Cyranides
- Scientific editors
- Fernand de Mély
- Edition reference
- Les Lapidaires de L'antiquité et du Moyen Age · Paris · Ernest Leroux · 1898
- CTS identifier
urn:cts:greekLit:tlg1482.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
〈ΠΡΟΛΟΓΟΣ〉
Chapter 0
(Ms. A, fol. 1 r.) Βίβλος ἅυτη Κυρανοῦ. . ἑρμείας Θεὸς (?) ἀφικλιτὴν (?) τὰ τρία ἐξ ἀμφοτέρων. Βίβλιος φυσικῶν δυνάμεων, συμπαθειῶν καὶ ἀντιπαθειῶν συνταχθεῖσα ἐκ δύο βίβλων, ἔκ τε τοῦ Κυρανοῦ βασιλέως Περσῶν τῆς πρώτης βίβλου τῶν Κυρανίδων, καὶ ἐκ τῶνἉρποκρατίωνος Ἀλεξανδρέως πρὸς οἰκείαν θυγατέρα· εἶχε δὲ ἡ πρώτη Κυρανοῦ βίβλος τοῦτο, καθὼς καὶ ὑπευήκαμεν.
Θεοῦ δῶρον μέγιστον ἀγγέλων λαβὼν Ἑρμῆς ὁ τρισμέγιστος θεὸς ὃ ἀνθρώποις πᾶσιν μετέδωκεν νοητικοῖς. Μὴ οὖν μετάδος ἀνδράσιν ἀγνώμοσιν, ἀλλ’ ἔχε ἐν ἑαυτῷ ὡς κτῆμα μέγα· μόνον δὲ τέκτοις σου, εἰ δυνηθείς, μετάδος σὺ πατὴρ ἀντὶ χρυσίου πολυτίμου κτῆμα μέγα πρὸς ἐνέργειαν· (f. 1 v.) Καὶ ὄρκον αὐτοῖς δοὺς μόνον ἀσφαλῶς ἔχειν, τέκνον ἱερόν.
Αὕτη ἡ βίβλος συριακοῖς ἐγκεχραγμένη γράμμασιν ἐν στήλῃ σιδηρᾷ, ἐν μὲν τῇ πρῶτῃ αὐτῆς ἀρχαϊκῇ ὑπ’ ἐμοῦ ἐρμηνευθεῖσα· ἐν ταύτῃ δὲ τῇ καλουμέμῃ κυρανίδι ἐγράφη περὶ λίθων κδ’, πτηνῶν κδ′, βοτανῶν κδ′, καὶ ἱχθύων κδ′.
Τούτων οὖν ἑκάστη δύναμις συνκραθεῖσα καὶ μιγεῖσα ταῖς λοιπαῖς δυνάμεσι σώματος θνητοῦ θεραπείας ἕνεκεν·οὐ μὴν ἀλλὰ καὶ τέρψεως καὶ φύσεως εὕρεμα παρὰ Θεοῦ παντοκράτορος, τοῦ παντοδυνάμου διὰ τῆς αὐτο῀ σοφίας, βοταμῶν καὶ λίθων καὶ ἰχθύων καὶ πτηνῶν ἐνερηείας, καὶ λίθων δύναμιν καῖ ζώων καὶ θηρίων φύσιν· ἔτι τε καὶ τὰς πρὸς ἀλλήλους μίζεις τε καὶ ἐναντιῶσεις καὶ ἰδιότητας· ἥτις θεόθεν ἧκεν εἰς ἀνθρώπους γνῶσις τε καὶ πολυπειρία.
Εἰς τρεῖς οὖν [ὅθεν] διελὼν κυρανίδας τὸ πᾶν σύνταγμα ἐσαφήνισα κατὰ στοιχεῖον, ὡς [ἐ]μεμνημόνευται, τὰ πράγματα. Κυρανίδες εἴρηνται διὰ τὸ τῶν ἄλλωνγραφεισῶν βίβλων βασιλίσσας εἶναι ταύτας· εὗρομεν δὲ Κυρανοῦ 〈τοῦ〉 βασι λέως Περσῶν, ὧν ἡ πρώτη αὕτη. Οὕτος μὲν ὁ τούτου (f. 2 r.) πρόλογος, τοῦ δὲ Ἁρποκρατίονος εἶχεν οὕτως.
Βίβλος 〈κυρανὶς〉 ἀπὸ Συρίας θεραπευτική. Τῇ οἰκείᾳ θυγατρὶ ὁ Ἁρποκρατίων γεγράφηκε τάδε. Ὁδοιπορίας μοί τινος γενομένης περὶ τὴν Βαβυλωνίαν χώραν, πόλις ἐστίν τις ἐκεῖσε Σελεύκεια καλουμένη. Ἱστορίας ἐκεῖθεν ἀπῆρον. Ἡμεῖς δὲ τὰ περὶ τῆς πόλεως ἐκείνης ὡς ἐκεῖνος μακρῷ λόγῳ, οὐ χρείαν ἔχομεν ἀναγράφειν, ἵνα μὴ ἀεὶ ἐν τοῖς προοιμίοις ἐνασχολώμεθα· ὁμως ἐπὶ τὸ προκείμενον τοῦ σκοποῦ ἐπανέλθωμεν. Ἔτι δὲ καὶ ἄλλην ἔφη θεάσασθαι πόλιν πρὸ δεκαεπτὰ Σελευκίας σχοινίων, ἣν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ὑποστρέφων κατέστρεψεν. Καὶ ἔκτισεν ἑτέραν Σελεύκιαν ὑπὸ Περσῶν κειμένων, ὡς εἶναι περσογενῆ. καλεῖται δὲ πρώτη Ἀλεξάνδρεια ἡ πρὸς Βαβυλῶνα.
Ταῦτα μέν, ὦ τέκνον, ἱστόρησαι· συνέτυχον δὲ καὶ τρίτον ἐπιξένῳ γέροντι πεπαιδευμένῳ λίαν καὶ ἐν τοῖς Ἑλλήνων γράμμασιν· ἔλεγεν δ’ αὐτὸν Σύρον μὲν εἶναι τῷ γένει, αἰχμάλωτον δὲ γενόμενον. ἐκεῖ διατρίβειν. Οὗτος οὖν πᾶσαν τὴν πόλιν σὺν ἐμοὶ περιερχόμενος ἐπεδείκνυεν ἕκαστα· ἐλθὼν δὲ ἐπὶ τινος τόπου ἀπέ χοντος τῆς πόλεως ὡσεὶ μίλια τέσσαρα. στήλην ἐκεῖ ἐθεασάμην μετὰ πύργων μεγίστην, ἦν οἱ ἐπιχώριοι (f. 2 v.) ἀπὸ Συρίας ἔλεγον κεκομίσθαι καὶ ἀνατεθεῖσθαι πρὸς θεραπείαν τῶν ἐνοικούντων ἀνδρῶν τῇ πόλει. Ἀτενίσας οὖν γράμμασι περσι κοῖς ἐγκεχαραγμένην εὗρον. Εὐθέως οὖν τοῦ πρεσβύτου δεηθεὶς εὐπειθῆ πρὸς τὴν ἐπίδειξιν ἔχων, ἤκουον δὲ αὐτοῦ προδιηγουμένου τὰ περὶ τὴν στήλην. Καὶ ἡρμηνεύσατο ἀφθόνως ἑλλάδι φωνῇ τὰ τῶν βαρβάρων γράμματα. Ὁρᾷς δέ, ἔφασκεν, ὦ τέκνον, πάντας τοὺς κειμένους πύργους τρεῖς, ὧν ὁ μὲν ὡς μίλια πέντε ἐκτέταται, ὁ δὲ ὡς δύο ἥμισυ, ὁ δὲ ὡς δ’, τούτους ᾠκοδομῆσθαι παρὰ γιγάντων ἐθελόντων εἰς τοὺς οὐρανοὺς ἀνελθεῖν· ἐκ δὲ τῆς ἀσεβοῦς ταύτης μανίας τῶν μὲν κεραυνῷ βληθέντων, τῶν δὲ ἑαυτοὺς ἠγνοηκότων, εἰς τὸν λοιπὸν χρόνον δὲ τῇ τοῦ Θεοῦ βουλῇ, καὶ τῶν λοιπῶν πάντων ἐφ’ ὅλην τὴν κρητικὴν νῆσον πεπτωκότων, εἰς ἣν δὲ ὑπερέβαλεν αὐτοὺς ὁ Θεὸς χολούμενος αὐτοῖς.
Ἐκέλευσεν οὖν μετὰ ταῦτα ὁ πρεσβύτης σχοινίῳ διαμετρῆσαι τὸν λίθον τὸν πρὸς ἀνατολὰς μέγεθος τυγχάνοντα. Κᾀγὼ μετρήσας τὸν πλησίον εὗρον ἔχοντα τὸ μὲν ὕψος πηχῶν χκβ′, τὸ δὲ πλάτος οη′· ἦσαν δὲ (f. 3 r.) καὶ ὀρυγαὶ ἀνατάσσουσαι ὄκτω. Ἐθεασάμην δὲ καὶ ἱερόν. Ὁ δὲ μέσον τοῦ ἱεροῦ ναὸς κλίμακας εἶχεν τξε′ ἀργυρᾶς καὶ ἑτέρας χρυσᾶς ξ′, εἰς ἃς ἀνεληλύθαμεν προευξόμενοι τῷ θεῷ· καὶ ἔλεγεν μυρίας τοῦ θεοῦ δυνάμεις, ἃς οὐ χρὴ καταλέγειν, ἔφη. Ἐγὼ δὲ περὶ τῶν λοιπῶν ἐξετάζειν προαιρούμενος, τὰ μὲν ἄλλα παρεπεμπόμην, τὰ δὲ τῆς στήλης μόνης ἀκούειν ἠξίουν. Ὁ δὲ πρεσβύτης ἀφελὼν τὸ καλύπτον τὴν στήλην βύσμα ἐδείκνυε παροίκοις γράμμασιν αὐτὴν ἐγκεχαραγμένην. Ἐγὼ δὲ τῶν γραμμάτων ἄπειρος ὢν ἐδεόμην ἀφθόνως ἕκαστα μανθάνειν· ἐτύγχανον δὲ τὰ ἐν τῇ στήλῃ ἀναγιγνωσκόμενα οὕτως ἔχοντα.
Μῦθος πολυφθεγγής. Πολλὰ ἰδὼν ἀθανάτων βουλαῖς ὅπως ἔσται δευτέρα βίβλος τοὔνομα λέξαι θεοῦ ἡ κυρανίς, δευτέρα βίβλος ἀπὸ τῆς πρώτης ἀρχαϊκῆς [ὃ] συριάδος οὖσα, ὅπου ῥοαὶ χύνονται ποταμοῦ Εὐφράτου.
Στήλαις σιδηραῖς κεχαραγμένα γράμματα ταῦτα· ὅσα πρὶν ἐχάραξα καὶ μέλλοντα πάλιν ἀναζεύξας ἐν δυνάμεσι λίθους, σὺν αὐτοῖς καὶ φυτὰ γαίης, ἐκ βυθοῦ (f. 3 v.) τε ἰχθυόεντα, καὶ ὄρνεα ἀερόεντα, συγκρίνας δύναμιν δυνάμει ἐν τετράδι μείζονι, ταῦτα μὲν ἀνθρώποις γεγαόσι καὶ μέλλουσι. Ὦ ψυχὴ ἀθάνατε θνητὸν σῶμα φοροῦσα, ἀχθεῖσα ἀερόθεν δεσμοῖσι κῆς ὑπ’ ἀνάγκης, ὡς Θεὸς αὐτὸς ἔφρασεν. θνητοῖς σώμασιν ἐκυβέρνας στέργειν ἐναμάρτοις καὶ μοιρῶν ἀνάγκης τε μετάκλωσμα. Ὧσπερ γὰρ ἐν συνόχῳ ὁ ἀνὴρ ἐνὼν καὶ δεσμοῖσιν, οὕτως ἄρα καὶ σὺ δεσμοῖς κρατῇ καρτεροῖς ὑπ’ ἀνάγκης. Ἐξελθοῦσα δὲ θνητοῦ καὶ δυσαχθοῦς σώματος, ὄντως ὄψει δεσπόζοντα ἐν αἰθέρι καὶ νεφέλεσιν, ὃς βροντάς, σφυγμοὺς ἀεὶ γαίης ἐπάγει, ἀστραπῆς τε κεραυνοὺς καὶ μέλη γαίης κινεῖ καὶ κῦμα πόντου. Ταῦτα ἔσται ἔργα Θεοῦ παμμήτορος, αἰωνίου· πάντα βροτοῖς κατέδειξεν ὁ Θεὸς καὶ ἐναντία πάντα.
Ἀλλ’ αὕτη ἡ βίβλος κατεχώσθη ἐν λίμνῃ τῆς Συρίας ἐγκεχαραγμένη 〈στήλῃ〉 ὁλοστόμῳ σιδηρᾷ, ὡς προείρηται ἐν τῇ πρὸ ταύτης βίβλῳ καλουμένῃ ἀρχαϊκῇ · ἐν δὲ ταύτῃ τῇ καλουμένῃ κυρανίδι ἐγράφη περὶ λίθων κδ′ καὶ πτηνῶν κδ′ καὶ ἰχθύων θαλασσίων κδ′ καὶ βοτανῶν κδ′. Τούτων (f. 4 r.) ἑκάστη δύναμις συγκραθεῖσα μιγήσεται ταῖς λοιπαῖς δυνάμεσιν, ὅπως τὸ θνητὸν σῶμα λοιπὸν παρηγορήσαντες ὑγιείας εἰς τὸν αἰῶνα ἀπολαύσωμεν. Οὐδεὶς γὰρ ἀνθρώπῳ πνεῦμα δωρήσεται ἢ Θεός. Πάντα δὲ ἐγράφη ἀπὸ τῆς τοῦ Κυρίου συντάξεως. Ἔστιν δὲ ἡ ἀρχὴ τάδε· οὕτως μὲν οὖν αἱ τῶν ἀμφοτέρων ἀρχαὶ ἤγουν οἱ πρόλογοι τὴν διαφωνίαν ἔχουσιν, ἀπεντεῦθεν 〈δὲ〉 ὡς ἐκ συμφώνου τὴν ἀπαρχὴν πεποιήκασιν ἀπὸ τοῦ πρώτου στοιχείου οὕτως.
ΣΤΟΙΧΕΙΟΝ Α.
Α. Ἄμπελος λευκή.
Β. Ἀετός, πτηνόν.
Γ. Ἀετίτης, λίθος.
Δ. Ἀετός, ἰχθὺς ἀλέπιδος καὶ οὗτος θαλάσσιος.
Ἄμπελος λευκὴ ἱερωτάτη, ἡ πρώτη καὶ θαυμαστὴ βοτάνη, ἥτις ἡ θεία ἡ λεγομένη βρυωνία. Ἀετὸς ἄρσην, βασιλεὺς πτηνῶν πάντων. Ἀετίτης, λίθος ἔγκυος ὁ κτυπῶν. Ἀετός, ἰχθὺς ἀλέπιδος παρόμοιος ἱέρακος, μελανώτερος δὲ, ἐοικὼς κατὰ πάντα τρυγόνι.
Τῆς μὲν βοτανῆς ἡ ῥίζα περιαπτομένη τῷ (f. 4 v.) τραχήλῳ σπαστικοὺς καὶ ἐπιληπτικοὺς ἰᾶται· τῶν δὲ φύλλων ὁ χυλός, ὅσον κύαθος εἷς δωθεὶς τινί, δυσεντερίᾳ περιελημμένους ἀπαλλάξει.
Ὑγιὴς δέ τις βουλόμενος πολυποσιᾴ χρήσασθαι τοῦ χυλοῦ τῶν φύλλων οὐγγ. α′. μετὰ ὄξους νήστης ἴσου τοῦ χυλοῦ πιών, ἀχόρταστος ἔσται ὡς μὴ γινώσκειν ὅτι πίνει.
Ἐὰν δὲ καὶ τὸν λίθον τὸν ἐν τῇ κεφαλῇ τοῦ ἰχθύος μετ’ ἀκράτου πίῃ, οὐκ αἰσθήσεται τὸ σύνολον ὅτι πίνει.
Ἐὰν δὲ φορῇ περὶ τὸν τράχηλον χωρὶς τῆς βοτάνης ἀκράτου κεράμιον, πιὼν οὐκ αἰσθήσεται.
Τὸν δὲ αὐτὸν λίθον τοῦ ἰχθύος, 〈ἐὰν〉 μετ’ ἀκράτου λείωσας πίῃ, οὐκ αἰσθήσεται (f. 6 r.) τὸ σύνολον ὅτι πίνει.
Γίγαρτα δὲ ἐκ τῶν πεπιεσμένων βοτρύων λειωθέντα μετὰ βραχέος τοῦ προειρημένου λίθου διδόμενα ἐν πότῳ τοῖς παραλυθεῖσι τὸ οἰδοῖον, πολλὴν ἔντασιν παρέξει, ἀλλὰ καὶ τοῖς μὴ δυναμένοις τὴν μίξιν · ἀποτελεῖν ὑγιὲς ἔσται. Τοῦτο δὲ Θεὸς αὐτὸς κατέδειξε σῶμα θνητὸν μὴ ἀπορήσῃ.
Οἴνου δὲ λευκοῦ κοτύλας γ′ μετὰ βοτάνης βλαστῶν μ′, καὶ ῥοῦ βυρσοδεψικοῦ οὐγγ. γ′ ἑψούμενα ἕως κοτύλη μία γένηται, δυσεντερικούς, λειεντερικοὺς καὶ ὅσα τοιαῦτα παύσει πινόμενος.
Παύει δὲ κώλου παντοῖα πάθη ἀπόζεμα τῶν φύλλων μετὰ μέλιτος ὀλίγου πινόμενος· (f. 6 v.) ἐὰν δὲ καὶ βραχὺ τοῦ λίθου μίξῃς, οὐκέτι ἐπαυξήσει ἢ ἐπανήξει τὸ πάθος.
Γυναικὸς οὖν εἶδον ὀστέα τεθραυσμένα· καὶ ἐθαύμασα θεραπευόμενα, μαθὼν οὕτως ὡς ἦν ἐτῶν κε′, ἀπόνως, λαμπρὰ καὶ θειοτάτη φύσις· οὔτε μὲν γὰρ χεῖρας ἐκίνει, ἀλλ’ ἐσέσηπτο ἡ σάρξ, οὔτε δὲ αἴσθεσίν τινα εἶχεν. Ἔμελλεν οὖν καὶ τὰ λοιπὰ ὀστέα τεθραῦσθαι. Ἐν ταύτῃ τῇ ἱερᾷ βίβλῳ εὗρον οὕτως· τῶν φύλλων τῆς βοτάνης χυλοῦ καὶ ἶσον οἴνου λευκοῦ ἀναμίξας, δίδου πιεῖν ἐπὶ ἡμέρας ἑπτά, και σωθήσεται.
Καὶ ὁ λίθος δὲ ὁ ἀετίτης περιαπτόμενος καὶ ὁ ἰχθὺς ἐσθιόμενος τὸ αὐτὸ ποιεῖ. Τοῦτο θεοῦ δῶρον ἀμετάδοτον, ὥστε ἰδίῳ τέκνῳ μὴ μεταδοῦναι.
Πρὸς τοὺς πεπτωκότας τῶν μεγάλων δακτύλων (f. 5 r.) ὄνυχας, τοὺς δυσθεραπεύτους τυγχάνοντας τοὺς μὴ πειθομένους, ἀλλ’ ἐπιρευματιζομένους, φοίνικας πατητοὺς βρέξας οἴνῳ λευκῷ διαμασησάμενος ἐπιτίθει, ὅτε μὲν μοναχόν, ὅτε δὲ μετὰ ῥοδίνου.
Πρὸς δὲ τὰς μυρμηκίας τὰς ἐν ὅλῳ τῷ σώματι ἢ τὰς ἐν μέρει γενομένας, ἢ καὶ ἀκροχορδόνας· τῆς ἀμπέλου κλῆμα ἢ ξύλα καύσας καὶ τοῦ ἄκρου τῆς κληματίδος τὸ ἐξερχόμενον ὑγρὸν περίχριε, ἢ δὸς πιεῖν, καὶ πεσοῦνται πᾶσαι. Τοῦτο μηδένα δίδασκε. Ὁμοίως δὲ καὶ ἡ κόπρος τοῦ ἀετοῦ περιχριομένη ἀπαλλάσσει. Καὶ ὁ λίθος ὁ περιαφθεὶς ἢ τὸ στέαρ τοῦ ἰχθύος διαχριόμενον δια σώζει.
Πρὸς τὰς σηπεδόνας τῶν οὔλων καὶ τῶν μύλων, καὶ 〈τὰς〉 ἐν ὅλῳ τῷ σώματι γινομένας σήψεις, καὶ ἕλκη φαγηδαινικὰ ἢ νεμόμενα, τοῦ (f. 5 v.) χυλοῦ τῶν φύλλων οὐγγ. γ′, στυπηρίας οὐγγ. δ′, μίσιος ὠμοῦ δραχμ. η′, μάνης κοτ. δ′ (?), ἴρεως ἰλλυρικοῦ οὐγγ. α′, χαλκάνθου κοκ. δ′· λειώσας ἕως οὗ ξηρὰ γίνηται· τοῦτο καθαίρει, ἀναπληροῖ, στέλλει τὸ ἐπιφερόμενον ῥεῦμα, καὶ καθόλου τοῦτο μέγιστόν ἐστιν.
Ἱστορήσαμεν δέ τι μέγιστον, θεασάμενοι ἐπὶ γλώσσῃ σηπεδόνας, ὥστε ἀπονεκρωθῆναι τὰ οὖλα· τοῦ χυλοῦ τῶν φύλλων μετὰ μέλιτος καὶ μίσυος ὠμοῦ προσενεγκὼν ἐκαθαρίσθη. Εἶτα ἶριν ξηρὰν ἐπιπάσας ἀνεπλήρωσεν.
Πρὸς δὲ τὰς ὀζαίνας καὶ ὄχθους καὶ πολύποδας καὶ ἀναβρώσεις τε καὶ καταβρώσεις, νομάς τε καὶ χίμετλα (f. 7 r.) καὶ ὅσα περὶ τοὺς μυκτῆρας, τὸ θεῖον φάρμακον· 〈Λάβε〉 τοῦ χυλοῦ τῶν φύλλων οὐγγ. μίαν, χαλκάνθου, λιβάνου, χαλκίτεως, ἀριστολοχίας, ἀνὰ κοκ. γ′, λειοῦ τε ἕως ξηρὸν γένηται, καὶ ὡς θειοτάτης δυνάμεως χρῶ.
Πρὸς δὲ τὰς μαδαρώσεις καὶ ἐκκρίσεις τῶν τριχῶν, ἕλκη τε πίτυρά τε καὶ ὄχθους καὶ ὅσα ἐν κεφαλῇ πάθη, τοῦ χυλοῦ τῆς βοτάνης καὶ χυλοῦ ποταμογείτονος καὶ σεύτλου χυλοῦ ἶσα κατάχριε, μίξας ἐπὶ ἡμέρας γ′. Τοῦτο λίαν κάλλιστον.
Μύλας δὲ ἀσήπτους καὶ ἀκινήτους ποιῆσαι καὶ ἀβρότους, ἔνθεόν ἐστιν φάρμακον (καὶ μή σε (f. 7 v.) παραδραμέτω)· τοῦ χυλοῦ τῶν βοτρύων κοτύλας β′, ῥίζης φλοιοῦ μορέας οὐγγ. ς′. Ἕψε ἕως ἄν 〈εἰς〉 τὸ ἥμισυ ἔλθῃ, καὶ δίδου διὰ κλύσμα ἐπὶ ἡμέρας γ′ 〈ἢ ε′ ἢ ζ′, καὶ οὐδέποτε μύλας πονήσει 〉 ἢ οὔλους.
Ἐὰν οὖν τις θέλῃ εὐτυχῶς ἐπινοῆσαι ἀπὸ κεφαλῆς μέχρι ποδῶν, ἡ ἄμπελος θεραπεύει τὰ πάθη, ἡ θεοδώρητος βοτάνη.
Ὁ μὲν Κυρανὸς καὶ Ἁρποκρατίων ἕως τοῦ παρόντος ὡμοφώνησαν· ὅθεν δὲ ὁ Κυρανὸς μεταλλάσσων λέγει.
Τῆς οὖν βοτάνης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίω μένοι, οὖρα τε καὶ κοιλίαν κινοῦσιν. – Δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς (f. 8 v.) θερμοτάτην τε καὶ δριμεῖαν· ἔχει δὲ καὶ ἄλλην ἄρρητόν τέ τινα καὶ θείαν ἐνέργειαν· ἰᾶται γὰρ τὰ χοιρώνια, ἕλκη καὶ γαγγραίνας καὶ φαγαιδαίνας καὶ τὰ ἕλκη τὰ σαπρά, μετὰ γάλακτος καὶ ἄμμου καταπλασσόμενος.
Ἡ δὲ ῥίζα αὐτῆς ὀπτῆς χρῶτας καὶ ἐφήλεις καὶ τέτανον καὶ ἐσπιλωμένον πρόσωπον καὶ νεφέλας ἀποκαθαίρει· ἰόνθους καὶ φακοὺς καὶ ἀλφοὺς καὶ ὑπώπια καὶ πτερύγια ἐν δακτύλοις, καὶ τὰς φλεγμονὰς τὰς μελαίνας σὺν ὀροβίου ἀλεύρῳ καὶ τήλει μιγνυμένη καθάρει. Ἑψηθεῖσα δὲ σὺν ἐλαίῳ ἕως κηρωθῇ πρὸς τὰ αὐτὰ ἁρμόζει· τὰ δὲ ὑπώπια καὶ πτερύγια τὰ ἐν δακτύλοις στέλλει σὺν οἴνῳ καταπλασθεῖσα· (f. 8 v.) διαφορεῖ δὲ καὶ φλεγμονάς.
Πρὸς δὲ ἐπιληψίας πίνεται [καθ’ ἡμέραν] κοκ. δ′ πρὸς ἐνιαυτὸν καθ’ ἡμέραν σὺν ὀξυμέλιτι· ὠφελεῖ δὲ καὶ ἀποπληκτικοὺς καὶ σκοτωματικοὺς ὁμοίως διδομένη κοκ. β′· ἐχεοδήκτοις δὲ βοηθεῖ ὁμοίως. Ἔμβρυα δὲ φθείρει· ὑποταράσσει δὲ καὶ τὴν διάνοιαν, ἐνίοτε καὶ προστεθεῖσα δευτέρια ἐπισπᾶται καὶ οὖρα πινομένη. Σπλῆνα δὲ τήκει τριόβολον ποθὲν σὺν ὄξει ἐπὶ ἡμέρας λ′· καταπλάσσεται δὲ καὶ μετὰ σύκων χρησίμως πρὸς τὸ αὐτό · ἀφεψεῖται δὲ καὶ πρὸς ἐγκαθίσματα καθαρτικὰ ὑστέρας· ἔστι δὲ καὶ εὐκοίλιον.
Ὁ δὲ καρπὸς μόνος ποιεῖ πρὸς ἰχῶρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος. Ὁ δὲ χυλὸς αὐτῆς (f. 9 r.) χυλισθείσης ὅλης μετὰ ῥοφίσματός τε ποθεὶς γάλα κατασπᾷ. Ἁρμόζει δὲ παραλυτικοῖς ποθείς τε καὶ συγχρισθεὶς σὺν ἐλαίῳ, ἐπειδὰν ἑλκωθῶσιν.
Τὰ δὲ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς ῥεύματα ὁμοίως ἁρμόζει ἐπιτεθειμένα, καὶ ἀπλῶς εἰπεῖν, καθόλου ἐστὶ χρήσιμος πρὸς πάντας τοὺς σεμνῶς αὐτῇ χρωμένους.
Δύο δὲ αὐτῆς εἰσιν εἴδη· ἡ μὲν πρώτη ἄμπελος λευκή, ἥν τινες β ρ υ ω ν ί α ν καλοῦσιν, οἱ δὲ ὄφεως σταφυλήν, οἱ δὲ χελιδόνα, οἱ δὲ μύλιθρον, οἱ δὲ ψίλωθρον, οἱ δὲ ἀρχιζώστην, οἱ δὲ κέχεδρον. Ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια ἀμπέλου ἡμέρου, δασύτερα δέ · καὶ ἐμπλέκεται τοῖς παρακειμένοις (f. 9 v.) θάμνοις ἐπιλαμβανομένη ταῖς ἕλιξιν· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦνται τὰ δέρματα.
Ἡ δὲ δευτέρα ἄμπελος μέλαινα καλεῖται, καὶ αὐτὴν βρυωνίαν ὀνομάζουσιν, οἱ δὲ χειρώνειον. Φύλλα ἔχει κισσοειδῆ, μᾶλλον ὅμοια σμίλακος, μείζωνα δέ, ἐπιλαμβανομένη καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι· καρποὺς δὲ βοτρυοειδεῖς, χλωροὺς μὲν κατ’ ἀρχάς, ἐπειτα δὲ μέλανας μὲν ἔξωθεν, ἔσωθεν δὲ πυξώδεις. Καὶ ταύτης δὲ οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοὶ καὶ καταμηνίων ἀγωγοί, σπληνὸς ἰαματικοί, ἁρμόδιοι σπληνικοῖς, μάλιστα αἱ ῥίζαι· καὶ πᾶσα δὲ ἡ βοτάνη ἁρμόδιος ἐπιληπτικοῖς καὶ σκοτωματικοῖς· ποιεῖ δὲ καὶ πρὸς τοὺς (f. 10 r.) τῶν ὑπορογίων λόφους ἑλκουμένους τὰ φύλλα σὺν οἴνῳ καταπλασθέντα, καὶ πρὸς στρέμματα καὶ παρέσεις καὶ καθόλου ὁμοίαν ἔχει τὴν δύναμιν τῆς πρὸ αὐτῆς.
Ἡ δὲ λευκὴ ἄμπελος ἔχει καὶ ἄλλας ἐνεργείας κοσμικὰς καὶ χαριεστάτας, ὥστε ἐν πότοις μὴ μόνον νηφάλαιον εἶναί τινα, ἀλλὰ καὶ εὐωχίαν ἔχειν.
Ἕως ἐνταῦθα μὲν ὁ Κυρανὸς οὕτως· ἀπὸ δὲ τῆς ἀνωτέρω γραφείσης τῶν ἀμφοτέρων διαφωνίας εἶχεν· ἐκεῖ οὕτως ὁ τοῦ Ἁρποκρατίωνος λόγος.
Μάκαιρα βοτάνη, τῶν θεῶν ἡγητεῖρα, γαίης κρατοῦσα, οὐρανοῦ καὶ ἀέρος, νόον λύουσα βοτρυοφόρῳ πότῳ, ὡς ἐπιλύειν πᾶν μέλος, ποιοῦσα δὲ ὕπνον, οὐδεὶς οὐ λόγῳ, οὐ σώματι ἰατήρ τις, (f. 10 v.) οὐδεὶς πρὸς σὲ δυνήσεται, ἀλλ’ ἐλέγχεις ὅσα ἐν ψυχαῖς βροτῶν [τῶν] ἐγκρύφως ἔχουσιν μυστικὰς φρένας, τὴν ἀρρήτως ἔχων, ἄμπελε, πάντ’ ἐκφανεῖς μόναις ὅσα γραφαῖς, ἢ φαρμάκοις γίνεται, ἢ φασγάνῳ, ἢ πελέκει ὅσα τοιαῦτα κρύβεται· ταῦτα μὲν λελέχθω ἀμπέλου μυστήρια. Ἔχει δὲ ἄλλα κοσμικά, ὡς ἐν βροτοῖς μὴ φαῦλον εἰπεῖν.
Λέγει δὲ οὕτως ἐντεῦθεν ὁ ἱερὸς λόγος, καθώσπερ [γὰρ] εἶχεν καὶ ἡ κυρανίς· Μάκαιρα ἐκ θεοῦ ἄνασσα, ἐκ θεοῦ βοτρυοφόρε μητὲρ ἁπάσης θείας φύσιος εὐαγοῦς ἐν φυτοῖς· τῇ πρώτῃ ἐάων ἱερεῖ· εὗ . . . ντο ὀλύμπιος οὖσα.
Ταῦτα εἴπας εἰς ποτήριον βάλε εἰς κεράμιον, ὅθεν πίνουσιν ἅπαντες, (f. 11 r.) καὶ ἀναλύουσιν εὐφρανθέντες, μηδενὸς συζητήσαντος.
Ἐὰν οὖν θέλωμεν φράσαι περὶ ἀμπέλου ὅσα δύναται, βιβλίον ὅλον οὐκ ἀρκέσεται ἡμῖν.
Πινόμενος γὰρ ὁ χυλὸς τοῦ βότρυος εὐωχίας μεγίστας ποιεῖται. Φύτευε αὐτὴν εἰς πάντα τόπον· οὔτε γὰρ ἑορτὴ θεῶν ἢ θνητῶν ἤδη πέρας ἐσχηκότων τοῦ βίου, ἢ εἰς τὸν βίον ἐσεληλυθότων ἡ ἀπὸ σπορᾶς βίου ὁρμώντων, ἢ γεωργίας ἢ φυτείας, ἢ ἕτερόν τι τῶν ἐν βίῳ γιγνομένων δυνήσεται ἄνευ τοῦ φυτοῦ τούτου.
Ἔτι δὲ λείπει μοι περὶ τίνος κακοῦ δαίμονος, ὅς ἐστιν τεταρταῖος, ὡς ἐπιπέμπεται ἀνδράσι καὶ (f. 11 v.) γυναιξίν, ὑπὸ δεκανοῦ τοῦ πρώτου αἰγοκέρω μὴ ταχέως πειθομένου, διότι οὐ βλέπει οὕτε ἀκούει, ὑπάρχει γὰρ ἀκέφαλος.
Λαβὼν οὖν σταφίδας ἐχούσας γίγαρτα δ’ ἐκκόκισον αὐτὰ τοῖς ὄνυξι, καὶ μὴ τῷ στόματι, καὶ βαλὼν αὐτὰ εἰς ῥάκος περίαπτε τῷ τραχήλῳ ἀγνοοῦντι ἁγνὸς ὧν, καὶ ἀπαλλάξεις Θεοῦ χάριτι.
Καὶ ὁ λίθος ὁ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος περιαπτόμενος ἀπαλλάσσει τοὺς τετραίζοντας.
Ἡ δὲ τοῦ Κυρανοῦ περὶ εὐφρασίας στήλη εἶχεν οὕτως· Ἡ θειοτάτη βοτάνη βοτρυοφόρε, ἄμπελος λευκή, ἡ μητὲρ τῶν βοτανῶν, εὔδιε κυβαληφόρε, γῆς ἐν φυτοῖς ἡ πρώτη. Λέγε εἰς ποτήριον τοὺς (f. 12 r.) λόγους τούτους· ἐυηὶ εὐοινὸν (sic?), φρενῶν μου τήρησον ἀβλάβειαν εἶναι ευηὶἒ, ὀλυμπίᾳ οὖσα, συντήρησόν μου νοὸς φρένας, εὔθυμος οὖσα, καὶ θειοτάτη καὶ ὑγιής. Ὑι εὖ ἀὲ ἰαυῶ αέ κιεῶ· ἐάωε. Ταῦτα εἰς ποτήριον οἴνου ἐπειπών, βάλε εἰς κεράμιον οἴνου, ὅθεν πίνουσιν ἅπαντες καὶ ἀναλύουσιν ἅπαντες εὐφρανθέντες οἱ φίλοι, μηδενὸς συζητήσαντος.
Λαβὼν οὖν ἀετίτην λίθον γλύψον ἀετόν, καὶ ὑπὸ τὸν λίθον ὑπόθες γίγαρτον σταφυλῆς, καὶ τὸ ἄκρον τοῦ πτεροῦ τοῦ ἀετοῦ εἶτε ἱέρακος, καὶ κατακλείσας φόρει· διαφυλάξει σε γὰρ ἀπὸ πάντων τῶν (f. 12 v.) προειρημένων παθῶν. Ἔτι μὴν καὶ ἀξιόλογον καὶ προσφιλῇ συντυχίαις δυναστῶν, καὶ μεγάλων ἀνδρῶν καὶ περιεχόντων χάριν παρέξει· καὶ ἐπὶ ἑτέρων πολλῶν [ἄλλων] ὧν οὐ χρεία ἐστὶν λέγειν ποιήσει, καὶ οὕτως πέρας εἴληφεν τὸ πρῶτον στοιχεῖον ἄλφα.
ΣΤΟΙΧΕΙΟΝ ΤΟ Β.
Βράθυος, βοτάνη ὁμοία κυπαρίσσου.
Βρύσις, ὄρνεον ὅ ἐστιν κορώνη.
Βήρυλλος, λίθος λευκός.
Βύσσα, ὅ ἐστιν κάραβος.
Ἡ θεόγνωστος δενδρικὴ καλουμένη ὁμοία κυπαρίσσῳ· καλεῖται δὲ βράθυ, αὕτη θυμιᾶται τοῖς θεοῖς ἀντὶ λιβάνου.
Βρύσις, κοινὸν ζῶόν ἐστιν κορώνῃ ζῶν (f. 13 r.) ἐτῶν ἕως φ’.
Βήρυλλος, λευκὸς λίθος πολύγνωστος καὶ βαρύτιμος.
Βύσσα ἐστὶν κάραβος θαλάσσιος· ἐκλήθη δὲ βύσσα διὰ τὴν ὁμοιότητα τῶν βυσσάλων.
Πρὸς οὖν δυσπνοκοὺς καὶ ὀρθοπνοϊκοὺς καὶ ἀσθματικοὺς βράθυος 〈ο α’, βουτύρου 〈ο δ′, μέλιτος γο β′. Ἔκλεγμα ποιήσας νήστει δίδου.
Τοῦ δὲ καράβου οἱ ὀφθαλμοὶ περιαπτόμενοι ἰῶνται τὸ πάθος.
Τῆς δὲ κορώνης τοῦ πτηνοῦ ἡ φύσις ἐστὶ τοιαύτῃ· ἐὰν γὰρ ἡ θήλεια τελευτήσῃ, ὁ ἄρρην ἑτέρᾳ οὐχ ἅπτεται. Ὁμοίως δὲ καὶ ἡ θήλεια τὸ αὐτὸ ποιεῖ Ὁ δὲ ἀνὴρ ἐὰν φορήσῃ τοῦ ἄρρενος τὴν καρδίαν, ἡ δὲ γυνὴ τῆς θηλείας, εὐνοήσουσιν ἑαυτοῖς τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον· τοῦτο ἀνυπέρβλητον (f. 13 v.) θαῦμα.
Λαβὼν οὖν βηρύλλιον λίθον, γλύψον κορώνην καὶ ὑπὸ τοὺς πόδας αὐτῆς κάραβον· καὶ κατακλείσας βράθυ βραχὺ καὶ ὀλίγον τῆς καρδίας τοῦ πτηνοῦ καὶ τὴν λεγομένην ἀφροδίτην τοῦ καράβου, καὶ φόρει ὡς βούλει.
Ποιεῖ γὰρ πρὸς δυσπνοϊκούς, ἡπατικοὺς καὶ νεφριτικούς· ἔστιν γὰρ Διὸς θεοῦ ὁ λίθος. Τὸν δὲ φοροῦντα ποιήσει ἐπίχαριν, ἐπιτευκτικὸν εἰς ὃ ἄν ἐπιβάληται, ποιεῖ δὲ καὶ εὔνοιαν εἰς τοὺς γαμοῦντας, καὶ ὁμόνοιαν εἰς τὰ ἀνδρόγυνα ὡς λίαν κάλλιστον.
ΣΤΟΙΧΕΙΟΝ Γ.
Γλυκυσίδη, βοτάνη· οἱ δὲ παιωνίαν.
Γλαῦκος, πτηνόν.
Γνάθος, λίθος.
Γλαῦκος, ἰχθὺς ὁ πασίγνωστος.
Γλυκυσίδη βοτάνη ἐστὶν ἡ παιωνία· ἐκλήθη (f. 14 r.) δὲ παιωνία διὰ τὸ τὸν παίωνα αὐτὴν εὑρηκέναι· ἔχει δὲ καρπὸν ὡσεὶ στύρακα ἀμιγδάλῃς. Τὰ μὲν οὖν ἀποστήματα αὐτῆς ἐστιν μεμυκότα, ἃ δὲ κεχηνότα.
Ἔστι πτηνὸν τοῦτο ὅπερ τῇ Ἀθηνᾶ ἀναγράφεται· βασίλειον ἔχει ἐπὶ τῆς κεφαλῆς πτερωτόν, ὀφθαλμοὺς δὲ νυκτικόρακος μεγάλους, ἐν ἀγροῖς διατρίβων.
Γνάθος λίθος ἐστὶν σκληρὸς ὡς μυλίτης ὁμοίως γνάθου.
Γλαῦκος, ἰχθὺς θαλάσσιος πασίγνωστος.
Τῆς οὖν βοτάνης εἴδη εἰσὶν δύο, ἡ μὲν ἀρρενική, ἡ δὲ θηλυκή.
Ἐὰν οὖν γυναικὸς μὴ κατέχῃ μήτρα τὸ ἐσπαρμένον, θέλῃ δὲ συλλαβεῖν. 〈 λαβῶν 〉 θεῖον βλάστημα, περιζωννύσθω καρπὸν μεμυκότα, δήσας αὐτὸν ἐν ῥάκει λινῷ βεβαμμένον (f. 14 v.) ἑπτὰ χροιάς, περὶ τὸ ἦτρον δὲ ζωννύσθω. 7 bis] Ἐὰν θέλῃς μὴ τίκτειν γυναῖκαν, μολύνας κρίθας εἰς τὰ καταμήνια αὐτῆς δὸς μήλου φαγεῖν, καὶ οὐ τίκτει ποτέ. Ὁμοίως καὶ ἄνθρακας ζῶντας σβέσον εἰς τὰ ἄμηνα αὐτῆς, καὶ οὐ τίκτει. Ἂς ἄρῃ δεόντως ἄνθρακα, καὶ φύλαττε· ὅταν δὲ θέλῃς πάλιν τίκτῃ, ἃς ἄψῃ αὐτὸν ἐν πυρί, καὶ τίκτει.
Εἰ δὲ οὐ συλλαβεῖν ἐθέλει, τοῦ κεχηνότος σπέρματος τῆς γλυσίδος τῆς βοτάνης μετὰ ῥύπου ὠτὸς ἡμιόνου περιαπτέσθω ἐφ’ ὅσον ἄν θέλῃ χρόνον.
Εἰ δὲ ἐν ὠδῖσίν ἐστιν τίκτουσα καὶ ἔχει κίνδυνον, κεχηνὸς σπέρμα τῆς βοτάνης εἰς ἔλαιον βαλὼν ἄλειφε τὴν ὀσφὺν καὶ τὸ ὑπογάστριον, καὶ ἀλύπως τέξεται.
Ἐπιθυμιωμένη δὲ ἡ ῥίζα ἢ ποτιζομένη δαίμονας ἀπελαύνει καὶ φαντάσματα πάντα φορουμένη.
Γλαύκου οὖν τοῦ ὀρνέου καὶ γλαύκου τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου θαλασσίου ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ. Κάλλιον δέ ἐστιν καὶ τὰς χολὰς (f. 15 r.) τῶν ἀμφοτέρων συλλειῶσαι καὶ ἐπιτιθέναι ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἀποθέσθαι.
Ὅταν οὖν θέλῃς θαυμάσαι τὴν δύναμιν τῆς φύσεως, γράψον ἐκ τοῦ προειρημένου ὑγροῦ κολλουρίου ἐν καθαρῷ ἀγράφῳ χάρτῃ, καὶ ἡμέρας οὐχ ὀρασθή σεται, σκοτείας δὲ γενομένης ἀναγνωσθήσεται τὸ γραφέν. Εἰ δὲ εἰς τοῖχον θέλῃς ζωγράφεσθαι ζῴδιον ὅσον θέλεις καὶ νυκτὸς γενομένης, οἱ θεωροῦντες ἐν τῇ σκοτείᾳ φεύξονται, δοκοῦντες δαίμονας ἢ θεοὺς εἶναι.
Ἐὰν δέ τις εἰς γνάθιον λίθον γλύψῃ γλαῦκα τὸ ὄρνεον καὶ ὑπὸ τοὺς πόδας γλαῦκαν τὸν ἰχθύν, τούτου δὲ τοὺς ὀφθαλμοὺς ὑποκατακλείσας φορήσει, ἀπεχόμενος ἡ χοιρείου κρέατος (f. 15 v.) καὶ πάσης ῥυπαρίας, σκοτείας δὲ γενομένης φανήσεται γενναῖος ὡς ἄνθρωπος· δόξουσιν γὰρ οἱ ὁρῶντες ἔνθεον σε εἶναι· εἰς δὲ τὴν ἡμέραν ὁ ἄν εἴπῃ πιστευθήσεται, εἰς κοίτην δὲ φορούμενος ὄραμα ἀληθὲς δείκνυσιν.
ΣΤΟΙΧΕΙΟΝ Δ.
Δρακόντιος, βοτάνη.
Δενδροκολάπτης, πτηνόν.
Δράκων, ἰχθύς.
Δενδρίτης, λίθος εὔγνωστος.
Δρακόντιος βοτάνη ἐστὶν ἔχουσα σπέρμα ὡς ὀφθαλμοὺς δράκοντος, φύλλα πλατέα, πονηρὰ δὲ ἐν παντί.
Δενδροκολάπτης πτηνόν ἐστι πασίγνωστον τῷ μεγέθει ὡς ὄρτυξ. Κολάπτει δὲ τὰς δρῦς, ἐλάτας τε καὶ καρύας, ἵνα νοσσεύσῃ ἔνδον τοῦ στελέχους.
(f. 16 r.) Δράκων θαλάσσιός ἐστιν ἰχθὺς ἀλέπιδος ἀληθῶς· ἐὰν ὑπερμεγέθης γένηται καὶ θελήσει δυναστεύειν, τοῦτον ἁρπάζουσιν αἱ νεφέλαι εἰς τὸν ἀέρα καὶ ῥίπτουσιν εἰς τὰ ὅρη, κατὰ μέλος αὐτοῦ διαιρουμένου ὅπως μὴ ὑπάρχῃ. Ἡ δὲ γλῶσσα αὐτοῦ οὖσα διδυμωτή, ὡς θρὶξ ἱππεία παμμεγέθης, ἔχουσα μῆκος δακτύλων δύο, ἦν περιβαλὼν εἰς ἔλαιον, ἔχε. Περιαπτόμενος παισὶν ἀβασκάντους καὶ ἀνόσους τηρήσει.
Εἶδον δὲ τὴν ἱστορίαν ταύτην ἐν τοῖς παραθαλασσίοις τόποις τῆς Συρίας 〈καὶ〉 τῆς Ἀσσυρίων χώρας.
Δενδρίτης λίθος ἐστὶν ὃς γινώσκεται ὑπὸ πολλῶν, παρόμοιος κοραλλίῳ. Οὗτος φύεται ἐν τῇ Ἰνδικῇ παρὰ τοὺς πετρώδεις τόπους τῆς θαλάσσης, ἔχων ὕψος ὡσεὶ δακτύλων ἕξ.
(f. 16 v.) Τῆς οὖν δρακοντίου βοτάνης τὸ σπέρμα φορούμενον ὀξυωπίαν παρέχει· κεφαλαλγίας ἀπαλλάσσει ἀλγούσας βραχύ.
Πτερὸν δὲ τοῦ ζώου μετ’ ὀλίγου 〈τῆς βοτάνης 〉 κεφαλαλγίαν καὶ ἡμικρανίαν ἀπαλλάσσει περιαπτόμενον.
Ὁμοίως πτερὸν τοῦ ζώου καὶ ὀλίγον τοῦ ἰχθύος κοπέντα καὶ λειωθέντα περιαπτόμενα πᾶσαν κεφαλαλγίαν ἰᾶται ταχέως.
Ἵνα οὖν μὴ πλανώμεθα πρὸς τὴν δυσπορίαν τοῦ μεγάλου δράκοντος, ἀλλὰ τὰ γινόμενὰ ἐστιν δρακόντια μικρά, ὡσεὶ παλαιστῶν δύο εἰς ὕψος ἰχθυώδη πιπρασκόμενα, τούτοις χρησόμεθα ἀντ’ ἐκείνων.
Πρὸς οὖν τὰς ἀλγηδόνας τῆς κεφαλῆς καὶ ἀρχὴν ἐλεφαντιάσεως, καὶ κελεφίας καὶ λευκασίας τὰς περὶ τὸ σῶμα (f. 17 r.) γιγνομένας, καὶ πᾶσαν τὴν κακίστην λέπραν, τὸ στέαρ τῶν δρακόντων μετὰ χυλοῦ τῆς βοτάνης κατάχριε πρωὶ καὶ ὀψέ.
Ἐὰν οὖν τις σφηνώνῃ τὴν νοσσιὰν τοῦ δενδροκολάπτου, φέρει βοτάνην αὐτὸς ἦν γινώσκει, καὶ προσαγαγὼν ἀνοίγει· εἰ μὲν γὰρ πηλῷ ἀποφράττεται, ὁ πηλὸς καὶ πεσεῖται· εἰ δὲ λίθῳ, ὁ λίθος πηδᾷ· εἰ δὲ σανίδι καὶ ἥλοις, ἐξηλωθὲν πεσεῖται· εἰ δὲ σιδηρῷ πετάλῳ καὶ ἥλοις, διαρραγήσονται· μόνον γὰρ παραθιγὼν ἐκεῖ τὴν βοτάνην ἀνοίξει ἅπαντα ταῦτα παραυτά, καὶ αἴρει τὰ νοσσιὰ αὐτοῦ. Ἐὰν οὖν τις τὴν βοτάνην ταύτην ἐπιτύχῃ, πρὸς πολλὰ ποιήσει ἃ οὐκ ἔξεστιν λαλεῖν, ὡς φύσις θειοτάτη, ἃ οὐδεὶς τελέσειεν ἀνδρῶν.
Ἐὰν τις γλύψῃ εἰς δενδρίτην λίθον τὸν δενδροκολάπτην (f. 17 v.), ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ δράκοντα θαλάσσιον, καὶ ὑποκατακλείσας τὴν εὑρισκομένην βοτάνην ὑπὸ τοῦ δενδροκολάπτου, καὶ φορήσει, πᾶσα θύρα αὐτῷ ἀνοιγήσεται καὶ δεσμοὺς καὶ κλεῖθρα λύσει· ἄγρια θηρία αὐτῷ ὑποταγήσεται καὶ ἡμερωθήσονται, ἀνθρώποις τε πᾶσιν ἔσται ἠγαπημένος καὶ εὐάκουστος, καὶ ὅπερ ἄν θέλῃ ἐπιτεύξεται, καὶ ὃ βούλεται περιγενήσεται.
Λέγετε δὲ καὶ τὸν ὕμνον εἰς τὸν τρισμέγιστον Ἑρμῆν, ὅς ἐστιν πάσης σοφίας καθηγητὴς καὶ λόγων ἡγούμενος, καὶ πᾶσης τέχνης σοφώτατος παροχεύς, καὶ ἀστέρων ὁ θαυμαστότατος.
Μακάρτατε θεῶν Ἑρμῆ, μέροψ ζῶόν ἐστιν θεῶν ἄγνωστον· αὐτῶν δ’ αὖ φύσις· γένος γὰρ ἀνδρῶν τις εὖρε τοῦτο; οὐδείς, ἀλλὰ πταίσει. Σὺ σοφὸς ὢν φέρων φρενήρης (f. 18 r.) μετέδωκας ἐν τῇ στήλῃ· ἥδε ἡ φύσις· φορῶν δὲ μαθήσεις τὰ ἐν θεοῖς, ὄντα τε κλεῖθρα ἀνοίξεις καὶ δεσμοὺς λύσεις πάντας· θῆρας δὲ πάντας ἡμερώσεις, βουλήματι τοῦ ἐν οὐρανοῖς κῦμα δῖνον παύσεις ἀγριούμενον· ἅπας δὲ δαίμων φεύξεταί σε πάντοτε, ἀγαθὸς δὲ φανήσῃ πᾶσιν ἀνθρώποις μόνος.
Τραπήσομεν δὲ ἐφ’ ἑτέραν συμβουλίαν· εἰ δὲ ὡς εἰκὸς μὴ εὑρέθη ἡ βοτάνη εἰς τὴν νοσσιάν, ἀνοίξας ὑποκατάκλειε τῷ γεγλυμμένῳ λίθῳ ἀκρόπτερον τοῦ πτηνοῦ καὶ τὴν καρδίαν, καὶ κόκκωνα τοῦ σπέρματος τῆς δρακοντίου βοτάνης καὶ λίθον ἢ μύελον τοῦ ἰχθύος· οὗτος γὰρ φορούμενος ὀξυωπίαν παρέχει, καὶ κεφαλαλγίαν ἰᾶται, καὶ ἀπλῶς εὐπαθῇ ἕνεκεν τῆς κεφαλῆς (f. 18 v.) καὶ τῶν ὀφθαλμῶν ποιεῖ τὸν φοροῦντα· ἔτι δὲ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν παρὰ πᾶσιν ἀνθρώποις δείκνυσιν..
ΣΤΟΙΧΕΙΟΝ E.
Εὔζωμος, βοτάνη.
Εὐβοή, πτηνὸν ὅ ἐστιν ἀηδών.
Ἐχῖνος, ἰχθυώδης.
Εὔανθος λίθος ἐστί.
Εὔζωμος βοτάνη ἐστὶν ἐσθιόμενον λάχανον παρὰ πᾶσι γνωστόν. Εὐβοὴ πτηνόν ἐστιν ἀηδὼν ὑπὸ πάντων γινωσκόμενος. Ἐχῖνος θαλάσσιος ὑπὸ πάντων γινωσκόμενος. Εὔανθος λίθος ἐστὶ πάγχρυσος· οὗτος ἀνῆκε τῇ Ἀφροδίτῃ, ὅτι πολύχρωμός ἐστι.
Τὸ οὖν εὔζωμον θερμαίνει· ἐπιπλάνη ἐστι παρὰ πολλοῖς μὴ νοοῦσι τὰς φύσεις μιᾶς ἑκάστης βοτάνης. Τὸ οὖν εὔζωμον καὶ τὸ πήγανον καὶ τὸ ἁγνὸν οἱ ἱερεῖς ἐσθίουσιν ἁγνείας χάριν. Τὸ μὲν γὰρ χλωρὸν εὔζωμον ψύχει τὰς συνουσίας, καὶ οὐκ ἐᾷ πολλὰ συνουσιάζειν, οὕτε πυκνῶς ὀρθιᾶν, οὕτε ὀνειριάζειν· διὸ οἱ ἐν τοῖς ἱεροῖς προσιόντες ἱερεῖς τοῦτο πυκνῶς ἐσθιόμενον παρ’ αὐτῶν οὐ συγχωρεῖ ὀνειριάζειν.
(f. 19 r.) Τούτου τοῦ σπέρματος 〈ο δ′, πέπεριν 〈ο δ′, μετὰ μέλιτος πρωὶ καὶ ὀψὲ λαμβανόμενος ὅσον δακτύλων β′ ὀρθιᾶν ποιεῖ.
Ἐὰν δέ τις τὴν ἡλικίαν ἐστὶ προβεβημένος καὶ τὸ μόριον ἔχῃ παρειμένον, ποιείτω τοῦτο· εὐζώμου σπέρματος 〈ο ιϛ′, κυμίνου 〈ο η′, πέπεριν 〈ο δ′. ἀνδράχνης σπέρματος 〈ο β′, λεῖα 〈σὺν〉 μέλιτι ἀναλαβὼν δίδου ὀψὲ καὶ πρωί· Τοῦτο ἀσύγκριτόν ἐστιν.
Τοῦ 〈δὲ〉 ἀηδόνος οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία περιαπτόμενοι ἐν κραβάτῳ ἀύπνους ποιοῦσι τοὺς ἀνακειμένους.
Ἐὰν δέ τις λειώσας δῴη τινὶ πιεῖν λάθρα, ἄυπνος ἀποθανεῖται· λύσιν δὲ οὐκ ἔχει.
Ἐχίνου θαλασσίου τὸ μεσομφάλιον ἐὰν λειώσας δώσεις ἐπιληψίᾳ πειραζομένοις, παραυτίκα κουφηθήσονται· δίδου δὲ μόνον μετὰ μέλιτος πλειστάκις.
Εἰς δὲ τὸν εὐάνθη λίθον τὸν πάγχρυσον γλύφεται Ἀφροδίτη τὰς τρίχας καὶ τοὺς πλοκάμους τῆς κεφαλῆς ἀναδεσμουμένη, καὶ ὑποβάλλεται ῥίζα τῆς (f. 19 v.) βοτάνης καὶ ἀηδόνος γλῶσσα, καὶ κατακλείσας φόρει, καὶ ἔσῃ πᾶσιν ἀνθρώποις φιλητὸς καὶ γνωστός, καὶ ἡδυλάλος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις καὶ δαίμοσιν· πᾶν δὲ θηρίον φεύξεταί σε.
ΣΤΟΙΧΕΙΟΝ Ζ.
Ζμῖλαξ, βοτάνη.
Ζῶκος, πτηνόν.
Ζμύρνα θαλασσία.
Ζμάραγδος, λίθος τίμιος, πράσινος.
Ζμῖλαξ ἐστὶ βοτάνη ἰσχυροτάτη ὡς κισσόφυτον· ἐὰν δέ τις στέψῃ μετ’ αὐτοῦ γυναῖκα δυστοκοῦσαν, παραυτὰ τέξεται ἀπόνως.
Ἐὰν δὲ ἐν ταῖς καθάρσεσι δυσκολαίνῃ τις μετ’ ἀλγηδόνων, καὶ περιζώσας αὐτὴν τὴν βοτάνην, καθαρθήσεται ἀπόνως.
Ἐὰν δὲ τοῦ χυλοῦ τῶν φύλλων κο. α′ καὶ μέλιτος γο. α′ μίξας δώσεις ὑδρωπικῷ, ἀκινδύνως κενωθήσεται (f. 20 r.). Γυνὴ δὲ γευσαμένη αἱμορραγήσει.
Ζῶκός ἐστι πτηνόν· οἱ δὲ ζώγιόν φασι, οἱ δὲ ἅρπην. Ἐστι δὲ εἶδος λευκοῦ γυπὸς νεκροβόρου. Ζμύραινα θαλασσία γνωστὴ πᾶσιν. Ζμάραγδος, λίθος πᾶσι γνωστός.
Τῆς οὖν ἅρπης τὸ ἔντερον ἐὰν δώσεις τινὶ φαγεῖν ἐν βρώματι, ὁ τοῦτο λαβὼν ῥαγήσεται ἐσθίων· ἔσται γὰρ ἀχόρταστος.
Τὸ δὲ κωλέντερον τοῦ πτηνοῦ ἐὰν δῴης λεῖον πιεῖν ἢ ὀπτὸν φαγεῖν κωλικῷ, τελείως σωθήσεται.
Στέαρ δὲ συγχριόμενον μετ’ ἐλαίου μύρου τετραΐζοντας ἀπολύει· κόπρος δὲ λέπρας παύει μετ’ ὄξους καταχριομένη· τὸ δὲ ἧπαρ διδόμενον ὅσον ἄν βούλῃ φθείρει τὰ ἔντερα πάντα.
Ὁ δὲ ζμάραγδος λίθος ἐστὶν χλωρός, βαρύτιμος.
Γλύψον (f. 20 v.) οὖν ἐν αὐτῷ τὴν ἄρπην, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὴν ζμύραιναν, καὶ ὑπὸ τὸν λίθον κατάκλεισον 〈τὴν〉 ῥίζαν τῆς βοτάνης, καὶ φόρει πρὸς ταραχώδη ἐνύπνια καὶ θάμβη καὶ ὅσα σεληνιαζομένους ἀνῆκε· παύει καὶ κωλικούς Κάλλιον δὲ εἰ καὶ στέαρ ζμυραίνης ὑποβληθῇ· τοῦτο ἔνθεον ἐστιν.
ΣΤΟΙΧΕΙΟΝ Η.
Ἠρύγγιος, βοτάνη.
Ἡλίου ζωή, ὁ φοινικόπτερος.
Ἡφαιστίτης, λίθος.
Ἡδονίς· οἱ δὲ ἀφύδιον.
Ἠρύγγιος βοτάνη ἐστὶν ὡς κάλαμος φυομένη, ἀκανθώδης, ἢ καὶ γοργόνιος λέγεται, δυνάμεως ἔχεται τοιᾶσδε· ἐὰν γάρ τις τὴν ῥίζαν φορῇ, δαίμονος πεῖραν οὐχ ἕξει ποτέ.
Ἐὰν δέ τις πνεῦμα ἔχῃ ἀερῶδες, τὴν δὲ ῥίζαν ὑποθήσει ὑπὸ τὰς ἐσθῆτας αὐτοῦ, (f. 21 r.) ἐξομολογήσεται ὁποῖός ἐστι καὶ πόθεν καὶ φυγάδευθήσεται· ξένος, γὰρ ὤν.
Ἡ δὲ ὅλη βοτάνη σὺν ταῖς ῥίζαις ποτιζομένη 〈 ἐν 〉 ὕδατι καὶ μέλιτι κωλικοὺς παύει.
Ἐὰν δὲ μετ’ οἰνομέλιτος ἐκζεσθῇ, καὶ ποτίσῃς λιθιῶντας, στραγγουριῶντας καὶ νεφριτικούς, ἀπαλλάξεις τοῦ πόνου· πινέτωσαν δὲ ἐπὶ ἡμέρας ιϛ′ πρωὶ καὶ εἰς κοίτην. Ἐὰν δὲ καὶ σίδια ῥοᾶς συζέσῃς αὐτοῖς, κρεῖσσον ὠφελήσεις.
Τὸ δὲ φοινικόπτερον τοῦ ἐχίνου, ἐὰν ζέσας δώσεις λάθρα, κρεῖσσον ποιήσεις.
Ἡδονὶς δὲ ἡ θαλάσσιος, τὸ καὶ ἀφύδιον λεγόμενον συχνῶς ἐσθιόμενος τὰς γιγνομένας νομὰς ἐν τοῖς νεφροῖς ἀποθεραπεύει.
Εἰς δὲ τὸν ἡφαιστίτην λίθον τὸν καὶ (f. 21 v.) πυρίτην λεγόμενον ἐὰν γλύψῃς φοινικόπτερον, παρὰ δὲ τοὺς πόδας αὐτοῦ σκορπίον, καὶ ὑποβάλῃς δὲ τῷ λίθῳ [μέρος] ῥιζίου τοῦ φυτοῦ μικρόν, ἔξεις φυλακτήριον πάντων ζώων ἰοβόλων· ἀποστρέφει δὲ καὶ ἰνδαλμοὺς νυκτερινούς· ποιεῖ δὲ καὶ ἐπὶ λιθιῶντας, βασκοσύνην δὲ πᾶσαν ἀποστρέφει.
ΎΜΝΟΣ. Κεδνᾶς ἀκεδνῶ χάριν καὶ δεινοὶ βροτοῖσιν ἅπκσιν αὐτὸς ἐφόρει Κρονίδης καὶ φάος ἐν ἄστροις γαίᾳ καί κτήσει χρυσὸν καὶ ἄργυρον ἐξολοθρεύειν νόσον καὶ πενίαν δεινὴν δεσμοῖς κακὴν ὑπ’ ἀνάγκης· Οὐ κόραφος ἐὼν ἀγαθός, ἀλλ’ ἔστιν ἀναγκάσων γαίαν ἅπασαν καὶ οὐρανὸν [καὶ] ἀστερόεντα, μαστίζων μοίραις (f. 22 r.) βροτοὺς ἀγχοπανάγκης αὐτὸς ἄναξ· Κρονίδης τις ὁ κοιρανὸς ἐν ἐνὶ κόσμῳ ῥομβοῖς ἀφθάρτοις κυλινδούμενος, πορείαις κυκλίσκων τὰ ἅπαντα ἀπ’ ἀνατολῆς ἐπὶ δυσμὰς ἐπτάπολῖς, ἄρκτοῖς δὲ συγκινούμενα πάντα. Λισσομένῃ ψυχῇ ἀρκείσθω ὅσα συγκάμενοι λυομένῳ καιρῷ· εἰ καὶ μετὰ τὸ ἐγκύσαι ὄντως ἐσθὶς θεὸν γινώσκουσα ἐν ἀέρι καὶ νεφέλεσι νοσοῦν ὑπερφυγέουσα εἰς ὃν οἰκήσασθαι ἐκολάσθης. ψυχὴ σὺ μάκαιρα, ἀθάνατος, ἀπὸ τόπου οὖσα παῦσον σοὺ κάματον ἐν σώματι, μηκέτι κάμνε ὡς ἐπιζητεῖν τίς οὐρανός ἐστιν, ὕδωρ καὶ πῦρ, ἄστρα τὰ φαινόμενα, καὶ σκότος ἐστίν, ὑπὲρ θεοῖς αὐτοῖς ἀλάλητον (f. 22 v.), καὶ σφαῖρα κυλινδουμένη ἀπ’ ἀνατολῆς ἕως δυσμάς, ὀδύνῃ δέ ἄυπνος ἡ ἀνέμων κινοῦσα ἅπαντα ἐκ πόντου πρηστὴρ ἀνάγει, καὶ [εἰς] αἰθέρα λύει, ἐκπαταγῶν βροντήν, καὶ ἀστεροπὴν πυρὸς ἄγει, καὶ ὄμβρον, ὑδάτων γλυκερῶν ῥοίζήματα· γαία μητρὶ ἁπαντοτρόφῳ δεκτήρι, γασ τέρι θείᾳ κρύπτουσα τὰ πάντα ὅσα εἰς γαλήνην καθικνεῖται, ῥίζας βοτανῶν, γαίης πολυάνθεα τέκνα, φύουσιν ἃς περὶ [τετράσι], τετράποσι πτηνῶν καὶ νεπόδων πάντων καὶ φωλευόντων ἀπλῶς πάντα βρότων πέφυκεν, εὔωχρα δὲ πάντα ἔοικεν.
Ἀρκείσθω ὅσα προεῖπον· πεζῷ δὲ (f. 23 r.) λόγῳ καταλέξω καὶ δείξω τῆς ψυχῆς τὰ προμάντια· ὧν τὰ ὁρατὰ ὅσα προεῖπον· ἐπεσόμενα δὲ ἄλλα φράσειεν· ἔφρακα δὲ τοὺς μέλλοντας στίχους περὶ τῆς προγνώσεως καὶ τῶν ἐν αὐτῇ λοιπῶν ουτως ζώων.
[Ἔποψ] ζῶόν ἐστιν ἐν ἀέρι πτώμενον ὁ καλεῖται ἔποψ, ἐπτάχρωμον βασίλειον ἔχον μήκει δακτύλων β′, ἁπλούμενον καὶ συστελλόμενον· αὐτὸ δὲ τετράχρωμον, ὡς εἰπεῖν, πρὸς τὰς ὁ τροπὰς τοῦ ἐνιαυτοῦ· οὐτος καλεῖται κουκούφας καὶ πούπος, ὡς ἐγράφη τὰ περὶ τούτου ἐν τῇ πρώτῃ τῇ βίβλῳ ἀρχαϊκῇ καλουμένῃ· ἔστι δὲ τὸ ζῶον ἱερόν.
Λαβὼν οὖν τὴν τούτου καρδίαν ἔτι πταίρουσαν (f. 23 v.) κατάπιε ἀντίκρυ τοῦ ἡλίου ὥρας πρώτης ἀρχομένης ἢ ὀγδόης ἀρχομένης· ἔστω δὲ ἡμέρα Κρόνου, σελήνης ἀνατολικῆς οὔσης· καὶ επιπιε γάλα βοος μελαίνης μετ’ ὀλίγου μέλιτος ἐκ τοῦ σύνθεματος αὐθωρόν, ἵνα ἡ καρδίᾳ ὑγιὴς καταποθῇ, καὶ ἔσῃ προγινώσκων τὰ ἐν οὐρανῷ καὶ γῇ, καὶ εἴ τις κατὰ ψυχὴν ἔχει τι καὶ ὅσα κατὰ τὰ κλίματα καὶ κατὰ πόλεις γίνεται καὶ τὰ μέλλοντα ἅπασιν ἀνθρώποις· ἔστι δὲ τὸ τοῦ μέλιτος σύνθεμα τοῦτο·
Μέλιτος κοτύλην α′ S, καὶ μαγνήτου ζῶντος λειοτάτου 〈ο β′, καὶ τῆς βοτάνης ἡρυγγίου καρδίας ἑπτά· ταῦτα λεῖα μίγνυε (f. 24 r.) τῷ μέλιτι· ἔχεις δὲ ἕτερον μαγνήτην εἰς ὃν τὸ ὄρνεον γέγλυπται τοῦτο, ὅν δεῖ ἐν τῷ μέλιτι ἐν τῷ συνθέματι ἐμβρέχεσθαι. Ὅταν δὲ θέλῃς προγινώσκειν εἴ τι βουληθῇς, πρόγευσαι δάκτυλον ἕνα, καὶ περίθου τὸν γεγλυμμένον μαγνήτην, καὶ φόρει ἐν τῷ τραχήλῳ, καὶ προ γνώσεις πάντα περὶ ὧν θέλεις.
Ἐὰν δὲ καὶ ἑτέραν καρδίαν καὶ ἧπαρ ἔποπος βάλῃς ἐν τῷ συνθέματι, κρεῖττον ἔσται καὶ ἔτι μνημονικώτερον ποιεῖ. Ἵνα δὲ μὴ φθειριάσῃ τὸ σῶμα τοῦ ἐσθίοντος τὸ μέλι ἢ τοῦ καταπιόντος τὴν καρδίαν (εἴωθεν γὰρ ἔξω ῥεῖν πλῆθος φθειρῶν), δέον ἀλείφεσθαι πρῶτον τῷ ἐλαίῳ τοῦτο (f. 24 v.). Ἐλαίου κοτύλ. α′, σταφίδος ἀγρίας λειοτάτης 〈ο β′ λειώσας καλῶς καὶ ἐνώσας ἔχε ἀποκείμενον ἕτοιμον· ὅταν οὖν χρήσῃς εἰς κοίτην ἄλειψαι.
ΕΡΩΤΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΤΕΧΝΙΤΗΝ. Λέγε μοι πρότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἡ θνητή· καὶ φησίν· πολλοὶ τῶν κακοτέχνων πλανῶνται τὸ νοερὸν τῆς ἀθανάτου ψυχῆς· αὐτὴ δὲ ἑαυτὴν ἐλέγχει· διὰ τί τοῦ σώματος ἠρεμοῦντος ἐπὶ τῆς κοίτης, καὶ ἡ ψυχὴ ἀναπαίεται ἐν τῷ ἰδίῳ τόπῳ, τουτέστιν ἐν τῷ ἀέρι, ὅθεν αὐτὴν καὶ ἐλάβομεν, καὶ θεωρεῖ τὰ ἐν ἄλλοις κλίμασι γινόμενα· πολλάκις δὲ καὶ φιλοστοργοῦσα τὸ σῶμα ἐν ᾧ κατοικεῖ πρὸ χρόνων πρωμαντέυεται τὰ ἀγαθὰ (f. 25 r.) ἢ τἀναντία, ὅ καλεῖται ὄνειρος· εἶτα πάλιν δρομεῖ εἰς τὸ ἴδιον οἰκητήριον· καὶ ἀνεγείρασα ἐξηγήσατο τὸ αὐτὸ ὄνειρον; Ἐντεῦθέν σοι φαινέσθω ὅτι ἡ ψυχὴ ἀθάνατος καὶ ἄφθαρτός ἐστιν. Οὕτως μὲν ὁ Ἁρποκρατίων εἰπών, ἐνταῦθα οὕτως τὸ στοιχεῖον τοῦτο πεπλήρωκεν.
Ὁ δὲ Κυρανὸς τὰ μὲν ἄλλως κατέλεξεν, τὰ δὲ κατὰ συμφώνησιν, προσέθηκεν δὲ ἀπὸ τοῦ ἔποπος ἀπογεύματος καὶ ὅτι εἶπεν ὅσα γίνονται ἐν τῷ κόσμῳ προγευόμενος γνώσει· εἶχεν ἐκεῖθεν οὕτως.
Ἐπείδη δυσανεύρετός ἐστιν ἡ ἐσχάτη ῥίζα τοῦ ἠρυγγίου, ‹καὶ 〉 ἡ κεφαλὴ· καὶ 〈εἰ〉 θέλεις αὐτὴν εὐλήπτως ἐπιτυχεῖν, ποίει οὕτως. Λαβὼν σπέρμα ἠρυγγίου καὶ γῆν (f. 25 v.) ἐν ᾖ φύεται, βάλε εἰς γάστραν τὴν γῆν καὶ τὸ σπέρμα. πότιζε δὲ ἀραιάκις καὶ ὅταν ἀναφύῃ καὶ γένηται ὥριμον ἐν τῇ γάστρᾳ ὥσπερ τὰ ἄλλα ἠρύγγια, τότε ψηλάφησον εἰς τὴν γάστραν ἁγνὸς ὧν καὶ νῆστις, ὡς πρέπει, καὶ εὑρήσεις κεφαλὴν Γοργόνης· ταύτην ἀνελόμενος ἔχε ἕτοιμον.
Λαβὼν οὖν φώκης θαλασσίας τρίχας τὰς μέσων τῶν ῥινῶν καὶ τοῦ στόματος καὶ λίθον ἴασπιν χλωρὸν καὶ καρδίαν καὶ ἧπαρ ἔποπος καὶ ῥιζίον παιωνίας 〈 καὶ 〉 τῆς γλυκυσίδης καὶ σπέρμα περιστερεῶνος βοτάνης, καὶ τὸ κοσμικὸν αἷμα τῆς χρυσανθέμου καὶ τῆς καρδίας (f. 26 r.) τῆς φώκης τὸ ἄκρον, ἔστι δὲ καὶ τὸ βασίλειον τὸ ἐπὶ τῆς κεφαλῆς τοῦ ἔποπος, κρεῖττον ἔξεις πάντων τῶν προειρημένων εἰδῶν, ἅ τινα σὺν μόσχῳ ὀλίγῳ περιειλήσας θυμιάματι τετραΐδῳ, ἔμβαλε εἰς δέρμα ἰχνεύμονος ἢ φώκης ἢ ἐλαφίου ἡ γυπός, καὶ φόρει, ἁγνὸς ὤν. Εἰ δὲ καὶ χρυσώσεις ἔξωθεν, κάλλιον ἔσται, ἔσῃ γὰρ εἰς πάντα ὅσα θέλεις ἐπιτυγχάνων, φιλητὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ γυναιξίν· ἔσῃ δὲ καὶ φοβερὸς φαινόμενος καὶ εἰρηνικὸς καὶ ἥσυχος, θηρία δὲ πάντα ὑποτάξεις καὶ ἐχθροὺς κατὰ σοῦ φιλιώσεις.
Ἐὰν δὲ καὶ λύκου τὸν δεξιὸν ὀφθαλμὸν ἐμβάλῃς (f. 26 v.) τοῖς προειρημένοις καὶ φορεῖς, ἔσῃ εἰς πάντα ἀκαταγώνιστος, νικῶν εἰς πᾶν πράγμα καὶ ἐπιτυγχάνων· φεύξεται γάρ σε πᾶς δαίμων καὶ πᾶν θηρίον, καὶ ἔσῃ ἐν πᾶσιν εὐδαιμονῶν, καὶ ἄνοσον δὲ διαφυλάξει σε.
Ἐγὼ δὲ καὶ τὴν πυτίαν τῆς φώκης ἔμιξα καὶ ἐνίκων πάντας τοὺς ἀντιδίκους. μου, καὶ ἀήττητος ἥμην· ὁ γὰρ φορῶν τοῦτο τὸ φυλακτήριον ἔξει ἀγαθὰ ὅσα οὐ 11 προσδοκᾷ ἀπὸ τοῦ Θεοῦ, καὶ ἔσται ἔντιμος πανταχοῦ, νικῶν ἐν πᾶσιν ἔργοις καὶ λόγοις, ῥυόμενος ἀπὸ παντὸς κινδύνου καὶ δαίμονος καὶ φαρμακείας καὶ πάσης κακουργίας, καὶ, ἀπλῶς εἰπεῖν, πάντα τὰ κακὰ ἀποστρέφει, πάντα δὲ τὰ ἀγαθὰ (f. 27 r.) προξενεῖ· ἔστιν δὲ καὶ προγνωστικὸν ὅπερ σὺν σοὶ θεὸς μόνος ἐπίσταται. Ἐνταῦθα δὲ τὸ στοιχεῖον ὁ Κυρανὸς ἐτέλεσεν.
ΣΤΟΙΧΕΙΟΝ Θ
[Ἐνταῦθα] θύρσις, βοτάνη.
Θύρ, πτηνόν.
Θυρσίτης, λίθος ὅμοιος κοραλλίου.
Θύννος, ἰχθὺς θαλάσσιος.
Θύρσις, βοτάνη ἥ ἐστιν διονυσιακή, θαμνώδης, ἀγαθὴ εἰς πάντα. Θύρ ἐστι πτηνὸν ὅμοιον ἱέρακος τοῦ πελαγίου, δραστικόν, ἔνθεον. Θυρσίτῃς λίθος ὁμοίος κοραλλίου. Θύννος, ἰχθὺς…
Bάκερ…
The complete text is available when the reading interface loads.