Testimonia
- Authority group
- Hippias (catalogue association; authorship remains anonymous)
- Edition reference
- Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn., Berlin: Weidmann, 1952: 326–330.
- CTS identifier
urn:cts:greekLit:tlg1434.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
PLATO Hipp. mai. 281 A Ἱππίας ὁ καλός τε καὶ σοφός,
ὡς διὰ χρόνου ἡμῖν κατῆρας εἰς τὰς Ἀθήνας. —Οὐ γὰρ σχολή, ὦ Σώκρατες. ἡ γὰρ
Ἦλις ὅταν τι δέηται διαπράξασθαι πρός τινα τῶν πόλεων, ἀεὶ ἐπὶ πρῶτον ἐμὲ
ἔρχεται τῶν πολιτῶν αἱρουμένη πρεσβευτήν, ἡγουμένη δικαστὴν καὶ ἄγγελον ἱκα-
νώτατον εἶναι τῶν λόγων, οἳ ἂν παρὰ τῶν πόλεων ἑκάστων λέγωνται. πολλάκις
μὲν οὖν καὶ εἰς ἄλλας πόλεις ἐπρέσβευσα, πλεῖστα δὲ καὶ περὶ πλείστων καὶ με-
γίστων εἰς τὴν Λακεδαίμονα· διὸ δή, ὃ σὺ ἐρωτᾶις, οὐ θαμίζω εἰς τούσδε τοὺς
τόπους.
7
— —282D E ἀφικόμενος δέ ποτε εἰς Σικελίαν Πρω-
ταγόρου [s. 80 A 9] αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου
ὄντος [καὶ] πολὺ νεώτερος ὢν ἐν ὀλίγωι χρόνωι πάνυ πλέον ἢ πεντήκοντα καὶ
ἑκατὸν μνᾶς εἰργασάμην, καὶ ἐξ ἑνός γε χωρίου πάνυ σμικροῦ Ἰνυκοῦ πλέον ἢ εἴκοσι
μνᾶς· καὶ τοῦτο ἐλθὼν οἴκαδε φέρων τῶι πατρὶ ἔδωκα, ὥστε ἐκεῖνον καὶ τοὺς ἄλλους
πολίτας θαυμάζειν τε καὶ ἐκπεπλῆχθαι. καὶ σχεδόν τι οἶμαι ἐμὲ πλείω χρήματα
εἰργάσθαι ἢ ἄλλους σύνδυο οὕστινας βούλει τῶν σοφιστῶν.
8
PLATO Hipp. min. 363c καὶ γὰρ ἂν δεινὰ ποιοίην, ὦ Εὔδικε, εἰ
Ὀλυμπίαζε μὲν εἰς τὴν τῶν Ἑλλήνων πανήγυριν, ὅταν τὰ Ὀλύμπια ἦι, ἀεὶ ἐπανιὼν
οἴκοθεν ἐξ Ἤλιδος εἰς τὸ ἱερὸν παρέχω ἐμαυτὸν καὶ λέγοντα ὅ τι ἄν τις βούληται
ὧν ἄν μοι εἰς ἐπίδειξιν παρεσκευασμένον ἦι, καὶ ἀποκρινόμενον τῶι βουλομένωι
ὅ τι ἄν τις ἐρωτᾶι, νῦν δὲ τὴν Σωκράτους ἐρώτησιν φύγοιμι ... 346 A ἐξ οὗ γὰρ
ἦργμαι Ὀλυμπίασιν ἀγωνίζεσθαι οὐδενὶ πώποτε κρείττονι εἰς οὐδὲν ἐμαυτοῦ
ἐνέτυχον.
9
—Hipp. mai. 286 A Καὶ ναὶ μὰ Δί', ὦ Σώκρατες, περί γε
ἐπιτηδευμάτων καλῶν καὶ ἔναγχος αὐτόθι ηὐδοκίμησα διεξιών, ἃ χρὴ τὸν νέον
ἐπιτηδεύειν. ἔστι γάρ μοι περὶ αὐτῶν παγκάλως λόγος συγκείμενος, καὶ ἄλλως
εὖ διακείμενος καὶ τοῖς ὀνόμασι· πρόσχημα δέ μοί ἐστι καὶ ἀρχὴ τοιάδε τις τοῦ
λόγου· ἐπειδὴ ἡ Τροία ἥλω, λέγει ὁ λόγος, ὅτι Νεοπτόλεμος Νέ-
στορα ἔροιτο, ποῖά ἐστι καλὰ ἐπιτηδεύματα, ἃ ἄν τις ἐπιτηδεύσας νέος ὢν εὐδοκι-
μώτατος γένοιτο· μετὰ ταῦτα δὴ λέγων ἐστὶν ὁ Νέστωρ καὶ ὑποτιθέμενος αὐτῶι
πάμπολλα νόμιμα καὶ πάγκαλα. τοῦτον δὴ καὶ ἐκεῖ ἐπεδειξάμην καὶ
ἐνθάδε μέλλω ἐπιδεικνύναι εἰς τρίτην ἡμέραν ἐν τῶι Φειδοστράτου
διδασκαλείωι καὶ ἄλλα πολλὰ καὶ ἄξια ἀκοῆς· ἐδεήθη γάρ μου Εὔδικος ὁ Ἀπη-
μάντου.
10
—Hipp min. 364c φημὶ γὰρ Ὅμηρον πεποιηκέναι ἄριστον
μὲν ἄνδρα Ἀχιλλέα τῶν εἰς Τροίαν ἀφικομένων, σοφώτατον δὲ Νέστορα, πολυ-
τροπώτατον δὲ Ὀδυσσέα.
11
—Hipp. mai. 285 B ἐπαινοῦσι δὲ δή σε
πρὸς θεῶν, ὦ Ἱππία, καὶ χαίρουσιν ἀκούοντες ποῖα; ἢ δῆλον δὴ
ὅτι ἐκεῖνα ἃ σὺ κάλλιστα ἐπίστασαι, τὰ περὶ τὰ <ἄστρα> τε καὶ τὰ <οὐράνια πάθη>;
—Οὐδ' ὁπωστιοῦν· ταῦτά γε οὐδ' ἀνέχονται. —Ἀλλὰ περὶ <γεωμετρίας> τι
χαίρουσιν ἀκούοντες; —Οὐδαμῶς, ἐπεὶ οὐδ' ἀριθμῶν ἐκείνων γε ὡς ἔπος εἰπεῖν
πολλοὶ ἐπίστανται. —Πολλοῦ ἄρα δέουσιν περί γε <λογισμῶν> ἀνέχεσθαί σου ἐπι-
δεικνυμένου. —Πολλοῦ μέντοι, νὴ Δία. —Ἀλλὰ δῆτα ἐκεῖνα ἃ σὺ ἀκριβέστατα
ἐπίστασαι ἀνθρώπων διαιρεῖν, περί τε <γραμμάτων δυνάμεως> καὶ <συλλαβῶν>
καὶ <ῥυθμῶν> καὶ <ἁρμονιῶν>; —Περὶ ποίων, ὠγαθέ, ἁρμονιῶν καὶ γραμμάτων;
—Ἀλλὰ τί μήν ἐστιν ἃ ἡδέως σου ἀκροῶνται καὶ ἐπαινοῦσιν; αὐτός μοι εἰπέ,
ἐπειδὴ ἐγὼ οὐχ εὑρίσκω. —Περὶ τῶν <γενῶν>, ὦ Σώκρατες, <τῶν τε ἡρώων
καὶ τῶν ἀνθρώπων> καὶ τῶν <κατοικίσεων>, ὡς τὸ <ἀρχαῖον> ἐκτίσθησαν αἱ
πόλεις, καὶ συλλήβδην πάσης τῆς <ἀρχαιολογίας> ἥδιστα ἀκροῶνται, ὥστ' ἔγωγε
δι' αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκμεμελετηκέναι πάντα τὰ τοιαῦτα.
—Ναὶ μὰ Δί', ὦ Ἱππία, ηὐτύχηκάς γε, ὅτι Λακεδαιμόνιοι οὐ χαίρουσιν, ἄν τις
αὐτοῖς ἀπὸ Σόλωνος τοὺς ἄρχοντας τοὺς ἡμετέρους καταλέγηι· εἰ δὲ μή, πρά-
γματ' ἂν εἶχες ἐκμανθάνων. —Πόθεν, ὦ Σώκρατες; ἅπαξ ἀκούσας πεντήκοντα
ὀνόματα ἀπομνημονεύσω. —Ἀληθῆ λέγεις, ἀλλ' ἐγὼ οὐκ ἐνενόησα, ὅτι τὸ <μνη-
μονικὸν> ἔχεις· ὥστ' ἐννοῶ ὅτι εἰκότως σοι χαίρουσιν οἱ Λακεδαιμόνιοι ἅτε πολλὰ
εἰδότι, καὶ χρῶνται ὥσπερ ταῖς πρεσβύτισιν οἱ παῖδες πρὸς τὸ ἡδέως μυθολο-
γῆσαι.
12
—Hipp. min. 368 B πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ
ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου πολλὴν σοφίαν καὶ ζηλωτὴν
σαυτοῦ διεξιόντος ἐν ἀγορᾶι ἐπὶ ταῖς τραπέζαις. ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς
Ὀλυμπίαν ἃ <εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων>· πρῶτον
μὲν δακτύλιον (ἐντεῦθεν γὰρ ἤρχου) ὃν εἶχες σαυτοῦ ἔχειν ἔργον ὡς ἐπιστάμενος
δακτυλίους γλύφειν καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ
αὐτὸς εἰργάσω· ἔπειτα ὑποδήματα ἃ εἶχες ἔφησθα αὐτὸς σκυτοτομῆσαι καὶ τὸ
ἱμάτιον ὑφῆναι καὶ τὸν χιτωνίσκον· καὶ ὅ γε πᾶσιν ἔδοξεν ἀτοπώτατον καὶ σοφίας
πλείστης ἐπίδειγμα [ἐπειδὴ], τὴν ζώνην ἔφησθα τοῦ χιτωνίσκου, ἣν εἶχες, εἶναι
μὲν οἷαι αἱ Περσικαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι· πρὸς δὲ τούτοις
<ποιήματα ἔχων ἐλθεῖν καὶ ἔπη καὶ τραγωιδίας καὶ διθυράμβους καὶ
καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους>· καὶ
περὶ τῶν τεχνῶν δή, ὧν ἄρτι ἐγὼ ἔλεγον, ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν
ἄλλων καὶ <περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος>, καὶ
ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν· καίτοι τό γε <μνη-
μονικὸν> ἐπελαθόμην σου, ὡς ἔοικε, τέχνημα, ἐν ὧι σὺ οἴει λαμπρότατος εἶναι.
13
ATHEN. XI 506 F ἐν δὲ τῶι Μενεξένωι οὐ μόνον Ἱ. ὁ Ἠλεῖος χλευάζεται,
ἀλλὰ καὶ ὁ Ῥαμνούσιος Ἀντιφῶν καὶ ὁ μουσικὸς Λάμπρος.
14
XENOPH. Mem. IV 4, 5ff. οἶδα δέ ποτε αὐτὸν [Sokrates] καὶ πρὸς Ἱππίαν
τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. διὰ χρόνου γὰρ ἀφικόμενος ὁ
Ἱππίας Ἀθήναζε παρεγένετο τῶι Σωκράτει λέγοντι πρός τινας, ὡς θαυμαστὸν εἴη τό,
εἰ μέν τις βούλοιτο σκυτέα διδάξασθαί τινα ἢ τέκτονα ἢ χαλκέα ἢ ἱππέα, μὴ ἀπορεῖν,
ὅποι ἂν πέμψας τούτου τύχοι· φασὶ δέ τινες καὶ ἵππον καὶ βοῦν τῶι βουλομένωι
δικαίους ποιήσασθαι πάντα μεστὰ εἶναι τῶν διδαξόντων· ἐὰν δέ τις βούληται ἢ
αὐτὸς μαθεῖν τὸ δίκαιον ἢ υἱὸν ἢ οἰκέτην διδάξασθαι, μὴ εἰδέναι ὅποι ἂν ἐλθὼν
τύχοι τούτου. (6) καὶ ὁ μὲν Ἱ. ἀκούσας ταῦτα ὥσπερ ἐπισκώπτων αὐτόν· Ἔτι
γὰρ σύ, ἔφη, ὦ Σώκρατες, ἐκεῖνα τὰ αὐτὰ λέγεις ἃ ἐγὼ πάλαι ποτέ σου ἤκουσα;
καὶ ὁ Σωκράτης· Ὃ δέ γε τούτου δεινότερον, ἔφη, ὦ Ἱππία, οὐ μόνον ἀεὶ τὰ
αὐτὰ λέγω, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν· σὺ δ' ἴσως διὰ τὸ πολυμαθὴς εἶναι περὶ
τῶν αὐτῶν οὐδέποτε τὰ αὐτὰ λέγεις. Ἀμέλει, ἔφη, πειρῶμαι καινόν τι λέγειν
ἀεί. (7) Πότερον, ἔφη, καὶ περὶ ὧν ἐπίστασαι; οἷον περὶ γραμμάτων ἐάν τις
ἔρηταί σε, πόσα καὶ ποῖα Σωκράτους ἐστίν, ἄλλα μὲν πρότερον, ἄλλα δὲ νῦν πειρᾶι
λέγειν; ἢ περὶ ἀριθμῶν τοῖς ἐρωτῶσιν, εἰ τὰ δὶς πέντε δέκα ἐστίν, οὐ τὰ αὐτὰ
νῦν ἃ καὶ πρότερον ἀποκρίνει; Περὶ μὲν τούτων, ἔφη, ὦ Σώκρατες, ὥσπερ σύ,
καὶ ἐγὼ ἀεὶ τὰ αὐτὰ λέγω· περὶ μέντοι τοῦ δικαίου πάνυ οἶμαι νῦν ἔχειν εἰπεῖν,
πρὸς ἃ οὔτε σὺ οὔτ' ἂν ἄλλος οὐδεὶς δύναιτ' ἀντειπεῖν.
15
TERTULL. Apolog. 46
Hippias dum civitati insidias disponit occi-
ditur.
16
AMMIAN. MARCELL. 16, 5, 8 si itaque verum est quod scriptores
varii memorant, Cyrum regem et Simonidem lyricum et Hippiam Eleum
sophistarum acerrimum ideo valuisse memoria, quod epotis quibusdam
remediis id impetrarunt ...
{ΙΠΠΙΟΥ ΕΛΕΓΕΙΑ} PAUS. V 25, 4τότε δὲ ἐπὶ τῆι ἀπωλείαι τῶν παίδωνοἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευ-ρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸνδιδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν. τὸ μὲν δὴ ἐπίγραμμα ἐδή-λου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῶι Μεσσηνίων· χρόνωιδὲ ὕστερον Ἱ. ὁ λεγόμενος ὑπὸ Ἑλλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖαἐπ' αὐτοῖς ἐποίησεν· ἔργα δέ εἰσιν Ἠλείου Κάλωνος αἱ εἰκόνες.{ΕΘΝΩΝ ΟΝΟΜΑΣΙΑΙ} SCHOL. APOLL. III 1179 [hinter2 B 1] Ἱ. δὲ ὁ Ἠλεῖος ἐν <Ἐθνῶν ὀνομασίαις> φησὶν ἔθνος τικαλεῖσθαι <Σπαρτοὺς> καὶ ὁμοίως Ἀτρόμητος.{ΟΛΥΜΠΙΟΝΙΚΩΝ ΑΝΑΓΡΑΦΗ} PLUT. Num. 1 τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλε-πόν ἐστι καὶ μάλιστα τοὺς ἐκ τῶν <Ὀλυμπιονικῶν> ἀναγομένους,ὧν τὴν <ἀναγραφὴν> ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ'οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν.{ΣΥΝΑΓΩΓΗ} ATHEN. XIII 608 F ἐπὶ κάλλει δὲ ... διαβόητοι γεγόνασιγυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσινἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱ. ὁσοφιστὴς ἐν τῶι ἐπιγραφομένωι <Συναγωγή>. HESYCH. Θαργηλία·‘ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς δὲ τὴν ὄψιν καὶτἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοιςἐγήματο τῶν διασημοτάτων.’{ΤΡΩΙΚΟΣ (ΔΙΑΛΟΓΟΣ)} CLEM. Strom. VI 15 [II 434, 19 St.] φέρε ἄντικρυς μαρτυροῦνταἡμῖν Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον, ὃς τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοισκέμματος ἧκεν λόγον, παραστησώμεθα ὧδέ πως λέγοντα· <τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίωι κατὰ βραχὺἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι τὰ δὲ Ὁμήρωι, τὰ δὲ τοῖς ἄλλοις τῶνποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροις· ἐγὼδὲ ἐκ πάντων τούτων τὰ μέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον και-νὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.> EUSTATH. Z. DIONYS. Per. 270 Ἱ. ἀπὸ Ἀσίας καὶ Εὐρώπης τῶνὨκεανίδων τὰς ἠπείρους καλεῖ. HYPOTH. SOPH. Oed. R. V [Schol. II 12, 11 Dind.] ἴδιον δέ τιπεπόνθασιν οἱ μεθ' Ὅμηρον ποιηταὶ τοὺς πρὸ τῶν Τρωικῶν βασιλεῖς <τυράννους>προσαγορεύοντες, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος,κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱ. ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸνπάντων παρανομώτατον Ἔχετον βασιλέα φησὶ καὶ οὐ τύραννον· ‘εἰς Ἔχετον βα-σιλῆα βροτῶν δηλήμονα’ [σ 84]. προσαγορευθῆναι δέ φασι τὸν <τύραννον> ἀπὸτῶν <Τυρρηνῶν>· χαλεποὺς γάρ τινας περὶ ληιστείαν τούτους γενέσθαι. PHRYNICH. ecl. 312 Lob. <παραθήκην> Ἱππίαν καὶ Ἴωνά τινα συγ-γραφέα φασὶν εἰρηκέναι· ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν ὡς Πλάτωνκαὶ Θουκυδίδης καὶ Δημοσθένης. PLUT. Lyc. 23 αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱ. μὲν ὁ σοφιστὴς πολεμι-κώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν ... PROCL. in Eucl. p. 65, 11 Friedl. μετὰ δὲτοῦτον <Μάμερκος> ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενοςτῆς περὶ γεωμετρίας σπουδῆς μνημονεύεται καὶ Ἱ. ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶγεωμετρίαι δόξαν αὐτοῦ λαβόντος. SCHOL. ARAT. 172 p. 369, 27 Maass Ἱ. δὲ καὶΦερεκύδης [F GrHist. 3 F 90 I 84, 33] ἑπτά [Ὑάδας εἶναι]. SCHOL. PIND. Pyth. 4, 288 ταύτην [Stiefmutter des Phrixos]δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις [fr. 49 Schr.] Δημοδίκην φησίν, Ἱ. δὲ Γοργῶπιν. —Nem. 7, 53 τρίτην δὲ [Ephyra] περὶ Ἦλιν, ἧς Ἱ. μνημονεύει. STOB. III 38, 32 Πλουτάρχου ἐκ τοῦ 〈Περὶ τοῦ〉 διαβάλλειν. ‘Ἱ. λέγειδύο εἶναι φθόνους· τὸν μὲν δίκαιον, ὅταν τις τοῖς κακοῖς φθονῆι τιμωμένοις, τὸνδὲ ἄδικον, ὅταν τοῖς ἀγαθοῖς. καὶ διπλᾶ τῶν ἄλλων οἱ φθονεροὶ κακοῦνται· οὐγὰρ μόνον τοῖς ἰδίοις κακοῖς ἄχθονται ὥσπερ ἐκεῖνοι, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοιςἀγαθοῖς.’ — —42, 10 Πλουτάρχου ἐκ τοῦ 〈Περὶ τοῦ〉 διαβάλλειν. ‘Ἱ. φησίν,<ὅτι δεινόν ἐστιν ἡ διαβολία>, οὕτως ὀνομάζων, ὅτι οὐδὲ τιμωρία τις κατ'αὐτῶν γέγραπται ἐν τοῖς νόμοις ὥσπερ τῶν κλεπτῶν· καίτοι ἄριστον ὂν κτῆματὴν φιλίαν κλέπτουσιν, ὥστε ἡ ὕβρις κακοῦργος οὖσα δικαιοτέρα ἐστὶ τῆς δια-βολῆς διὰ τὸ μὴ ἀφανὴς εἶναι.’ VIT. HOMERI Rom. p. 30, 27 Wil. Ἱ. δ' αὖ καὶ Ἔφορος Κυμαῖον[γεγονέναι φασὶ τὸν Ὅμηρον]. PAPYR. PETROPOL. n. 13, col. 2, 11 [ed. Jernstedt Journ. desUnterrichtsmin. (russ.) 1901 Oktob. p. 51] ΙΠΠΙΟΥ. ARISTOT. Poet. 25. 1461a 21 κατὰ δὲ προσωιδίαν [ὁρῶντα δεῖδιαλύειν] ὥσπερ Ἱ. ἔλυεν ὁ Θάσιος τὸ ‘δίδομεν δέ οἱ’ καὶ ‘τὸ μὲν οὗ καταπύθεταιὄμβρωι’. Soph. el. 4. 166b 1 παρὰ δὲ τὴν προσωιδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆςδιαλεκτικοῖς οὐ ῥάιδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλονοἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα‘τὸ μὲν οὐ καταπύθεται ὄμβρωι’ [Ψ 328]. λύουσι γὰρ αὐτὸ τῆι προσωιδίαιλέγοντες τὸ ο̅υ̅ ὀξύτερον· καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκαὐτὸς ὁ Ζεὺς εἶπεν ‘δίδομεν δέ οἱ εὖχος ἀρέσθαι’ [B 15], ἀλλὰ τῶι ἐνυπνίωιἐνετέλλετο διδόναι. PROCL. in Eucl. p. 272, 3 Friedl. Νικομήδης μὲν γὰρ ἐκ τῶν κογ-χοειδῶν γραμμῶν, ὧν καὶ τὴν γένεσιν καὶ τὴν τάξιν καὶ τὰ συμπτώματα παραδέ-δωκεν, αὐτὸς εὑρετὴς ὢν τῆς ἰδιότητος αὐτῶν πᾶσαν εὐθύγραμμον γωνίαν ἐτριχο-τόμησεν. ἕτεροι δὲ ἐκ τῶν Ἱππίου καὶ Νικομήδους τετραγωνιζουσῶν πεποιήκασιτὸ αὐτὸ μικταῖς καὶ οὗτοι χρησάμενοι γραμμαῖς ταῖς τετραγωνιζούσαις.