The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 402–439.
CTS identifier
urn:cts:greekLit:tlg1489.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-43

{ΙΝΔΙΚΑ.

(ΕΠΙΤΟΜΗ.)}

1

Diodorus II, 35: Ἡ τοίνυν Ἰνδικὴ τετράπλευρος

οὖσα τῷ σχήματι, τὴν μὲν πρὸς ἀνατολὰς νεύουσαν

πλευρὰν καὶ τὴν πρὸς τὴν μεσημβρίαν ἡ μεγάλη πε-

ριέχει θάλαττα, τὴν δὲ πρὸς τὰς ἄρκτους τὸ Ἠμωδὸν

ὄρος διείργει τῆς Σκυθίας, ἣν κατοικοῦσι τῶν Σκυθῶν

οἱ προσαγορευόμενοι Σάκαι· τὴν δὲ τετάρτην τὴν πρὸς

δύσιν ἐστραμμένην διείληφεν ὁ Ἰνδὸς προσαγορευόμενος

ποταμὸς, μέγιστος ὢν σχεδὸν τῶν ἁπάντων μετὰ τὸν

Νεῖλον. (2) Τὸ δὲ μέγεθος τῆς ὅλης Ἰνδικῆς φασιν ὑπάρ-

χειν ἀπὸ μὲν ἀνατολῶν πρὸς δύσιν δισμυρίων ὀκτακισ-

χιλίων σταδίων, ἀπὸ δὲ τῶν ἄρκτων πρὸς μεσημβρίαν

τρισμυρίων δισχιλίων. Τηλικαύτη δὲ οὖσα τὸ μέγεθος

δοκεῖ μάλιστα τοῦ κόσμου περιέχειν τὸν τῶν θερι-

νῶν τροπῶν κύκλον, καὶ πολλαχῇ μὲν ἐπ' ἄκρας τῆς

Ἰνδικῆς ἰδεῖν ἔστιν ἀσκίους ὄντας τοὺς γνώμονας,

νυκτὸς δὲ τὰς ἄρκτους ἀθεωρήτους· ἐν δὲ τοῖς ἐσχά-

τοις οὐδ' αὐτὸν τὸν ἀρκτοῦρον φαίνεσθαι· καθ' ὃν

δὴ τρόπον φασὶ καὶ τὰς σκιὰς κεκλίσθαι πρὸς μεσημ-

βρίαν.

3. Ἡ δ' οὖν Ἰνδικὴ πολλὰ μὲν ὄρη καὶ μεγάλα ἔχει

δένδρεσι παντοδαποῖς καρπίμοις πληθύοντα, πολλὰ δὲ

πεδία καὶ μεγάλα καρποφόρα, τῷ μὲν κάλλει διάφορα,

ποταμῶν δὲ πλήθεσι διαιρούμενα. Τὰ πολλὰ δὲ τῆς

χώρας ἀρδεύεται, καὶ διὰ τοῦτο διττοὺς ἔχει τοὺς κατ'

ἔτος καρπούς· ζῴων τε παντοδαπῶν γέμει διαφόρων

τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς, τῶν μὲν χερσαίων, τῶν

δὲ καὶ πτηνῶν. (4) Καὶ πλείστους δὲ καὶ μεγίστους

ἐλέφαντας ἐκτρέφει, χορηγοῦσα τὰς τροφὰς ἀφθόνως,

δι' ἃς ταῖς ῥώμαις τὰ θηρία ταῦτα πολὺ προέχει τῶν

κατὰ τὴν Λιβύην γεννωμένων· διὸ καὶ πολλῶν θηρευο-

μένων ὑπὸ τῶν Ἰνδῶν καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας

κατασκευαζομένων μεγάλας συμβαίνει γίνεσθαι ῥοπὰς

πρὸς τὴν νίκην.

XXXVI. 5. Ὁμοίως δὲ καὶ τοὺς ἀνθρώπους ἡ πο-

λυκαρπία τρέφουσα τοῖς τε ἀναστήμασι τῶν σωμά-

των καὶ τοῖς ὄγκοις ὑπερφέροντας κατασκευάζει·

εἶναι δὲ αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστή-

μονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καθαρὸν, ὕδωρ δὲ λε-

πτομερέστατον πίνοντας. (6) Ἡ δὲ γῇ πάμφορος οὖσα

τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν

καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς

μὲν ἄργυρος καὶ χρυσὸς, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σί-

δηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε

καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.

(7) Χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ

τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν

ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δὲ ὄσπριον καὶ διά-

φορον, ἔτι δὲ ὄρυζα καὶ τὸ προσαγορευόμενον βόσπορον,

καὶ μετὰ ταῦτ' ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρη-

σίμων· καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ· οὐκ

ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυνα-

μένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.

(8) Διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν

ἢ καθόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων.

Διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καθ' ἕκαστον

ἔτος, τοῦ μὲν χειμερινοῦ, καθὰ παρὰ τοῖς ἄλλοις ὁ σπό-

ρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δ' ἑτέρου κατὰ

τὴν θερινὴν τροπὴν, καθ' ἣν σπείρεσθαι συμβαίνει τὴν

ὄρυζαν καὶ τὸ βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον,

κατὰ [δὲ] τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρποῖς οἱ κατὰ

τὴν Ἰνδικὴν ἐπιτυγχάνουσι· πάντων δὲ (μὴ) τελεσφο-

ρουμένων, θατέρου τῶν καρπῶν οὐκ ἀποτυγχάνουσιν.

(9) Οἵ τε αὐτοματίζοντες καρποὶ καὶ αἱ κατὰ τοὺς ἑλώ-

δεις τόπους φυόμεναι ῥίζαι διάφοροι ταῖς γλυκύτησιν

οὖσαι πολλὴν παρέχονται τοῖς ἀνθρώποις δαψίλειαν·

πάντα γὰρ σχεδὸν τὰ κατὰ τὴν χώραν πεδία γλυκεῖαν

ἔχει τὴν ἀπὸ τῶν ποταμῶν ἰκμάδα καὶ τὴν ἀπὸ τῶν

ἐν τῷ θέρει [γινομένων] κατ' ἐνιαυτὸν κυκλικῇ τινι πε-

ριόδῳ παραδόξως εἰωθότων γίνεσθαι δαψίλειαν, χλιαρῶν

πιπτόντων ὑδάτων ἐκ τοῦ περιέχοντος ἀέρος, καὶ τὰς

ἐν τοῖς ἕλεσι ῥίζας ἕψοντος τοῦ καύματος, καὶ μάλιστα

τῶν μεγάλων καλάμων. (10) Συμβάλλονται δὲ παρὰ

τοῖς Ἰνδοῖς καὶ τὰ νόμιμα πρὸς τὸ μηδέποτε ἔνδειαν

τροφῆς παρ' αὐτοῖς εἶναι· παρὰ μὲν γὰρ τοῖς ἄλλοις

ἀνθρώποις οἱ πολέμιοι καταφθείροντες τὴν χώραν

ἀγεώργητον κατασκευάζουσι· παρὰ δὲ τούτοις τῶν γεωρ-

γῶν ἱερῶν καὶ ἀσύλων ἐωμένων, οἱ πλησίον τῶν παρα-

τάξεων γεωργοῦντες ἀνεπαίσθητοι τῶν κινδύνων εἰσίν.

Ἀμφότεροι γὰρ οἱ πολεμοῦντες ἀλλήλους μὲν ἀποκτεί-

νουσιν ἐν ταῖς μάχαις, τοὺς δὲ περὶ τὴν γεωργίαν ὄντας

ἐῶσιν ἀβλαβεῖς, ὡς κοινοὺς ὄντας ἁπάντων εὐεργέτας,

τάς τε χώρας τῶν ἀντιπολεμούντων οὔτ' ἐμπυρίζουσιν

οὔτε δενδροτομοῦσιν.

XXXVII. 11. Ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα τῶν

Ἰνδῶν πολλοὺς καὶ μεγάλους πλωτοὺς, οἳ τὰς πηγὰς

ἔχοντες ἐν τοῖς ὄρεσι τοῖς πρὸς τὰς ἄρκτους κεκλιμένοις

φέρονται διὰ τῆς πεδιάδος, ὧν οὐκ ὀλίγοι συμμίσγοντες

ἀλλήλοις ἐμβάλλουσιν εἰς ποταμὸν τὸν ὀνομαζόμενον

Γάγγην. (12) Οὗτος δὲ τὸ πλάτος γενόμενος σταδίων

τριάκοντα φέρεται μὲν ἀπὸ τῆς ἄρκτου πρὸς μεσημ-

βρίαν, ἐξερεύγεται δὲ εἰς τὸν Ὠκεανόν, ἀπολαμβάνων

εἰς τὸ πρὸς ἕω μέρος τὸ ἔθνος τὸ τῶν Γανδαριδῶν (Γαγ-

γαριδῶν?), πλείστους ἔχον καὶ μεγίστους ἐλέφαντας.

(13) Διὸ καὶ τῆς χώρας ταύτης οὐδεὶς πώποτε βασιλεὺς

ἔπηλυς ἐκράτησε, πάντων τῶν ἀλλοεθνῶν φοβουμένων

τὸ πλῆθος καὶ τὴν ἀλκὴν τῶν θηρίων. Καὶ γὰρ Ἀλέ-

ξανδρος ὁ Μακεδὼν ἁπάσης τῆς Ἀσίας κρατήσας μό-

νους τοὺς Γανδαρίδας οὐκ ἐπολέμησε· καταντήσας γὰρ

ἐπὶ τὸν Γάγγην ποταμὸν μετὰ πάσης τῆς δυνάμεως,

καὶ τοὺς ἄλλους Ἰνδοὺς καταπολεμήσας, ὡς ἐπύθετο

τοὺς Γανδαρίδας ἔχειν τετρακισχιλίους ἐλέφαντας πο-

λεμικῶς κεκοσμημένου, ἀπέγνω τὴν ἐπ' αὐτοὺς στρα-

τείαν. (14) Ὁ δὲ παραπλήσιος τῷ Γάγγῃ ποταμὸς,

προσαγορευόμενος δὲ Ἰνδὸς, ἄρχεται μὲν ὁμοίως ἀπὸ

τῶν ἄρκτων, ἐμβάλλων δὲ εἰς τὸν Ὠκεανὸν ἀφορίζει

τὴν Ἰνδικήν· πολλὴν δὲ διεξιὼν πεδιάδα χώραν δέχε-

ται ποταμοὺς οὐκ ὀλίγους πλωτοὺς, ἐπιφανεστάτους δὲ

Ὕπανιν καὶ Ὑδάσπην καὶ Ἀκεσῖνον. (15) Χωρὶς δὲ

τούτων ἄλλο πλῆθος ποταμῶν παντοδαπῶν διαρρεῖ,

καὶ ποιεῖ κατάφυτον πολλοῖς κηπεύμασι καὶ καρποῖς

παντοδαποῖς τὴν χώραν. (16) Τοῦ δὲ κατὰ τοὺς ποτα-

μοὺς πλήθους καὶ τῆς τῶν ὑδάτων ὑπερβολῆς αἰτίαν

φέρουσιν οἱ παρ' αὐτοῖς φιλόσοφοι καὶ φυσικοὶ τοιαύτην·

τῆς Ἰνδικῆς φασι τὰς περικειμένας χώρας, τήν τε

Σκυθῶν καὶ Βακτριανῶν, ἔτι δὲ καὶ τῶν Ἀριανῶν,

ὑψηλοτέρας εἶναι τῆς Ἰνδικῆς· ὥστε εὐλόγως εἰς τὴν

ὑποκειμένην χώραν πανταχόθεν συρρεούσας τὰς λιβά-

δας ἐκ τοῦ κατ' ὀλίγον ποιεῖν τοὺς τόπους καθύγρους

καὶ γεννᾶν ποταμῶν πλῆθος. (17) Ἴδιον δέ τι συμ-

βαίνει περί τινα τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν τὸν

ὀνομαζόμενον Σίλλαν, ῥέοντα δὲ ἔκ τινος ὁμωνύμου

κρήνης· ἐπὶ γὰρ τούτου μόνου τῶν ἁπάντων ποταμῶν

οὐδὲν τῶν ἐμβαλλομένων εἰς αὐτὸν ἐπιπλεῖ, πάντα

δ' εἰς τὸν βυθὸν καταδύεται παραδόξως.

XXXVIII. 18. Τὴν δ' ὅλην Ἰνδικὴν οὖσαν ὑπερμε-

γέθη λέγεται κατοικεῖν ἔθνη πολλὰ καὶ παντοδαπὰ,

καὶ τούτων μηδὲν ἔχειν τὴν ἐξ ἀρχῆς γένεσιν ἔπηλυν,

ἀλλὰ πάντα δοκεῖν ὑπάρχειν αὐτόχθονα, πρὸς δὲ τούτοις

μήτε ξενικὴν ἀποικίαν προσδέχεσθαι πώποτε μήτε εἰς

ἄλλο ἔθνος ἀπεσταλκέναι. (19) Μυθολογοῦσι δὲ τοὺς

ἀρχαιοτάτους ἀνθρώπους τροφαῖς μὲν κεχρῆσθαι τοῖς

αὐτομάτως φυομένοις ἐκ τῆς γῆς καρποῖς, ἐσθῆσι δὲ

ταῖς δοραῖς τῶν ἐγχωρίων ζῴων, καθάπερ καὶ παρ'

Ἕλλησιν· ὁμοίως δὲ καὶ τῶν τεχνῶν τὰς εὑρέσεις καὶ

τῶν ἄλλων τῶν πρὸς βίον χρησίμων ἐκ τοῦ κατ' ὀλίγον

γενέσθαι, τῆς χρείας αὐτῆς ὑφηγουμένης εὐφυεῖ ζῴῳ

καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ

ψυχῆς ἀγχίνοιαν.

20. Μυθολογοῦσι δὲ παρὰ τοῖς Ἰνδοῖς οἱ λογιώτατοι

περὶ ὧν καθῆκον ἂν εἴη συντόμως· διελθεῖν. Φασὶ γὰρ

ἐν τοῖς ἀρχαιοτάτοις χρόνοις, παρ' αὐτοῖς ἔτι τῶν

ἀνθρώπων κωμηδὸν οἰκούντων, παραγενέσθαι τὸν

Διόνυσον ἐκ τῶν πρὸς ἑσπέρας τόπων ἔχοντα δύναμιν

ἀξιόλογον· ἐπελθεῖν δὲ τὴν Ἰνδικὴν ἅπασαν, μηδεμιᾶς

οὔσης ἀξιολόγου πόλεως τῆς δυναμένης ἀντιτάξασθαι.

(21) Ἐπιγενομένων δὲ καυμάτων μεγάλων, καὶ τῶν τοῦ

Διονύσου στρατιωτῶν λοιμικῇ νόσῳ διαφθειρομένων,

συνέσει διαφέροντα τὸν ἡγεμόνα τοῦτον ἀπαγαγεῖν τὸ

στρατόπεδον ἐκ τῶν πεδινῶν τόπων εἰς τὴν ὀρεινήν·

ἐνταῦθα δὲ πνεόντων ψυχρῶν ἀνέμων καὶ τῶν ναμα-

τιαίων ὑδάτων καθαρῶν ῥεόντων πρὸς αὐταῖς ταῖς πη-

γαῖς, ἀπαλλαγῆναι τῆς νόσου τὸ στρατόπεδον· ὀνομά-

ζεσθαι δὲ τῆς ὀρεινῆς τὸν τόπον τοῦτον Μηρὸν, καθ' ὃν

ὁ Διόνυσος ἐξέτρεψε τὰς δυνάμεις ἐκ τῆς νόσου· ἀφ' οὗ

δὴ καὶ τοὺς Ἕλληνας περὶ τοῦ θεοῦ τούτου παραδεδω-

κέναι τοῖς μεταγενεστέροις τετράφθαι τὸν Διόνυσον ἐν

μηρῷ. (22) Μετὰ δὲ ταῦτα τῆς παραθέσεως τῶν καρ-

πῶν ἐπιμεληθέντα μεταδιδόναι τοῖς Ἰνδοῖς, καὶ τὴν

εὕρεσιν τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν εἰς τὸν βίον χρη-

σίμων παραδοῦναι. Πρὸς δὲ τούτοις πόλεών τε ἀξιολό-

γων γενηθῆναι κτίστην, μεταγαγόντα τὰς κώμας εἰς

τοὺς εὐθέτους τόπους, τιμᾶν τε καταδεῖξαι τὸ θεῖον καὶ

νόμους εἰσηγήσασθαι καὶ δικαστήρια, καθόλου δὲ πολ-

λῶν καὶ καλῶν ἔργων εἰσηγητὴν γενόμενον θεὸν νομι-

σθῆναι καὶ τυχεῖν ἀθανάτων τιμῶν. (23) Ἱστοροῦσι

δ' αὐτὸν καὶ γυναικῶν πλῆθος μετὰ τοῦ στρατοπέδου

περιάγεσθαι, καὶ κατὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις

τυμπάνοις καὶ κυμβάλοις κεχρῆσθαι, μήπω σάλπιγγος

εὑρημένης. Βασιλεύσαντα δὲ πάσης τῆς Ἰνδικῆς ἔτη

δύο πρὸς τοῖς πεντήκοντα γήρᾳ τελευτῆσαι· διαδεξαμέ-

νους δὲ τοὺς υἱοὺς αὐτοῦ τὴν ἡγεμονίαν ἀεὶ τοῖς ἀφ'

ἑαυτῶν ἀπολιπεῖν τὴν ἀρχήν· τὸ δὲ τελευταῖον πολ-

λαῖς γενεαῖς ὕστερον καταλυθείσης τῆς ἡγεμονίας δη-

μοκρατηθῆναι τὰς πόλεις.

XXXIX. 24. Περὶ μὲν οὖν τοῦ Διονύσου καὶ τῶν

ἀπογόνων αὐτοῦ τοιαῦτα μυθολογοῦσιν οἱ τὴν ὀρεινὴν

τῆς Ἰνδικῆς κατοικοῦντες. Τόν τε Ἡρακλέα φασὶ

παρ' αὑτοῖς γεγενῆσθαι, καὶ παραπλησίως τοῖς Ἕλλησι

τό τε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι· τῇ

δὲ τοῦ σώματος ῥώμῃ καὶ ἀλκῇ πολλῷ τῶν ἄλλων ἀν-

θρώπων διενεγκεῖν, καὶ καθαρὰν ποιῆσαι τῶν θηρίων

γῆν τε καὶ θάλατταν. (25) Γαμήσαντα δὲ πλείους γυ-

ναῖκας, υἱοὺς μὲν πολλοὺς, θυγατέρα δὲ μίαν γεννῆ-

σαι· καὶ τούτων ἐνηλίκων γενομένων, πᾶσαν τὴν

Ἰνδικὴν διελόμενον εἰς ἴσας τοῖς τέκνοις μερίδας ἅπαν-

τας τοὺς υἱοὺς ἀποδεῖξαι βασιλέας, μίαν δὲ θυγατέρα

θρέψαντα καὶ ταύτην βασίλισσαν ἀποδεῖξαι. (26) Κτί-

στην τε πόλεων οὐκ ὀλίγων γενέσθαι, καὶ τούτων τὴν

ἐπιφανεστάτην καὶ μεγίστην προσαγορεῦσαι Παλί-

βοθρα· κατασκευάσαι δ' ἐν αὐτῇ καὶ βασίλεια πολυ-

τελῆ καὶ πλῆθος οἰκητόρων καθιδρῦσαι· τήν τε πόλιν

ὀχυρῶσαι τάφροις ἀξιολόγοις ποταμίοις ὕδασι πληρου-

μέναις. (27) Καὶ τὸν μὲν Ἡρακλέα τὴν ἐξ ἀνθρώπων

μετάστασιν ποιησάμενον ἀθανάτου τυχεῖν τιμῆς· τοὺς

δ' ἀπογόνους αὐτοῦ βασιλεύσαντας ἐπὶ πολλὰς γενεὰς

καὶ πράξεις ἀξιολόγους μεταχειρισαμένους μήτε στρα-

τείαν ὑπερόριον ποιήσασθαι, μήτε ἀποικίαν εἰς ἄλλο

ἔθνος ἀποστεῖλαι. Ὕστερον δὲ πολλοῖς ἔτεσι τὰς πλεί-

στας μὲν τῶν πόλεων δημοκρατηθῆναι, τινῶν δὲ ἐθνῶν

τὰς βασιλείας διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου διαβά-

σεως. (28) Νομίμων δ' ὄντων παρὰ τοῖς Ἰνδοῖς ἐνίων

ἐξηλλαγμένων θαυμασιώτατον ἄν τις ἡγήσαιτο τὸ κα-

ταδειχθὲν ὑπὸ τῶν ἀρχαίων παρ' αὐτοῖς φιλοσόφων·

νενομοθέτηται γὰρ παρ' αὐτοῖς δοῦλον μηδένα τὸ πα-

ράπαν εἶναι, ἐλευθέρους δ' ὑπάρχοντας τὴν ἰσότητα

τιμᾶν ἐν πᾶσι. Τοὺς γὰρ μαθόντας μήθ' ὑπερέχειν

μήθ' ὑποπίπτειν ἄλλοις κράτιστον ἕξειν βίον πρὸς

ἁπάσας τὰς περιστάσεις· εὔηθες γὰρ εἶναι νόμους μὲν

ἐπ' ἴσης τιθέναι πᾶσι, τὰς δ' ἐξουσίας ἀνωμάλους κα-

τασκευάζειν.

XL. 29. Τὸ δὲ πᾶν πλῆθος τῶν Ἰνδῶν εἰς ἑπτὰ μέρη

διῄρηται, ὧν ἐστι τὸ μὲν πρῶτον σύστημα φιλοσόφων,

πλήθει μὲν τῶν ἄλλων μερῶν λειπόμενον, τῇ δ' ἐπι-

φανείᾳ πάντων πρωτεῦον· ἀλειτούργητοι γὰρ ὄντες οἱ

φιλόσοφοι πάσης ὑπουργίας οὔθ' ἑτέρων κυριεύουσιν

οὔθ' ὑφ' ἑτέρων δεσπόζονται. (30) Παραλαμβάνονται δὲ

ὑπὸ μὲν τῶν ἰδιωτῶν εἴς τε τὰς ἐν τῷ βίῳ θυσίας καὶ

εἰς τὰς τῶν τετελευτηκότων ἐπιμελείας, ὡς θεοῖς γεγο-

νότες προσφιλέστατοι καὶ περὶ τῶν ἐν Ἅ|δου μάλιστα

ἐμπείρως ἔχοντες, ταύτης τε τῆς ὑπουργίας δῶρά

τε καὶ τιμὰς λαμβάνουσιν ἀξιολόγους· τῷ δὲ κοινῷ τῶν

Ἰνδῶν μεγάλας παρέχονται χρείας παραλαμβανόμενοι

μὲν κατὰ τὸ νέον ἔτος ἐπὶ τὴν μεγάλην σύνοδον, προ-

λέγοντες δὲ τοῖς πλήθεσι περὶ αὐχμῶν καὶ ἐπομβρίας,

ἔτι δὲ ἀνέμων εὐπνοίας καὶ νόσων καὶ τῶν ἄλλων τῶν

δυναμένων τοὺς ἀκούοντας ὠφελῆσαι. (31) Τὰ μέλλοντα

γὰρ προακούσαντες οἵ τε πολλοὶ καὶ ὁ βασιλεὺς ἐκπλη-

ροῦσιν ἀεὶ τὸ μέλλον ἐκλείπειν καὶ προκατασκευάζουσιν

ἀεί τι τῶν χρησίμων· ὁ δὲ ἀποτυχὼν τῶν φιλοσόφων

ἐν ταῖς προρρήσεσιν ἄλλην μὲν οὐδεμίαν ἀναδέχεται

τιμωρίαν ἢ βλασφημίαν, ἄφωνος δὲ διατελεῖ τὸν λοι-

πὸν βίον.

32. Δεύτερον δ' ἐστὶ μέρος τὸ τῶν γεωργῶν, οἳ τῷ

πλήθει τῶν ἄλλων πολὺ προέχειν δοκοῦσιν· οὗτοι δὲ

πολέμων καὶ τῆς ἄλλης λειτουργίας ἀφειμένοι περὶ τὰς

γεωργίας ἀσχολοῦνται· καὶ οὐδεὶς ἂν πολέμιος περιτυ-

χὼν γεωργῷ κατὰ τὴν χώραν ἀδικήσειεν, ἀλλ' ὡς κοι-

νοὺς εὐεργέτας ἡγούμενοι πάσης ἀδικίας ἀπέχονται.

Διόπερ ἀδιάφθορος ἡ χώρα διαμένουσα καὶ καρποῖς

βρίθουσα πολλὴν ἀπόλαυσιν παρέχεται τῶν ἐπιτηδείων

τοῖς ἀνθρώποις. (33) Βιοῦσι δ' ἐπὶ τῆς χώρας μετὰ

τέκνων καὶ γυναικῶν γεωργοὶ, καὶ τῆς εἰς τὴν πόλιν

καταβάσεως παντελῶς ἀφεστήκασι. Τῆς δὲ χώρας

μισθοὺς τελοῦσι τῷ βασιλεῖ διὰ τὸ πᾶσαν τὴν Ἰνδικὴν

βασιλικὴν εἶναι, ἰδιώτῃ δὲ μηδενὶ γῆν ἐξεῖναι κεκτῆσθαι·

χωρὶς δὲ τῆς μισθώσεως τετάρτην εἰς τὸ βασιλικὸν

τελοῦσι.

34. Τρίτον δ' ἐστὶ φῦλον τὸ τῶν βουκόλων καὶ ποι-

μένων καὶ καθόλου πάντων τῶν νομέων, οἳ πόλιν μὲν

ἢ κώμην οὐκ οἰκοῦσι, σκηνίτῃ δὲ βίῳ χρῶνται· οἱ

δ' αὐτοὶ καὶ κυνηγοῦντες καθαρὰν ποιοῦσι τὴν χώραν

ὀρνέων καὶ θηρίων· εἰς ταῦτα δὲ ἀσκοῦντες καὶ φιλο-

πονοῦντες ἐξημεροῦσι τὴν Ἰνδικὴν, πλήθουσαν πολλῶν

καὶ παντοδαπῶν θηρίων τε καὶ ὀρνέων τῶν κατεσθιόν-

των τὰ σπέρματα τῶν γεωργῶν.

XLI. 35. Τέταρτον δ' ἐστὶ μέρος τὸ τῶν τεχνιτῶν· καὶ

τούτων οἱ μέν εἰσιν ὁπλοποιοὶ, οἱ δὲ τοῖς γεωργοῖς

ἤ τισιν ἄλλοις τὰ χρήσιμα πρὸς ὑπηρεσίαν κατασκευά-

ζουσιν· οὗτοι δὲ οὐ μόνον ἀτελεῖς εἰσιν, ἀλλὰ καὶ

σιτομετρίαν ἐκ τοῦ βασιλικοῦ λαμβάνουσι.

36. Πέμπτον δὲ στρατιωτικὸν, εἰς τοὺς πολέμους

εὐθετοῦν, τῷ μὲν πλήθει δεύτερον, ἀνέσει δὲ καὶ παι-

διᾷ πλείστῃ χρώμενον ἐν ταῖς εἰρήναις. Τρέφεται δ' ἐκ

τοῦ βασιλικοῦ πᾶν τὸ πλῆθος τῶν στρατιωτῶν καὶ τῶν

πολεμιστῶν ἵππων τε καὶ ἐλεφάντων.

37. Ἕκτον δ' ἐστὶ τὸ τῶν ἐφόρων· οὗτοι δὲ πολυ-

πραγμονοῦντες πάντα καὶ ἐφορῶντες τὰ κατὰ τὴν Ἰν-

δικὴν ἀπαγγέλλουσι τοῖς βασιλεῦσιν, ἐὰν δὲ ἡ πόλις

αὐτῶν ἀβασίλευτος ᾖ, τοῖς ἄρχουσιν.

38. Ἕβδομον δ' ἐστὶ μέρος τὸ βουλεῦον μὲν καὶ συν-

εδρεῦον τοῖς ὑπὲρ τῶν κοινῶν βουλευομένοις, πλήθει

μὲν ἐλάχιστον, εὐγενείᾳ δὲ καὶ φρονήσει μάλιστα θαυ-

μαζόμενον· ἐκ τούτων γὰρ οἵ τε σύμβουλοι τοῖς βασι-

λεῦσίν εἰσιν οἵ τε διοικηταὶ τῶν κοινῶν καὶ οἱ δικασταὶ

τῶν ἀμφισβητουμένων, καὶ καθόλου τοὺς ἡγεμόνας καὶ

τοὺς ἄρχοντας ἐκ τούτων ἔχουσι.

39. Τὰ μὲν οὖν μέρη τῆς διῃρημένης πολιτείας

παρ' Ἰνδοῖς σχεδὸν ταῦτά ἐστιν. Οὐκ ἔξεστι δὲ γα-

μεῖν ἐξ ἄλλου γένους ἢ προαιρέσεις ἢ τέχνας μεταχει-

ρίζεσθαι, οἷον στρατιώτην ὄντα γεωργεῖν ἢ τεχνίτην

ὄντα φιλοσοφεῖν.

XLII. 40. Ἔχει δ' ἡ τῶν Ἰνδῶν χώρα πλείστους

καὶ μεγίστους ἐλέφαντας, ἀλκῇ τε καὶ μεγέθει πολὺ

διαφέροντας. Ὀχεύεται δὲ τοῦτο τὸ ζῷον οὐχ, ὥσπερ

τινές φασιν, ἐξηλλαγμένως, ἀλλ' ὁμοίως ἵπποις καὶ

τοῖς ἄλλοις τετραπόδοις ζῴοις· κύουσι δὲ τοὺς μὲν ἐλα-

χίστους μῆνας ἑκκαίδεκα, τοὺς δὲ πλείστους ὀκτωκαί-

δεκα. Τίκτουσι δὲ καθάπερ ἵπποι κατὰ τὸ πλεῖστον

ἓν, καὶ τρέφουσι τὸ γεννηθὲν αἱ μητέρες ἐπ' ἔτη ἕξ.

Ζῶσι δ' οἱ πλεῖστοι καθάπερ ὁ μακροβιώτατος ἄνθρω-

πος, οἱ δὲ μάλιστα γηράσαντες ἔτη διακόσια.

41. Εἰσὶ δὲ παρ' Ἰνδοῖς καὶ ἐπὶ τοὺς ξένους ἄρχον-

τες τεταγμένοι καὶ φροντίζοντες ὅπως μηδεὶς ξένος

ἀδικῆται· τοῖς δ' ἀρρωστοῦσι τῶν ξένων ἰατροὺς εἰσά-

γουσι καὶ τὴν ἄλλην ἐπιμέλειαν ποιοῦνται, καὶ τελευ-

τήσαντας θάπτουσιν, ἔτι δὲ τὰ καταλειφθέντα χρήματα

τοῖς προσήκουσιν ἀποδιδόασιν. (42) Οἵ τε δικασταὶ

τὰς κρίσεις παρ' αὐτοῖς ἀκριβῶς διαγινώσκουσι, καὶ

πικρῶς τοῖς ἁμαρτάνουσι προσφέρονται. Περὶ μὲν οὖν

τῆς Ἰνδικῆς καὶ τῶν κατ' αὐτὴν ἀρχαιολογουμένων

ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι.

t2-20

{E LIBRO PRIMO.}

2

Arrianus Exp. Al. V, 6, 2: Τῆς δὲ ὡς ἐπὶ νότον

Ἀσίας τετραχῆ αὖ τεμνομένης μεγίστην μὲν μοῖραν

τῶν Ἰνδῶν γῆν ποιεῖ Ἐρατοσθένης τε καὶ Μεγασθένης,

ὃς ξυνῆν μὲν Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας·

πολλάκις δὲ λέγει ἀφικέσθαι παρὰ Σανδράκοττον τὸν

Ἰνδῶν βασιλέα· ἐλαχίστην δὲ ὅσην ὁ Εὐφράτης ποτα-

μὸς ἀπείργει ὡς πρὸς τὴν ἡμετέραν θάλασσαν· δύο δὲ

αἱ μεταξὺ Εὐφράτου τε ποταμοῦ καὶ τοῦ Ἰνδοῦ ἀπειρ-

γόμεναι, αἱ δύο ξυντεθεῖσαι μόλις ἄξιαι τῇ Ἰνδῶν γῇ

ξυμβαλεῖν· ἀπείργεσθαι δὲ τὴν Ἰνδῶν χώραν πρὸς μὲν

ἕω τε καὶ ἀπηλιώτην ἄνεμον ἔστε ἐπὶ μεσημβρίαν

τῇ μεγάλῃ θαλάσσῃ· τὸ πρὸς βορρᾶν δὲ αὐτῆς ἀπείρ-

γειν τὸν Καύκασον τὸ ὄρος ἔστε ἐπὶ τοῦ Ταύρου τὴν

ξυμβολήν· τὴν δὲ πρὸς ἑσπέραν τε καὶ ἄνεμον Ἰάπυγα

ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ὁ Ἰνδὸς ποταμὸς ἀπο-

τέμνεται. Καί ἐστι πεδίον ἡ πολλὴ αὐτῆς· καὶ τοῦτο,

ὡς εἰκάζουσιν, ἐκ τῶν ποταμῶν προσκεχωσμένον· εἶναι

γὰρ οὖν καὶ τῆς ἄλλης χώρας ὅσα πεδία οὐ πρόσω

θαλάσσης τὰ πολλὰ τῶν ποταμῶν παρ' ἑκάστοις ποιή-

ματα, ὥστε καὶ τῆς χώρας τὴν ἐπωνυμίαν τοῖς ποτα-

μοῖς ἐκ παλαιοῦ προσκεῖσθαι, καθάπερ Ἕρμου τέ τι

πεδίον λέγεσθαι, ὃς κατὰ τὴν Ἀσίαν γῆν ἀνίσχων ἐξ

ὄρους Μητρὸς Δινδυμήνης παρὰ πόλιν Σμύρναν Αἰο-

λικὴν ἐκδιδοῖ ἐς θάλασσαν· καὶ ἄλλο Καΰστρου πεδίον

Λυδίου ποταμοῦ, καὶ Καΐκου ἄλλο ἐν Μυσίᾳ, καὶ

Μαιάνδρου τὸ Καρικὸν ἔστε ἐπὶ Μίλητον πόλιν Ἰωνι-

κήν .... Εἰ δὴ οὖν εἷς τε ποταμὸς παρ' ἑκάστοις, καὶ

οὐ μεγάλοι οὗτοι ποταμοὶ, ἱκανοὶ γῆν πολλὴν ποιῆσαι,

ἐς θάλασσαν προχεόμενοι, ὁπότε ἰλὺν καταφέροιεν καὶ

πηλὸν ἐκ τῶν ἄνω τόπων, ἔνθενπερ αὐτοῖς αἱ πηγαί

εἰσιν, οὐδὲ ὑπὲρ τῆς Ἰνδῶν ἄρα χώρας ἐς ἀπιστίαν ἰέναι

ἄξιον, ὅπως πεδίον τε ἡ πολλή ἐστι, καὶ ἐκ τῶν ποτα-

μῶν τὸ πεδίον ἔχει προσκεχωσμένον. Ἕρμον μὲν γὰρ

καὶ Κάϋστρον καὶ Κάϊκόν τε καὶ Μαίανδρον ἢ ὅσοι

πολλοὶ ποταμοὶ τῆς Ἀσίας ἐς τήνδε τὴν ἐντὸς θάλασσαν

ἐκδιδοῦσιν, οὐδὲ ξύμπαντας ξυντεθέντας ἑνὶ τῶν Ἰνδῶν

ποταμῶν ἄξιον ξυμβαλεῖν πλήθους ἕνεκα τοῦ ὕδατος,

μὴ ὅτι τῷ Γάγγῃ τῷ μεγίστῳ, ὅτῳ οὔτε Νείλου ὕδωρ τοῦ

Αἰγυπτίου οὔτε ὁ Ἴστρος ὁ κατὰ τὴν Εὐρώπην ῥέων

ἄξιοι ξυμβαλεῖν· ἀλλ' οὐδὲ τῷ Ἰνδῷ ποταμῷ ἐκεῖνοί γε

πάντες ξυμμιχθέντες ἐς ἴσον ἔρχονται· ὃς μέγας τε

εὐθὺς ἀπὸ τῶν πηγῶν ἀνίσχει, καὶ πεντεκαίδεκα ποτα-

μοὺς πάντας τῶν Ἀσιανῶν μείζονας παραλαβὼν, καὶ

τῇ ἐπωνυμίᾳ κρατήσας, οὕτως ἐκδιδοῖ ἐς θάλασσαν.

Ταῦτά μοι ἐν τῷ παρόντι περὶ Ἰνδῶν τῆς χώρας λε-

λέχθω· τὰ δὲ ἄλλα ἀποκείσθω ἐς τὴν Ἰνδικὴν ξυγ-

γραφήν.

3

Strabo XV: Τὴν Ἰνδικὴν περιώρικεν ἀπὸ

μὲν τῶν ἄρκτων τοῦ Ταύρου τὰ ἔσχατα· ἀπὸ δὲ τῆς

Ἀριανῆς μέχρι τῆς ἑῴας θαλάττης, ἅπερ οἱ ἐπιχώριοι

κατὰ μέρος Παροπάμισόν τε καὶ Ἠμωδὸν καὶ Ἴμαον

καὶ ἄλλα ὀνομάζουσι, Μακεδόνες δὲ Καύκασον· ἀπὸ

τῆς ἑσπέρας ὁ Ἰνδὸς ποταμός· τὸ δὲ νότιον καὶ τὸ προσ-

εῷον πλευρὸν πολὺ μείζω τῶν ἑτέρων ὄντα προπέπτω-

κεν εἰς τὸ Ἀτλαντικὸν πέλαγος, καὶ γίνεται ῥομβοειδὲς

τὸ τῆς χώρας σχῆμα, τῶν μειζόνων πλευρῶν ἑκατέρου

πλεονεκτοῦντος παρὰ τὸ ἀπεναντίον πλευρὸν τρισχιλίοις

σταδίοις, ὅσον ἐστὶ τὸ κοινὸν ἄκρον τῆς τε ἑωθινῆς

παραλίας καὶ τῆς μεσημβρινῆς, ἔξω προπεπτωκὸς ἐξ

ἴσης ἐφ' ἑκάτερον παρὰ τὴν ἄλλην ἠϊόνα. Τῆς μὲν

οὖν ἑσπερίου πλευρᾶς ἀπὸ τῶν Καυκασίων ὀρῶν ἐπὶ

τὴν νότιον θάλατταν στάδιοι μάλιστα λέγονται μύριοι

τρισχίλιοι παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τῶν ἐκβο-

λῶν αὐτοῦ· ὥστ' ἀπεναντίον ἡ ἑωθινὴ προσλαβοῦσα

τοὺς τῆς ἄκρας τρισχιλίους ἔσται μυρίων καὶ ἑξα-

κισχιλίων σταδίων. Τοῦτο μὲν οὖν πλάτος τῆς χώ-

ρας τό τ' ἐλάχιστον, καὶ τὸ μέγιστον. Μῆκος δὲ τὸ

ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω· τούτου δὲ τὸ μὲν μέχρι

Παλιβόθρων ἔχοι τις ἂν βεβαιοτέρως εἰπεῖν· καταμε-

μέτρηται γὰρ σχοινίοις, καὶ ἔστιν

ὁδὸς βασιλικὴ σταδίων μυρίων· τὰ

δ' ἐπέκεινα στοχασμῷ λαμβάνεται διὰ τῶν ἀνάπλων

τῶν ἐκ θαλάττης διὰ τοῦ Γάγγου ποταμοῦ μέχρι Πα-

λιβόθρων· εἴη δ' ἂν σταδίων ἑξακισχιλίων. Ἔσται δὲ

τὸ πᾶν, ᾗ βραχύτατον, μυρίων ἑξακισχιλίων, ὡς ἔκ τε

τῆς ἀναγραφῆς τῶν σταθμῶν τῆς πεπιστευμένης μάλιστα

λαβεῖν Ἐρατοσθένης φησί· καὶ ὁ <Μεγασθένης> οὕτω

συναποφαίνεται· Πατροκλῆς δὲ χιλίοις ἔλαττόν φησι ...

Ἐκ δὲ τούτων πάρεστιν ὁρᾶν, ὅσον διαφέρουσιν αἱ τῶν

ἄλλων ἀποφάσεις, Κτησίου μὲν οὐκ ἐλάττω τῆς

ἄλλης Ἀσίας τὴν Ἰνδικὴν λέγοντος, Ὀνησικρίτου δὲ τρί-

τον μέρος τῆς οἰκουμένης, Νεάρχου δὲ μηνῶν ὁδὸν τετ-

τάρων τὴν δι' αὐτοῦ τοῦ πεδίου, Μεγασθένους δὲ καὶ

Δηϊμάχου μετριασάντων μᾶλλον· ὑπὲρ γὰρ δισμυρίους

τιθέασι σταδίους, τὸ ἀπὸ τῆς νοτίου θαλάττης ἐπὶ τὸν

Καύκασον.

4

Strabo II.: Φησὶν ὁ Ἵππαρχος ἐν τῷ

δευτέρῳ Ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν

τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη

διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ

βόρειον πλευρὸν, τοῦ μὲν Μεγασθένους λέγοντος στα-

δίων μυρίων ἑξακισχιλίων, τοῦ δὲ Πατροκλέους χιλίοις

λείπειν φαμένου.

5

Strabo II.:

δυοῖν ἀντιμαρτυρούντων

αὐτῷ Δηιμάχου τε καὶ Μεγασθένους, οἳ καθ' οὓς μὲν

τόπους δισμυρίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ

μεσημβρίαν θαλάττης, καθ' οὓς δὲ καὶ τρισμυρίων.

Τούτους γε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνα-

κας τούτοις ὁμολογεῖν.

6

Arrian. Ind. 3, 7: Μεγασθένει δὲ τὸ ἀπὸ ἀνατο-

λέων ἐς ἑσπέρην πλάτος ἐστὶ τῆς Ἰνδῶν γῆς, ὅ τι περ

οἱ ἄλλοι μῆκος ποιέουσι· καὶ λέγει Μεγασθένης, μυρίων

καὶ ἑξακισχιλίων σταδίων εἶναι, ἵναπερ τὸ βραχύτατον

αὐτοῦ. Τὸ δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίην, τοῦτο δὲ αὐτῷ

μῆκος γίνεται, καὶ ἐπέχει τριηκοσίους καὶ δισχιλίους,

ἵναπερ τὸ στεινότατον αὐτοῦ.

7a

Strabo II:

Μεγασθένει φήσαντι

ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀπο-

κρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν.

7b

Strabo II:. Δηιμάχου φήσαντος μηδαμοῦ τῆς

Ἰνδικῆς μήτ' ἀποκρύπτεσθαι τὰς ἄρκτους μήτ' ἀντι-

πίπτειν τὰς σκιὰς ὅπερ ὑπείληφεν ὁ Μεγασθένης.

8

Plinius H. N. VII, 22, 6: Ab iis

in interiore situ Mo-

nedes et Suari, quorum mons Maleus, in quo umbrae

ad septemtrionem cadunt hieme, aestate in austrum,

per senos menses. Septemtriones eo tractu semel in

anno apparere, nec nisi quindecim diebus, Baeton

auctor est: hoc idem pluribus locis Indiae

fieri, Megasthenes.

9

Strabo XV: Μεγασθένης δὲ τὴν εὐδαι-

μονίαν τῆς Ἰνδικῆς ἐπισημαίνεται τῷ δίκαρπον εἶναι

καὶ δίφορον, καθάπερ καὶ Ἐρατοσθένης ἔφη, τὸν μὲν

εἰπὼν σπόρον χειμερινὸν, τὸν δὲ θερινὸν, καὶ ὄμβρον

ὁμοίως· οὐδὲν γὰρ ἔτος εὑρίσκεσθαί φησι πρὸς ἀμφοτέρους

καιροὺς ἄνομβρον· ὥστε εὐετηρίαν ἐκ τούτου συμβαίνειν,

ἀφόρου μηδέποτε τῆς γῆς οὔσης· τούς τε ξυλίνους καρ-

ποὺς γεννᾶσθαι πολλοὺς, καὶ τὰς ῥίζας τῶν φυτῶν, καὶ

μάλιστα τῶν μεγάλων καλάμων, γλυκείας καὶ φύσει

καὶ ἑψήσει, χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις, τοῦ

τ' ἐκπίπτοντος ἐκ Διὸς, καὶ τοῦ ποταμίου. Τρόπον δή

τινα λέγειν βούλεται, διότι ἡ παρὰ τοῖς ἄλλοις λεγο-

μένη πέψις καὶ καρπῶν καὶ χυμῶν παρ' ἐκείνοις ἕψη-

σίς ἐστι· καὶ κατεργάζεται τοσοῦτον εἰς εὐστομίαν,

ὅσον καὶ ἡ διὰ πυρός· διὸ καὶ τοὺς κλάδους φησὶν εὐ-

καμπεῖς εἶναι τῶν δένδρων, ἐξ ὧν οἱ τροχοί· ἐκ δὲ τῆς

αὐτῆς αἰτίας ἐνίοις καὶ ἐπανθεῖν ἔριον.

10

Strabo XV: Καὶ τίγρεις δ' ἐν τοῖς Πρα-

σίοις φησὶν ὁ Μεγασθένης γίνεσθαι μεγίστους, σχεδὸν

δέ τι καὶ διπλασίους λεόντων· δυνατοὺς δὲ ὥστε τῶν

ἡμέρων τινὰ, ἀγόμενον ὑπὸ τεττάρων, τῷ ὀπισθίῳ σκέ-

λει δραξάμενον ἡμιόνου, βιάσασθαι καὶ ἑλκύσαι πρὸς

ἑαυτόν. Κερκοπιθήκους δὲ μείζους τῶν μεγίστων κυνῶν,

λευκοὺς πλὴν τοῦ προσώπου· τοῦτο δ' εἶναι μέλαν·

παρ' ἄλλοις δ' ἀνάπαλιν· τὰς δὲ κέρκους μείζους δυοῖν

πήχεων· ἡμερωτάτους δὲ καὶ οὐ κακοήθεις περὶ ἐπιθέ-

σεις καὶ κλοπάς. Λίθους δ' ὀρύττεσθαι λιβανόχρους,

γλυκυτέρους σύκων ἢ μέλιτος. Ἀλλαχοῦ δὲ διπήχεις

ὄφεις ὑμενοπτέρους ὥσπερ αἱ νυκτερίδες, καὶ τούτους

δὲ νύκτωρ πέτεσθαι, σταλαγμοὺς ἀφιέντας οὔρων, τοὺς

δὲ ἱδρώτων, διασήποντας τὸν χρῶτα τοῦ μὴ φυλαξα-

μένου· καὶ σκορπίους εἶναι πτηνοὺς, ὑπερβάλλοντας

μεγέθεσι· φύεσθαι δὲ καὶ ἔβενον· εἶναι δὲ

καὶ κύνας ἀλκίμους, οὐ πρότερον μεθιέντας τὸ δηχθὲν

πρὶν εἰς τοὺς ῥώθωνας ὕδωρ καταχυθῆναι· ἐνίοις δ' ὑπὸ

προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλ-

μοὺς, τοῖς δὲ καὶ ἐκπίπτειν· κατασχεθῆναι δὲ καὶ

λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον· τὸν δὲ ταῦρον καὶ ἀπο-

θανεῖν κρατούμενον τοῦ ῥύγχους πρότερον ἢ ἀφεθῆναι.

11

Aelian. N A. XVII, 39: Ἐν τῇ Πραξιακῇ χώρᾳ,

Ἰνδῶν δὲ αὕτη ἐστίν, Μεγασθένης φησὶ πιθήκους εἶναι

τῶν μεγίστων κυνῶν οὐ μείους, ἔχειν δὲ καὶ οὐρὰς πη-

χῶν πέντε· προσπεφυκέναι δὲ ἄρα αὐτοῖς καὶ προκόμια,

καὶ πώγωνας καθειμένους καὶ βαθεῖς· καὶ τὸ μὲν πρόσ-

ωπον εἶναι πᾶν λευκούς, τὸ σῶμα δὲ μέλανας ἰδεῖν,

ἡμέρους δὲ καὶ φιλανθρωποτάτους, καὶ τὸ τοῖς ἀλλα-

χόθι πιθήκοις συμφυὲς οὐκ ἔχειν τὸ κακόηθες.

12

Aelian. N. A. XVI, 41: Μεγασθένης φησὶ κατὰ

τὴν Ἰνδικὴν σκορπίους γίνεσθαι πτερωτοὺς μεγέθει με-

γίστους, τὸ κέντρον δὲ ἐγχρίπτειν τοῖς Εὐρωπαίοις

παραπλησίως· γίνεσθαι δὲ καὶ ὄφεις αὐτόθι, καὶ τούτους

πτηνούς· ἐπιφοιτᾶν δὲ οὐ καθ' ἡμέραν, ἀλλὰ νύκτωρ,

καὶ ἀφιέναι ἐξ αὑτῶν οὖρον, ὅπερ οὖν ἐὰν κατά τινος

ἀποστάξῃ σώματος, σῆψιν ἐργάζεται παραχρῆμα. Καὶ

τὰ μὲν τοῦ Μεγασθένους ταῦτα.

13a

Strabo XV: Φησὶ γὰρ

τοὺς τὸν Καύκασον οἰκοῦντας ἐν τῷ φανερῷ γυναιξὶ

μίσγεσθαι καὶ σαρκοφαγεῖν τὰ τῶν συγγενῶν σώματα·

πετροκυλιστὰς δ' εἶναι κερκοπιθήκους, οἳ λίθους κατα-

κυλίουσι κρημνοβατοῦντες ἐπὶ τοὺς διώκοντας, τά τε

παρ' ἡμῖν ἥμερα ζῷα τὰ πλεῖστα παρ' ἐκείνοις ἄγρια

εἶναι· ἵππους τε λέγει μονοκέρωτας ἐλαφοκράνους· κα-

λάμους δὲ μῆκος μὲν τριάκοντα ὀργυιῶν τοὺς ὀρθίους,

τοὺς δὲ χαμαικλινεῖς πεντήκοντα· πάχος δὲ, ὥστε τὴν

διάμετρον τοῖς μὲν εἶναι τριπήχη, τοῖς δὲ διπλασίαν.

13b

Aelianus XVI,

20:

Ἐν

τοῖς χωρίοις τοῖς ἐν Ἰνδίᾳ, λέγω δὴ τοῖς ἐνδοτάτω,

ὄρη φασὶν εἶναι δύσβατά τε καὶ ἔνθηρα· καὶ ἔχειν ζῷα

ὅσα καὶ ἡ καθ' ἡμᾶς τρέφει γῆ, ἄγρια δέ· καὶ γάρ τοι

καὶ τὰς ὄϊς τὰς ἐκεῖ φασιν εἶναι καὶ ταύτας θηρία, καὶ

κύνας καὶ αἶγας καὶ βοῦς, αὐτόνομά τε ἀλᾶσθαι καὶ

ἐλεύθερα, ἀφειμένα νομευτικῆς ἀρχῆς. Πλήθη δὲ αὐτῶν

καὶ ἀριθμοῦ πλείω φασὶν οἱ τούτων συγγραφεῖς, καὶ

οἱ τῶν Ἰνδῶν λόγιοι· ἐν δὴ τοῖς καὶ τοὺς Βραχμᾶνας

ἀριθμεῖν ἄξιον, καὶ γάρ τοι καὶ ἐκεῖνοι ὑπὲρ τῶνδε

ὁμολογοῦσι τὰ αὐτά. Λέγεται δὲ καὶ ζῷον ἐν τούτοις

εἶναι μονόκερων, καὶ ὑπ' αὐτῶν ὀνομάζεσθαι καρτά-

ζωνον· καὶ μέγεθος μὲν ἔχειν ἵππου τοῦ τελείου, καὶ

λόφον, καὶ λάχνην ἔχειν ξανθὴν, ποδῶν δὲ ἄριστα εἰλη-

χέναι, καὶ εἶναι ὤκιστον, καὶ τοὺς μὲν πόδας ἀδιαρ-

θρώτους τε καὶ ἐμφερεῖς ἐλέφαντι συμπεφυκέναι, τὴν

δὲ οὐρὰν συός· μέσον δὲ τῶν ὀφρύων ἔχειν ἐκπεφυκὸς

κέρας, οὐ λεῖον, ἀλλὰ ἑλιγμοὺς ἔχον τινὰς καὶ μάλα

αὐτοφυεῖς, καὶ εἶναι μέλαν τὴν χρόαν· λέγεται δὲ καὶ

ὀξύτατον εἶναι τὸ κέρας ἐκεῖνο· φωνὴν δὲ ἔχειν τὸ θηρίον

ἀκούω τοῦτο πάντων ἀπηχεστάτην τε καὶ γεγωνοτάτην·

καὶ τῶν μὲν ἄλλων αὐτῷ ζῴων προσιόντων φέρειν, καὶ

πρᾷον εἶναι, λέγουσι δὲ ἄρα πρὸς τὸ ὁμόφυλον δύσεριν

εἶναί πως. Καὶ οὐ μόνον φασὶ τοῖς ἄρρεσιν εἶναί τινα

συμφυῆ κύριξίν τε πρὸς ἀλλήλους καὶ μάχην, ἀλλὰ καὶ

πρὸς τὰς θηλείας ἔχουσι θυμὸν τὸν αὐτὸν, καὶ προάγειν

τε τὴν φιλονεικίαν καὶ μέχρι θανάτου ἡττηθέντα ἐξά-

γουσαν· ἔστι μὲν οὖν καὶ διὰ παντὸς τοῦ σώματος ῥω-

μαλέον, ἀλκὴ δέ οἱ τοῦ κέρατος ἄμαχός ἐστι. Νομὰς

δὲ ἐρήμους ἀσπάζεται καὶ πλανᾶται μόνον· ὥρᾳ δὲ

ἀφροδίτης τῆς σφετέρας συνδυασθεὶς πρὸς τὴν θήλειαν

πεπράϋνται, καὶ μέντοι καὶ συννόμω ἐστόν· εἶτα ταύτης

παραδραμούσης καὶ τῆς θηλείας κυούσης, ἐκθηριοῦται

αὖθις, καὶ μονίας ἐστὶν ὅδε ὁ Ἰνδὸς καρτάζωνος. Τούτων

οὖν πώλους πάνυ νεαροὺς κομίζεσθαί φασι τῷ τῶν

Πραισίων βασιλεῖ, καὶ τὴν ἀλκὴν ἐν ἀλλήλοις ἀποδεί-

κνυσθαι κατὰ τὰς πανηγυρικάς· τέλειον δὲ ἁλῶναί ποτε

οὐδεὶς μέμνηται.

Id. c. 21: Ὑπερελθόντι τὰ ὄρη τὰ γειτνιῶντα τοῖς

Ἰνδοῖς κατὰ τὴν ἐνδοτάτην πλευρὰν φανοῦνται, φασὶν,

αὐλῶνες δασύτατοι, καὶ καλεῖταί γε ὑπ' Ἰνδῶν ὁ χῶρος

Κόρουδα· ἀλῶνται δὲ ἄρα, φασὶν, ἐν

τοῖσδε τοῖς αὐλῶσι ζῷα Σατύροις ἐμφερῆ τὰς μορφὰς,

τὸ πᾶν σῶμα λάσια, καὶ ἔχει κατὰ τῆς ἰξύος ἵππουριν.

Καὶ καθ' ἑαυτὰ μὲν μὴ ἐνοχλούμενα διατρίβειν ἐν τοῖς

δρυμοῖς ὑλοτραγοῦντα, ὅταν δὲ αἴσθωνται κυνηγετῶν

κτύπου, καὶ ἀκούσωσι κυνῶν ὑλακῆς, ἀναθέουσιν εἰς

τὰς ἀκρωρείας αὐτὰς ἀμηχάνῳ τῷ τάχει· καὶ γάρ εἰσι

ταῖς ὀρειβασίαις ἐντριβεῖς. Καὶ ἀπομάχονται πέτρας

τινὰς κυλινδοῦντες κατὰ τῶν ἐπιόντων, καὶ καταλαμ-

βανόμενοί γε πολλοὶ διαφθείρονται. Καὶ ἐκ τούτων

εἰσὶν ἐκεῖνοι δυσάλωτοι· καὶ μόλις ποτὲ καὶ διὰ μακροῦ

τινὰς αὐτῶν <εἰς Πραισίους> κομίζεσθαι λέγουσι· καὶ

τούτων μέντοι ἢ τὰ νοσοῦντα ἐκομίσθη, ἢ θήλεά τινα

καὶ κυοῦντα· καὶ συνέβη γε θηραθῆναι τοῖς μὲν διὰ τὴν

νωθείαν, ταῖς δὲ διὰ τὸν τῆς γαστρὸς ὄγκον.

14

Plinius VIII, 14, 1: Megasthenes scribit in

India serpentes in tantam magnitudinem adolescre,

ut solidos hauriant cervos taurosque.

15

Aelian. N. A. VIII, 7: Μεγασθένους ἀκούω λέ-

γοντος περὶ τὴν τῶν Ἰνδῶν θάλατταν γίγνεσθαί τι ἰχθύ-

διον, καὶ τοῦτο μὲν ὅταν ζῇ, ἀθέατον εἶναι, κάτω που

νηχόμενον καὶ ἐν βυθῷ, ἀποθανὸν δὲ ἀναπλεῖν· οὗ τὸν

ἁψάμενον λειποθυμεῖν καὶ ἐκθνήσκειν τὰ πρῶτα, εἶτα

μέντοι καὶ ἀποθνήσκειν.

16

Plinius H. N. VI, 24: Megasthenes flumine

dividi (Taprobanen insulam tradit) incolasque

palaeogonos appellari, aurique margaritarumque

fertiliores quam Indos.

17

Antigonus Hist. Mirab. c. 147:

Μεγασθένην δὲ τὸν τὰ Ἰνδικὰ γεγραφότα

ἱστορεῖν, ἐν τῇ κατὰ τὴν Ἰνδικὴν θαλάττῃ δένδρεα

φύεσθαι.

18a

Arrianus Ind. 4, 2—13: Αὐτοῖν δὲ τοῖν μεγί-

στοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγ-

γεα μεγέθει πολύ τι ὑπερφέρειν Μεγασθένης ἀνέγραψεν,

καὶ ὅσοι ἄλλοι μνήμην τοῦ Γάγγεω ἔχουσιν· (3) αὐτόν

τε γὰρ μέγαν ἀνίσχειν ἐκ τῶν πηγέων, δέχεσθαί τε ἐς

αὑτὸν τόν τε Καϊνὰν ποταμὸν, καὶ τὸν Ἐραννοβόαν

καὶ τὸν Κοσσόανον, πάντας

πλωτούς· ἔτι δὲ Σῶνόν τε ποταμὸν καὶ Σιττόκατιν

καὶ Σολόματιν, καὶ τούτους πλω-

τούς. (4) Ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ

Μάγωνα καὶ Ἀγόρανιν καὶ Ὤμαλιν·

ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμενάσης

τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις

ἐξ ἔθνεος Ἰνδικοῦ τοῦ Μανδιαδινῶν ῥέων· (5) καὶ ἐπὶ

τούτοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύ-

ματις ἐπὶ

Παζάλαισι καλου-

μένοισι, καὶ Ἐρρένυσις

ἐν Μάθαισιν, ἔθνεϊ Ἰνδικῷ, ξυμβάλλει τῷ Γάγγῃ.

(6) Τούτων λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάν-

δρου ἀποδέοντα, ἵναπερ ναυσίπορος ὁ Μαίανδρος.

(7) Εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθα περ αὐτὸς ἑωϋτοῦ

στεινότατος, εἰς ἑκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λι-

μνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ

χθαμαλή τε ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα.

(8) Τῷ δὲ Ἰνδῷ ἐς ταὐτὸν ἔρχεται. Ὑδραώτης μὲν

Καμβισθόλοισι παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρό-

βαισι καὶ τὸν Σαράγγην ἐκ Κηκέων

καὶ τὸν Νεῦ-

δρον ἐξ Ἀττακηνῶν, ἐς Ἀκεσίνην ἐμβάλλουσιν. (9) Ὑδά-

σπης ἐν δὲ Ὀξυδράκαισιν ἄγων ἅμα οἱ τὸν Σίναρον ἐν

Ἀρίσπαισι, ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ καὶ οὗτος. (10) Ὁ δὲ

Ἀκεσίνης ἐν Μαλλοῖς ξυμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος

δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. Τούτων

ὁ Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσει ἐκνικήσας αὐτὸς

τῷ ἑωϋτοῦ ἤδη οὐνόματι ἐσβάλλει ἐς τὸν Ἰνδόν· (11) Κω-

φὴν δὲ ἐν Πευκελαιήτιδι, ἅμα οἷ ἄγων Μαλάμαντόν

τε καὶ Σόαστον καὶ Γαρροίαν, ἐκδιδοῖ

ἐς τὸν Ἰνδόν. (12) Καθύπερθε δὲ τούτων Πάρενος

καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλ-

λουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ, ἐκ τῆς ὀρεινῆς τῆς

Ἀβισσαρέων,

ἔρημος ἄλλου ποταμοῦ, ἐκ-

διδοῖ ἐς αὐτόν. Καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης

λέγει, ὅτι πλωτοί εἰσιν.

18b

Τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ

πλήθεός τε καὶ μεγέθεος τῶν Ἰνδῶν ποταμῶν, φραζέτω·

ἐμοὶ δὲ καὶ ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω. Ἐπεὶ καὶ

ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγρα-

ψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν

ἐς τὸν ἑῷόν τε καὶ μεσημβρινὸν τὸν ἔξω πόντον· ὥστε

τοὺς πάντας ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδοὶ

ποταμοὶ ναυσίποροι πάντες. Ἀλλ' οὐδὲ Μεγασθένης

πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν

γε ὅτι πλεῦνα ἢ οἱ ξὺν Ἀλεξάνδρῳ τῷ Φιλίππου ἐπελ-

θόντες. Συγγενέσθαι γὰρ Σανδρακόττῳ λέγει, τῷ με-

γίστῳ βασιλέϊ καὶ Πώρῳ, ἔτι τούτου μέζονι

18c

Strabo XV: Λέγουσιν οἱ μὲν

τριάκοντα σταδίων τοὐλάχιστον πλάτος, οἱ δὲ καὶ

τριῶν· Μεγασθένης δὲ, ὅταν ᾖ μέτριος, καὶ ἐς ἑκατὸν

εὐρύνεσθαι, βάθος δὲ εἴκοσι ὀργυιῶν τοὐλάχιστον. Ἐπὶ

δὲ συμβολῇ τούτου κτλ.

19a

Arrianus Ind. 6, 2: Καὶ τόδε λέγει Μεγασθένης

ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ οὔνομα, ῥέειν

δὲ ἀπὸ κρήνης ἐπωνύμου τῷ ποταμῷ διὰ τῆς χώρης

τῆς Σιλέων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ τε καὶ

τῆς κρήνης· (3) τὸ δὲ ὕδωρ παρέχεσθαι τοῖόνδε· οὐδὲν

εἶναι ὅτεῳ ἀντέχει τὸ ὕδωρ, οὔτε τι νήχεσθαι ἐπ' αὐτοῦ

οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνειν·

οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ

ἠεροειδέστερον.

19b

Strabo XV: Ἐν δὲ τῇ ὀρεινῇ Σιλίαν

ποταμὸν εἶναι,

ᾧ μηδὲν ἐπιπλεῖ· Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε

πολλὴν τῆς Ἀσίας πεπλανημένον· καὶ Ἀριστοτέλης δὲ

ἀπιστεῖ.

20

{E LIBRO SECUNDO.}

Strabo XV: Ἡμῖν δὲ τίς ἂν δικαία γένοιτο

πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας

τοῦ Κύρου ἢ τῆς Σεμιράμιδος;

Συναποφαίνεται δέ πως καὶ Μεγασθένης τῷ λόγῳ

τούτῳ, κελεύων ἀπιστεῖν ταῖς ἀρχαίαις περὶ Ἰνδῶν

ἱστορίαις· οὔτε γὰρ παρ' Ἰνδῶν ἔξω σταλῆναί ποτε

στρατιὰν, οὔτ' ἐπελθεῖν ἔξωθεν καὶ κρατῆσαι, πλὴν

τῆς μεθ' Ἡρακλέους καὶ Διονύσου, καὶ τῆς νῦν μετὰ

Μακεδόνων. Καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ

Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν,

Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμή-

σαντα, Ἡρακλέους μᾶλλον, καὶ ἕως Στηλῶν ἐλάσαι·

μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι· ἐκεῖνον

δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θρᾴκην καὶ τὸν Πόντον

ἀγαγεῖν τὴν στρατιάν. Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπι-

δραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου· τῆς Ἰνδικῆς δὲ

μηδένα τούτων ἅψασθαι. Καὶ Σεμίραμιν δ' ἀποθανεῖν

πρὸ τῆς ἐπιχειρήσεως. Πέρσας δὲ μισθοφόρους μὲν ἐκ

τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὕδρακας· ἐκεῖ δὲ μὴ

στρατεῦσαι, ἀλλ' ἐγγὺς ἐλθεῖν μόνον, ἡνίκα Κῦρος

ἤλαυνεν ἐπὶ Μασσαγέτας.

Καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθέ-

νης μὲν μετ' ὀλίγων πιστὰ ἡγεῖται· τῶν δ' ἄλλων οἱ

πλείους, ὧν ἐστὶ καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυ-

θώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν.

21

Arrianus Ind. 5, 4: Οὗτος ὦν ὁ Μεγασθένης λέγει,

οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀνθρώποισιν,

οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους· (5) ἀλλὰ Σέσωστριν

μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίης καταστρεψάμενον τὴν

πολλὴν, ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ ἐλάσαντα

ὀπίσω ἀπονοστῆσαι· (6) Ἰνδάθυρσιν δὲ τὸν Σκύθεα ἐκ

Σκυθίης ὁρμηθέντα πολλὰ μὲν τῆς Ἀσίης ἔθνεα κατα-

στρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν κρα-

τέοντα· (7) Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν,

μὲν στέλλεσθαι εἰς Ἰνδοὺς, ἀποθανεῖν δὲ πρὶν τέλος

ἐπιθεῖναι τοῖσι βουλεύμασιν· ἀλλὰ Ἀλέξανδρον γὰρ

στρατεῦσαι ἐπὶ Ἰνδοὺς μοῦνον. (8) Καὶ πρὸ Ἀλεξάν-

δρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει, ὡς καὶ

τούτου στρατεύσαντος ἐς Ἰνδοὺς, καὶ καταστρεψαμένου

Ἰνδούς· Ἡρακλέος δὲ πέρι οὐ πολλός. (9) Διονύσου

μέν γε καὶ Νύσσα πόλις μνῆμα οὐ φαῦλον τῆς στρατη-

λασίης καὶ ὁ Μηρὸς τὸ ὄρος, καὶ ὁ κισσὸς ὅτι ἐν τῷ

ὄρεϊ τούτῳ φύεται· καὶ αὐτοὶ οἱ Ἰνδοὶ ὑπὸ τυμπάνων

τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας· καὶ ἐσθὴς

αὐτοῖσι κατάστικτος ἐοῦσα, καθάπερ τοῦ Διονύσου τοῖσι

βάκχοισιν· (10) Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα.

Ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ

ἐχειρώσατο, ὅτι Ἡρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν,

Μακεδονικὸν δοκέει μοί τι κόμπασμα, κατάπερ καὶ τὸν

Παραπάμισον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι

προσήκοντα τοῦτον τῷ Καυκάσῳ. (11) Καί τι καὶ ἄντρον

ἐπιφρασθέντες ἐν Παραπαμισάδαισι, τοῦτο ἔφρασαν

ἐκεῖνο εἶναι τοῦ Προμηθέως τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν

ὅτεῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός. (12) Καὶ

ἐν Σίβαισιν, Ἰνδικῷ γένεϊ, ὅτι δορὰς ἀμπεχομένους

εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης

ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας· καὶ γὰρ

καὶ σκυτάλην φέρουσί τε οἱ Σίβαι, καὶ τοῖς βουσὶν αὐ-

τῶν ῥόπαλον ἐπικέκαυται· καὶ τοῦτο ἐς μνήμην ἀνέφε-

ρον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος.

22a

Josephus Ant. Iud. X, 11, 1: [Ἐν δὲ τοῖς βασι-

λείοις τούτοις ἀναλήμματα λίθινα ἀνοικοδομήσας (scil.

ὁ Ναβουχοδονόσορος), καὶ τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην

τοῖς ὄρεσι καταφυτεύσας δένδρεσι παντοδαποῖς ἐξειρ-

γάσατο, διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς

οἰκείας διαθέσεως ὡς τεθραμμένην ἐν τοῖς κατὰ Μηδίαν

τόποις.] <Καὶ Μεγασθένης> δὲ <ἐν τῇ δʹ> (l. δευτέρᾳ)

<τῶν Ἰνδικῶν> μνημονεύει αὐτῶν, δι' ἧς ἀποφαίνειν

πειρᾶται τοῦτον τὸν βασιλέα τῇ ἀνδρείᾳ καὶ τῷ μεγέ-

θει τῶν πράξεων ὑπερβεβηκότα τὸν Ἡρακλέα· κατα-

στρέψασθαι γὰρ αὐτόν φησι Λιβύης τὴν πολλὴν καὶ

Ἰβηρίαν. Καὶ Διοκλῆς δὲ ἐν τῇ δευτέρᾳ τῶν Περσικῶν

μνημονεύει τούτου τοῦ βασιλέως, καὶ Φιλόστρατος ἐν

ταῖς Ἰνδικαῖς αὐτοῦ καὶ Φοινικικαῖς ἱστορίαις, ὅτι οὗ-

τος ὁ βασιλεὺς ἐπολιόρκησε Τύρον ἔτεσι τρισὶ καὶ δέκα,

βασιλεύοντος κατ' ἐκεῖνον τὸν καιρὸν Ἰθωβάλου τῆς

Τύρου.

22b

Syncellus: Τὸν

Ναβουχοδονόσωρ ὁ Μεγασθένης ἐν τῇ δʹ (l. δευτέρᾳ)

τῶν Ἰνδικῶν Ἡρακλέους ἀλκιμώτερον ἀποφαίνει, ὃς

ἀνδρείᾳ μεγάλῃ Λιβύης τὸ πλεῖστον καὶ Ἰβηρίας κα-

τεστρέψατο. Συμφωνεῖ δὲ αὐτῷ καὶ Φιλόστρατος ἐν ταῖς

Ἱστορίαις, ἔνθα καὶ περὶ τῆς Τύρου πολιορκίας καὶ τῶν

Φοινίκων πάλαι, αἵτινες ἱστορίαι φέρονται περὶ τοῦ

Ναβουχοδονόσωρ, ὅτι Συρίαν καὶ Αἴγυπτον καὶ πᾶσαν

τὴν Φοινίκην…

22c

The complete text is available when the reading interface loads.