Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
- Scientific editors
- Francis Xavier Funk, Francis Diekamp
- Edition reference
- Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] · Tübingen · H. Laupp · 1913
- CTS identifier
urn:cts:greekLit:tlg1443.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΙΓΝΑΤΙΩΙ ΜΑΡΙΑ ΕΚ ΚΑΣΣΟΒΟΛΩΝ.
Chapter 0
Note that this work follows the print edition convention, which places traditional epistle 13, Epistula Mariae ad Ignatium, before the other 12 epistles, so that nominal epistle 13 precedes nominal epistle 1 and does not appear after nominal epistle 12. Μαρία προσήλυτος Ἰησοῦ Χριστοῦ Ἰγνατίῳ Θεοφόρῳ μακαριωτάτῳ ἐπισκόπῳ ἐκκλησίας ἀποστολικῆς τῆς κατὰ Ἀντιόχειαν ἐν θεῷ πατρὶ καὶ Ἰησοῦ ἠγαπημένῳ χαίρειν καὶ ἐρρῶσθαι. πάντοτέ σοι εὐχόμεθα τὴν ἐν αὐτῷ χαράν τε καὶ ὑγείαν.
Chapter 1
I. Ἐπειδή, θαυμάσιε, καὶ παρ’ ἡμῖν ὁ Χριστὸς ἐγνωρίσθη υἱὸς εἶναι τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἐν ὑστέροις καιροῖς ἐνηνθρωπηκέναι διὰ παρθένου Μαρίας ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ κατὰ τὰς περὶ αὐτοῦ ὑπ’ αὐτοῦ προρρηθείσας φωνὰς παρὰ τοῦ τῶν προφητῶν χοροῦ, τούτου ἕνεκεν παρακαλοῦμεν ἀξιοῦντες ἀποσταλῆναι ἡμῖν παρὰ τῆς σῆς συνέσεως Μάριν τὸν ἑταῖρον ἡμῶν ἐπίσκοπον τῆς ἡμεδαπῆς Νέας πόλεως τῆς πρὸς τῷ Ζαρβῷ, καὶ Εὐλόγιον Κασσοβόλων πρεσβύτερον, ὅπως μὴ ὦμεν ἔρημοι τῶν προστατῶν τοῦ θείου λόγου,
2. καθά που καὶ Μωσῆς λέγει· Ἐπισκεψάσθω κύριος ὁ θεὸς ἄνθρωπον, ὃς ὁδηγήσει τὸν λαὸν τοῦτον, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν.
Chapter 2
II. Ὑπὲρ δὲ τοῦ νέους εἶναι τοὺς προγεγραμμένους δείσῃς μηδέν, ὦ μακάριε. γινώσκειν γάρ σε θέλω, ὡς ὑπερφρονοῦσι σαρκὸς καὶ τῶν ταύτης παθῶν ἀλογοῦσιν αὐτοὶ ἐν ἑαυτοῖς, προσφάτῳ νεότητι ἱερωσύνης ἀστράπτοντες πολιᾷ.
2. ἀνάσκαλον δὲ τὸν λογισμόν σου διὰ τοῦ δοθέντος σοι παρὰ θεοῦ διὰ Χριστοῦ πνεύματος αὐτοῦ, καὶ γνώσῃ, ὡς Σαμουὴλ μικρὸν παιδάριον ὢν ὁ βλέπων ἐκλήθη, καὶ τῷ χορῷ τῶν προφητῶν ἐγκαταλεχθεὶς τὸν πρεσβύτην Ἡλεὶ παρανομίας ἐξελέγχει, ὅτι παραπλῆγας υἱεῖς θεοῦ τοῦ πάντων αἰτίου προτετιμήκει καὶ παίζοντας εἰς τὴν ἱερωσύνην καὶ εἰς τὸν λαὸν ἀσελγαίνοντας εἴασεν ἀτιμωρήτους.
Chapter 3
III. Δανιὴλ δὲ ὁ σοφὸς νέος ὢν ἔκρινεν ὠμογέροντάς τινας, δείξας ἐξώλεις αὐτοὺς καὶ οὐ πρεσβυτέρους εἶναι καὶ τῷ γένει Ἰουδαίους ὄντας τῷ τρόπῳ Χαναναίους ὑπάρχειν.
2. καὶ Ἱερεμίας διὰ τὸ νέον παραιτούμενος τὴν ἐγχειριζομένην αὐτῷ πρὸς τοῦ θεοῦ προφητείαν ἀκούει· Μὴ λέγε, ὅτι νεώτερός εἰμι, διότι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ καὶ κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, λαλήσεις, ὅτι μετά σου ἐγώ εἰμι.
3. Σολομὼν δὲ ὁ σοφὸς δυοκαίδεκα τυγχάνων ἐτῶν συνῆκε τὸ μέγα τῆς ἀγνωσίας τῶν γυναικῶν ἐπὶ τοῖς σφετέροις τέκνοις ζήτημα, ὡς πάντα τὸν λαὸν ἐκστῆναι ἐπὶ τῇ τοσαύτῃ τοῦ παιδὸς σοφίᾳ καὶ φοβηθῆναι οὐχ ὡς μειράκιον, ἀλλ’ ὡς τέλειον ἄνδρα.
4. τὰ δὲ αἰνίγματα τῆς Αἰθιόπων βασιλίδος, φορὰν ἔχοντα ὥσπερ τὰ τοῦ Νείλου ῥεύματα, οὕτως ἐπελύσατο, ὡς ἔξω ἑαυτῆς γενέσθαι τὴν οὕτως σοφήν.
Chapter 4
IV. Ἰωσίας δὲ ὁ θεοφιλὴς ἄναρθρα σχεδὸν ἔτι φθεγγόμενος ἐλέχχει τοὺς τῷ πονηρῷ πνεύματι κατόχους, ὡς ψευδολόγοι καὶ λαοπλάνοι τυγχάνουσι, δαιμόνων τε ἐκκαλύπτει τὴν ἀπάτην καὶ τοὺς οὐκ ὄντας θεοὺς παραδειγματίζει καὶ τοὺς ἱερωμένους αὐτοῖς νηποινὶ κατασφάζει, βωμούς τε αὐτῶν ἀνατρέπει καὶ θυσιαστήρια νεκροῖς λειψάνοις μιαίνει τεμένη τε καθαιρεῖ καὶ τὰ ἄλση ἐκκόπτει καὶ τὰς στήλας συντρίβει καὶ τοὺς τῶν ἀσεβῶν τάφους ἀνορύττει, ἵνα μηδὲ σημεῖον ἔτι τῶν πονηρῶν ὑπάρχῃ· οὕτω τις ζηλωτὴς ἦν τῆς εὐσεβείας καὶ τῶν ἀσεβῶν τιμωρός, ἔτι ψελλίζων τῇ γλώττῃ.
2. Δαυὶδ δὲ ὁ προφήτης ὁμοῦ καὶ βασιλεύς, ἡ τοῦ σωτηρίου κατὰ σάρκα ῥίζα, μειράκιον χρίεται ὑπὸ Σαμουὴλ εἰς βασιλέα· φησὶν γάρ που αὐτός, ὅτι μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
Chapter 5
V. Καὶ ἐπιλείψει με ὁ χρόνος, εἰ πάντας ἀνιχνεύειν βουλοίμην τοὺς ἐν νεότητι εὐαρεστήσαντας θεῷ προφητείαν τε καὶ ἱερωσύνην καὶ βασιλείαν ὑπὸ θεοῦ ἐγχειρισθέντας. ὑπομνήσεως δὲ ἕνεκα αὐτάρκη καὶ τὰ εἰρημένα.
2. ἀλλά σε ἀντιβολῶ, μή σοί τις περιττὴ εἶναι δόξω καὶ φανητιῶσα· οὐ γὰρ διδάσκουσά σε, ἀλλ’ ὑπομιμνήκουσα τὸν ἐμὸν ἐν θεῷ πατέρα τούτους παρεθέμην τοὺς λόγους· γινώσκω γὰρ τὰ ἑαυτῆς μέτρα καὶ οὐ συμπαρεκτείνω ἑαυτὴν τοῖς τηλικούτοις ὑμῖν.
3. ἀσπάζομαί σου τὸν ἅγιον κλῆρον καὶ τὸν φιλόχριστόν σου λαὸν τὸν ὑπὸ τὴν σὴν κηδεμονίαν ποιμαινόμενον. πάντες οἱ παρ’ ἡμῖν πιστοὶ προσαγορεύουσίν σε. ὑγιαίνειν με κατὰ θεὸν προσεύχου, μακάριε ποιμήν.
ΠΡΟΣ ΜΑΡΙΑΝ.
Chapter 0
Note that this work follows the print edition convention, which places traditional epistle 13, Epistula Mariae ad Ignatium, before the other 12 epistles, so that nominal epistle 13 precedes nominal epistle 1 and does not appear after nominal epistle 12. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ χάριτι θεοῦ πατρὸς ὑψίστου καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος πιστοτάτῃ, ἀξιοθέῳ, χριστοφόρῳ θυγατρὶ Μαρίᾳ πλεῖστα ἐν θεῷ χαίρειν.
Chapter 1
I. Κρεῖττον μὲν γράμματος ὄψις, ὅσῳπερ μέρος οὖσα τοῦ χοροῦ τῶν αἰσθήσεων οὐ μόνον οἷς μεταδιδοῖ τὰ φιλικὰ τιμᾷ τὸν λαμβάνοντα, ἀλλὰ καὶ οἷς ἀντιδέχεται τὸν ἐπὶ τοῖς κρείττοσι πόθον πλουτεῖ.
2. πλὴν δεύτερος, φασί, λιμὴν καὶ ὁ τῶν γραμμάτων τρόπος, ὃν ὥσπερ ἀγαθὸν ὅρμον δεδέγμεθα παρὰ τῆς σῆς πίστεως πόρρωθεν, ὥσπερ δι’ αὐτῶν ἰδόντες τὸ ἔν σοι καλόν.
3. αἱ γὰρ τῶν ἀγαθῶν, ὦ πάνσοφε γύναι, ψυχαὶ ταῖς καθαρωτέραις ἐοίκασι πηγαῖς· ἐκεῖναί τε γὰρ τοὺς παριόντας, κἂν μὴ διψῶσιν, αὐτῷ τῷ εἴδει ἐφέλκονται αὐτοὺς ἀρύσασθαι τοῦ ποτοῦ, ἥ τε σὴ σύνεσις παρεγγυᾷ μετασχεῖν ἡμᾶς παρακελευομένη τῶν ἐν τῇ ψυχῇ σου βλυζόντων θείων ναμάτων.
Chapter 2
II. Ἐγὼ δέ, ὦ μακαρία, οὐκ ἐμαυτοῦ νῦν τοσοῦτον, ὅσον ἄλλων γενόμενος, ταῖς πολλῶν τῶν ἐναντίων γνώμαις ἐλαύνομαι, τὰ μὲν φυγαῖς, τὰ δὲ φρουραῖς, τὰ δὲ δεσμοῖς.
2. ἀλλ’ οὐδενὸς τούτων ἐπιστρέφομαι· ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.
3. ὀναίμην τῶν δεινῶν τῶν ἐμοὶ ἡτοιμασμένων, ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.
Chapter 3
III. Τὰ δὲ ὑπό σου διὰ τῆς ἐπιστολῆς κελευσθέντα ἀσμένως ἐπλήρωσα, ἐν οὐδενὶ ἀμφιβάλλων, ὧν αὐτὴ καλῶς ἔχειν δεδοκίμακας. ἔγνων γάρ σε κρίσει θεοῦ τὴν μαρτυρίαν τοῖν ἀνδροῖν πεποιῆσθαι, ἀλλ’ οὐ χάριτι σαρκικῇ.
2. πάνυ δέ με ἧσαν καὶ αἱ συνεχεῖς σου τῶν γραφικῶν χωρίων μνῆμαι, ἃς ἀναγνοὺς οὐδὲ μέχρις ἐννοίας ἐνεδοίασα περὶ τὸ πρᾶγμα· οὐ γὰρ εἰχον τίσιν ὀφθαλμοῖς ἐκδραμεῖν, ὧν εἶχον ἀναντίρρητον ὑπό σου τὴν ἀπόδειξιν.
3. ἀντίψυχόν σου γενοίμην ἐγώ, ὅτι φιλεῖς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος· διὸ καὶ αὐτὸς ἐρεῖ σοι· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην.
Chapter 4
IV. Ἐπέρχεται δέ μοι λέγειν, ὅτι ἀληθινὸς ὁ λόγος, ὃν ἤκουον περί σου, ἔτι οὔσης σου ἐν τῇ Ῥώμῃ παρὰ τῷ μακαρίῳ πάπᾳ Ἀνεγκλήτῳ, ὃν διεδέξατο τὰ νῦν ὁ ἀξιομακάριστος Κλήμης, ὁ Πέτρου καὶ Παύλου ἀκουστής. καὶ νῦν προσέθηκας ἐπ’ αὐτῷ ἑκατονταπλασίως, καὶ προσθείης γε ἔτι, ὦ αὕτη.
2. σφόδρα ἐπεθύμουν ἐλθεῖν πρὸς ὑμᾶς, ὥστε συναναπαύσασθαι ὑμῖν. ἀλλ’ οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ· ἐπέχει γάρ μου τὴν πρόθεσιν, οὐ συγχωροῦσα εἰς πέρας ἐλθεῖν ἡ στρατιωτικὴ φρουρά· ἀλλ’ οὔτε ἐν οἰς εἰμι δρᾶν τι ἢ παθεῖν οἷός τε ἐγώ.
3. διὸ δεύτερον τῆς ἐν φίλοις παραμυθίας τὸ γράμμα λογιζόμενος κατασπάζομαι τὴν ἱεράν σου ψυχήν, παρακαλῶν προσθεῖναι τῷ τόνῳ· ὁ γὰρ παρὼν πόνος ὀλίγος, ὁ δὲ προσδοκώμενος μισθὸς πολύς.
Chapter 5
V. Φεύγετε τοὺς ἀρνουμένους τὸ πάθος Χριστοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν. πολλοὶ δέ εἰσιν ἄρτι οἱ ταύτην νοσοῦντες τὴν ἀρρωστίαν. τὰ δὲ ἄλλα σοι παραινεῖν εὔηθες, κατηρτισμένῃ μὲν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, δυναμένῃ δὲ καὶ ἄλλους νουθετεῖν ἐν Χριστῷ.
2. ἄσπασαι πάντας τοὺς ὁμοίως σοι ἀντεχομένους τῆς ἑαυτῶν σωτηρίας ἐν Χριστῷ. ἀσπάζονταί σε οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πρὸ πάντων ὁ ἱερὸς Ἥρων. ἀσπάζεταί σε Κασσιανὸς ὁ ξένος μου καὶ ἡ ἀδελφή μου ἡ γαμετὴ αὐτοῦ καὶ τὰ φίλτατα αὐτῶν τέκνα.
3. ἐρρωμένην σε σαρκικὴν καὶ πνευματικὴν ὑγείαν ὁ κύριος ἁγιάσοι ἀεί, καὶ ἴδοιμί σε ἐν Χριστῷ τυγχάνουσαν τοῦ στεφάνου.
ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ.
Chapter 0
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠγαπημένῃ παρὰ θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ ἐκκλησίᾳ ἁγίᾳ, τῇ οὔσῃ ἐν Τράλλεσιν, ἐκλεκτῇ καὶ ἀξιοθέῳ, εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἐν πάθει τῷ διὰ σταυροῦ καὶ θανάτου καὶ ἀναστάσει, ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν.
Chapter 1
Ι. Ἄμωμον διάνοιαν καὶ ἀνυπόκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατὰ κτῆσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ συνεργείᾳ πνεύματος ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρῆσαι.
2. ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν ὑμῶν εὔνοιαν δι’ αὐτοῦ ἔδοξα, εὑρὼν ὑμᾶς μιμητὰς ὄντας Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος.
Chapter 2
II. Τῷ ἐπισκόπῳ ὑποτάσσεσθε ὡς τῷ κυρίῳ· αὐτὸς γὰρ ἀγρυπνεῖ ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσων θεῷ. διὸ καὶ φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δι’ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύοντες εἰς τὸν θάνατον αὐτοῦ διὰ τοῦ βαπτίσματος κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γένησθε.
2. ἀναγκαῖον οὖν ἐστιν, ὅσαπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράττειν ὑμᾶς, ἀλλ’ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς ἀποστόλοις Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἐν ᾧ διάγοντες ἐν αὐτῷ εὑρεθησόμεθα.
3. δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ Χριστοῦ κατὰ πάντα τρόπον ἀρέσκειν· οὐ γὰρ βρωτῶν καὶ ποτῶν εἰσι διάκονοι, ἀλλ’ ἐκκλησίας θεοῦ ὑπηρέται· δέον οὖν αὐτοὺς τὰ ἐγκλήματα φυλάττεσθαι ὡς πῦρ φλέγον. αὐτοὶ μὲν οὖν ἔστωσαν τοιοῦτοι.
Chapter 3
III. Ὑμεῖς δὲ ἐντρέπεσθε αὐτοὺς ὡς Χριστὸν Ἰησοῦν, οὗ φύλακές εἰσιν τοῦ τόπου· ὡς καὶ ὁ ἐπίσκοπος τοῦ πατρὸς τῶν ὅλων τύπος ὑπάρχει, οἱ δὲ πρεσβύτεροι ὡς συνέδριον θεοῦ καὶ σύνδεσμος ἀποστόλων Χριστοῦ. χωρὶς τούτων ἐκκλησία ἐκλεκτὴ οὐκ ἔστιν, οὐ συνάθροισμα ἅγιον, οὐ συναγωγὴ ὁσίων.
2. πέπεισμαι δὲ καὶ ὑμᾶς οὕτω διακεῖσθαι· τὸ γὰρ ἐξεμπλάριον τῆς ἀγάπης ὑμῶν ἔλαβον καὶ ἔχω μεθ’ ἑαυτοῦ ἐν τῷ ἐπισκόπῳ ὑμῶν, οὗ αὐτὸ τὸ κατάστημα μεγάλη μαθητεία, ἡ δὲ πραότης αὐτοῦ δύναμις· ὃν λογίζομαι καὶ τοὺς ἀθέους ἐντρέπεσθαι.
3. ἀγαπῶν ὑμᾶς φείδομαι συντονώτερον ἐπιστεῖλαι, ἵνα μὴ δόξω τισὶν εἶναι προσάντης ἢ ἐπιδεής. δέδεμαι μὲν διὰ Χριστόν, ἀλλ’ οὐδέπω Χριστοῦ ἄξιός εἰμι· ἐὰν δὲ τελειωθῶ, τάχα γενήσομαι.
Chapter 4
IV. Οὐχ ὡς ἀπόστολος διατάσσομαι, ἀλλ’ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. καλὸν δὲ τὸ ἐν κυρίῳ καυχᾶσθαι. κἂν ἐρρωμένος ὦ τὰ κατὰ θεόν, πλέον με δεῖ φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς εἰκῆ φυσιοῦσί με· οἱ γάρ με ἐπαινοῦντες μαστιγοῦσιν.
2. ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ’ οὐκ οἶδα, εἰ ἄξιός εἰμι· τὸ γὰρ ζῆλος τοῦ ἐχθροῦ πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πολεμεῖ. χρήζω οὖν πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου ὁ διάβολος.
Chapter 5
V. Μὴ γὰρ οὐκ ἐδυνάμην ὑμῖν μυστικώτερα γράφαι; ἀλλὰ φοβοῦμαι, μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶμαι καὶ σύγγνωτέ μοι, μὴ οὐ δυνηθέντες χωρῆσαι τὴν ἐνέργειαν στραγγαλωθῆτε.
2. καὶ γὰρ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοεῖν τὰ ἐπουράνια καὶ τὰς ἀγγελικὰς τάξεις καὶ τὰς τῶν ἀρχαγγέλων καὶ στρατιῶν ἐξαλλαγάς, δυνάμεών τε καὶ κυριοτήτων διαφοράς, θρόνων τε καὶ ἐξουσιῶν παραλλαγὰς αἰώνων τε μεγαλότητας, τῶν τε Χερουβεὶμ καὶ Σεραφεὶμ τὰς ὑπεροχάς, τοῦ τε πνεύματος τὴν ὑψηλότητα καὶ τοῦ κυρίου τὴν βασιλείαν καὶ ἐπὶ πᾶσιν τὸ τοῦ παντοκράτορος θεοῦ ἀπαράθετον· ταῦτα γινώσκων ἐγὼ οὐ πάντως ἤδη τετελείωμαι ἢ μαθητῆς εἰμι, οἷς Παῦλος καὶ Πέτρος· πολλὰ γάρ μοι λείπει, ἵνα θεοῦ μὴ ἀπολειφθῶ.
Chapter 6
VI. Παρακαλῶ οὖν ὑμᾶς οὐκ ἐγώ, ἀλλ’ ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ᾖτε δὲ κατηρτισμένοι τῇ αὐτῇ γνώμῃ καὶ τῷ αὐτῷ νοΐ.
2. εἰσὶ γάρ τινες ματαιολόγοι καὶ φρεναπάται, οὐ Χριστιανοί, ἀλλὰ χριστέμποροι, ἀπάτῃ περιφέροντες τὸ ὄνομα Χριστοῦ καὶ καπηλεύοντες τὸν λόγον τοῦ εὐαγγελίου καὶ τὸν ἰὸν προσπλέκοντες τῆς πλάνης τῇ γλυκείᾳ προσηγορίᾳ, ὥσπερ οἰνομέλιτι κώνειον κεραννύντες, ἵνα ὁ πίνων τῇ γλυκυτάτῃ κλαπεὶς ποιότητι τὴν γευστικὴν αἴσθησιν ἀφυλάκτως τῷ θανάτῳ περιπαρῇ. παραινεῖ τις τῶν παλαιῶν· Μηδεὶς ἀγαθὸς λεγέσθω κακῷ τὸ ἀγαθὸν κεραννύς.
3. λέγουσι γὰρ Χριστόν, οὐχ ἵνα Χριστὸν κηρύξωσιν, ἀλλ’ ἵνα Χριστὸν ἀθετήσωσιν· καὶ οὐ νόμον προφέρουσιν, ἵνα νόμον συστήσωσιν, ἀλλ’ ἵνα ἀνομίαν καταγγείλωσιν· τὸν μὲν γὰρ Χριστὸν ἀλλοτριοῦσι τοῦ πατρός, τὸν δὲ νόμον τοῦ Χριστοῦ. τὴν ἐκ παρθένου γέννησιν διαβάλλουσιν, ἐπαισχυνόμενοι τὸν σταυρὸν τὸ πάθος ἀρνοῦνται καὶ τὴν ἀνάστασιν οὐ πιστεύουσι· τὸν θεὸν ἄγνωστον εἰσηγοῦνται, τὸν Χριστὸν ἀγέννητον νομίζουσι, τὸ δὲ πνεῦμα οὐδὲ ὅτι ἔστιν ὁμολογοῦσι.
4. τινὲς δὲ αὐτῶν τὸν μὲν υἱὸν ψιλὸν ἄνθρωπον εἶναι λέγουσι, ταὐτὸν δὲ εἶναι πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, καὶ τὴν κτίσιν ἔργον θεοῦ, οὐ διὰ Χριστοῦ, ἀλλ’ ἑτέρου τινός, ἀλλοτρίας δυνάμεως.
Chapter 7
VII. Ἀσφαλίζεσθε οὖν τοὺς τοιούτους, ἵνα μὴ λάβητε βρόχον ταῖς ἑαυτῶν ψυχαῖς· καὶ τὸν βίον ὑμῶν ἀπρόσκοπον τίθεσθε πᾶσιν ἀνθρώποις, ἵνα μὴ γένησθε παγὶς τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον. ὁ μὴ ἰώμενος γὰρ ἑαυτὸν ἐν τοῖς ἔργοις ἑαυτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.
2. ἐὰν οὖν καὶ ὑμεῖς ἀποθῆσθε φυσίωσιν, ἀλαζονείαν, τύφον, ὑπεροψίαν, δυνατὸν ὑμῖν ἐστιν εἶναι ἀχωρίστους θεοῦ· ἐγγὺς γάρ ἐστι τοῖς φοβουμένοις αὐτόν, καί· Ἐπὶ τίνα, φησίν, ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;
3. αἰδεῖσθε δὲ καὶ τὸν ἐπίσκοπον ὑμῶν ὡς Χριστόν, καθὰ ὑμῖν οἱ μακάριοι διετάξαντο ἀπόστολοι. ὁ ἐντὸς τοῦ θυσιαστηρίου ὢν καθαρός ἐστιν· διὸ καὶ ὑπακούει τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις· ὁ δὲ ἐκτὸς ὤν, οὗτός ἐστιν ὁ χωρὶς τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων τι πράσσων· ὁ τοιοῦτος μεμίανται τῇ συνειδήσει καὶ ἔστιν ἀπίστου χείρων.
4. τί γάρ ἐστιν ἐπίσκοπος ἀλλ’ ἢ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐπέκεινα πάντων κρατῶν, ὡς οἷόν τε ἄνθρωπον κρατεῖν μιμητὴν γινόμενον κατὰ δύναμιν Χριστοῦ τοῦ θεοῦ; τί δὲ πρεσβυτέριον ἀλλ’ ἢ σύστημα ἱερόν, σύμβουλοι καὶ συνεδρευταὶ τοῦ ἐπισκόπου; τί δὲ διάκονοι ἀλλ’ ἢ μιμηταὶ Χριστοῦ, διακονοῦντες τῷ ἐπισκόπῳ ὡς Χριστὸς τῷ πατρὶ καὶ λειτουργοῦντες αὐτῷ λειτουργίαν καθαρὰν καὶ ἄμωμον, ὡς Στέφανος ὁ ἅγιος Ἰακώβῳ τῷ μακαρίῳ καὶ Τιμόθεος καὶ Λῑνος Παύλῳ καὶ Ἀνέγκλητος καὶ Κλήμης Πέτρῳ;
5. ὁ τοίνυν τούτων παρακούων ἄθεος πάμπαν εἴη ἂν καὶ δυσσεβής, ἀθετῶν Χριστὸν καὶ τὴν αὐτοῦ διάταξιν σμικρύνων.
Chapter 8
VIII. Ἐγὼ δὲ ταῦτα ὑμῖν ἐπιστέλλω, οὐχ ὅτι ἔγνων τοιούτους τινὰς ἐν ὑμῖν (ἀλλὰ μηδὲ συγχωρήσειέν ποτε ὁ θεὸς τοιοῦτον εἰς ἀκοὰς ἐλθεῖν τὰς ἐμάς, ὁ μὴ φεισάμενος τοῦ υἱοῦ αὐτοῦ διὰ τὴν ἁγίαν ἐκκλησίαν), ἀλλὰ προορῶν τὰς ἐνέδρας τοῦ πονηροῦ ταῖς παραγγελίαις προασφαλίζομαι ὑμᾶς ὡς τέκνα μου ἀγαπητὰ καὶ πιστὰ ἐν Χριστῷ, προποτίζων ὑμᾶς τὰ φυλακτικὰ τῆς λοιμικῆς τῶν ἀνυποτάκτων νόσου, ἧς ὑμεῖς ἀποφεύγετε τὴν νόσον εὐδοκίᾳ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
2. ὑμεῖς οὖν ἀναλαβόντες πραότητα γίνεσθε μιμηταὶ παθημάτων Χριστοῦ καὶ ἀγάπης αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον, ἵνα τῷ αἵματι αὑτοῦ καθαρίσῃ ἡμᾶς παλαιᾶς δυσσεβείας καὶ ζωὴν ἡμῖν παράσχηται, μέλλοντας ὅσον οὐδέπω ἀπόλλυσθαι ὑπὸ τῆς ἐν ἡμῖν κακίας.
3. μηδεὶς οὖν ὑμῶν τι κατὰ τοῦ πλησίον ἐχέτω· ἄφετε γάρ, φησὶν ὁ κύριος ἡμῶν, καὶ ἀφεθήσεται ὑμῖν. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ ὀλίγων τινῶν ἀφρόνων εἴνεκεν ὁ λόγος καὶ ἡ διδασκαλία βλασφημῆται. οὐαὶ γάρ, φησὶν ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ, δι’ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.
Chapter 9
IX. Κωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ γενομένου ἐκ Δαυίδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη καὶ ἐκ θεοῦ καὶ ἐκ παρθένου, ἀλλ’ οὐχ ὡσαύτως· οὐδὲ γὰρ ταὐτὸν θεὸς καὶ ἄνθρωπος.
2. ἀληθῶς ἀνέλαβεν σῶμα· ὁ λόγος γὰρ σὰρξ ἐγένετο· καὶ ἐπολιτεύσατο ἄνευ ἁμαρτίας· τίς γάρ, φησίν, ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;
3. ἔφαγεν καὶ ἔπιεν ἀληθῶς, ἐσταυρώθη καὶ ἀπέθανεν ἐπὶ Ποντίου Πιλάτου· ἀληθῶς δὲ καὶ οὐ δοκήσει ἐσταυρώθη καὶ ἀπέθανεν βλεπόντων οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐρανίων μὲν ὡς τῶν ἀσωμάτων φύσεων, ἐπιγείων τε Ἰουδαίων καὶ Ῥωμαίων καὶ τῶν παρόντων κατ’ ἐκεῖνο καιροῦ ἀνθρώπων σταυρουμένου τοῦ κυρίου, καταχθονίων δὲ ὡς τοῦ πλήθους τοῦ συναναστάντος τῷ κυρίῳ· πολλὰ γάρ, φησίν, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη τῶν μνημείων ἀνεῳχθέντων.
4. καὶ κατῆλθεν εἰς ᾅδην μόνος, ἀνῆλθεν δὲ μετὰ πλήθους καὶ ἔσχισεν τὸν ἀπ’ αἰῶνος φραγμὸν καὶ τὸ μεσότοιχον αὐτοῦ ἔλυσεν, καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν ἐγείραντος αὐτὸν τοῦ πατρός, καὶ τεσσαράκοντα ἡμέρας συνδιατρίψας τοῖς ἀποστόλοις ἀνελήφθη πρὸς τὸν πατέρα καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ περιμένων, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.
5. τῇ οὖν παρασκευῇ τρίτῃ ὥρᾳ ἀπόφασιν ἐδέξατο παρὰ τοῦ Πιλάτου συγχωρήσαντος τοῦ πατρός, ἕκτῃ ὥρᾳ ἐσταυρώθη, ἐννάτῃ ἀπέπνευσεν, πρὸ ἡλίου δύσεως ἐτάφη· τὸ σάββατον ὑπὸ γῆν μένει ἐν τῷ μνημείῳ, ᾧ ἀπέθετο αὐτὸν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας· ἐπιφωσκούσης κυριακῆς ἀνέστη ἐκ τῶν νεκρῶν κατὰ τὸ εἰρημένον ὑπ’ αὐτοῦ· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδία τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
6. περιέχει οὖν ἡ μὲν παρασκευὴ τὸ πάθος, τὸ σάββατον τὴν ταφήν, ἡ κυριακὴ τὴν ἀνάστασιν.
Chapter 10
X. Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσι, τὸ δοκήσει γεγενῆσθαι αὐτὸν ἄνθρωπον, οὐκ ἀληθῶς ἀνειληφέναι σῶμα, καὶ τὸ δοκεῖν τεθνηκέναι, πεπονθέναι οὐ τῷ ὄντι, τίνος ἕνεκεν ἐγὼ δέδεμαι καὶ εὔχομαι θηριομαχῆσαι;
2. δωρεὰν οὖν ἀποθνήσκω, ἄρα καταψεύδομαι τοῦ σταυροῦ τοῦ κυρίου καὶ περιττὸς ὁ προφήτης· Ὄψονται εἰς ὃν ἐξεκέντησαν καὶ κόψονται ἐφ’ ἑαυτοῖς ὡς ἐπὶ ἀγαπητῷ.
3. οὐκοῦν ἄπιστοι αὐτοὶ οὐχ ἧττον τῶν σταυρωσάντων αὐτόν. ἐγὼ δὲ οὐ τὸ δοκεῖν ἔχω τὰς ἐλπίδας ἐπὶ τῷ ὑπὲρ ἐμοῦ ἀποθανόντι, ἀλλὰ τῷ ὄντι· ἀληθείας γὰρ ἀλλότριον τὸ ψεῦδος.
4. ἀληθῶς τοίνυν ἐγέννησεν Μαρία σῶμα θεὸν ἔνοικον ἔχον καὶ ἀληθῶς ἐγεννήθη ὁ θεὸς λόγος ἐκ τῆς παρθένου σῶμα ὁμοιοπαθὲς ἡμῖν ἠμφιεσμένος· ἀληθῶς γέγονεν ἐν μήτρᾳ ὁ πάντας ἀνθρώπους ἐν μήτρᾳ διαπλάττων, καὶ ἐποίησεν ἑαυτῷ σῶμα ἐκ τῶν τῆς παρθένου σπερμάτων, πλὴν ὅσον ἄνευ ὁμιλίας ἀνδρός. ἐκυοφορήθη ὡς καὶ ἡμεῖς χρόνων περιόδοις, καὶ ἀληθῶς ἐτέχθη ὡς καὶ ἡμεῖς, καὶ ἀληθῶς ἐγαλακτοτροφήθη καὶ τροφῆς κοινῆς καὶ ποτοῦ μετέσχεν ὡς καὶ ἡμεῖς.
5. καὶ τρεῖς δεκάδας ἐτῶν πολιτευσάμενος ἐβαπτίσθη ὑπὸ Ἰωάννου ἀληθῶς καὶ οὐ δοκήσει· καὶ τρεῖς ἐνιαυτοὺς κηρύξας τὸ εὐαγγέλιον καὶ ποιήσας σημεῖα καὶ τέρατα ὑπὸ τῶν Ψευδοϊουδαίων καὶ Πιλάτου τοῦ ἡγεμόνος ὁ κριτὴς ἐκρίθη, ἐμαστιγώθη, ἐπὶ κόρρης ἐραπίσθη, ἐνεπτύσθη, ἀκάνθινον στέφανον καὶ πορφυροῦν ἱμάτιον ἐφόρησεν, κατεκρίθη, ἐσταυρώθη ἀληθῶς, οὐ δοκήσει, οὐ φαντασίᾳ, οὐκ ἀπάτῃ.
6. ἀπέθανεν ἀληθῶς καὶ ἐτάφη καὶ ἠγέρθη ἐκ τῶν νεκρῶν, καθώς που προσηύχετο λέγων· Σὺ δὲ κύριε ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. καὶ ὁ πάντοτε ἐπακούων αὐτῷ πατὴρ ἀποκριθεὶς λέγει· Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.
7. ὁ τοίνυν ἀναστήσας αὐτὸν πατὴρ καὶ ἡμᾶς δι’ αὐτοῦ ἐγερεῖ, οὗ χωρὶς τὸ ἀληθινῶς ζῆν οὐχ ἕξει τις· λέγει γάρ, ὅτι Ἐγὼ εἰμι ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται εἰς τὸν αἰῶνα.
8. φεύγετε οὖν τὰς ἀθέους αἱρέσεις· τοῦ διαβόλου γάρ εἰσιν ἐφευρέσεις, τοῦ ἀρχεκάκου ὄφεως τοῦ διὰ τῆς γυναικὸς ἀπατήσαντος Ἀδὰμ τὸν πατέρα τοῦ γένους ἡμῶν.
Chapter 11
XI. Φεύγετε δὲ αὐτοῦ καὶ τὰς κακὰς παραφυάδας, Σίμωνα τὸν πρωτότοκον αὐτοῦ υἱὸν καὶ Μένανδρον καὶ Βασιλίδην καὶ ὅλον αὐτοῦ τὸν ὀρυγμαδὸν τῆς κακίας, τοὺς ἀνθρωπολάτρας, τοὺς Ἐβιωναίους, οὓς καὶ ἐπικαταράτους λέγει Ἱερεμίας ὁ προφήτης.
2. φεύγετε καὶ τοὺς ἀκαθάρτους Νικολαΐτας, τοὺς ψευδωνύμους, τοὺς φιληδόνους, τοὺς συκοφάντας· οὐ γὰρ ἦν τοιοῦτος ὁ τῶν ἀποστόλων Νικόλαος.
3. φεύγετε καὶ τὰ τοῦ πονηροῦ ἔγγονα Θεόδοτον καὶ Κλεόβουλον, τὰ γεννῶντα καρπὸν θανατηφόρον, οὗ ἐάν τις γεύσηται, παραυτίκα ἀποθνήσκει οὐ τὸν πρόσκαιρον θάνατον, ἀλλὰ τὸν αἰώνιον.
4. οὗτοι οὔκ εἰσι φυτεία πατρός, ἀλλ’ ἔγγονα κατηραμένα. πᾶσα δέ, φησὶν ὁ κύριος, φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ ἐπουράνιος, ἐκριζωθήτω.
5. εἰ γὰρ ἦσαν τοῦ πατρὸς κλάδοι, οὐκ ἂν ἦσαν ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ τῶν ἀποκτεινάντων τὸν τῆς δόξης κύριον· νῦν δὲ τὸν σταυρὸν ἀρνούμενοι καὶ τὸ πάθος ἐπαισχυνόμενοι καλύπτουσι τὴν Ἰουδαίων παρανομίαν, τῶν θεομάχων, τῶν κυριοκτόνων· μικρὸν γὰρ εἰπεῖν προφητοκτόνων.
6. ὑμᾶς δὲ παρακαλεῖ Χριστὸς εἰς τὴν αὐτοῦ ἀφθαρσίαν διὰ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἀναστάσεως, ὄντας μέλη αὐτοῦ.
Chapter 12
XII. Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ θεοῦ, ὧν οἱ ἡγούμενοί με κατὰ πᾶν ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι.
2. παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν· διαμένετε ἐν τῇ ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ τῇ προσευχῇ· πρέπει γὰρ ὑμῖν τοῖς καθ’ ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρὸς καὶ εἰς τιμὴν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων.
3. εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἰς μαρτύριον ὦ ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε τῆς ἀφ’ ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὗ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ.
Chapter 13
XIII. Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε 〈ἐν ταῖς προσευχαῖς〉 ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος τῶν ἐκεῖ.
2. ἔρρωσθε ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ, ὁμοίως καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις· καὶ οἱ κατὰ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ.
3. ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ἐπικίνδυνός εἰμι, ἀλλὰ πιστὸς ὁ πατὴρ Ἰησοῦ Χριστοῦ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείημεν ἄμωμοι. ὀναίμην ὑμῶν ἐν κυρίῳ.
ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ
Chapter 0
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ, καὶ εὔχομαι ἐν θεῷ πατρὶ καὶ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ἐν ᾧ πλεῖστα χαίρειν ὑμᾶς εἴη.
Chapter 1
I. Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης, ἀγαλλιώμενος προειλάμην ἐν πίστει Ἰησοῦ Χριστοῦ προσλαλῆσαι ὑμῖν.
2. ἀξιωθεὶς γὰρ ὀνόματος θείου καὶ ποθεινοῦ, ἐν οἷς περιφέρω δεσμοῖς ᾄδω τὰς ἐκκλησίας, ἐν αἷς ἕνωσιν εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα δὲ πιστῶν, οὗ τῷ αἵματι ἐλυτρώθητε, δι’ οὗ ἔγνωτε θεόν, μᾶλλον δὲ ὑπ’ αὐτοῦ ἐγνώσθητε·
3. ἐν ᾧ ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ αἰῶνος τούτου διαφεύξεσθε. πιστὸς γάρ, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε.
Chapter 2
II. Ἐπεὶ οὖν ἠξιώθην ἰδεῖν ὑμᾶς διὰ Δαμᾶ τοῦ ἀξιοθέου ὑμῶν ἐπισκόπου καὶ πρεσβυτέρων θεοῦ ἀξίων Βάσσου καὶ Ἀπολλωνίου καὶ τοῦ συμβιωτοῦ μου διακόνου Ζωτίωνος, οὗ ἐγὼ ὀναίμην, ὅτι ὑποτάσσεται τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ, χάριτι θεοῦ ἐν νόμῳ Ἰησοῦ Χριστοῦ.
Chapter 3
III. Καὶ ὑμῖν δὲ πρέπει μὴ καταφρονεῖν τῆς ἡλικίας τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ γνώμην θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ πρὸς τὴν φαινομένην ἀφορῶντας νεότητα, ἀλλὰ πρὸς τὴν ἐν θεῷ φρόνησιν· ἐπείπερ οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες ἐπίστανται σύνεσιν, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς.
2. Δανιὴλ μὲν γὰρ ὁ σοφὸς δωδεκαετὴς γέγονε κάτοχος τῷ θείῳ πνεύματι καὶ τοὺς μάτην τὴν πολιὰν φέροντας πρεσβύτας συκοφάντας καὶ ἐπιθυμητὰς ἀλλοτρίου κάλλους ἀπήλεγξε.
3. Σαμουὴλ δέ, παιδάριον ὢν μικρόν, τὸν ἐνενηκονταετῆ Ἡλεὶ διελέγχει τοῦ θεοῦ προτετιμηκότα τοὺς ἑαυτοῦ παῖδας. ὡσαύτως καὶ Ἱερεμίας ἀκούει πρὸς τοῦ θεοῦ· Μὴ λέγε, ὅτι νεώτερός εἰμι.
4. Σολομὼν δὲ καὶ Ἰωσίας, ὁ μὲν δωδεκαετὴς βασιλεύσας τὴν φοβερὰν ἐκείνην καὶ δυσερμήνευτον ἐπὶ ταῖς γυναιξὶν κρίσιν ἕνεκα τῶν παιδίων ἐποιήσατο, ὁ δὲ ὀκταετὴς ἄρξας τοὺς βωμοὺς καὶ τὰ τεμένη κατερρίπου καὶ τὰ ἄλση κατεπίμπρα (δαίμοσι γὰρ ἦν, ἀλλ’ οὐ θεῷ ἀνακείμενα) καὶ τοὺς ψευδιερεῖς κατασφάττει ὡσὰν φθορέας καὶ ἀπατεῶνας ἀνθρώπων, ἀλλ’ οὐ θειότητος λατρευτάς.
5. τοιγαροῦν οὐ τὸ νέον εὐκαταφρόνητον, ὅταν θεῷ ἀνακείμενον ᾖ, ἀλλὰ τὸ τὴν γνώμην μοχθηρόν, κἂν πεπαλαιωμένον ᾖ ἡμερῶν κακῶν.
6. νέος ἦν ὁ χριστοφόρος Τιμόθεος· ἀλλ’ ἀκούσατε, οἷα γράφει αὐτῷ ὁ διδάσκαλος· Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ.
7. πρέπον οὖν ἐστιν καὶ ὑμᾶς ὑπακούειν τῷ ἐπισκόπῳ ὑμῶν καὶ κατὰ μηδὲν αὐτῷ ἀντιλέγειν· φοβερὸν γάρ ἐστι τῷ τοιούτῳ ἀντιλέγειν, οὐ γὰρ τουτονί τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται τὸν μῆ δυνάμενον παρά τινος παραλογισθῆναι.
8. τὸ δὲ τοιοῦτο οὐ πρὸς ἄνθρωπον, ἀλλὰ πρὸς θεὸν ἔχει τὴν ἀναφοράν. τῷ γὰρ Σαμουὴλ λέγει ὁ θεός· Οὐ σὲ παρελογίσαντο, ἀλλ’ ἐμέ. καὶ ὁ Μωσῆς φησιν· Οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυσμός, ἀλλὰ κατὰ κυρίου τοῦ θεοῦ.
9. οὐδεὶς ἔμεινεν ἀτιμώρητος, ἐπαρθεὶς κατὰ τῶν κρειττόνων· οὔτε γὰρ τῷ νόμῳ Δαθὰν καὶ Ἀβειρὼν ἀντεῖπαν, ἀλλὰ Μωσεῖ· καὶ ζῶντες εἰς ᾅδου κατηνέχθησαν. Κορὲ δὲ καὶ οἱ συμφρονήσαντες αὐτῷ κατὰ Ἀαρὼν διακόσιοι πεντήκοντα πυρίφλεκτοι γεγόνασιν.
10. Ἀβεσσαλὼμ πατραλοίας γενόμενος, ἐκκρεμὴς ἐν φυτῷ γέγονεν καὶ ἀκῖσιν ἐβλήθη τὴν κακόβουλον καρδίαν. Ἀβεδδαδὰν ὡσαύτως τῆς κεφαλῆς ἀφαιρεῖται δι’ ὁμοίαν αἰτίαν. Ὀζίας λεπροῦται, κατατολμήσας ἱερέων καὶ ἱερωσύνης. Σαοὺλ ἀτιμοῦται, μὴ περιμείνας τὸν ἀρχιερέα Σαμουήλ. χρὴ οὖν καὶ ὑμᾶς αἰδεῖσθαι τοὺς κρείττονας.
Chapter 4
IV. Καὶ πρέπον ἐστὶν μὴ μόνον καλεῖσθαι Χριστιανούς, ἀλλὰ καὶ εἶναι· οὐ γὰρ τὸ λέγεσθαι, ἀλλὰ τὸ εἶναι μακάριον ποιεῖ.
2. εἴ τινες ἐπίσκοπον μὲν λέγουσι, χωρὶς δὲ αὐτοῦ πάντα ποιοῦσι, τοῖς τοιούτοις ἐρεῖ καὶ αὐτός, ὃς καὶ ὁ ἀληθινὸς καὶ πρῶτος ἐπίσκοπος καὶ μόνος φύσει ἀρχιερεύς· Τί με καλεῖτε κύριε κύριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω; οἱ γὰρ τοιοῦτοι οὐκ εὐσυνείδητοι, ἀλλ’ εἴρωνές τινες καὶ μόρφωνες εἶναί μοι φαίνονται.
Chapter 5
V. Ἐπεὶ οὖν τέλος τὰ πράγματα ἔχει καὶ πρόκειται ζωὴ ἡ ἐκ φυλακῆς καὶ θάνατος ὁ ἐκ παρακοῆς, καὶ ἕκαστος τῶν εἰρημένων εἰς τὸν τόπον τοῦ αἱρεθέντος μέλλει χωρεῖν, φύγωμεν τὸν θάνατον καὶ ἐκλεξώμεθα τὴν ζωήν.
2. δύο γὰρ λέγω χαρακτῆρας ἐν ἀνθρώποις εὑρίσκεσθαι, καὶ τὸν μὲν νομίσματος, τὸν δὲ παραχαράγματος. ὁ θεοσεβὴς ἄνθρωπος νόμισμά ἐστιν ὑπὸ θεοῦ χαραχθέν· ὁ ἀσεβῆς ψευδώνυμον νόμισμα, κίβδηλον, νόθον, παραχάραγμα, οὐχ ὑπὸ θεοῦ, ἀλλ’ ὑπὸ διαβόλου ἐνεργηθέν.
3. οὐ δύο φύσεις ἀνθρώπων λέγω, ἀλλὰ τὸν ἕνα ἄνθρωπον ποτὲ μὲν θεοῦ, ποτὲ δὲ διαβόλου γίνεσθαι. ἐὰν εὐσεβῇ τις, ἄνθρωπος θεοῦ ἐστιν· ἐὰν δὲ ἀσεβῇ τις, ἄνθρωπος τοῦ διαβόλου, οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς ἑαυτοῦ γνώμης γινόμενος.
4. οἱ ἄπιστοι εἰκόνα ἔχουσι τοῦ ἄρχοντος τῆς πονηρίας, οἱ πιστοὶ εἰκόνα ἔχουσι τοῦ ἄρχοντος θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ· δι’ οὗ ἐὰν μὴ αὐθαιρέτως ἔχωμεν τὸ ὑπὲρ ἀληθείας ἀποθανεῖν εἰς τὸ αὐτοῦ πάθος, τὸ ζῆν αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
Chapter 6
VI. Ἐπεὶ οὖν ἐν τοῖς προγεγραμμένοις προσώποις τὸ πᾶν πλῆθος ἐθεώρησα ἐν πίστει καὶ ἠγάπησα, παραινῶ· ἐν ὁμονοίᾳ θεοῦ σπουδάσατε πάντα πράττειν, προκαθημένου τοῦ ἐπισκόπου εἰς τόπον θεοῦ καὶ τῶν πρεσβυτέρων εἰς τόπον συνεδρίου τῶν ἀποστόλων καὶ τῶν διακόνων, τῶν ἐμοὶ γλυκυτάτων, πεπιστευμένων διακονίαν Ἰησοῦ Χριστοῦ, ὃς πρὸ αἰῶνος παρὰ τῷ πατρὶ γεννηθεὶς ἦν λόγος θεός, μονογενὴς υἱός, καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ὁ αὐτὸς διαμένει· τῆς γὰρ βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, φησὶν Δανιὴλ ὁ προφήτης.
2. πάντες οὖν ἐν ὁμονοίᾳ ἀλλήλους ἀγαπήσωμεν, καὶ μηδεὶς κατὰ σάρκα βλεπέτω τὸν πλησίον, ἀλλ’ ἐν Χριστῷ Ἰησοῦ. μηδὲν ἔστω ἐν ὑμῖν, ὃ δυνήσεται ὑμᾶς μερίσαι, ἀλλ’ ἑνώθητε τῷ ἐπισκόπῳ, ὑποτασσόμενοι τῷ θεῷ δι’ αὐτοῦ ἐν Χριστῷ.
Chapter 7
VII. Ὥσπερ οὖν ὁ κύριος ἄνευ τοῦ πατρὸς οὐδὲν ποιεῖ (οὐ δύναμαι γάρ, φησίν, ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν), οὕτω καὶ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου, μηδὲ πρεσβύτερος, μὴ διάκονος, μὴ λαϊκός. μηδέ τι φαινέσθω ὑμῖν εὔλογον παρὰ τὴν ἐκείνου γνώμην· τὸ γὰρ τοιοῦτον παράνομον καὶ θεοῦ ἐχθρόν.
2. πάντες ἐπὶ τὸ αὐτὸ ἐν τῇ προσευχῇ ἅμα συνέρχεσθε· μία δέησις ἔστω κοινή, εἷς νοῦς, μία ἐλπὶς ἐν ἀγάπῃ, ἐν πίστει τῇ ἀμώμῳ, τῇ εἰς Χριστὸν Ἰησοῦν, οὗ ἄμεινον οὐδέν ἐστιν. πάντες ὡς εἷς εἰς τὸν ναὸν θεοῦ συντρέχετε, ὡς ἐπὶ ἓν θυσιαστήριον, ὡς ἐπὶ ἕνα Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τοῦ ἀγεννήτου θεοῦ.
Chapter 8
VIII. Μὴ πλανᾶσθε ταῖς ἑτεροδοξίαις μηδὲ μύθοις ἐνέχετε καὶ γενεαλογίαις ἀπεράντοις καὶ ἰουδαϊκοῖς τύφοις. τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε καινὰ τὰ πάντα. εἰ γὰρ μέχρι νῦν κατὰ νόμον ἱουδαϊκὸν καὶ περιτομὴν σαρκὸς ζῶμεν, ἀρνούμεθα τὴν χάριν εἰληφέναι.
2. οἱ γὰρ θειότατοι προφῆται κατὰ Ἰησοῦν Χριστὸν ἔζησαν· διὰ τοῦτο καὶ ἐδιώχθησαν, ἐμπνεόμενοι ἀπὸ τῆς χάριτος εἰς τὸ πληροφορηθῆναι τοὺς ἀπειθοῦντας, ὅτι εἷς θεός ἐστιν ὁ παντοκράτωρ, ὁ φανερώσας ἑαυτὸν διὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστιν αὐτοῦ λόγος, οὐ ῥητός, ἀλλ’ οὐσιώδης· οὐ γάρ ἐστιν λαλιᾶς ἐνάρθρου φώνημα, ἀλλ’ ἐνεργείας θεϊκῆς οὐσία γεννητή, ἐν πᾶσιν εὐάρεστος τῷ ὑποστήσαντι.
Chapter 9
IX. Εἰ οὖν οἱ 〈ἐν〉 παλαιοῖς γράμμασιν ἀναστραφέντες εἰς καινότητα ἐλπίδος ἦλθον ἐκδεχόμενοι Χριστόν, ὡς ὁ κύριος διδάσκει λέγων· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· καὶ Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη· πρὶν γὰρ Ἀβραὰμ 〈γενέσθαι〉 ἐγώ εἰμι.
2. πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς αὐτοῦ, οὗ καὶ οἱ προφῆται ὄντες δοῦλοι τῷ πνεύματι προεώρων αὐτὸν καὶ ὡς διδάσκαλον ἀνέμενον καὶ προσεδόκων ὡς κύριον καὶ σωτῆρα λέγοντες· Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς;
3. μηκέτι οὖν σαββατίζωμεν ἰουδαϊκῶς καὶ ἀργίαις χαίροντες· Ὁ μὴ ἐργαζόμενος γὰρ μὴ ἐσθιέτω· καὶ πάλιν· Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, φασὶ τὰ λόγια. ἀλλ’ ἕκαστος ὑμῶν σαββατιζέτω πνευματικῶς, μελέτῃ νόμων χαίρων, οὐ σώματος ἀνέσει, δημιουργίαν θεοῦ θαυμάζων, οὐχ ἕωλα ἐσθίων καὶ χλιαρὰ πίνων καὶ μεμετρημένα βαδίζων καὶ ὀρχήσει καὶ κρότοις νοῦν οὐκ ἔχουσι χαίρων·
4. καὶ μετὰ τὸ σαββατίσαι ἑορταζέτω πᾶς φιλόχριστος τὴν κυριακήν, τὴν ἀναστάσιμον, τὴν βασιλίδα, τὴν ὕπατον πασῶν τῶν ἡμερῶν, ἣν περιμένων ὁ προφήτης ἔλεγεν· Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ἐν ᾖ καὶ ἡ ζωὴ ἡμῶν ἀνέτειλεν, καὶ τοῦ θανάτου γέγονε νίκη ἐν Χριστῶ·
5. ὃν τὰ τέκνα τῆς ἀπωλείας ἀρνοῦνται, οἱ ἐχθροὶ τοῦ σταυροῦ, ὧν ὁ θεὸς ἡ κοιλία, οἱ τὰ ἐπίγεια φρονοῦντες, οἱ φιλήδονοι καὶ οὐ φιλόθεοι, μόρφωσιν εὐσεβείας ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι, οἱ χριστέμποροι, τὸν λόγον καπηλεύοντες καὶ τὸν Ἰησοῦν πωλοῦντες, οἱ τῶν γυναικῶν φθορεῖς καὶ τῶν ἀλλοτρίων ἐπιθυμηταί, οἱ χρηματολαίλαπες· ὧν ῥυσθείητε ἐλέει θεοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Chapter 10
X. Μὴ οὖν ἀναίσθητοι ὦμεν τῆς χρηστότητος αὐτοῦ. ἐὰν μιμήσηται ἡμᾶς καθὰ πράσσομεν, οὐκέτι ἐσμεν· Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, 10 κύριε, κύριε, τίς ὑποστήσεται;
2. γενώμεθα οὖν ἄξιοι τῆς ἐπωνυμίας, ἧς εἰλήφαμεν. ὃς γὰρ ἂν ἄλλῳ ὀνόματι καλεῖται πλεῖον τούτου, οὗτος οὐκ ἔστιν τοὺ θεοῦ οὐδὲ δέδεκται τὴν προφητείαν τὴν λέγουσαν περὶ ἡμῶν, ὅτι κληθήσεται ὀνόματι καινῷ, ᾧ ὁ κύριος ὀνομάσει αὐτόν, καὶ ἔσται λαὸς ἅγιος. ὅπερ καὶ πεπλήρωται πρώτως ἐν Συρίᾳ· ἐν Ἀντιοχείᾳ γὰρ ἐχρημάτισαν οἱ μαθηταὶ Χριστιανοί, Παύλου καὶ Πέτρου θεμελιούντων τὴν ἐκκλησίαν.
3. ὑπέρθεσθε οὖν τὴν κακὴν ζύμην, τὴν παλαιωθεῖσαν, τὴν σεσηπυῖαν, καὶ μεταβάλλεσθε εἰς νέαν ζύμην χάριτος. αὐλίσθητε ἐν Χριστῷ, ἵνα μὴ ὁ ἀλλότριος ὑμῶν κυριεύσῃ.
4. ἄτοπόν ἐστιν Ἰησοῦν Χριστὸν λαλεῖν ἐπὶ γλώσσης, καὶ τὸν παυσθέντα Ἰουδαϊσμὸν ἐπὶ διανοίας ἔχειν· ὁ γὰρ Χριστιανισμὸς οὐκ εἰς τὸν Ἰουδαϊσμὸν ἐπίστευσεν, ἀλλ’ ὁ Ἰουδαϊσμὸς εἰς τὸν Χριστιανισμόν, εἰς ὃν πᾶν ἔθνος πιστεῦσαν καὶ πᾶσα γλῶσσα ἐξομολογησαμένη εἰς θεὸν συνήχθη· καὶ γέγοναν οἱ λιθώδεις τῇ καρδίᾳ τέκνα τοῦ θεοῦ φίλου Ἀβραάμ· καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐνευλογήθησαν πάντες οἱ τεταγμένοι εἰς ζωὴν αἰώνιον ἐν Χριστῷ.
Chapter 11
XI. Ταῦτα δέ, ἀγαπητοί μου, οὐκ ἐπέγνων τινὰς ἐξ ὑμῶν οὕτως ἔχοντας, ἀλλ’ ὡς μικρότερος ὑμῶν θέλω προφυλάσσεσθαι ὑμᾶς, μὴ ἐμπεσεῖν εἰς τὰ ἄγκιστρα τῆς κενοδοξίας, ἀλλὰ πεπληροφορῆσθαι ἐν Χριστῷ,
2. τῷ πρὸ πάντων μὲν αἰώνων γεννηθέντι παρὰ τοῦ πατρός, γεννωμένῳ δὲ ὕστερον ἐκ Μαρίας τῆς παρθένου δίχα ὁμιλίας ἀνδρός, καὶ πολιτευσαμένῳ ὁσίως καὶ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύσαντι ἐν τῷ λαῷ καὶ σημεῖα καὶ τέρατα ποιήσαντι ἐπ’ εὐεργεσίᾳ ἀνθρώπων, καὶ τοῖς ἐξοκείλασιν εἰς πολυθεΐαν τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν καταγγείλαντι, τὸν ἑαυτοῦ πατέρα,
3. καὶ τὸ πάθος ὑποστάντι καὶ πρὸς τῶν χριστοκτόνων Ἰουδαίων ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος καὶ Ἡρῴδου βασιλέως καὶ σταυρὸν ὑπομείναντι καὶ ἀποθανόντι καὶ ἀναστάντι καὶ ἀνελθόντι εἰς τοὺς οὐρανοὺς πρὸς τὸν ἀποστείλαντα καὶ καθεσθέντι ἐν δεξιᾷ αὐτοῦ καὶ ἐρχομένῳ ἐπὶ συντελείᾳ τῶν αἰώνων μετὰ δόξης πατρικῆς, κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
4. ταῦτα ὁ γνοὺς ἐν πληροφορίᾳ καὶ πιστεύσας μακάριος· ὥσπερ οὖν καὶ ὑμεῖς φιλόθεοι καὶ φιλόχριστοί ἐστε ἐν πληροφορίᾳ τῆς ἐλπίδος ἡμῶν, ἧς ἐκτραπῆναι μηδενὶ ἡμῶν γένηται.
Chapter 12
XII. Ὀναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὦ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἕνα τῶν λελυμένων ὑμῶν οὐκ εἰμι. οἶδα, ὅτι οὐ φυσιοῦσθε· Ἰησοῦν γὰρ ἔχετε ἐν ἑαυτοῖς.
2. καὶ μᾶλλον ὅταν ἐπαινῶ ὑμᾶς, οἶδα, ὅτι ἐντρέπεσθε, ὡς γέγραπται· Δίκαιος ἑαυτοῦ κατήγορος, καὶ· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς, καί· Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα ὑμῖν, λέγετε, ὅτι δοῦλοί ἐσμεν ἀχρεῖοι· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα παρὰ θεῷ· ὁ θεὸς γάρ, φησίν, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
3. διὰ τοῦτο οἱ μεγάλοι ἐκεῖνοι Ἀβραὰμ καὶ Ἰὼβ γῆν καὶ σποδὸν ἔμπροσθεν τοῦ θεοῦ ἑαυτοὺς ἴσον ὠνόμαζον. καὶ ὁ Δαυίδ· Τίς εἰμι ἐγὼ ἐναντίον σοῦ, κύριε, ὅτι ἐδόξασάς με ἕως τούτου; καὶ Μωσῆς, ὁ παρὰ πάντας ἀνθρώπους πραότατος, λέγει πρὸς θεόν· Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ. ταπεινοφρονεῖτε οὖν καὶ αὐτοί, ἵνα ὑψωθῆτε· ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται.
Chapter 13
XIII. Σπουδάσατε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων, ἵνα πάντα, ὅσα ποιεῖτε, κατευοδωθήσεται σαρκί τε καὶ πνεύματι, πίστει καὶ ἀγάπῃ, μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου καὶ πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερίου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων.
2. ὑποτάγητε τῷ ἐπισκόπῳ καὶ ἀλλήλοις, ὡς ὁ Χριστὸς τῷ πατρί, ἵνα ἕνωσις ᾖ κατὰ θεὸν ἐν ὑμῖν.
Chapter 14
XIV. Εἰδὼς ὑμᾶς πεπληρωμένους παντὸς ἀγαθοῦ, συντόμως παρεκάλεσα ὑμᾶς ἐν ἀγάπῃ Ἰησοῦ Χριστοῦ.
2. μνημονεύετέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν, ἵνα θεοῦ ἐπιτύχω, καὶ τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἧς οὐκ ἄξιός εἰμι καλεῖσθαι ἐπίσκοπος. ἐπιδέομαι γὰρ τῆς ἡνωμένης ὑμῶν ἐν θεῷ προσευχῆς καὶ ἀγάπης, εἰς τὸ ἀξιωθῆναι τὴν ἐν Συρίᾳ ἐκκλησίαν διὰ τῆς εὐταξίας ὑμῶν ποιμανθῆναι ἐν Χριστῷ.
Chapter 15
XV. Ἀσπάζονται ὑμᾶς Ἐφέσιοι ἀπὸ Σμύρνης, ὅθεν καὶ γράφω ὑμῖν, παρόντες εἰς δόξαν θεοῦ ὥσπερ καὶ ὑμεῖς, οἳ κατὰ πάντα με ἀνεπαύσατε ἅμα Πολυκάρπῳ. καὶ αἱ λοιπαὶ δὲ ἐκκλησίαι ἐν τιμῇ Ἰησοῦ Χριστοῦ ἀσπάζονται ὑμᾶς.
2. ἔρρωσθε ἐν ὁμονοίᾳ, πνεῦμα κεκτημένοι ἀδιάκριτον ἐν Χριστῷ Ἰησοῦ διὰ θελήματος θεοῦ.
ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΑΡΣΩΙ.
Chapter 0
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ σεσωσμένῃ ἐν Χριστῷ ἐκκλησίᾳ, ἀξιεπαίνῳ καὶ ἀξιομνημονεύτῳ καὶ ἀξιαγαπητῷ, τῇ οὔσῃ ἐν Ταρσῷ, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ πληθυνθείη διὰ παντός.
Chapter 1
I. Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, οὐχ ὑπὸ ἀλόγων θηρίων βιβρωσκόμενος (ταῦτα γάρ, ὡς ἴστε, θεοῦ θελήσαντος ἐφείσαντο τοῦ Δανιήλ), ὑπὸ δὲ ἀνθρωπομόρφων, οἷς ὁ ἀνήμερος θὴρ ἐμφωλεύων νύττει με ὁσημέραι καὶ τιτρώσκει.
2. ἀλλ’ οὐδενὸς λόγον ποιοῦμαι τῶν δεινῶν, οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς ἀγαπῶν αὐτὴν μᾶλλον ἢ τὸν κύριον. διὸ ἕτοιμός εἰμι πρὸς πῦρ, πρὸς θηρία, πρὸς ξίφος, πρὸς σταυρόν, μόνον ἵνα τὸν Χριστὸν ἴδω τὸν σωτῆρά μου καὶ θεόν, τὸν ὑπὲρ ἐμοῦ ἀποθανόντα.
3. παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος Χριστοῦ, ὁ διὰ γῆς καὶ θαλάσσης ἐλαυνόμενος· στήκετε ἐν τῇ πίστει ἑδραῖοι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται· γίνεσθε ἀκλινεῖς, ὅτι κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
Chapter 2
II. Ἔγνων, ὅτι τινὲς τῶν τοῦ Σατανᾶ ὑπηρετῶν ἐβουλήθησαν ὑμᾶς ταράξαι· οἱ μέν, ὅτι Ἰησοὺς δοκήσει ἐγεννήθη καὶ δοκήσει ἐσταυρώθη καὶ δοκήσει ἀπέθανεν· οἱ δέ, ὅτι οὐκ ἔστιν υἱὸς τοῦ δημιουργοῦ· οἱ δέ, ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός· ἄλλοι δέ, ὅτι ψιλὸς ἄνθρωπός ἐστιν· ἕτεροι δέ, ὅτι ἡ σὰρξ αὕτη οὐκ ἐγείρεται καὶ δεῖ τὸν ἀπολαυστικὸν βίον ζῆν καὶ μετιέναι· τοῦτον…
2.…
The complete text is available when the reading interface loads.