Fragmentum
- Edition reference
- Fragmentum, FHG 4: 441.
- CTS identifier
urn:cts:greekLit:tlg1469.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t3
{ΑΙΓΥΠΤΙΑΚΑ.}
3
Athenaeus XIV: Ταχὼς δ' ὁ Αἰγυπτίων
βασιλεὺς Ἀγησίλαον σκώψας, τὸν Λακεδαιμονίων βα-
σιλέα, ὅτ' ἦλθεν αὐτῷ συμμαχήσων (ἦν γὰρ βραχὺς
τὸ σῶμα), ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς
συμμαχίας. Τὸ δὲ σκῶμμα τοῦτ' ἦν·
Ὤδινεν ὄρος, Ζεὺς δ' ἐφοβεῖτο, τὸ δ' ἔτεκεν μῦν.
Ὅπερ ἀκούσας ὁ Ἀγησίλαος, καὶ ὀργισθεὶς ἔφη, «Φα-
νήσομαί σοι ποτὲ καὶ λέων.» Ὕστερον γὰρ ἀφισταμέ-
νων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας
ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμ-
πράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς
Πέρσας.