Testimonia
- Authority group
- Hippias (catalogue association; authorship remains anonymous)
- Edition reference
- Testimonia, FGrH #6: 1A:156.
- CTS identifier
urn:cts:greekLit:tlg1434.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1a,6,T
1
SUID. s. Ἱππίας· Διοπείθους Ἠλεῖος· σοφιστὴς καὶ φιλόσοφος·
μαθητὴς Ἡγησιδάμου, ὃς τέλος ὡρίζετο τὴν αὐτάρκειαν. ἔγραψε πολλά.
2
PLATON Hipp. min. 368 B—D: ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς
Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων ... πρὸς δὲ
τούτοις ποιήματα ἔχων ἐλθεῖν, καὶ ἔπη καὶ τραγωιδίας καὶ διθυράμβους,
καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους· καὶ περὶ
τῶν τεχνῶν δὴ ὧν ἄρτι ἐγὼ ἔλεγον ἐπιστήμων ἀφικέσθαι διαφερόντως
τῶν ἄλλων, καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος,
καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά.
3
—Hipp. mai. 285 D: περὶ τῶν γενῶν, ὦ Σώκρατες, τῶν τε ἡρώων
καὶ τῶν ἀνθρώπων καὶ τῶν κατοικίσεων, ὡς τὸ ἀρχαῖον ἐκτίσθησαν αἱ
πόλεις, καὶ συλλήβδην πάσης τῆς ἀρχαιολογίας ἥδιστα ἀκροῶνται (sc. οἱ
Λάκωνες), ὥστ' ἔγωγε δι' αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκ-
μεμελετηκέναι πάντα τὰ τοιαῦτα.
4
PHILOSTRAT. Vit. Soph. I 11: διελέγετο δὲ καὶ περὶ Ζωγραφίας
καὶ περὶ ἀγαλματοποιίας.
SCHOL. APOLL. RHOD. III 1179: Ἱππίας δὲ ὁ Ἠλεῖος ἐνἘθνῶν Ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτούς· καὶ ὁμοίως Ἀτρό-μητος (VI). PLUTARCH. Num. 1: τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόνἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγρα-φὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ' οὐδενὸς ὁρμώμενονἀναγκαίου πρὸς πίστιν. ATHENAI. XIII 608 F: ἐπὶ κάλλει δὲ ... διαβόητοι γεγόνασιγυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη,οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας ὁ σοφιστὴς ἐντῶι ἐπιγραφομένωι Συναγωγή. CLEMENS ALEX. Strom. VI 15, 1 p. 434, 21 Stäh: Ἱππίαντὸν σοφιστὴν τὸν Ἠλεῖον ... παραστησώμεθα ὧδέ πως λέγοντα· <«τού-των ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίωι κατὰβραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι, τὰ δὲ Ὁμήρωι, τὰδὲ τοῖς ἄλλοις τῶν ποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς, τὰ μὲνἝλλησι, τὰ δὲ βαρβάροις· ἐγὼ δὲ ἐκ πάντων τούτων τὰμέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πο-λυειδῆ τὸν λόγον ποιήσομαι»>. DIOG. LAERT. I 24: Ἀριστοτέλης (De an. I 2 p. 405 a 19)δὲ καὶ Ἱππίας φασὶν αὐτὸν (sc. Θαλῆν) καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆςτεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. HYPOTH. SOPHOKL. O R: ἴδιον δέ τι πεπόνθασιν οἱ μεθ'Ὅμηρον ποιηταὶ τοὺς πρὸ τῶν Τρωικῶν βασιλεῖς τυράννους προσαγορεύ-οντες, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος, κατὰτοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηροςγοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησὶ καὶ οὐ τύραννον‘’εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα‘ (Od. ς 85). προσαγορευθῆναιδέ φασι τὸν τύραννον ἀπὸ τῶν Τυρρηνῶν· χαλεποὺς γάρ τινας περὶ ληι-στείαν τούτους γενέσθαι. PLUTARCH. Lyk. 23: αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁσοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν ...ὁ δὲ Φαληρεὺς Δημήτριος (IV) οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεωςἐν εἰρήνηι καταστήσασθαι τὴν πολιτείαν. PROKL. in Eukl. p. 65, 11 Friedl.: μετὰ δὲ τοῦτον (sc. Θαλῆν)Μάμερκος ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενος τῆς περὶγεωμετρίας σπουδῆς μνημονεύεται, καὶ Ἱππίας ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶγεωμετρίαι δόξαν αὐτοῦ λαβόντος. SCHOL. ARAT. 172 p. 369, 24 M: Θαλῆς (1 B 2 Diels) μὲν οὖνδύο αὐτὰς (sc. τὰς Ὑάδας) εἶπεν εἶναι ...· Εὐριπίδης ... (F 780)τρεῖς· Ἀχαιὸς (F 46) δὲ τέσσαρας· Μουσαῖος (67 B 18 Diels) ε̅· Ἱππίαςδὲ καὶ Φερεκύδης (3 F 90) ἑπτά. SCHOL. (EUST.) DION. Per. 270: Ἱππίας μέντοι φησὶν ἀπὸ τῶνὨκεανοῦ θυγατέρων· δύο γὰρ Ὠκεανίδας πρότερον γενέσθαι, Ἀσίαν καὶΕὐρώπην, ἀφ' ὧν τὰς χώρας εἰρῆσθαι. SCHOL. PINDAR. P IV 288 a: ταύτην (sc. τὴν Φρίξου μη-τρυιάν) δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις (F 49) Δημοδίκην· Ἱππίας δὲΓοργῶπιν· Σοφοκλῆς ἐν Ἀθάμαντι (p. 131 N2) Νεφέλην· Φερεκύδης(3 F 98) Θεμιστώ. ——N VII 53: τέσσαρας δὲ ἀναγράφει τὰς Ἐφύρας· πρώτηνμὲν τὴν αὖθις Κόρινθον ὀνομασθεῖσαν (Il. Ζ 152) ...· ἑτέραν δὲ τὴν περὶΘεσσαλίαν (Od. α 259) ...· τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει·τετάρτην τὴν ἐν Θεσπρωτοῖς. VIT. HOM. ROM. p. 30, 27 Wil.: Ἱππίας δ' αὖ καὶ Ἔφορος(II) Κυμαῖον (sc. γεγονέναι φασὶ τὸν Ὅμηρον).
1a,6,T
1
SUID. Ἱππίας Διοπείθους Ἠλεῖος, σοφιστὴς καὶ φιλόσοφος, μαθητὴς
Ἡγησιδάμου, ὃς τέλος ὡρίζετο τὴν αὐτάρκειαν. ἔγραψε πολλά.
PHILOSTRAT. V. Soph. I 11, 1ff. Ἱ. δὲ ὁ σοφιστὴς ὁ Ἠλεῖος τὸ μὲν<μνημονικὸν> οὕτω τι καὶ γηράσκων ἔρρωτο, ὡς καὶ πεντήκοντα ὀνομάτων ἀκούσαςἅπαξ ἀπομνημονεύειν αὐτὰ καθ' ἣν ἤκουσε τάξιν, ἐσήγετο δὲ ἐς τὰς διαλέξεις<γεωμετρίαν, ἀστρονομίαν, μουσικήν, ῥυθμούς>· (2) διελέγετο δὲ καὶ περὶ<ζωγραφίας> καὶ περὶ <ἀγαλματοποιίας>· (3) ταῦτα ἑτέρωθι· ἐν Λακεδαίμονι δὲγένη τε διήιει πόλεων (?) καὶ ἀποικίας καὶ ἔργα, ἐπειδὴ οἱ Λακεδαιμόνιοι διὰ τὸβούλεσθαι ἄρχειν τῆι ἰδέαι ταύτηι ἔχαιρον. (4) ἔστιν δὲ αὐτῶι καὶ <Τρωικὸςδιάλογος> [B 5], οὗ λόγος· ὁ Νέστωρ ἐν Τροίαι ἁλούσηι ὑποτίθεται Νεοπτολέμωιτῶι Ἀχιλλέως, ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι. (5) πλεῖστα δὲἙλλήνων πρεσβεύσας ὑπὲρ τῆς Ἤλιδος οὐδαμοῦ κατέλυσε τὴν ἑαυτοῦ δόξανδημηγορῶν τε καὶ διαλεγόμενος, ἀλλὰ καὶ χρήματα πλεῖστα ἐξέλεξε καὶ φυλαῖςἐνεγράφη πόλεων μικρῶν τε καὶ μειζόνων. (6) παρῆλθε καὶ εἰς τὴν Ἰνυκὸν ὑπὲρχρημάτων, τὸ δὲ πολίχνιον τοῦτο Σικελικοί εἰσιν, οὓς ὁ Πλάτων 〈ἐν〉 τῶι Γοργίαιἐπισκώπτει. (7) εὐδοκιμῶν δὲ καὶ τὸν ἄλλον χρόνον ἔθελγε τὴν Ἑλλάδα ἐνὈλυμπίαι λόγοις ποικίλοις καὶ πεφροντισμένοις εὖ. (8) ἡρμήνευε δὲ οὐκ ἐλλιπῶςἀλλὰ περιττῶς καὶ κατὰ φύσιν, ἐς ὀλίγα καταφεύγων τῶν ἐκ ποιητικῆς ὀνόματα. [PLUT.] Vit. X or. 4 p. 838A ἐγένετο δ' αὐτῶι [Isokrates] καὶ παῖςἈφαρεὺς πρεσβύτηι ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲτῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος. 839 B καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηρά-σαντα δ' ἑταίραι συνεῖναι ἧι ὄνομα ἦν Λαγίσκη ... ἔπειτα Πλαθάνην τὴν Ἱππίουτοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν Ἀφαρέα, ὡς προεί-ρηται, ἐποιήσατο. HARPOCR. Ἀφαρεύς. οὗτος Ἱππίου μὲν ἦν υἱός, ἐνομίζετο δὲἸσοκράτους. ZOSIM. V. Isocr. p. 253, 4 Westerm. γυναῖκα δ' ἠγάγετοΠλαθάνην τινά, Ἱππίου τοῦ ῥήτορος ἀπογεννωμένην. PLATO Apol. 19 E καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τ' εἴηπαιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντῖνος καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἱ.ὁ Ἠλεῖος. ATHEN. V 218 C ὁ δὲ Πλάτων καὶ τὸν Ἠλεῖον Ἱππίαν συμπαρόντα ποιεῖ[ἐν] τῶι Πρωταγόραι μετά τινων ἰδίων πολιτῶν, οὓς οὐκ εἰκὸς ἐν Ἀθή-ναις ἀσφαλῶς διατρίβειν πρὸ τοῦ τὰς ἐνιαυσίας ἐπὶ Ἰσάρχου [τοῦ] Ἐλαφηβολιῶνοςσυντελεσθῆναι σπονδάς. XENOPH. Symp. 4, 62 οἶδα μέν, ἔφη, σε [An-tisthenes] Καλλίαν τουτονὶ προαγωγεύσαντα τῶι σοφῶι Προδίκωι ..., οἶδαδέ σε Ἱππίαι τῶι Ἠλείωι, παρ' οὗ οὗτος καὶ τὸ μνημονικὸν ἔμαθεν.