαυάς“, ἀλλʼ ὡς ἂν μὴ λαμπράς· καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν· οὐδʼ ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι ἄφραστοι παρίοιεν.

ἐπιφέρει γοῦν εὐθέως· ἐπεὶ μέγα σῆμα Βοώτης ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο· ὡς ἂν ἐκ τοῦ Ἀρκτούρου ἡμῶν δυναμένων σημειώσασθαι τὰς Χηλάς, καθʼ αὐτὰς δὲ μὴ ῥᾳδίως διὰ τὴν μικρότητα αὐτῶν, ὡς ὑπολαμβάνει· τὰ γὰρ ἀμαυροὺς ἀστέρας 1. τῶ ἰόφει MV (τῶιὄφει L). | ὃν ἔχει*] ὧν ἔχεται A edd., ὧν ἔχει B. || 3. [πολλῷ — ὤμοις] glossema esse apparet. | καὶ διὸ ἐπιστ. P1P2, διὸ κατεπιστήσειεν B ed. pr., διὸ καὶ ἀπορήσειεν comi. Maass. || 7. ἄλλοι μὲν B. | μὲν om. ed. pr. || 10. λέγειν om. B. || 11. δʹ μόνους LP3V edd., δʹ μόνον M, τέσσαρα μόνον P2. || ἔχοντα τῶν ἄστρων εἴθισται καλεῖν ὡς ἐπὶ πολὺ „λεπτὰ καὶ ,οὐδὲν ἀγαυά.

Cap. V.

Ἐν δὲ τοῖς ἑξῆς περὶ τῆς Ἄρκτου παντελῶς δοκοῦσί μοι ἀγνοεῖν, ὁ μὲν Eὔδοξος οὕτως λέγων· „ὑπὸ δὲ „τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, „κατὰ μέσον δὲ ὁ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους „πόδας ὁ Λέων.“ ὁ δὲ Ἄρατος· κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο Καρκίνος ἐστί, ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. οἷς ὅ τε Ἄτταλος καὶ οἱ λοιποὶ πάντες συνεπιγράφονται.

ὅτι δὲ ἀγνοοῦσιν, ἐκ τούτων ἐστὶ φανερόν. ἡ μὲν γὰρ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κατὰ τοὺς προειρημένους ἄνδρας ἐστὶν ὁ βορειότερος ἀστὴρ τῶν δύο τῶν ἡγου- μένων ἐν τῷ πλινθίῳ, ἐπὶ δὲ τῶν ἐμπροσθίων ποδῶν

κεῖται ὁ νοτιώτερος τῶν αὐτῶν ἀστέρων. ὅτι μὲν γὰρ ὁ προειρημένος ἀστὴρ κατʼ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς κεῖται, φανερὸν τοῦτο ποιοῦσιν ἔκ [τε] τοῦ λέγειν, τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἀστέρα κεῖσθαι κατὰ

τὴν κεφαλὴν τῆς Ἄρκτου. οὐκ ἄλλος γὰρ κεῖται ἀστὴρ κατὰ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος, ἀλλʼ ὁ βορειότερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ. ὁ μὲν γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἐπέχει ὡς κατὰ παράλληλον κύκλον τοῦ Λέοντος μοίρας γʹ, ὁ δὲ εἰρη- μένος ἀστὴρ ἐν τῷ πλινθίῳ ἐπέχει τοῦ Λέοντος μικρῷ

ἔλασσον τῶν γʹ μοιρῶν. ὅτι δὲ ἐπὶ τῶν ἐμπροσθίων ποδῶν κεῖται ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ, φανερὸν ποιεῖ ὁ μὲν Εὔδοξος λέγων οὕτως· 1. ἔχων τὰ τῶν A. || 5. οὕτω edd. || 7. μέσην A. || 9. μέσῃ AP3M | ὕπο corr. Maass hic et infra, ὑπὸ vulg. || 14. ἔστιν „πρὸ δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ „ἐστι λαμπρός.“ ὁ δὲ Ἄρατος· οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων.

τοῦ γὰρ νοτιωτέρου τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ εἷς μόνος προηγεῖται λαμπρὸς ἀστήρ, ὁ νῦν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι δεικνύμενος. καθόλου τε οἱ ἀρχαῖοι πάντες τὴν Ἄρκτον ἐκ τῶν ἑπτὰ μόνων ἀστέ-

ρων διετύπουν. φανερὸν δὲ μᾶλλον γίνεται τὸ λεγό- μενον ὑφʼ ἡμῶν ἐπὶ τῆς Μικρᾶς Ἄρκτου. ὁμολογου- μένως γὰρ ἐπʼ ἐκείνης ἥ τε κεφαλὴ καὶ οἱ πόδες ἐν τοῖς τέσσαρσιν ὑπʼ αὐτῶν τίθενται τοῖς τὸ πλινθίον περιέχουσιν· ἄλλοι γὰρ αὐτοῖς ἐκφανεῖς οὐ παράκεινται, καθάπερ τῷ μεγάλῳ πλινθίῳ, ὥστε συσχηματίσαι τὴν κεφαλὴν αὐτῆς καὶ τοὺς πόδας περιλαμβανομένους ὑπὸ τῆς σπείρας τοῦ Δράκοντος, ὥς φησι· σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις.

Τούτων δʼ οὕτως ἐχόντων, πῶς ἐστι δυνατὸν ὑπὸ τὴν Ἄρκτον τούς τε Διδύμους καὶ τὸν Καρκίνον κεῖσθαι, εἴπερ ἥ τε κεφαλὴ καὶ οἱ ἐμπρόσθιοι πόδες αὐτῆς κατὰ

τὴν γʹ τοῦ Λέοντος κεῖνται μοῖραν; δεῖ οὖν ὑπὸ μὲν τὴν Ἄρκτον τὸν Λέοντα μόνον τετάχθαι· ὁ γὰρ ἐν τοῖς ὀπισθίοις αὐτῆς ποσίν, ἐφʼ ὧν ἐστιν ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ, τοῦ Λέοντος ἐπέχει

ἔλασσον τῶν κεʹ μοιρῶν. τοῖς δʼ ὅλοις, εἴπερ προέκειτο 3. οιόσοιπρὸ (sic) LP3V, οἱόσοιπρο πρὸ M, οἷος οἱ πρὸ ed. pr. || 4. ὑπωμαίων corr. Maass, ὑπʼ ὠμ vulg. || 14. ad συσχημ. in marg. εὐ corr. M, ad εὐσχημ in marg. σϋ corr. V. 16. σπείρας*] σπείρης vulg. || 19. τούτου δʼ οὕτως ἔχοντος B edd. | σημῆναί τινα ζῴδια καθʼ ὅλην τὴν Ἄρκτον, ἔδει τὴν Παρθένον ὑπʼ αὐτὴν τάξαι, καὶ νὴ Δία, μέρος τῶν Χηλῶν· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου, ὅς ἐστιν ἔσχατος τῶν πρὸς ἀνατολὰς τῶν ἑπτά, κατὰ παράλληλον

τῷ ἰσημερινῷ κύκλον ἐπέχει Χηλῶν μοίρας δʹ. λέγω δὲ ὡς τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων ὑπαρχόντων. εἰ μέντοι γε τὰ εἰρημένα 〈σημεῖα〉 κατὰ μέσα τὰ ζῴδια κεῖται, ὡς Εὔδοξός φησιν, ὑπὸ μὲν τοὺς ὀπισθίους πόδας τῆς Ἄρκτου οὐ τὸν Λέοντα ἔδει τιθέναι, ἀλλὰ τὴν Παρθένον. ὁ μὲν γὰρ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ ἐπέχει κατὰ τὴν προειρημένην διαίρεσιν τοῦ ζῳδιακοῦ τῆς Παρθένου περὶ μοίρας ιʹ, ὁ δὲ βορειότερος τῆς Παρθένου

περὶ μοίρας ιϚʹ. κατὰ δὲ τὴν κεφαλὴν καὶ τοὺς ἐμ- προσθίους πόδας ἔδει τεθεικέναι τὸν Λέοντα· οἱ γὰρ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ἐφέξουσι κατὰ τὴν

προειρημένην διαίρεσιν Λέοντος μοίρας ιηʹ. δῆλον δὲ ἐκ τῶν εἰρημένων, [καὶ] διότι ὑφʼ ὅλην τὴν Ἄρκτον 〈καὶ〉 κατὰ τὸν Εὔδοξον δεῖ κεῖσθαι [τὸν Καρκίνον καὶ] τὸν Λέοντα καὶ τὴν Παρθένον καὶ τὰς Χηλάς· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου ἐπέχει κατὰ τὴν αὐτὴν διαίρεσιν τοῦ ζῳδιακοῦ Χηλῶν περὶ μοίρας ιθʹ.

Πάλιν δὲ ὁ Ἄρατος περὶ τοῦ Ἡνιόχου λέγων ἐπιφέρει ταυτί· ἀλλʼ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών. διαφωνεῖν οὖν μοι δοκεῖ πρὸς τὰ φαινόμενα καὶ ἐν τού- τοις· τοῦ γὰρ Ἡνιόχου οἱ πόδες μόνον ἅμα τῷ Ταύρῳ 1. σημάναι B. || 2. νὴ διὰ edd., corr. Migne. || 4. καὶ τὰ παράλλ. A, καταπαράλλ. LP3. || 5 κύκλον*] κύκλω vulg. | μοίρας abhinc saepius μοῖ abbr. A. || 11. πληνθίῳ LMV hic et infra. || συναναφέρονται, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα τοῖς Ἰχθύσι

κοὶ τῷ Κριῷ συνανατέλλει. καὶ αὐτὸς δὲ ἐν τοῖς ἑξῆς φησιν· ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ Ταύρῳ συμφορέονται. ἀλλʼ ὅσα λέγει Ταύρῳ συναναφέρεσθαι, ταῦτα κατʼ αὐτὸν ἅμα τῷ Κριῷ ἀνατέλλει. ἐπὶ πάντων γὰρ τῶν ἄστρων ἐν ταῖς Συνανατολαῖς οὕτως σημαίνει, οἷον τῆς ἀρχῆς τοῦ ζῳδίου ἐπὶ τῆς ἀνατολῆς οὔσης, τίνα

ἀνατεταλκότα ἐγγὺς τοῦ ὁρίζοντος φαίνεται. τοῦ μὲν ἀριστεροῦ ποδὸς πολὺ προανατέλλει ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατʼ αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ὁ ἀριστερὸς ποὺς τὸ

Κριῷ. καὶ μὴν οὐδὲ τοῦτʼ ἔστι βοηθοῦν αὐτῷ, διότι οὐ περὶ ὅλου λέγει, ἀλλʼ…

δύν…

The complete text is available when the reading interface loads.