Fragmenta
- Edition reference
- Fragmenta, ed. H. J. Mette, "Die 'Kleinen' griechischen Historiker heute," Lustrum 21 (1978) 31–32.
- CTS identifier
urn:cts:greekLit:tlg1470.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1bis a
HERODIANOS Καθολικὴ προσωιδία 7, Cod. Vindob. Hist. Gr. 10
fol. 6v. ed. H. Hunger, Jahrb. Österr. Byz. Gesellsch. 16, 1967, 11. 17:
τὰ εἰς ‘—υος’ λήγοντα καθαρὸν ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῶι ‘υ’ ...
συνεσταλμένωι προπαροξύνεται ...... ἐγὼ δὲ γενικὴν τὴν τοῦ <ἐθνικοῦ>
μέμνηται δὲ τοῦ <ὀνόματος Λύκος α̅ Περὶ Ἀλέξανδρον>
1bis b
THEOGNOST. Κανόνες 286 Aneed. Oxon. 2, 51, 22 Cramer (vgl.
‘Herodian.’ I 127, 26 Lentz): τὰ διὰ τοῦ ‘—υος’ καθαροῦ ὑπὲρ δύο συλλαβὰς
κύρια προπαροξύτονα διὰ τοῦ ‘υ’ φιλοῦ γράφονται, οἷον ... ‘Κάνδυος’,
‘Ἀλάσυος’, ‘Φόγγυος’ ...
{LYCUS RHEGINUS.(ΠΕΡΙ ΑΛΕΞΑΝΔΡΟΥ.)} Stephan. Byz.: Σκίδρος, πόλις Ἰταλίας. Τὸ ἐθνικὸνΣκιδρανός, ὡς Λύκος ἐν τῷ Περὶ Ἀλεξάνδρου. Schol. Aristoph. Pac. 925: Περὶ δὲ τῶν λαρινῶνβοῶν Λύκος μὲν ὁ Ῥηγῖνος ἐπὶ ταῖς πρὸς Ἀλέξανδρόνφησιν ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην αὐτοὺς τὴνπροσηγορίαν ἐσχηκέναι. Εἰσὶ δέ τινες οἳ παρὰ τὸν λά-ρον ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι· οἱ δὲ τὴν ρι συλ-λαβὴν δασύνουσιν, ἵν' ᾖ λαῥινοὺς τοὺς μεγαλορίνους·Ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶΚεστρινοὺς καλοῦσιν. Ἄλλως. Τοὺς δὲ Ἠπειρωτικοὺςβοῦς οὕτω λέγουσιν ἀπό τινος Λαρίνου βουκόλου, πα-ραλαβόντος παρὰ Ἡρακλέους τὰς Γηρυόνου βοῦς, καὶθρέψαντος εἰς εὐεξίαν. Cf. Suidas: <Λαρινοὶ βόες>, οἱ ἐν Ἠπείρῳ, ἀπὸΛαρίνου βουκόλου, κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡςΛύκος ὁ Ῥηγῖνος, ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε· Πρό-ξενος δὲ, αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναί τινας τῷ Δωδω-ναίῳ Διί· Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς λαρινούς·λαρινεύειν γὰρ τὸ σιτεύειν.{[ΙΤΑΛΙΚΑ.]}{E LIBRO TERTIO.} Tzetz. ad Lyc. 615: Ἁλούσης τῆς Τροίας Διομή-δης ἀντὶ βάρους λίθους ἐκ τοῦ τείχους τῆς Τροίας εἰςτὴν ἑαυτοῦ ναῦν ἐνέβαλε. Παραγενόμενος δὲ εἰς τὸἌργος, καὶ μόλις φυγὼν τὸν ἐκ τῆς γαμετῆς αὐτοῦθάνατον, παρεγένετο εἰς τὴν Ἰταλίαν. Εὑρὼν δὲ τηνι-καῦτα τὸν Κολχικὸν δράκοντα λυμαινόμενον τὴν Φαια-κίδα ἔκτεινε, τὴν τοῦ Γλαύκου χρυσῆν ἀσπίδα κατέ-χων. Ἐνόμισε γὰρ ὁ δράκων τὸ χρυσοῦν εἶναι δέρας τοῦκριοῦ. Τιμηθεὶς δὲ ὁ Διομήδης ἐπὶ τούτῳ σφόδρα,ἀνδριάντας κατεσκεύασεν ἑαυτοῦ ἐκ τῶν λίθων τῆςἸλίου, ὧν ἐνέβαλε τότε εἰς τὴν ναῦν, καὶ ἔστησε τού-τους κατὰ πᾶν τὸ ἐκεῖσε πεδίον. Ὕστερον δὲ ἀνελὼνὁ Δαυνὸς αὐτὸν ἔρριψε καὶ τοὺς ἀνδριάντας εἰς τὴνθάλασσαν. Οὗτοι δὲ ἀνεχόμενοι ὑπὸ τῶν κυμάτων πάλινἐξήρχοντο πρὸς τὰς βάσεις αὐτῶν. Ἱστορεῖ δὲ τοῦτοΤίμαιος ὁ Σικελὸς (fr. 13) καὶ Λύκος ἐν τρίτῳ. Antigonus Mir. 172 (188 W.): Περὶ δὲ τῶνζῴων Λύκον μὲν ἐν τῇ Διομηδείᾳ τῇ νήσῳ φησὶν (Καλ-λίμαχος) ἱστορεῖν, τοὺς ἐρωδιοὺς ὑπὸ μὲν τῶν Μήδων(l. Ἑλλήνων), ὅταν παραβάλλῃ τις εἰς τοὺς τόπους, οὐμόνον ψαυομένους ὑπομένειν, ἀλλὰ καὶ προσπετομένουςεἰς τοὺς κόλπους ἐνδύνειν καὶ σαίνειν φιλοφρόνως· λέ-γεσθαι δέ τι τοιοῦτον ὑπὸ τῶν ἐγχωρίων, ὡς τῶν τοῦΔιομήδους ἑταίρων εἰς τὴν τῶν ὀρνέων τούτων φύσινμετασχηματισθέντων. Aelianus N. An. XVII, 16: Θεόπομπος λέγει τοὺςπερὶ τὸν Ἀδρίαν οἰκοῦντας Ἑνετοὺς, ὅταν περὶ τὸνἄροτον τρίτον καὶ σπόρον ἡ ὥρα ᾖ, τοῖς κολοιοῖς ἀπο-στέλλειν δῶρα· εἴη δ' ἂν τὰ δῶρα ψαιστὰ ἄττα καὶμεμαγμέναι μᾶζαι καλῶς τε καὶ εὖ. Βεβούληται δὲἄρα ἡ τῶνδε τῶν δώρων πρόθεσις μειλίγματα τοῖς κο-λοιοῖς εἶναι καὶ σπονδῶν ὁμολογίαι, ὡς ἐκείνους τὸνκαρπὸν τὸν Δημήτριον μὴ ἀνορύττειν καταβληθένταεἰς τὴν γῆν μηδὲ παρεκλέγειν. Λύκος δὲ ἄρα καὶ ταῦτα μὲν ὁμολογεῖ, καὶ ἐκεῖναδὲ ἐπὶ τούτοις προστίθησι, * καὶ φοινικοῦς ἱμάντας τὴνχρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀνα-χωρεῖν· καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξωκαταμένειν, δύο δὲ ἄρα ἢ τρεῖς προῃρημένους κατὰτοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι, κατα-σκεψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν ἐπανίασιθεασάμενοι, καὶ καλοῦσιν αὐτοὺς, ᾗ πεφύκασιν οἱ μὲνκαλεῖν, οἱ δὲ ὑπακούειν. Ἔρχονται μὲν κατὰ νέφη,ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Ἑνετοὶὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔν-σπονδά ἐστιν, ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡςεὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι,ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα.Ἄγευστοι γὰρ ὄντες οἱ προειρημένοι καὶ ἀδέκαστοί γε,ὡς εἰπεῖν, ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γεπλεῖστον τῶν κατεσπαρμένων συλῶσι πικρότατά γεἐκεῖνοι σὺν τῷ θυμῷ καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες. Schol. Theocrit. VII, 78: <[Ἔδεκτο τὸν αἰπό-λον εὐρέα λάρναξ κτλ.>] Λύκος (sic Toup.; libriΛύκιος) φησὶ τῆς Θουρίας ὄρος θαλαμὸν, ὑφ' ὃ ἄντρον τῶνΝυμφῶν. Καλοῦσι δὲ αὐτὸ Ἀλουσίας οἱ ἐπιχώριοι, ἀπὸτοῦ παραρρέοντος Ἀλουσίου ποταμοῦ. Ἐν τούτῳ ποιμὴνἐπιχώριος δεσπότου θρέμματα βόσκων, ἔθυε συχνῶς ταῖςΜούσαις. Οὗ χάριν δυσχεράνας ὁ δεσπότης εἰς λάρνακακατακλείσας αὐτὸν ἀπέθετο. Τούτῳ δ' ἐδίσταξεν ὁ δε-σπότης βουλευόμενος εἰ σώσειαν αὐτὸν αἱ Μοῦσαι. Πα-ραδραμόντος δὲ διμηνιαίου χρόνου, παραγενόμενος καὶτὰ ζύγαστρα τοῦ λάρνακος διανοίξας, ζῶντα κατείληφε,καὶ τὴν λάρνακα πεπληρωμένην κηρίων εὗρεν. Athenaeus II, p. 47, A: Λύκος δὲ πολυχρονίους φησὶνεἶναι τοὺς Κυρνίους, (οἰκοῦσι δ' οὗτοι περὶ Σαρδόνα,)διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεταιπαρ' αὐτοῖς.{ΣΙΚΕΛΙΚΑ.} Antigon. Mirab. c. 148 (133 W.): Περὶ δὲ τῶνποταμῶν καὶ κρηνῶν Λύκον μέν φησιν (Καλλίμαχος)λέγειν, ὅτι ὁ μὲν Κάμικος θαλάττης ζεούσης ῥεῖ, ὁ δὲΚάπαιος καὶ Κριμισὸς ὅτι τὰ μὲν ἐπιπολῆς τῶν ὑδά-των εἰσὶ ψυχροὶ, τὰ δὲ κάτω θερμοὶ, τὸν δ' Ἱμέρανἐκ μιᾶς πηγῆς σχιζόμενον τὸ μὲν ἁλυκὸν τῶν ῥείθρωνἔχειν, τὸ δὲ πότιμον. Idem ibid. 154 (139 W.): Λύκον δὲ τὸν Ῥηγῖνονλέγειν τὴν μὲν ἐν τῇ Σικανῶν χώρᾳ (κρήνην), φέρεινὄξος, ᾧπερ ἐπὶ τῶν ἐδεσμάτων χρῶνται, τὴν δὲ ἐνΜυτιστράτῳ οἷον ἐλαίῳ ῥεῖν· τοῦτο δ' ἔν τε τοῖς λύχνοιςκάεσθαι καὶ δύνασθαι φύματα καὶ ψώραν ἰᾶσθαι,προσαγορευόμενον Μυτιστράτιον· πλησίον δὲ εἶναι τὴνἀπὸ μὲν ἀρκτούρου μέχρι πλειάδος ἀναβάλλουσαν οὐ-δενὸς χεῖρον τῶν ἄλλων ὑδάτων, ἀπὸ δὲ πλειάδος μέχριπρὸς ἀρκτοῦρον τῆς μὲν ἡμέρας καπνὸν ἀναφέρουσανκαὶ πνέουσαν θερμὸν, ἐν δὲ τῇ νυκτὶ φλογὸς πληρου-μένην. Plinius H. N. XX, 2, 14: Lycos (ait) in Indiaeterris fontem esse, cujus aqua lucernae ardeant. Antigonus Mir. 170 (154 W.): Λύκον δὲ περὶτὴν ἐν Μύλαις (λίμνην) τῆς Σικελίας δένδρα φύεσθαι(s. Καλλίμαχός φησι), διὰ μέσης δ' αὐτῆς ἀναθεῖν(ἀναζεῖν Bentl.) ὕδωρ τὸ μὲν ψυχρὸν, τὸ δὲ τοὐναντίον. Idem ibid. 175 (159 W.): Ἐν δὲ τῇ Λεοντίνωνἱστορεῖν Λύκον τοὺς ὀνομαζομένους *, ἀναζεῖν μὲν ὡςθερμότατον τῶν ἑψομένων, τὰς δὲ πηγὰς εἶναι ψυχράς·τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένοςἀποθνήσκειν εὐθὺς, τοὺς δὲ ἀνθρώπους μετὰ τρίτηνἡμέραν.{ΛΙΒΥΚΑ.} Stephanus Byz.: <Ἀβρότονον> Λύκος ὁ Ῥηγῖνοςχωρίον οἴεται εἶναι, Στράβων δὲπόλιν φησὶ καὶ ἄλλοι. Πόλις δὲ Λιβυφοινίκων. Antigonus Mir. 66 (60 W.): Λύκος ἱστορεῖ ... ἐν