1Δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
2ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς·
3ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός.
4οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
5λευκοτέρους χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίους,
6τάων καὶ Δρομέης ἠράσσατο πεσσομενάων.
7αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
8στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος
9Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,
10νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
11τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
12οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων,
13ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἡδʼ ἀναθεῖναι.
14ἔνθʼ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον·
15ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἀλλʼ ἤσθινον εἴδατα παστά,
16βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
17ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
18αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
19οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
20ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠιόνος κλύζεσκε·
21πολλὰς δʼ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας.
22ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη,
23ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα
24τοὺς δʼ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει
25πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα,
26ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ
27ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
28τῇ δʼ ἐγὼ ἐν πρώτοις ἔπεχον κρατερώνυχα χεῖρα,
29οὐδʼ ἔφθην τρώσας μιν, ἄειρε δὲ Φοῖβος Ἀπόλλων.
30ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο,
31τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα,
32ἂψ δʼ ἑλόμην χάρμῃ, λαιμὸν δʼ ἄπληστον ἄμυξα.
33ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα,
34σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
35ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
36καὶ Τιτυὸν εἶδον λίμνης, ἐρικυδέα γόγγρον,
37κείμενον ἐν λοπάδεσσʼ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας.
38τῷ δὲ μετʼ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς
39ἔγχελυς, ἣ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσι μιγῆναι,
40ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἁδροτεράων.
41παμμεγέθης· τὴν δʼ οὔ κε δύʼ ἀνέρες ἀθλητῆρες,
42οἷοι ἄρʼ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο,
43ῥηιδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν·
44τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν
45εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
46πολλὰ δʼ ἄναντα κάταντα κατὰ στίχας ἦλθʼ ὁ μάγειρος,
47σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον.
48τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο·
49αὐτὰρ ἀπʼ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο.
50Ἶρις δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα τευθίς,
51πέρκη τʼ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
52ὃς καὶ θνητὸς ἐὼν ἕπετʼ ἰχθύσιν ἀθανάτοισιν.
53οἴη δʼ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο
54νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα κλειδῶν
55αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι,
56ῥίνη θʼ, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες,
57τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε
58ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
59ὀπταλέος δʼ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς,
60οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.
61κυανόχρως δʼ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
62πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
63καρίδες θʼ, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί,
64αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι·
65χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς,
66κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι
67ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρʼ ἐφέντες
68ἐν στόμασίν τʼ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον.
69τῶν δʼ ἄρʼ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν,
70οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην,
71γεύσασθʼ ἱμείρων· τὸ δέ γʼ ἀμβροσίη μοι ἔδοξεν,
72οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες.
73μύραιναν δʼ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης,
74ζώνην θʼ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,
75εἰς λέχος ἡνίκʼ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ.
76σάνδαλα δʼ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων,
77βούγλωσσόν θʼ, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ,
78κίχλας θʼ ἑξείης ἡβήτορας ὑψιπετήεις
79καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θʼ ὑδατινούς.
80ἐν δʼ ἀναμὶξ φάγροι τε καὶ ἵππουροι γλάνιές τε,
81μόρμυρος αὐτόθʼ ἔην, γαλέη, σπάρος· οὓς ὁ μάγειρος
82σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.
83τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
84εἶναι βρώματʼ ἔδοξεν, ἐπεί ῥʼ ὅρμαινον ἐπʼ ἄλλα.
85κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν,
86ἐν καλάθῳ, ὅθι περ λεπάδων διεφαίνετο χῶρος
87ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος·
88οὐ μὴν οὐδʼ ἄρʼ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
89κωλῆν δʼ ὡς εἶδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ
90κεῖτʼ ἀγχοῦ γλυκὺ πνεῖον, ἀτὰρ χέρας οὐκ ἀπέρυκον.
91γευσάμενος δʼ ἔκλαιον, ὅτʼ αὔριον οὐκ ἔτι ταῦτα
92ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὁτρηρῇ
93νηδὺς δʼ οὐχ ὑπέμεινε· βιάζετο γάρ ῥʼ ἀδέεσσι·
94δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θʼ ἑφθά.
95παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας,
96λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος
97θῆκε φέρων, ἵνʼ Ἀθηναίων κατέκειντο φάλαγγες.
98Χαιρεφόων δʼ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
99ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι.
100ἤσθιε δʼ ὥστε λέων, παλάμῃ δʼ ἔχε τὸ σκέλος ἀμνοῦ,
101ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη
102χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων
103Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας.
104αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
105χεῖρας νιψαμένοισιν ἀπʼ Ὠκεανοῖο ῥοάων
106ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ·
107ἄλλος δʼ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
108οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
109κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δʼ οἶνος
110Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
111δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι·
112ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
113ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
114πρόσφατοι, ἥν θʼ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν.
115τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην.
116ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν
117Δήμητρος παῖδʼ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα,
118πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην;
119οὐδʼ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματʼ εἶεν,
120γαστὴρ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.
121πόρναι δʼ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί,
122ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς.