Iliu persis
- Edition reference
- Iliu persis (fragmenta), ed. A. Bernabé, Poetarum epicorum Graecorum testimonia et fragmenta, pt. 1, Leipzig: Teubner, 1987: 89, 91–92.
- CTS identifier
urn:cts:greekLit:tlg1445.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{ΙΛΙΟΥ ΠΕΡΣΙΣ}
3
Πόρκις καὶ Χαρίβοια
4
αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ 〈κλυτὸς〉 Ἐννοσίγαιος
ἀμφοτέροις, ἕτερον δ' ἑτέρου κυδίον' ἔθηκε·
τῶι μὲν κουφοτέρας χεῖρας πόρεν ἔκ τε βέλεμνα
σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ' ἀκέσασθαι,
τῶι δ' ἀκριβέα πάντ' ἄρ' ἐνὶ στήθεσσιν ἔθηκεν
ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰήσασθαι·
ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο
ὄμματά τ' ἀστράπτοντα βαρυνόμενόν τε νόημα.
6
Θησείδαις δ' ἔπορεν δῶρα κρείων Ἀγαμέμνων
ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν.
7
{ὁ} Ἴαμβος
ἐξ ὀλίγου διαβὰς προφόρωι ποδί, ὄφρ', ὅθι γυῖα
τεινόμενα ῥώοιτο, καὶ εὐσθενὲς ἦδος ἔχηισι.