Confessio et precatio Aseneth
- Edition reference
- Confessio et precatio Aseneth, ed. M. Philonenko, Joseph et Aséneth, Leiden: Brill, 1968: 128–220.
- CTS identifier
urn:cts:greekLit:tlg1451.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
1
Ἐγένετο ἐν τῷ πρώτῳ ἔτει τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας ἐν τῷ
μηνὶ τῷ δευτέρῳ πέμπτῃ τοῦ μηνὸς ἐξαπέστειλε Φαραὼ τὸν Ἰωσὴφ
κυκλεῦσαι πᾶσαν τὴν γῆν Αἰγύπτου.
2
Καὶ ἦλθεν Ἰωσὴφ ⸢τῷ τετάρτῳ
μηνὶ τοῦ πρώτου ἔτους ὀγδόῃ καὶ δεκάτῃ τοῦ μηνὸς⸣ εἰς τὰ ὅρια
Ἡλιουπόλεως.
3
Καὶ ἦν συνάγων τὸν σῖτον τῆς χώρας ἐκείνης ὡς τὴν
ἄμμον τῆς θαλάσσης.
4
Ἦν δὲ ἀνὴρ ἐν τῇ πόλει ἐκείνῃ, σατράπης τοῦ
Φαραώ· καὶ οὗτος ἦν ἄρχων πάντων τῶν σατραπῶν καὶ τῶν μεγιστάνων
τοῦ Φαραώ.
5
Καὶ ἦν ὁ ἀνὴρ οὗτος πλούσιος σφόδρα καὶ φρόνι-
μος καὶ ἐπιεικής, καὶ ἦν σύμβουλος τοῦ Φαραώ, καὶ τὸ ὄνομα αὐτοῦ
Πεντεφρῆς, καὶ ἦν ἱερεὺς Ἡλιουπόλεως.
6
Καὶ ἦν θυγάτηρ τῷ
Πεντεφρῇ ὡς ἐτῶν ὀκτωκαίδεκα παρθένος μεγάλη καὶ ὡραία καὶ εὐπρε-
πὴς τῷ κάλλει σφόδρα ὑπὲρ πᾶσαν παρθένον ἐπὶ τὴν γῆν.
7
Καὶ
αὕτη οὐδένα εἶχεν ὅμοιον τῶν θυγατέρων τῶν Αἰγυπτίων, ⸢ἀλλὰ ἦν
κατὰ πάντα ὁμοία ταῖς θυγατράσι⸣ τῶν Ἑβραίων.
8
Καὶ ἦν
μεγάλη ὡς Σάρρα καὶ ὡραία ὡς Ῥεβέκκα καὶ καλὴ ὡς Ῥαχήλ· καὶ ἦν
τὸ ὄνομα τῆς παρθένου ἐκείνης Ἀσενέθ.
9
Καὶ ἀπῆλθεν ἡ φήμη
τοῦ κάλλους αὐτῆς εἰς πᾶσαν τὴν γῆν ἐκείνην ⸢καὶ ἕως περάτων αὐτῆς⸣,
καὶ ἐμνηστεύοντο αὐτὴν πάντες οἱ υἱοὶ τῶν μεγιστάνων καὶ τῶν σα-
τραπῶν καὶ τῶν βασιλέων, νεανίσκοι πάντες.
10
Καὶ ἦν ἔρις
πολλὴ ἐν αὐτοῖς δι' αὐτὴν καὶ ἐπειρῶντο πολεμεῖν πρὸς ἀλλήλους
δι' Ἀσενέθ.
11
Καὶ ἤκουσε περὶ αὐτῆς ὁ υἱὸς Φαραὼ ὁ πρωτότοκος
καὶ ἐξελιπάρει τὸν πατέρα αὐτοῦ τοῦ δοῦναι αὐτὴν αὐτῷ εἰς γυ-
ναῖκα.
12
Καὶ ἔλεγεν αὐτῷ· δός μοι τὴν Ἀσενὲθ τὴν θυγατέρα
Πεντεφρῆ τοῦ ἱερέως Ἡλιουπόλεως εἰς γυναῖκα.
13
Καὶ εἶπεν
αὐτῷ ὁ πατὴρ αὐτοῦ ⸢Φαραώ⸣· ἵνα τί σὺ ζητεῖς γυναῖκα χεῖρόν σου;
οὐκ εἶ σὺ βασιλεὺς πάσης οἰκουμένης;
14
οὐχί, ἀλλ' ἰδοὺ ἡ
θυγάτηρ τοῦ βασιλέως Ἰωακὶμ κατηγγύηταί σοι καὶ βασίλισσά
ἐστι καλὴ σφόδρα καὶ ταύτην λάβε σεαυτῷ εἰς γυναῖκα.
2
1
Καὶ ἦν Ἀσενὲθ ἐξουθενοῦσα καὶ καταπτύουσα πάντα ἄνδρα καὶ
ἀνὴρ οὐδέποτε ἑώρακεν αὐτήν, καθότι ἦν πύργος τῷ Πεντεφρῇ παρακεί-
μενος ἐν τῇ οἰκίᾳ αὐτοῦ μέγας καὶ ὑψηλὸς σφόδρα.
2
Καὶ ἐπάνω τοῦ
πύργου ἦν ὑπερῷον ἔχον θαλάμους δέκα.
3
Καὶ ἦν ὁ πρῶτος θάλαμος
μέγας καὶ εὐπρεπὴς καὶ λίθοις πορφυροῖς κατεστρωμένος καὶ οἱ τοῖχοι
αὐτοῦ λίθοις ποικίλοις καὶ τιμίοις πεπλακωμένοι.
4
Καὶ ἦν ἡ ὀροφὴ
τοῦ θαλάμου ἐκείνου χρυσῆ, καὶ ἐντὸς τοῦ θαλάμου ἐκείνου ἦσαν πεπηγ-
μένοι θεοὶ τῶν Αἰγυπτίων, ὧν οὐκ ἦν ἀριθμός, χρυσοῖ καὶ ἀργυροῖ.
5
Καὶ πάντας ἐκείνους ἐσέβετο Ἀσενὲθ καὶ ἐφοβεῖτο αὐτοὺς καὶ
θυσίας αὐτοῖς ἐπετέλει.
6
Καὶ ἦν ὁ δεύτερος θάλαμος ἔχων τὸν
κόσμον ἅπαντα καὶ τὰς θήκας Ἀσενέθ.
7
Καὶ ἦν χρυσὸς πολὺς
ἐν αὐτῷ καὶ ἀργύριον καὶ ἱματισμὸς χρυσοϋφὴς καὶ λίθοι ἐκλεκτοὶ
πολυτελεῖς καὶ ὀθόναι ἐπίσημοι.
8
Καὶ ἐκεῖ ἦν πᾶς ὁ κόσμος τῆς παρ-
θενίας αὐτῆς.
9
Καὶ ὁ τρίτος θάλαμος ἦν ἔχων πάντα τὰ ἀγαθὰ
τῆς γῆς καὶ ἦν ταμιεῖον τῆς Ἀσενέθ.
10
Καὶ τοὺς λοιποὺς ἑπτὰ θαλάμους
εἶχον ἑπτὰ παρθένοι μία ἑκάστη.
11
Καὶ αὗται ἦσαν διακονοῦσαι τῇ
Ἀσενὲθ καὶ ἦσαν ὁμήλικαι ⸢ὅτι⸣ ἐν μιᾷ νυκτὶ ἐγεννήθησαν
σὺν τῇ Ἀσενέθ, καὶ ἦσαν καλαὶ σφόδρα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ
καὶ ἀνὴρ οὐδέποτε ὡμίλει αὐταῖς ἢ παίδιον ἄρρεν.
12
Καὶ ἦσαν
θυρίδες τρεῖς τῷ μεγάλῳ θαλάμῳ τῆς Ἀσενὲθ ὅπου ἐτρέφετο ἡ παρθενία
αὐτῆς.
13
Καὶ ἦν ἡ μία θυρὶς ἀποβλέπουσα ἐπὶ τὴν αὐλὴν πρὸς
ἀνατολάς, καὶ ἡ δευτέρα ἦν ἐπιβλέπουσα πρὸς βορρᾶν πρὸς τὸ ἄμφοδον,
καὶ ἡ τρίτη πρὸς μεσημβρίαν.
14
Καὶ κλίνη χρυσῆ ἵστατο ἐν τῷ
θαλάμῳ ἀποβλέπουσα πρὸς ἀνατολάς·
15
καὶ ἦν ἡ κλίνη ἐστρωμένη
πορφύραν χρυσοϋφῆ ἐξ ὑακίνθου καὶ βύσσου καθυφασμένη·
16
ἐν
ταύτῃ τῇ κλίνῃ ἐκάθευδεν Ἀσενὲθ μόνη, καὶ οὔτε ἀνὴρ οὔτε γυνὴ
οὐδέποτε ἐκάθισεν ἐπ' αὐτῆς πλὴν τῆς Ἀσενὲθ μόνης.
17
Καὶ ἦν
αὐλὴ μεγάλη παρακειμένη τῇ οἰκίᾳ κυκλόθεν, καὶ τεῖχος κύκλῳ
τῆς αὐλῆς παρακείμενον ὑψηλὸν σφόδρα λίθοις μεγάλοις ⸢τε-
τραγώνοις⸣ ᾠκοδομημένον.
18
Καὶ πυλῶνες ἦσαν τῇ αὐλῇ
τέσσαρες σεσιδηρωμένοι, καὶ τούτους ἐφύλασσον [ἀνὰ] δέκα ὀκτὼ
ἄνδρες δυνατοὶ νεανίσκοι ἔνοπλοι.
19
Καὶ ἦσαν πεφυτευμένα ⸢ἔσω
τῆς αὐλῆς⸣ παρὰ τὸ τεῖχος δένδρα ὡραῖα παντοδαπὰ καρποφόρα, καὶ
πᾶς ὁ καρπὸς αὐτῶν πέπειρος, καιρὸς γὰρ ἦν τοῦ θερισμοῦ.
20
Καὶ
ἦν ἐκ δεξιῶν τῆς αὐλῆς πηγὴ ὕδατος πλουσία, καὶ ὑποκάτωθεν τῆς
πηγῆς ληνὸς ἦν μεγάλη δεχομένη τὸ ὕδωρ τῆς πηγῆς ἐκείνης,
ὅθεν ἐπορεύετο ποταμὸς διὰ μέσης τῆς αὐλῆς, καὶ ἐπότιζε πάντα τὰ
δένδρα τῆς αὐλῆς ἐκείνης.
3
1
Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ μηνὶ ὀγδόῃ καὶ δεκάτῃ τοῦ μηνὸς
ἦλθεν Ἰωσὴφ εἰς τὰ ὅρια Ἡλιουπόλεως.
2
Καὶ ὡς ἤγγισε τῇ πόλει
ἐκείνῃ, Ἰωσὴφ ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ ἄνδρας δώδεκα πρὸς Πεντε-
φρῆ τὸν ἱερέα Ἡλιουπόλεως λέγων·
3
πρὸς σὲ καταλύσω σήμερον,
ὅτι ὥρα μεσημβρίας ἐστὶ καὶ ἀρίστου καὶ καῦμα μέγα ἐστὶ τοῦ
ἡλίου καὶ ἀναψύξω ὑπὸ τὴν στέγην σου.
4
Καὶ ἤκουσε Πεντεφρῆς
καὶ ἐχάρη χαρὰν μεγάλην καὶ εἶπεν· εὐλογητὸς κύριος ὁ θεὸς τοῦ
Ἰωσήφ.
5
Καὶ ἐκάλεσε Πεντεφρῆς τὸν ἐπάνω τῆς οἰκίας αὐτοῦ καὶ
εἶπεν αὐτῷ·
6
σπεῦσον καὶ εὐτρέπισον τὴν οἰκίαν μου καὶ δεῖπ-
νον μέγαν ἑτοίμασον, διότι Ἰωσὴφ ὁ δυνατὸς τοῦ θεοῦ ἔρχεται
πρὸς ἡμᾶς σήμερον.
7
Καὶ ἤκουσεν Ἀσενὲθ ὅτι ἥκασιν ἐξ ἀγροῦ τῆς
κληρονομίας αὐτῶν ὁ πατὴρ καὶ ἡ μήτηρ αὐτῆς, καὶ ἐχάρη καὶ εἶπε·
8
πορεύσομαι καὶ ὄψομαι τὸν πατέρα μου καὶ τὴν μητέρα μου,
ὅτι ἥκασιν ἐξ ἀγροῦ τῆς κληρονομίας ἡμῶν.
9
Καὶ ἔσπευσεν Ἀσενὲθ
καὶ ἐνεδύσατο στολὴν βυσσίνην ἐξ ὑακίνθου χρυσοϋφῆ καὶ ἐζώσατο
ζώνην χρυσὴν καὶ περιέθετο ψέλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας
αὐτῆς καὶ περιεβάλετο ἀναξυρίδας χρυσᾶς καὶ περὶ τὸν τράχηλον
αὐτῆς περιέθετο κόσμον.
10
Καὶ λίθοι πολυτελεῖς ἦσαν πάντοθεν
ἔχοντες τὰ ὀνόματα τῶν θεῶν τῶν Αἰγυπτίων ἐγκεκολαμμένα παντα-
χοῦ ἐπὶ τοῖς ψελίοις καὶ τοῖς λίθοις· καὶ τὰ πρόσωπα τῶν εἰδώλων
ἦσαν ἐκτετυπωμένα ἐν τοῖς λίθοις.
11
Καὶ ἔθηκεν ἐπὶ τῆς κεφαλῆς
αὐτῆς ⸢τιάραν καὶ⸣ διάδημα ⸢ἔσφιγξε περὶ τοὺς κροτάφους αὐτῆς
καὶ θερίστρῳ κατεκάλυψε τὴν κεφαλὴν αὐτῆς⸣.
4
1
Καὶ ἔσπευσε καὶ κατέβη ⸢τῇ κλίμακι⸣ ἐκ τοῦ ὑπερῴου αὐτῆς καὶ
ἦλθε πρὸς τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα καὶ ἠσπασάτο αὐτούς.
2
Καὶ ἐχάρη Πεντεφρῆς καὶ ἡ γυνὴ αὐτοῦ ἐπὶ τῇ θυγατρὶ αὐτῶν Ἀσενὲθ
χαρὰν μεγάλην, ⸢διότι ἐθεώρουν αὐτὴν οἱ γονεῖς αὐτῆς⸣ κεκοσμημένην
ὡς νύμφην θεοῦ.
3
Καὶ ἐξήνεγκαν πάντα τὰ ἀγαθά, ὅσα ἐνήνοχαν ἐκ
τοῦ ἀγροῦ τῆς κληρονομίας αὐτῶν καὶ ἔδωκαν τῇ θυγατρὶ αὐτῶν.
4
Καὶ ἐχάρη Ἀσενὲθ ἐπὶ τοῖς ἀγαθοῖς καὶ ἐπὶ τῇ ὀπώρᾳ καὶ τῇ
σταφυλῇ καὶ τοῖς φοίνιξι καὶ ἐπὶ ⸢ταῖς περιστεραῖς καὶ ἐπὶ ταῖς
ῥοαῖς καὶ⸣ τοῖς σύκοις, ⸢διότι ἦσαν πάντα ὡραῖα⸣.
5
Καὶ εἶπε Πεντε-
φρῆς τῇ θυγατρὶ αὐτοῦ Ἀσενέθ· τέκνον. Ἡ δὲ εἶπεν· ἰδοὺ ἐγώ, κύριε. Καὶ
εἶπεν αὐτῇ· κάθισον ⸢δὴ⸣ ἀναμέσον ἡμῶν καὶ λαλήσω πρὸς σὲ τὰ
ῥήματά μου.
6
Καὶ ἐκάθισεν Ἀσενὲθ ἀναμέσον τοῦ πατρὸς αὐτῆς καὶ
τῆς μητρός.
7
Καὶ ἐκράτησε ⸢Πεντεφρῆς⸣ ὁ πατὴρ αὐτῆς τῇ χειρὶ
αὐτοῦ τῇ δεξιᾷ τὴν χείραν τὴν δεξιὰν αὐτῆς καὶ εἶπεν αὐτῇ·
τέκνον. Καὶ εἶπεν Ἀσενέθ· λαλησάτω δὴ ὁ κύριός μου καὶ πατήρ
μου.
8
Καὶ εἶπεν αὐτῇ Πεντεφρῆς· ἰδοὺ Ἰωσὴφ ὁ δυνατὸς τοῦ θεοῦ
ἔρχεται πρὸς ἡμᾶς σήμερον, καὶ οὗτός ἐστιν ἄρχων πάσης τῆς γῆς Αἰ-
γύπτου, καὶ Φαραὼ κατέστησεν αὐτὸν ἄρχοντα πάσης τῆς γῆς ⸢ἡμῶν⸣,
καὶ αὐτὸς σιτοδοτεῖ πᾶσαν τὴν χώραν καὶ σῴζει αὐτὴν ἐκ τοῦ
ἐπερχομένου λιμοῦ.
9
Καὶ ἔστιν Ἰωσὴφ ἀνὴρ θεοσεβὴς καὶ σώφρων καὶ
παρθένος ὡς σὺ σήμερον, καὶ ἀνὴρ δυνατὸς ἐν σοφίᾳ καὶ ἐπιστήμῃ καὶ
πνεῦμα θεοῦ ἐστιν ἐπ' αὐτῷ καὶ χάρις κυρίου μετ' αὐτοῦ.
10
Δεῦρο
δή, τέκνον μου, καὶ παραδώσω σε αὐτῷ εἰς γυναῖκα καὶ ἔσῃ αὐτῷ
νύμφη καὶ αὐτὸς ἔσται σου νυμφίος εἰς τὸν αἰῶνα χρόνον.
11
Καὶ
ὡς ἤκουσεν Ἀσενὲθ τὰ ῥήματα τοῦ πατρὸς αὐτῆς, περιεχύθη αὐτῇ
ἱδρὼς ἐρυθρὸς πολὺς καὶ ἐθυμώθη ἐν ὀργῇ μεγάλῃ καὶ ἀνέβλεψε τῷ
πατρὶ αὐτῆς πλαγίως τοῖς ὀφθαλμοῖς αὐτῆς καὶ εἶπεν·
12
ἵνα
τί οὕτως λαλεῖ ὁ κύριός μου καὶ πατήρ μου καὶ βούλεται
τοῖς ῥήμασιν αὐτοῦ παραδοῦναί με ὡς αἰχμάλωτον ἀνδρὶ ἀλλογενεῖ
καὶ φυγάδι καὶ πεπραμένῳ;
13
οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ ποιμένος
ἐκ γῆς Χαναὰν καὶ αὐτὸς καταλέλειπται ὑπ' αὐτοῦ;
14
οὐχ οὗτός
ἐστιν ὁ κοιμηθεὶς μετὰ τῆς κυρίας αὐτοῦ, καὶ ὁ κύριος αὐτοῦ ἐνέ-
βαλεν αὐτὸν εἰς τὴν φυλακὴν τοῦ σκότους, καὶ Φαραὼ ἐξήγαγεν
αὐτὸν ἐκ τῆς φυλακῆς, καθότι συνέκρινε τὸ ἐνύπνιον αὐτοῦ;
15
οὐχί, ἀλλὰ γαμήσομαι τῷ υἱῷ τοῦ βασιλέως τῷ πρωτοτόκῳ, ὅτι αὐτός
ἐστι βασιλεὺς πάσης τῆς γῆς.
16
Ταῦτα ἀκούσας Πεντεφρῆς ᾐδέσθη
ἔτι λαλῆσαι τῇ θυγατρὶ αὐτοῦ περὶ Ἰωσήφ, διότι μετὰ ἀλαζονείας
καὶ ὀργῆς ἀπεκρίθη αὐτῷ.
5
1
Καὶ ἰδοὺ νεανίσκος ἐξηπήδησεν ἐκ τῆς θεραπείας τοῦ Πεντεφρῆ
καὶ λέγει· ἰδοὺ Ἰωσὴφ πρὸ τῶν θυρῶν τῆς αὐλῆς ἡμῶν ἐστί.
2
Καὶ ἔφυγεν Ἀσενὲθ ἀπὸ προσώπου τοῦ πατρὸς αὐτῆς καὶ τῆς μητρός,
⸢καὶ ἀνέβη εἰς τὸ ὑπερῷον⸣ καὶ εἰσῆλθεν εἰς τὸν θάλαμον αὐτῆς καὶ
ἔστη ἐπὶ τὴν θυρίδα τὴν μεγάλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἰδεῖν
τὸν ἐρχόμενον εἰς τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς.
3
Καὶ ἐξῆλθον
εἰς συνάντησιν τῷ Ἰωσὴφ Πεντεφρῆς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πᾶσα ἡ
συγγένεια αὐτοῦ.
4
Καὶ ἠνοίχθησαν αἱ πύλαι τῆς αὐλῆς αἱ βλέ-
πουσαι κατὰ ἀνατολὰς καὶ εἰσῆλθεν Ἰωσὴφ καθήμενος ἐν τῷ ἅρματι
τῷ δευτέρῳ τοῦ Φαραώ.
5
Καὶ ἦσαν ἐζευγμένοι ἵπποι τέσσαρες
λευκοὶ ὡσεὶ χιὼν χρυσοχάλινοι καὶ τὸ ἅρμα κατασκιαστὸν ἐκ χρυσίου.
6
Καὶ ἦν Ἰωσὴφ ἐνδεδυμένος χιτῶνα λευκὸν ἔξαλλον καὶ ἡ στολὴ τῆς
περιβολῆς αὐτοῦ ἦν πορφύρα ἐκ βύσσου χρυσοϋφὴς καὶ στέφανος
χρυσὸς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κύκλῳ τοῦ στεφάνου ἦσαν
δώδεκα λίθοι ἐκλεκτοὶ καὶ ἐπάνω τῶν λίθων δώδεκα ἀκτῖνες χρυσαῖ
καὶ σκῆπτρον βασιλικὸν ἐν τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ.
7
Καὶ εἶχεν
ἐκτεταμένον κλάδον ἐλαίας καὶ ἦν πλῆθος καρποῦ ἐν αὐτῷ.
8
Καὶ
εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν αὐλὴν καὶ ἐκλείσθησαν αἱ πύλαι.
9
Καὶ
εἴτε ἀνὴρ εἴτε γυνὴ ἀλλότριοι ἔμειναν ἔξω, διότι οἱ φύλακες
τῶν πυλώνων ἔκλεισαν τὰς θύρας.
10
Καὶ ἦλθε Πεντεφρῆς καὶ ἡ
γυνὴ αὐτοῦ καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ πλὴν τῆς θυγατρὸς αὐτῶν
Ἀσενὲθ καὶ προσεκύνησαν τῷ Ἰωσὴφ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
11
Καὶ κατέβη Ἰωσὴφ ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἐδεξιώσατο αὐτοὺς
ἐν τῇ δεξιᾷ αὐτοῦ.
6
1
Καὶ εἶδεν Ἀσενὲθ τὸν Ἰωσὴφ καὶ κατενύγη ἰσχυρῶς τῇ ψυχῇ
καὶ συνεκλάσθη τὰ σπλάγχνα αὐτῆς καὶ τὰ γόνατα αὐτῆς παρελύθησαν
καὶ συνετρόμαξεν ὅλον τὸ σῶμα αὐτῆς καὶ ἐφοβήθη φόβον μέγαν καὶ
ἀνεστέναξε καὶ εἶπε·
2
ποῦ ἀπελεύσομαι καὶ ποῦ ἀποκρυβήσομαι
ἀπὸ προσώπου αὐτοῦ; ἢ πῶς ὄψεταί με Ἰωσὴφ ὁ υἱὸς τοῦ θεοῦ, διότι λε-
λάληκα κακὰ ἐγὼ περὶ αὐτοῦ;
3
ποῦ φεύξομαι καὶ κρυβήσομαι, ὅτι
πᾶσαν ἀποκρυβὴν αὐτὸς ὁρᾷ καὶ οὐδὲν κρυπτὸν λέληθεν αὐτῷ διὰ τὸ
φῶς ⸢τὸ μέγα⸣ τὸ ὂν ἐν αὐτῷ;
4
Καὶ νῦν ἵλεώς μοι ὁ θεὸς τοῦ
Ἰωσήφ, διότι λελάληκα ἐγὼ ῥήματα πονηρὰ ἐν ἀγνοίᾳ·
5
τί τοίνυν
ἐγὼ ὄψομαι ἡ ταλαίπωρος; οὐχὶ λελάληκα λέγουσα· Ἰωσὴφ ἔρχεται ὁ
υἱὸς τοῦ ποιμένος ἐκ γῆς Χαναάν; καὶ νῦν ἰδοὺ ὁ ἥλιος ἐκ τοῦ οὐρανοῦ
ἥκει πρὸς ἡμᾶς ἐν τῷ ἅρματι αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν ἡμῶν
σήμερον·
6
ἐγὼ δὲ ἄφρων καὶ θρασεῖα ἥτις ἐξουδένωσα αὐτὸν
καὶ ἐλάλησα ῥήματα πονηρὰ περὶ αὐτοῦ καὶ οὐκ ᾔδειν ὅτι
Ἰωσὴφ υἱὸς θεοῦ ἐστι·
7
τίς γὰρ ἀνθρώπων γεννήσει ποτὲ τοιοῦτον
κάλλος καὶ ποία κοιλία τέξεται τοιοῦτον φῶς; ταλαίπωρος ἐγὼ καὶ
ἄφρων, ὅτι λελάληκα τῷ πατρί μου ῥήματα πονηρά.
8
Καὶ νῦν
δότω με ὁ πατήρ μου τῷ Ἰωσὴφ εἰς παιδίσκην καὶ εἰς δούλην καὶ
δουλεύσω αὐτῷ εἰς τὸν αἰῶνα χρόνον.
7
1
Καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν Πεντεφρῆ καὶ ἐκάθισεν ἐπὶ
θρόνου καὶ ἐνίψατο τοὺς πόδας αὐτοῦ καὶ παρέθηκεν αὐτῷ τράπεζαν
κατ' ἰδίαν, διότι οὐ συνήσθιε μετὰ τῶν Αἰγυπτίων, ὅτι βδέλυγμα ἦν
αὐτῷ τοῦτο.
2
Καὶ εἶπεν Ἰωσὴφ τῷ Πεντεφρῆ καὶ πάσῃ τῇ συγγε-
νείᾳ αὐτοῦ λέγων· τίς ἐστι ἡ γυνὴ ἐκείνη ἡ ἑστῶσα ἐν τῷ σωλαρίῳ
πρὸς τὴν θυρίδα; ἀπελθάτω δὴ ἀπὸ τῆς οἰκίας ταύτης.
3
Διότι ἐφο-
βεῖτο Ἰωσὴφ μήποτε ἐνοχλήσῃ αὐτῷ καὶ αὕτη, ἠνόχλουν γὰρ
αὐτῷ πᾶσαι αἱ γυναῖκες καὶ αἱ θυγατέρες τῶν μεγιστάνων καὶ τῶν
σατραπῶν πάσης ⸢γῆς⸣ Αἰγύπτου τοῦ κοιμηθῆναι μετ' αὐτοῦ.
4
Καὶ
πολλαὶ γυναῖκες καὶ θυγατέρες τῶν Αἰγυπτίων, ⸢ὅσαι ἐθεώρουν τὸν
Ἰωσήφ⸣, κακῶς ἔπασχον ἐπὶ τῷ κάλλει αὐτοῦ· καὶ τοὺς πρέσβεις αὐτῶν
ἀπέστειλον πρὸς αὐτὸν μετὰ χρυσίου καὶ ἀργυρίου καὶ δώρων
πολυτίμων.
5
Καὶ ἀντέπεμπεν αὐτὰ ὁ Ἰωσὴφ μετὰ ἀπειλῆς καὶ
ὕβρεως λέγων· οὐχ ἁμαρτήσω ἐνώπιον τοῦ θεοῦ Ἰσραήλ.
6
Καὶ τὸ
πρόσωπον Ἰακὼβ ⸢τοῦ πατρὸς αὐτοῦ⸣ πρὸ ὀφθαλμῶν εἶχεν ⸢πάντοτε⸣ ὁ
Ἰωσὴφ καὶ ἐμέμνητο τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, διότι ἔλεγεν
Ἰακὼβ τῷ Ἰωσὴφ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ· φυλάξατε τέκνα
ἑαυτοὺς ἰσχυρῶς ἀπὸ γυναικὸς ἀλλοτρίας τοῦ μὴ κοινωνῆσαι αὐτῇ,
ἀπώλεια γάρ ἐστι καὶ διαφθορά.
7
Διὰ τοῦτο εἶπεν Ἰωσήφ· ἀπελθάτω
ἡ γυνὴ ἐκείνη ἐκ τῆς οἰκίας ταύτης.
8
Καὶ εἶπεν αὐτῷ Πεντε-
φρῆς· κύριε, ἐκείνη ἣν ἑώρακας ἐν τῷ ὑπερῴῳ οὐκ ἔστιν ἀλλοτρία,
ἀλλὰ θυγάτηρ ἡμῶν ἐστι, παρθένος μισοῦσα πάντα ἄνδρα, καὶ ἀνὴρ ἄλλος
οὐχ ἑώρακεν αὐτήν ποτε εἰ μὴ σὺ ⸢μόνος⸣ σήμερον·
9
καὶ εἰ
βούλει, ἐλεύσεται καὶ προσαγορεύσει σοι, διότι ἡ θυγάτηρ ἡμῶν ἀδελφή
σού ἐστι.
10
Καὶ ἐχάρη Ἰωσὴφ χαρὰν μεγάλην, διότι εἶπε Πεντεφρῆς·
παρθένος ἐστὶ μισοῦσα πάντα ἄνδρα.
11
Καὶ εἶπεν Ἰωσὴφ τῷ
Πεντεφρῇ καὶ τῇ γυναικὶ αὐτοῦ λέγων· εἰ θυγάτηρ ὑμῶν ἐστι, ἐλθάτω
δή, ὅτι ἀδελφή μού ἐστι καὶ ἀγαπῶ αὐτὴν ἀπὸ τῆς σήμερον ὡς
ἀδελφήν μου.
8
1
Καὶ ἀνέβη ἡ μήτηρ τῆς Ἀσενὲθ εἰς τὸ ὑπερῷον καὶ ἤγαγεν τὴν
Ἀσενὲθ πρὸς τὸν Ἰωσὴφ καὶ εἶπε Πεντεφρῆς τῇ θυγατρὶ αὐτοῦ Ἀσε-
νέθ· ἄσπασαι τὸν ἀδελφόν σου, διότι καὶ αὐτὸς παρθένος ἐστὶ ὡς καὶ
σὺ σήμερον καὶ μισεῖ πᾶσαν γυναῖκα ἀλλοτρίαν ὡς καὶ σὺ πάντα ἄνδρα
ἀλλότριον.
2
Καὶ εἶπεν Ἀσενὲθ τῷ Ἰωσήφ· χαίροις, κύριε, εὐλογημένε
τῷ θεῷ τῷ ὑψίστῳ. Καὶ εἶπε πρὸς αὐτὴν Ἰωσήφ· εὐλογήσῃ σε ὁ θεὸς ὁ
ζωοποιήσας τὰ πάντα.
3
Καὶ εἶπε Πεντεφρῆς τῇ Ἀσενέθ· πρόσελθε
καὶ φίλησον τὸν ἀδελφόν σου.
4
Καὶ ὡς προσῆλθε φιλῆσαι τὸν Ἰωσήφ,
ἐξέτεινεν Ἰωσὴφ τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἔθηκε πρὸς τὸ στῆθος
αὐτῆς καὶ εἶπεν·
5
οὐκ ἔστι προσῆκον ἀνδρὶ θεοσεβεῖ, ὃς εὐλογεῖ
τῷ στόματι αὐτοῦ τὸν θεὸν τὸν ζῶντα καὶ ἐσθίει ἄρτον εὐλογημένον
⸢ζωῆς καὶ πίνει ποτήριον εὐλογημένον ἀθανασίας καὶ χρίεται χρίσματι
εὐλογημένῳ⸣ ἀφθαρσίας, φιλῆσαι γυναῖκα ἀλλοτρίαν, ἥτις εὐλογεῖ
τῷ στόματι αὐτῆς εἴδωλα νεκρὰ καὶ κωφὰ καὶ ἐσθίει ἐκ τῆς τραπέζης
αὐτῶν ἄρτον ἀγχόνης καὶ πίνει ἐκ τῆς σπονδῆς αὐτῶν ποτήριον
ἐνέδρας καὶ χρίεται χρίσματι ἀπωλείας·
6
ἀλλ' ἀνὴρ θεοσεβὴς
φιλήσει τὴν μητέρα αὐτοῦ καὶ τὴν ἀδελφὴν τὴν ἐκ τῆς φυλῆς αὐτοῦ
καὶ τῆς συγγενείας αὐτοῦ καὶ τὴν γυναῖκα τὴν σύγκοιτον αὐτοῦ,
αἵτινες εὐλογοῦσι τῷ στόματι αὐτῶν θεὸν ζῶντα·
7
ὁμοίως καὶ γυναικὶ
θεοσεβεῖ οὐκ ἔστι προσῆκον φιλῆσαι ἄνδρα ἀλλότριον, διότι βδέλυγμά
ἐστι τοῦτο ἐνώπιον τοῦ θεοῦ.
8
Καὶ ὡς ἤκουσεν Ἀσενὲθ τὰ ῥήματα
Ἰωσήφ, ἐλυπήθη σφόδρα καὶ ἀνεστέναξε καὶ ἦν ἀτενίζουσα τῷ Ἰωσὴφ
καὶ ἐπλήσθησαν δακρύων οἱ ὀφθαλμοὶ αὐτῆς.
9
Καὶ εἶδεν αὐτὴν
Ἰωσὴφ καὶ ἠλέησεν αὐτὴν σφόδρα, ὅτι ἦν Ἰωσὴφ πρᾶος καὶ ἐλεήμων
καὶ φοβούμενος τὸν κύριον. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν
ἐπάνω τῆς κεφαλῆς αὐτῆς καὶ εἶπε·
10
Κύριε ὁ θεὸς τοῦ πατρός μου Ἰσραήλ,
ὁ ὕψιστος, ὁ δυνατός,
ὁ ζωοποιήσας τὰ πάντα
καὶ καλέσας ἀπὸ τοῦ σκότους εἰς τὸ φῶς
⸢καὶ ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν⸣
καὶ ἀπὸ θανάτου εἰς τὴν ζωήν,
σὺ αὐτὸς κύριε ζωοποίησον
καὶ εὐλόγησον τὴν παρθένον ταύτην.
11
Καὶ ἀνακαίνισον τῷ πνεύματί σου
⸢καὶ ἀνάπλασον αὐτὴν τῇ χειρί σου [τῇ κρυφαίᾳ]
καὶ ἀναζωοποίησον τῇ ζωῇ σου
καὶ φαγέτω ἄρτον ζωῆς σου⸣
καὶ πιέτω ποτήριον εὐλογίας σου,
ἣν ἐξελέξω πρὶν γεννηθῆναι,
καὶ εἰσελθάτω εἰς τὴν κατάπαυσίν σου,
ἣν ἑτοίμασας τοῖς ἐκλεκτοῖς σου.
9
1
Καὶ ἐχάρη Ἀσενὲθ ἐπὶ τῇ εὐλογίᾳ τοῦ Ἰωσὴφ χαρὰν μεγάλην
σφόδρα καὶ ἔσπευσε καὶ ἀνῆλθεν εἰς τὸ ὑπερῷον αὐτῆς καὶ πέπτω-
κεν ἐπὶ τῆς κλίνης αὐτῆς ἀσθενοῦσα, διότι ἦν αὐτῇ χαρὰ καὶ λύπη
καὶ φόβος πολὺς καὶ ἱδρὼς συνεχὴς περιεχύθη αὐτήν, ὡς ἤκουσε
τὰ ῥήματα ταῦτα παρὰ Ἰωσήφ, ὃς ἐλάλησεν αὐτῇ ἐν τῷ ὀνόματι τοῦ
θεοῦ τοῦ ὑψίστου.
2
Καὶ ἔκλαυσε κλαυθμῷ μεγάλῳ καὶ πικρῷ καὶ
μετενόει ἀπὸ τῶν θεῶν αὐτῆς, ὧν ἐσέβετο, καὶ περιέμενε τοῦ γενέσθαι
ἑσπέραν.
3
Καὶ ἔφαγεν Ἰωσὴφ καὶ ἔπιεν καὶ εἶπε τοῖς παισὶν αὐτοῦ·
ζεύξατε τοὺς ἵππους τῷ ἅρματι, ἔλεγε γὰρ ἀπελεύσομαι καὶ κυκλώσω
πᾶσαν τὴν πόλιν καὶ τὴν γῆν.
4
Καὶ εἶπε Πεντεφρῆς πρὸς Ἰωσήφ·
αὐλισθήτω δὴ ὁ κύριός μου σήμερον καὶ τῷ πρωῒ ἀπελεύσῃ τὴν ὁδόν σου.
5
Καὶ εἶπεν Ἰωσήφ· οὐχί, ἀλλ' ἀπελεύσομαι σήμερον, διότι ἐστὶν
ἡ ἡμέρα ἐν ᾗ ἤρξατο ὁ θεὸς ποιῆσαι τὰ ἔργα αὐτοῦ, καὶ τῇ ἡμέρᾳ τῇ
ὀγδόῃ ἐπαναστρέφω κἀγὼ πάλιν πρὸς ὑμᾶς καὶ αὐλισθήσομαι ἐνθάδε.
10
1
Τότε Πεντεφρῆς καὶ ἡ συγγένεια αὐτοῦ ἀπῆλθον εἰς τὸν κλῆρον
αὐτῶν.
2
Καὶ κατελείφθη Ἀσενὲθ μόνη μετὰ τῶν παρθένων καὶ
ἐρᾳθύμει καὶ ἔκλαιεν ἕως οὗ ἔδυ ὁ ἥλιος· καὶ ἄρτον οὐκ ἔφαγεν καὶ
ὕδωρ οὐκ ἔπιεν, ἀλλὰ πάντων ὑπνούντων αὕτη μόνη ἐγρηγόρει.
3
Καὶ
ἤνοιξε καὶ κατῆλθε παρὰ τὸν πυλῶνα καὶ εὗρε τὴν θυρωρὸν καθεύδου-
σαν μετὰ τῶν τέκνων αὐτῆς.
4
Καὶ ἔσπευσεν Ἀσενὲθ καὶ καθεῖλεν
ἐκ τῆς θύρας τὴν δέρριν τοῦ καταπετάσματος καὶ ἔπλησεν αὐτὴν
τέφρας καὶ ἀνήνεγκεν εἰς τὸ ὑπερῷον καὶ ἀπέθετο αὐτὴν εἰς τὸ
ἔδαφος.
5
Καὶ ἔκλεισε τὴν θύραν ἀσφαλῶς καὶ τὸν μοχλὸν τὸν σιδη-
ροῦν ἐπέθηκεν αὐτῇ ἐκ πλαγίων καὶ ἐστέναξε στεναγμῷ μεγάλῳ καὶ
κλαυθμῷ.
6
Καὶ ἤκουσεν ἡ παρθένος ἣν ἠγάπα Ἀσενὲθ παρὰ
πάσας τὰς παρθένους τὸν στεναγμὸν τῆς κυρίας αὐτῆς ⸢καὶ
ἤγειρε τὰς λοιπὰς παρθένους⸣ καὶ ἦλθε καὶ εὗρε τὴν θύραν
κεκλεισμένην.
7
Καὶ ἠκροάσατο τοῦ στεναγμοῦ καὶ τοῦ κλαυθμοῦ
τῆς Ἀσενὲθ καὶ εἶπεν· ἵνα τί σὺ σκυθρωπάζεις, δέσποινά μου;
καὶ τί ἐστι τὸ ἐνοχλοῦν σοι; ἄνοιξον ἡμῖν καὶ ὀψόμεθά σε.
8
Καὶ
εἶπεν αὐταῖς Ἀσενὲθ ἔσωθεν κεκλεισμένη· τῆς κεφαλῆς μού
ἐστι πόνος πολὺς καὶ ἡσυχάζω ἐν τῇ κλίνῃ μου καὶ ἀνοῖξαι νῦν οὐκ
ἰσχύω ὑμῖν, διότι ἠσθένηκα ἀπὸ πάντων τῶν μελῶν μου, ἀλλὰ πορεύθητε
ἑκάστη ὑμῶν εἰς τὸν θάλαμον αὐτῆς.
9
Καὶ ἀνέστη Ἀσενὲθ καὶ ἤνοιξε
τὴν θύραν ἡσύχως καὶ ἀπῆλθεν εἰς τὸν θάλαμον αὐτῆς τὸν δεύτερον,
ὅπου ἦσαν αἱ θῆκαι τοῦ κόσμου αὐτῆς, καὶ ἤνοιξε τὸ κιβώτιον αὐτῆς
καὶ ἐξήνεγκε χιτῶνα μελανὸν ⸢καὶ ζοφώδη⸣.
10
Καὶ οὗτος ἦν ὁ
χιτὼν τοῦ πένθους αὐτῆς ὃν ἐνεδύσατο [καὶ ἐπένθησεν] ὅτε ἀπέθανεν
ὁ ἀδελφὸς αὐτῆς ὁ πρωτότοκος.
11
Καὶ ἐξεδύσατο Ἀσενὲθ τὴν στολὴν
αὐτῆς τὴν βασιλικὴν καὶ ἐνεδύσατο τὴν μέλαιναν καὶ ἔλυσε τὴν
ζώνην αὐτῆς τὴν χρυσῆν καὶ περιεζώσατο σχοινίον καὶ ἀπέθετο τὴν
τιάραν ἐκ τῆς κεφαλῆς αὐτῆς καὶ τὸ διάδημα καὶ τὰ ψέλια ἐκ τῶν
χειρῶν αὐτῆς.
12
Καὶ ἔλαβε πᾶσαν τὴν στολὴν αὐτῆς τὴν ἐκλεκτὴν
καὶ ἔρριψεν αὐτὴν διὰ τῆς θυρίδος τοῖς πένησι.
13
Καὶ ἔλαβε πάν-
τας τοὺς θεοὺς αὐτῆς τοὺς χρυσοῦς καὶ ἀργυροῦς, ὧν οὐκ ἦν ἀριθ-
μός, καὶ συνέτριψεν αὐτοὺς εἰς λεπτὰ καὶ ἔρριψεν αὐτοὺς τοῖς
πτωχοῖς καὶ τοῖς δεομένοις.
14
Καὶ ἔλαβεν Ἀσενὲθ τὸ δεῖπνον
αὐτῆς τὸ βασιλικὸν καὶ σιτιστὰ καὶ τοὺς ἰχθύας καὶ τὰ κρέα καὶ
πάσας τὰς θυσίας τῶν θεῶν αὐτῆς καὶ τὰ σκεύη τοῦ οἴνου τῆς σπονδῆς
αὐτῶν καὶ ἔρριψεν πάντα διὰ τῆς θυρίδος τοῖς κυσὶ βοράν.
15
Καὶ μετὰ ταῦτα ἔλαβε ⸢τὴν τέφραν καὶ κατέχεεν αὐτὴν
ἐπὶ τὸ ἔδαφος.
16
Καὶ ἔλαβε⸣ σάκκον καὶ περιεζώσατο τὴν
ὀσφὺν αὐτῆς καὶ ἀπεβάλετο τὸ ἐμπλόκιον τῆς κεφαλῆς αὐτῆς
καὶ κατεπάσατο τέφραν [καὶ ἔπεσεν ἐπάνω τῆς τέφρας].
17
Καὶ ἐπάτασσε τὸ στῆθος αὐτῆς πυκνῶς ταῖς δυσὶ χερσὶ 〈καὶ ἔπεσεν
ἐπάνω τῆς τέφρας〉 καὶ ἔκλαιε πικρῶς πᾶσαν τὴν νύκταν μετὰ στεναγμοῦ
ἕως πρωΐ.
18
Καὶ ⸢ἀνέστη Ἀσενὲθ τῷ πρωῒ καὶ εἶδε καὶ⸣
ἰδοὺ ἦν ἡ τέφρα ὑποκάτω αὐτῆς ὡς πηλὸς ἐκ τῶν δακρύων αὐτῆς.
19
Καὶ ἔπεσε πάλιν Ἀσενὲθ ἐπὶ πρόσωπον ἐπὶ τὴν τέφραν ἕως οὗ
ἔδυ ὁ ἥλιος.
20
Καὶ οὕτως ἐποίησεν Ἀσενὲθ τὰς ἑπτὰ ἡμέρας μηδὲ
ὅλως γευσαμένη τινός.
11
1
Καὶ ἐγένετο τῇ ὀγδόῃ ἡμέρᾳ καὶ ἀνένευσεν ⸢Ἀσενὲθ⸣ ἐκ τοῦ
ἐδάφους οὗ ἦν ἐπικειμένη, διότι ἦν παραλελυμένη τοῖς μέλεσιν ἐκ
τῆς πολλῆς ταπεινώσεως.
12
1
Καὶ ἐξεπέτασε τὰς χεῖρας αὐτῆς πρὸς ἀνατολὰς καὶ ⸢ἐπέβλεψε⸣
τοὺς ὀφθαλμοὺς αὐτῆς ⸢εἰς τὸν οὐρανὸν⸣ καὶ εἶπε·
2
Κύριε ὁ θεὸς ⸢τῶν αἰώνων⸣,
ὁ δοὺς πᾶσι πνοὴν ζωῆς,
ὁ ἐξενέγκας τὰ ἀόρατα εἰς τὸ φῶς,
ὁ ποιήσας τὰ πάντα καὶ φανερώσας τὰ ἀφανῆ,
3
ὁ ὑψώσας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν ⸢ἐπὶ τῶν ὑδάτων⸣,
ὁ πήξας τοὺς λίθους τοὺς μεγάλους ἐπὶ τῆς ἀβύσσου τοῦ ὕδατος,
οἵτινες οὐ βυθισθήσονται,
ἀλλ' εἰσὶν ἕως τέλους ποιοῦντες τὸ θέλημά σου,
4
κύριε, ὁ θεός μου, πρὸς σὲ κεκράξομαι,
πρόσσχες τὴν δέησίν μου,
καὶ σοὶ ἐξομολογήσομαι τὰς ἁμαρτίας μου
καὶ πρὸς σὲ ἀποκαλύψω τὰς ἀνομίας μου.
5
Ἥμαρτον, κύριε, ἥμαρτον,
ἠνόμησα καὶ ἠσέβησα καὶ ἐλάλησα πονηρὰ ἐνώπιόν σου·
μεμίανται, κύριε, τὸ στόμα μου ἀπὸ τῶν θυσιῶν τῶν εἰδώλων
καὶ ἐκ τῆς τραπέζης τῶν θεῶν τῶν Αἰγυπτίων.
6
Ἥμαρτον, κύριε, ἐνώπιόν σου, ἥμαρτον καὶ ἠσέβησα
σεβασθεῖσα εἴδωλα νεκρὰ καὶ κωφά,
καὶ οὐκ εἰμὶ ἀξία ἀνοῖξαι τὸ στόμα μου πρὸς σέ, ἐγὼ ἡ ἀθλία.
7
Ἥμαρτον, κύριε, ἐνώπιόν σου,
ἐγώ, ἡ θυγάτηρ Πεντεφρῆ τοῦ ἱερέως,
ἡ σοβαρὰ καὶ ὑπερήφανος,
σοὶ προσφέρω, κύριε, τὴν δέησίν μου
καὶ πρὸς σὲ κεκράξομαι,
ῥῦσαί με ἀπὸ τῶν διωκόντων με,
διότι ἐγὼ πρὸς σὲ κατέφυγον
ὡς παιδίον ἐπὶ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα.
8
Καὶ σύ, κύριε, ἔκτεινον τὰς χεῖράς σου ἐπ' ἐμὲ
ὡς πατὴρ φιλότεκνος ⸢καὶ φιλόστοργος⸣
καὶ ἅρπασόν με ἐκ χειρὸς τοῦ ἐχθροῦ.
9
Ἰδοὺ γὰρ ὁ λέων ὁ ἄγριος ὁ παλαιὸς καταδιώκει με
καὶ τὰ τέκνα αὐτοῦ εἰσιν οἱ θεοὶ τῶν Αἰγυπτίων,
οὓς ἐγὼ ἔρριψα ἀπ' ἐμοῦ καὶ ἀπώλεσα αὐτούς,
καὶ ὁ πατὴρ αὐτῶν ὁ διάβολος καταπιεῖν με πειρᾶται.
10
Ἀλλὰ σύ, κύριε, ῥῦσαί με ἐκ τῶν χειρῶν αὐτοῦ
καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελοῦ με,
μήποτε ἁρπάζῃ με ὡς λύκος καὶ σπαράξῃ με
καὶ ἐμβάλῃ με εἰς τὴν ἄβυσσον τοῦ πυρὸς
καὶ εἰς τὴν καταιγίδα τῆς θαλάσσης
καὶ μή με καταπιέτω τὸ κῆτος τὸ μέγα.
11
Σῶσόν με, κύριε, τὴν ἔρημον,
διότι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἠρνήσαντό με,
διότι ἐγὼ ἀπώλεσα καὶ συνέτριψα τοὺς θεοὺς αὐτῶν,
καὶ νῦν ὀρφανὴ καὶ ἔρημός εἰμι,
καὶ οὐκ ἔστι μοι ἄλλη ἐλπὶς εἰ μὴ ἐπὶ σοί, κύριε,
ὅτι σὺ εἶ ὁ πατὴρ τῶν ὀρφανῶν
καὶ τῶν διωκομένων ὑπερασπιστὴς
καὶ τῶν θλιβομένων βοηθός.
12
Ἰδοὺ γὰρ πάντα τὰ χρήματα τοῦ πατρός μου Πεντεφρῆ πρόσ-
καιρά εἰσι καὶ ἀφανῆ, τὰ δὲ δώματα τῆς κληρονομίας σου, κύριε, ἄφθαρτά
εἰσι καὶ αἰώνια.
13
1
Ἐπίσκεψαι τὴν ὀρφανίαν μου, κύριε, ὅτι πρὸς σὲ κατέφυγα,
⸢κύριε.⸣
2
Ἰδοὺ ἀπεθέμην μου τὴν βασιλικὴν στολὴν τὴν χρυσοϋφῆ
καὶ ἐνδέδυμαι χιτῶνα μέλανον.
3
Ἰδοὺ ἔλυσα τὴν ζώνην μου τὴν
χρυσῆν καὶ περιεζωσάμην σχοινίον καὶ σάκκον.
4
Ἰδοὺ τὸ διάδημα
τῆς κεφαλῆς μου ἀπέρριψα καὶ καταπέπασμαι τέφραν.
5
Ἰδοὺ τὸ
ἔδαφος τοῦ θαλάμου μου κατεστρωμένον λίθοις ποικίλοις καὶ πορφυ-
ροῖς καὶ καταρεραντισμένον μύροις νῦν δὲ ἐρραντισμένον ἀπὸ
τῶν δακρύων μου καὶ χοῦν κατεσποδωμένον.
6
Ἰδού, κύριέ
μου, ἐκ τῆς τέφρας καὶ τῶν δακρύων μου πηλός ἐστι πολὺς ἐν τῷ θαλά-
μῳ μου ὡς ἐν ὁδῷ ⸢πλατείᾳ⸣.
7
Ἰδού, κύριε, τὸ δεῖπνόν μου τὸ
βασιλικὸν καὶ τὰ σιτιστὰ δέδωκα τοῖς κυσί.
8
Καὶ ἰδοὺ ἐγὼ
ἑπτὰ ἡμέρας ⸢καὶ ἑπτὰ νύκτας⸣ οὔτε ἄρτον ἔφαγον οὔτε ὕδωρ
ἔπιον καί ἐστι τὸ στόμα μου ξηρὸν ὡς τύμπανον καὶ ἡ γλῶσσά μου ὡς
κέρας καὶ τὰ χείλη μου ὡς ὄστρακον, τό τε πρόσωπόν μου συμπέπτωκεν
καὶ οἱ ὀφθαλμοί μου ἐξέλιπον ἐκ τῆς φλεγμονῆς τῶν δακρύων μου.
9
Ἀλλά, κύριε, σύγγνωθί μοι, ὅτι ἥμαρτόν σοι ἐν ἀγνοίᾳ καὶ λελάληκα
βλάσφημα εἰς τὸν κύριόν μου Ἰωσήφ.
10
Καὶ οὐκ ᾔδειν ἐγὼ ἡ ἀθλία
ὅτι υἱὸς σοῦ ἐστι, κύριε, διότι εἶπόν μοι οἱ ἄνθρωποι ὅτι Ἰωσὴφ
τοῦ ποιμένος ὁ υἱός ἐστι ἐκ γῆς Χαναάν, καὶ πεπίστευκα αὐτοῖς
καὶ πεπλάνημαι καὶ ἐξουθένηκα τὸν ἐκλεκτόν σου Ἰωσὴφ καὶ λελά-
ληκα περὶ αὐτοῦ πονηρά, μὴ εἰδυῖα ὅτι υἱὸς σοῦ ἐστι.
11
Τίς
γὰρ τῶν ἀνθρώπων ἔτεκεν τοιοῦτον κάλλος καὶ τίς ἄλλος ὑπάρχει σοφὸς
καὶ δυνατὸς ὡς Ἰωσήφ; ἀλλά, κύριέ μου, σοὶ παρατίθημι αὐτόν, ὅτι
ἐγὼ ἀγαπῶ αὐτὸν ὑπὲρ τὴν ψυχήν μου.
12
Διατήρησον αὐτὸν ἐν τῇ
σοφίᾳ τῆς χάριτός σου καὶ παράθου με αὐτῷ εἰς παιδίσκην, ἵνα ἐγὼ
νίψω τοὺς πόδας αὐτοῦ καὶ διακονήσω αὐτῷ καὶ δουλεύσω αὐτῷ
εἰς τοὺς χρόνους ἅπαντας τῆς ζωῆς μου.
14
1
Καὶ ὡς ἐπαύσατο Ἀσενὲθ ἐξομολογουμένη τῷ κυρίῳ ἰδοὺ ἀνέτει-
λεν ὁ ἑωσφόρος ἀστὴρ ἐκ τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, καὶ εἶδεν αὐτὸν
Ἀσενὲθ καὶ ἐχάρη καὶ εἶπεν·
2
ἆρα ἐπήκουσέ μου κύριος ὁ θεός,
διότι ὁ ἀστὴρ οὗτος ἄγγελος καὶ κήρυξ ἐστὶ φωτὸς τῆς μεγάλης ἡμέρας.
3
Καὶ ἰδοὺ πλησίον τοῦ ἑωσφόρου ἐσχίσθη ὁ οὐρανὸς καὶ ἐφάνη φῶς
ἀνεκλάλητον.
4
Καὶ ἔπεσεν Ἀσενὲθ ἐπὶ πρόσωπον ἐπὶ τὴν τέφραν
καὶ ἦλθε πρὸς αὐτὴν ἄνθρωπος ἐκ τοῦ οὐρανοῦ. Καὶ ἔστη ὑπὲρ
κεφαλῆς αὐτῆς καὶ ἐκάλεσεν αὐτήν· ⸢Ἀσενέθ⸣.
5
Καὶ εἶπε· τίς
ὁ καλέσας με, διότι ἡ θύρα τοῦ θαλάμου μου κέκλεισται καὶ ὁ
πύργος ἐστὶν ὑψηλός; καὶ πῶς εἰσελήλυθεν εἰς τὸν ἐμὸν θάλα-
μον;
6
Καὶ ἐκάλεσεν αὐτὴν ὁ ἄνθρωπος ἐκ δευτέρου ⸢καὶ εἶπεν⸣.
Ἀσενέθ, ⸢Ἀσενέθ⸣. Καὶ εἶπεν· ἰδοὺ ἐγώ, κύριε, ἀνάγγειλόν μοι τίς
εἶ σύ.
7
Καὶ εἶπεν ὁ ἄνθρωπος· ἐγώ εἰμι στρατιάρχης τοῦ
οἴκου κυρίου καὶ ἀρχιστράτηγος πάσης τῆς στρατιᾶς τοῦ
ὑψίστου· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ.
8
Καὶ ἦρε τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ εἶδε, καὶ ἰδοὺ ἀνὴρ ὅμοιος κατὰ
πάντα τῷ Ἰωσὴφ τῇ στολῇ καὶ τῷ στεφάνῳ καὶ τῇ ῥάβδῳ τῇ βασιλικῇ,
9
πλὴν τὸ πρόσωπον αὐτοῦ ἦν ὡς ἀστραπὴ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς
φέγγος ἡλίου καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ὡς φλὸξ πυρὸς
καὶ αἱ χεῖρες καὶ οἱ πόδες αὐτοῦ ὥσπερ σίδηρος ἐκ πυρός.
10
Καὶ
εἶδεν Ἀσενὲθ καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τοὺς πόδας αὐτοῦ ἐν φόβῳ
⸢μεγάλῳ καὶ τρόμῳ⸣.
11
Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· θάρσει, Ἀσενέθ,
καὶ μὴ φοβοῦ, ἀλλὰ ἀνάστηθι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω
πρὸς σέ.
12
Καὶ ἀνέστη Ἀσενέθ, καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· ἀπόθου
τὸν χιτῶνα ὅνπερ ἐνδέδυσαι, τὸν μελανὸν, καὶ τὸν σάκκον ⸢ἀπὸ
τῆς ὀσφύος σου⸣ καὶ τὴν τέφραν ἀποτίναξον ἀπὸ τῆς κεφαλῆς σου
καὶ νίψαι τὸ πρόσωπόν σου ὕδατι ζῶντι
13
καὶ ἔνδυσαι στολὴν
καινὴν ἄθικτον καὶ ζῶσαι τὴν ὀσφύν σου τὴν ζώνην σου τὴν λαμπρὰν
τὴν διπλῆν τῆς παρθενίας σου,
14
καὶ πάλιν ἐλθὲ πρός με καὶ
λαλήσω σοι τὰ ῥήματα τὰ πρὸς σὲ ἀποσταλέντα.
15
Καὶ εἰσῆλθεν
Ἀσενὲθ εἰς τὸν θάλαμον αὐτῆς ὅπου ἦσαν αἱ θῆκαι τοῦ κόσμου
αὐτῆς καὶ ἀνέῳξε τὸ κιβώτιον αὐτῆς καὶ ἔλαβε στολὴν καινὴν
ἐπίσημον καὶ ἐξεδύσατο τὴν στολὴν τὴν μέλαιναν καὶ ἐνεδύσατο
καινὴν καὶ λαμπράν,
16
καὶ ἀπεζώσατο τὸ σχοινίον καὶ τὸν
σάκκον ἐκ τῆς ὀσφύος αὐτῆς καὶ ἐζώσατο διπλῆν ζώνην λαμπρὰν
τῆς παρθενίας αὐτῆς, μίαν ζώνην περὶ τὴν ὀσφὺν αὐτῆς, καὶ μίαν ἐπὶ
τὸ στῆθος,
17
καὶ ἀπεσείσατο τὴν τέφραν ἐκ τῆς κεφαλῆς αὐτῆς καὶ
ἐνίψατο τὸ πρόσωπον αὐτῆς ὕδατι καθαρῷ καὶ ἐκάλυψε τὴν κεφαλὴν
αὐτῆς θερίστρῳ καλῷ καὶ ἐπισήμῳ.
15
1
Καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον καὶ ἰδὼν αὐτὴν ὁ ἄνθρωπος λέγει
αὐτῇ· ἆρον δὴ τὸ θέριστρον ἀπὸ τῆς κεφαλῆς σου, διότι εἶ παρθέ-
νος ἁγνὴ σήμερον καὶ ἡ κεφαλή σού ἐστιν ὡς ἀνδρὸς νεανίσκου.
2
Καὶ ἦρεν αὐτὸ ἐκ τῆς κεφαλῆς αὐτῆς. Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρω-
πος· θάρσει, Ἀσενέθ, ἰδοὺ γὰρ ἤκουσε κύριος τῶν ῥημάτων τῆς
ἐξομολογήσεώς σου.
3
Θάρσει, Ἀσενέθ, ἰδοὺ ἐγράφη τὸ ὄνομά σου ἐν
βίβλῳ ζωῆς καὶ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.
4
Ἰδοὺ ἀπὸ τῆς
σήμερον ἀνακαινισθήσῃ καὶ ⸢ἀναπλασθήσῃ καὶ⸣ ἀναζωοποιηθήσῃ καὶ
φάγῃ ἄρτον ζωῆς καὶ πίεσαι ποτήριον ἀθανασίας ⸢καὶ
χρισθήσῃ χρίσματι τῆς ἀφθαρσίας⸣.
5
Θάρσει, Ἀσενέθ, ἰδοὺ
δέδωκέν σε κύριος τῷ Ἰωσὴφ εἰς νύμφην καὶ αὐτὸς ἔσται σου
νυμφίος.
6
Καὶ οὐκέτι κληθήσει Ἀσενέθ, ἀλλ' ἔσται τὸ ὄνομά σου
πόλις καταφυγῆς, διότι ἐν σοὶ καταφεύξονται ἔθνη πολλὰ καὶ ὑπὸ
τὰς πτέρυγάς σου σκεπασθήσονται λαοὶ πολλοί, καὶ ἐν τῷ
τείχει σου φυλαχθήσονται οἱ προσκείμενοι τῷ θεῷ διὰ μετανοίας.
7
Διότι ἡ μετάνοιά ἐστι θυγάτηρ τοῦ ὑψίστου καὶ αὕτη παρακαλεῖ τὸν
ὕψιστον ὑπὲρ σοῦ πᾶσαν ὥραν καὶ ὑπὲρ πάντων τῶν μετα-
νοούντων, ἐπειδὴ πατήρ ἐστι τῆς μετανοίας καὶ αὕτη ἐστὶ
μήτηρ παρθένων καὶ πᾶσαν ὥραν περὶ τῶν μετανοούντων ἐρωτᾷ αὐτόν,
διότι τοῖς ἀγαπῶσιν αὐτὴν ἡτοίμασε νυμφῶνα οὐράνιον, καὶ
αὕτη διακονήσει αὐτοῖς εἰς τὸν αἰῶνα χρόνον.
8
Καὶ ἔστιν ἡ μετά-
νοια καλὴ σφόδρα παρθένος καθαρὰ καὶ ἁγνὴ καὶ πρᾶος καὶ ὁ θεὸς
ὁ ὕψιστος ἀγαπᾷ αὐτὴν καὶ πάντες οἱ ἄγγελοι αἰδοῦνται αὐτήν.
9
Καὶ ἰδοὺ ἐγὼ ἀπέρχομαι πρὸς Ἰωσὴφ καὶ λαλήσω αὐτῷ περὶ σοῦ, καὶ
ἐλεύσεται πρὸς σὲ σήμερον καὶ ὄψεταί σε καὶ χαρήσεται ἐπὶ σὲ καὶ
ἔσται σου νύμφιος.
10
Λοιπὸν ἄκουσόν μου, Ἀσενέθ, καὶ ἔνδυσαι στο-
λὴν γάμου, τὴν στολὴν τὴν ἀρχαίαν τὴν πρώτην τὴν ἀπο-
κειμένην ἐν τῷ θαλάμῳ σου καὶ περιβαλοῦ τὸν πάντα κόσμον τὸν ἐκ-
λεκτόν σου καὶ κατακόσμησον σεαυτὴν ὡς νύμφην καὶ γενοῦ ἑτοίμη
εἰς συνάντησιν αὐτοῦ.
11
Ἰδοὺ γὰρ παραγίνεται πρὸς σὲ σήμερον
καὶ ὄψεταί σε καὶ χαρήσεται.
12
Καὶ ὡς ἐτέλεσεν ὁ ἄνθρωπος
λαλῶν τῇ Ἀσενέθ, ἐχάρη χαρὰν μεγάλην καὶ ἔπεσεν εἰς τοὺς πόδας
αὐτοῦ καὶ εἶπεν αὐτῷ·
13
Εὐλογητὸς κύριος ὁ θεός, ὁ ἐξαποστείλας
σε τοῦ ῥύσασθαί με ἐκ τοῦ σκότους καὶ ἀναγαγεῖν με εἰς τὸ φῶς, καὶ
εὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα.
14
Λαλήσω δή, κύριε,
εἰ εὗρον χάριν ἐνώπιόν σου, κάθισον μικρὸν ἐπὶ τῆς κλίνης καὶ θήσω
τράπεζαν καὶ ἄρτον καὶ φάγεσαι, καὶ οἴσω σοι οἶνον καλόν, οὗ ἡ πνοὴ
ἕως τοῦ οὐρανοῦ, καὶ πίεσαι καὶ ἀπελεύσῃ τὴν ὁδόν σου.
16
1
Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· φέρε δή μοι καὶ κηρίον μέλιτος.
2
Καὶ
εἶπεν Ἀσενέθ· ἀποστείλω, ⸢κύριε⸣, εἰς τὸν ἀγρὸν τῆς κληρονομίας
μου καὶ οἴσω σοι κηρίον μέλιτος.
3
Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος·
εἴσελθε εἰς τὸν θάλαμόν σου καὶ εὑρήσεις κηρίον μέλιτος.
4
Καὶ
εἰσῆλθεν ⸢Ἀσενὲθ εἰς τὸν θάλαμον αὐτῆς⸣ καὶ εὗρε κηρίον μέλι-
τος ἐπὶ τῆς τραπέζης κείμενον, καὶ ἦν τὸ κηρίον λευκὸν ὡσεὶ χιὼν καὶ
πλήρης μέλιτος καὶ ἡ πνοὴ αὐτοῦ ὀσμὴ ζωῆς.
5
Καὶ ἔλαβεν Ἀσενὲθ τὸ
κηρίον καὶ ἤνεγκεν αὐτῷ καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· τί ὅτι εἶπας
ὅτι οὐκ ἔστι κηρίον μέλιτος ἐν τῷ οἴκῳ μου; καὶ ἰδοὺ ἐνήνοχάς μοι
αὐτό.
6
Καὶ εἶπεν Ἀσενέθ· οὐκ ἔσχον, κύριε, ἐν τῷ οἴκῳ μου
κηρίον μέλιτος, ἀλλ' ὡς εἶπας γέγονε· μήτιγε τοῦτο ἐκ τοῦ στόμα-
τός σου ἐξῆλθε, διότι ἡ πνοὴ αὐτοῦ ὡς πνοὴ μύρου ἐστί.
7
Καὶ
ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ ἄνθρωπος καὶ ἐκράτησε τὴν κεφαλὴν αὐτῆς
καὶ εἶπε· μακαρία εἶ σύ, Ἀσενέθ, ὅτι ἀπεκαλύφθη σοι τὰ ἀπόρρητα
τοῦ θεοῦ καὶ μακάριοι οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ἐν μετανοίᾳ,
ὅτι ἐκ τούτου τοῦ κηρίου φάγονται,
8
διότι τὸ μέλι τοῦτο πεποιήκασιν
αἱ μέλισσαι τοῦ παραδείσου τῆς τρυφῆς, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ
ἐξ αὐτοῦ ἐσθίουσι, καὶ πᾶς ὃς φάγεται ἐξ αὐτοῦ οὐκ ἀποθανεῖται
εἰς τὸν αἰῶνα.
9
Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ ἄνθρωπος τὴν δε-
ξιὰν καὶ ἀπέκλασεν ἐκ τοῦ κηρίου, καὶ ἔφαγε καὶ ἔδωκε τῇ χειρὶ
αὐτοῦ ⸢ἐκ τοῦ κηρίου⸣ εἰς τὸ στόμα Ἀσενέθ.
10
Καὶ ἐξέτεινε τὴν
χεῖρα αὐτοῦ ⸢ὁ ἄνθρωπος⸣ καὶ ἐπέθηκεν τὸν δάκτυλον αὐτοῦ εἰς
τὸ ἄκρον τοῦ κηρίου τοῦ βλέποντος κατὰ ἀνατολὰς καὶ ἡ ὁδὸς τοῦ
δακτύλου αὐτοῦ ἐγένετο εἰς αἷμα.
11
Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ
τὸ δεύτερον καὶ ἔθηκε τὸν δάκτυλον αὐτοῦ ἐπὶ τὸ ἄκρον τοῦ κηρίου
τοῦ βλέποντος πρὸς βορρᾶν καὶ ἐγένετο ἡ ὁδὸς τοῦ δακτύλου ὡς
αἷμα.
12
Καὶ εἱστήκει Ἀσενὲθ ἐξ εὐωνύμων καὶ ἐθεώρει πάντα ὅσα
ἐποίει ὁ ἄνθρωπος.
13
Καὶ ἀνέβησαν μέλισσαι ἐκ τῶν σίμβλων τοῦ
κηρίου καὶ ἦσαν λευκαὶ ὡσεὶ χιὼν καὶ αἱ πτέρυγες αὐτῶν ὡς πορφύρα
καὶ ὡς ὑάκινθος ⸢καὶ ὡσεὶ νήματα χρυσοῦ⸣ καὶ ἦσαν διαδήματα
χρυσᾶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ κέντρα ὀξέα.
14
Καὶ συνεπλάκη-
σαν πᾶσαι αἱ μέλισσαι τῇ Ἀσενὲθ ἀπὸ ποδῶν ἕως κεφαλῆς καὶ ἄλλαι
μέλισσαι μεγάλαι ὡς βασίλισσαι ἐκράτησαν τῇ Ἀσενὲθ ἐπὶ τὰ χείλη.
15
Καὶ εἶπεν ὁ ἄνθρωπος ταῖς μελίσσαις· ὑπάγετε δὴ εἰς τοὺς τό-
πους ὑμῶν.
16
Καὶ ἀπῆλθον πᾶσαι ἀπὸ τῆς Ἀσενὲθ καὶ ἔπεσαν ἐπὶ
τὴν γῆν ⸢πᾶσαι⸣ καὶ ἀπέθανον.
17
Καὶ εἶπεν ὁ ἄνθρωπος· ἀνάστητε
δὴ καὶ ἀπέλθατε εἰς τὸν τόπον ὑμῶν. Καὶ ἀνέστησαν καὶ ἀπῆλθον
ἅπασαι πρὸς τὴν αὐλὴν τὴν παρακειμένην τῇ Ἀσενέθ.
17
1
Καὶ εἶπεν ὁ ἄνθρωπος τῇ Ἀσενέθ· ἑώρακας τὸ ῥῆμα τοῦτο; καὶ
εἶπεν· ἰδοὺ ἐγώ, κύριε, ἑώρακα ταῦτα πάντα.
2
Καὶ εἶπεν ὁ ἄνθρω-
πος· οὕτως ἔσται τὰ ῥήματα ἃ ἐλάλησα πρὸς σέ.
3
Καὶ ἥψατο τοῦ
κηρίου ὁ ἄνθρωπος καὶ ἀνέβη πῦρ ἀπὸ τῆς τραπέζης καὶ κατέφαγε τὸ
κηρίον. Καὶ ἐξῆλθεν ἐκ τῆς καύσεως τοῦ κηρίου εὐωδία καὶ ἔπλησε τὸν
θάλαμον.
4
Καὶ εἶπε πρὸς τὸν ἄνθρωπον Ἀσενέθ· εἰσί, κύριε, σὺν
ἐμοὶ ἑπτὰ παρθένοι ὑπηρετοῦσαί μοι ⸢συντεθραμμέναι μοι ἐκ νεότη-
τός μου⸣, τεχθεῖσαι σὺν ἐμοὶ ἐν μιᾷ νυκτί, κἀγὼ ἀγαπῶ αὐτάς, καλέσω
δὴ αὐτὰς καὶ εὐλογήσεις αὐτάς, ὡς κἀμὲ εὐλογήσας.
5
Καὶ
εἶπεν ⸢ὁ ἄνθρωπος⸣· κάλεσον. Καὶ ἐκάλεσεν αὐτὰς Ἀσενέθ, καὶ
εὐλόγησεν αὐτὰς ὁ ἄνθρωπος καὶ εἶπεν· εὐλογήσει ὑμᾶς ὁ θεὸς ὁ
ὕψιστος εἰς τὸν αἰῶνα χρόνον.
6
Καὶ εἶπεν ὁ ἄνθρωπος τῇ Ἀσενέθ·
ἔπαρον τὴν τράπεζαν ταύτην. Καὶ ἐστράφη Ἀσενὲθ τοῦ μεταθῆναι τὴν
τράπεζαν καὶ ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτῆς ὁ ἄνθρωπος, καὶ εἶδεν
Ἀσενὲθ ὡς ἅρμα πυρὸς ἀναλαμβανόμενον εἰς τὸν οὐρανὸν κατὰ ἀνατο-
λάς.
7
Καὶ εἶπεν Ἀσενέθ· ἵλεως ἔσῃ, κύριε, τῇ δούλῃ σου,
διότι ἐγὼ ἐλάλησα πονηρὰ ἐν ἀγνοίᾳ ἐνώπιόν σου.
18
1
Καὶ τούτων γινομένων, ἰδοὺ ἦλθε νεανίσκος ἐκ τῆς θερα-
πείας Ἰωσὴφ λέγων· ἰδοὺ Ἰωσὴφ ὁ δυνατὸς τοῦ θεοῦ ἔρχεται σήμερον
πρὸς ὑμᾶς.
2
Καὶ ἐκάλεσεν Ἀσενὲθ τὸν ἐπάνω τῆς οἰκίας αὐτῆς
καὶ εἶπεν· ἑτοίμασόν μοι δεῖπνον καλόν, ὅτι Ἰωσὴφ ὁ δυνατὸς τοῦ
θεοῦ ἔρχεται πρὸς ἡμᾶς.
3
Καὶ εἰσῆλθεν Ἀσενὲθ εἰς τὸν θάλαμον
αὐτῆς καὶ ἤνοιξεν τὸ κιβώτιον αὐτῆς καὶ ἐξήνεγκε τὴν στολὴν
αὐτῆς τὴν πρώτην ὡς ἀστραπὴν τῷ εἴδει καὶ ἐνεδύσατο.
4
Καὶ
περιεζώσατο ζώνην λαμπρὰν καὶ βασιλικήν, καὶ αὕτη ἦν ἡ ζώνη
διὰ λίθων τιμίων.
5
Καὶ περιέθηκε ταῖς χερσὶν αὐτῆς ψέλια χρυσᾶ
καὶ εἰς τοὺς πόδας ἀναξυρίδας χρυσᾶς καὶ κόσμον τίμιον περὶ τὸν
τράχηλον αὐτῆς καὶ χρυσὸν στέφανον περιέθηκεν ἐπὶ τὴν κεφαλὴν
αὐτῆς, καὶ ἐν τῷ στεφάνῳ ἦσαν λίθοι ἔμπροσθεν πολυτελεῖς.
6
Καὶ
θερίστρῳ ἐσκέπασε τὴν κεφαλὴν αὐτῆς.
7
Καὶ εἶπε τῇ παιδίσκῃ
αὐτῆς· ἄγαγέ μοι ὕδωρ ἀπὸ τῆς πηγῆς καθαρόν. Καὶ ἔκυψεν Ἀσενὲθ
ἐν τῷ ὕδατι ἐν τῇ λεκάνῃ [ἐπὶ τῆς κόγχης]. Καὶ ἦν τὸ πρόσωπον
αὐτῆς ὡς ὁ ἥλιος καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ὡς ἑωσφόρος ἀνατέλλων.
19
1
Καὶ ἦλθε παιδάριον μικρὸν καὶ εἶπε πρὸς Ἀσενέθ· ἰδοὺ Ἰωσὴφ
πρὸς ταῖς θύραις τῆς αὐλῆς ἡμῶν. Καὶ κατέβη Ἀσενὲθ σὺν ταῖς
ἑπτὰ παρθένοις εἰς συνάντησιν αὐτοῦ.
2
Καὶ ὡς εἶδεν αὐτὴν Ἰωσήφ,
εἶπε πρὸς αὐτήν· δεῦρο πρός με, ἡ παρθένος ἡ ἁγνή, διότι ἐγὼ εὐηγγε-
λίσθην περὶ σοῦ ἐξ οὐρανοῦ ὅστις εἶπέ μοι πάντα τὰ περὶ σοῦ.
3
Καὶ
ἐξέτεινε τὰς χεῖρας αὐτοῦ Ἰωσὴφ καὶ ἐνηγκαλίσατο τὴν Ἀσενὲθ
καὶ ἡ Ἀσενὲθ τὸν Ἰωσὴφ καὶ ἠσπάσαντο ἀλλήλους ἐπὶ πολὺ καὶ
ἀνεζωοπύρησαν τῷ πνεύματι αὐτῶν.
20
1
Καὶ εἶπε πρὸς αὐτὸν Ἀσενέθ· δεῦρο, κύριε, εἴσελθε εἰς τὸν
οἶκόν μου. Καὶ ἐκράτησε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ εἰσήγαγεν
αὐτὸν εἰς τὴν οἰκίαν αὐτῆς.
2
Καὶ ἐκάθισεν Ἰωσὴφ ἐπὶ τοῦ θρό-
νου Πεντεφρῆ τοῦ πατρὸς αὐτῆς καὶ ἤνεγκεν ὕδωρ τοῦ νίψαι τοὺς
πόδας αὐτοῦ. Καὶ λέγει πρὸς αὐτὴν Ἰωσήφ· ἐλθάτω δὴ ἐκ τῶν παρθένων
μία καὶ νιψάτω μου τοὺς πόδας.
3
Καὶ εἶπε πρὸς αὐτὸν Ἀσενέθ·
οὐχί, κύριε, διότι αἱ χεῖρές μου χεῖρές σου καὶ οἱ πόδες σου
πόδες μου, καὶ οὐ μὴ νίψῃ ἄλλη τοὺς πόδας σου. Καὶ ἐβιάσατο
αὐτὸν καὶ ἔνιψε τοὺς πόδας αὐτοῦ.
4
Καὶ ἐκράτησε τὴν χεῖρα αὐτῆς
τὴν δεξιὰν Ἰωσὴφ καὶ κατεφίλησεν αὐτὴν καὶ Ἀσενὲθ κατεφίλησε
τὴν κεφαλὴν αὐτοῦ.
5
Καὶ ἦλθον οἱ γονεῖς Ἀσενὲθ ἐκ τοῦ ἀγροῦ
τῆς κληρονομίας αὐτῶν καὶ εἶδον τὴν Ἀσενὲθ καθεζομένην μετὰ τοῦ
Ἰωσὴφ καὶ ἐνδεδυμένην γάμου στολὴν καὶ ἐχάρησαν καὶ ἐδόξασαν
τὸν θεὸν καὶ ἔφαγον καὶ ἔπιον.
6
Καὶ εἶπε Πεντεφρῆς πρὸς Ἰωσήφ·
αὔριον ἐγὼ καλέσω τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας Αἰγύπτου
καὶ ποιήσω ὑμῖν γάμους καὶ λήψῃ τὴν Ἀσενὲθ εἰς γυναῖκα.
7
Καὶ
εἶπεν Ἰωσήφ· ἀναγγελῶ δὴ πρότερον τῷ Φαραὼ περὶ τῆς Ἀσενέθ, διότι
αὐτός ἐστι πατήρ μου καὶ αὐτὸς δώσει μοι τὴν Ἀσενὲθ εἰς γυναῖκα.
8
Καὶ ἔμεινεν Ἰωσὴφ τὴν ἡμέραν ἐκείνην παρὰ τῷ Πεντεφρῇ καὶ
οὐκ εἰσῆλθε πρὸς Ἀσενέθ, διότι ἔλεγεν· οὐ προσήκει ἀνδρὶ θεοσεβεῖ
πρὸ τῶν γάμων κοιμηθῆναι μετὰ τῆς γυναικὸς αὐτοῦ.
21
1
Καὶ ἀνέστη Ἰωσὴφ τῷ πρωῒ καὶ ἀπῆλθε πρὸς Φαραὼ καὶ
ἐλάλησεν αὐτῷ περὶ Ἀσενέθ.
2
Καὶ ἀπέστειλε Φαραὼ καὶ ἐκάλεσε
τὸν Πεντεφρῆ καὶ τὴν Ἀσενέθ.
3
Καὶ ἐθαμβήθη Φαραὼ ἐπὶ τῷ
κάλλει αὐτῆς καὶ εἶπεν· εὐλογήσει σε κύριος ὁ θεὸς τοῦ Ἰωσήφ, ὃς
ἐξελέξατό σε εἰς νύμφην αὐτοῦ, ὅτι ⸢αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ
ὁ πρωτότοκος καὶ⸣ ἡ θυγάτηρ τοῦ ὑψίστου κληθήσει καὶ Ἰωσὴφ ἔσται σου
νυμφίος εἰς τὸν αἰῶνα χρόνον.
4
Καὶ ἔλαβε Φαραὼ στεφάνους χρυσοῦς καὶ
ἐπέθηκε ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπεν· εὐλογήσει ὑμᾶς ὁ θεὸς ὁ ὕψιστος καὶ
πληθυνεῖ ὑμᾶς εἰς τὸν αἰῶνα χρόνον.
5
Καὶ ἀπέστρεψεν αὐτοὺς Φαραὼ πρὸς
ἀλλήλους καὶ κατεφίλησαν ἀλλήλους.
6
Καὶ ἐποίησε Φαραὼ γάμους αὐτῶν καὶ
δεῖπνον καὶ πότον πολὺν ἐν ἡμέραις ἑπτά.
7
Καὶ ἐκάλεσε πάντας τοὺς ἄρχοντας
τῆς γῆς Αἰγύπτου καὶ ἐκήρυξε λέγων· πᾶς ἄνθρωπος ὃς ποιήσει
ἔργον ἐν ταῖς ἑπτὰ ἡμεραῖς τοῦ γάμου τοῦ Ἰωσὴφ καὶ τῆς Ἀσενὲθ
θανάτῳ πικρῷ ἀποθανεῖται.
8
Καὶ γενομένων τῶν γάμων καὶ
τοῦ δείπνου τελεσθέντος εἰσῆλθεν Ἰωσὴφ πρὸς Ἀσενὲθ καὶ συνέλαβεν
Ἀσενὲθ ἐκ τοῦ Ἰωσήφ. Καὶ ἔτεκε τὸν Μανασσῆ καὶ τὸν Ἐφραὶμ τὸν
ἀδελφὸν αὐτοῦ ἐν τῷ οἴκῳ Ἰωσήφ.
22
1
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ παρῆλθον τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας
καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ.
2
Καὶ ὡς ἤκουσεν Ἰακὼβ περὶ
Ἰωσὴφ ⸢τοῦ υἱοῦ αὐτοῦ⸣, εἰσῆλθεν εἰς Αἴγυπτον σὺν πάσῃ τῇ συγγενείᾳ
αὐτοῦ ἐν τῷ δευτέρῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνός, καὶ κατῴκησεν
ἐν γῇ Γεσέμ.
3
Καὶ εἶπεν Ἀσενὲθ πρὸς Ἰωσήφ· πορεύσομαι
καὶ ὄψομαι τὸν πατέρα σου, διότι ὁ πατήρ σου Ἰσραὴλ πατήρ μού ἐστι.
Καὶ εἶπεν αὐτῇ Ἰωσήφ· πορευσώμεθα ἅμα.
4
Καὶ ἦλθεν Ἰωσὴφ καὶ
Ἀσενὲθ ἐν γῇ Γεσὲμ καὶ ἀπήντησαν αὐτοῖς οἱ ἀδελφοὶ Ἰωσὴφ
καὶ προσεκύνησαν ἐπὶ τὴν γῆν.
5
Καὶ ἦλθον πρὸς Ἰακὼβ καὶ εὐλόγησεν
αὐτοὺς καὶ κατεφίλησεν αὐτούς. Καὶ ἐκρεμάσθη Ἀσενὲθ ἐπὶ τὸν
τράχηλον τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ καὶ κατεφίλησεν αὐτόν.
6
Καὶ
μετὰ ταῦτα ἔφαγον καὶ ἔπιον.
7
Καὶ ἐπορεύθησαν Ἰωσὴφ καὶ
Ἀσενὲθ εἰς τὸν οἶκον αὐτῶν καὶ προέπεμψαν αὐτοὺς Συμεὼν καὶ
Λευίς, διότι ἐφθόνουν οἱ ἐχθραίνοντες, καὶ ἦν Λευὶς ἐκ δεξιῶν
Ἀσενὲθ καὶ Συμεὼν ἐξ εὐωνύμων.
8
Καὶ ἐκράτησεν Ἀσενὲθ τὴν
χεῖρα Λευί, διότι ἠγάπα αὐτὸν ὡς ἄνδρα προφήτην καὶ θεοσεβῆ καὶ
φοβούμενον τὸν κύριον.
9
Καὶ αὐτὸς ἑώρα γράμματα γεγραμμένα ἐν τῷ
οὐρανῷ καὶ ἀνεγίνωσκεν αὐτὰ καὶ ἀπεκάλυπτεν αὐτὰ τῇ Ἀσενὲθ
κρυφῇ, καὶ ἑώρα Λευὶς τὸν τόπον τῆς καταπαύσεως αὐτῆς…
…
The complete text is available when the reading interface loads.