1ὄστρεά τʼ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα
1σόγκους δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
2μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις,
3βολβίνας θʼ, αἳ Ζηνὸς Ὀυλυμπίου εἰσὶν ἀοιδοί,
4ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
5λευκοτέρας χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίας·
6τάων θυομένων ἠράσσατο πότνια γαστήρ.
1καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
2κείμενον ἐν λαχάνοις· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας.
1ὣς ἔφαθʼ, οἱ δʼ ἐγέλασσαν, ἐπήνεικάν τʼ ἐπὶ τούτῳ
2σιτευτὰς ὄρνιθας ἐπʼ ἀργυρέοισι πίναξιν,
3ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας.
1οὐδʼ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο
2σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.
1οἱ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
2Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι,
3οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν.
4ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατος λάχε γῆρυς,
5οὔτε πονητάων ἀδαήμων οὔτε θεάτρων,
6ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια.