Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 444.
- CTS identifier
urn:cts:greekLit:tlg1491.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΑΤΘΙΣ.
E LIBRO SECUNDO.}
1
Harpocratio v. Γρυπάνιον: Μελάνθιος ἐν βʹ Ἀτ-
θίδος εἰπὼν σεισμὸν γεγονέναι φησί· «Καὶ ἔγρυπεν
ἡ γῆ.»
t2-5
{ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΛΕΥΣΙΝΙ ΜΥΣΤΗΡΙΩΝ.}
2
Athenaeus VII: Ἀπολλόδωρος δὲ ἐν τοῖς
Περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην, διὰ τὴν τοῦ
ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος
δ' ἐν τῷ Περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων, καὶ τρίγλην
καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη.
3
Schol. Aristoph. Plut. 845: Ἔθος γὰρ ἦν, ἐν οἷς τις
(ἱματίοις) μυηθείη, εἰς θεοῦ τινος (ταῦτα) ἀνατιθέναι,
ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων·
«Πάτριόν ἐστι ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοὺς
μύστας, ἐν αἷς τύχοιεν μυηθέντες.»
4
Schol. Aristoph. Avv. 1073: Οὗτος (sc. Διαγό-
ρας ὁ Μήλιος) μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθή-
ναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν
τῆς τελετῆς. Τοῦτο οὖν ἐκήρυξαν κατ' αὐτοῦ Ἀθηναῖοι
καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, ὥς φησι Μελάνθιος ἐν τῷ
Περὶ μυστηρίων.
5
Ibid.: Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων προφέρεται
τῆς χαλκῆς στήλης καὶ ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν
καὶ αὐτὸν καὶ τοὺς [μὴ?] ἐκδιδόντας Πελλανεῖς, ἐν
ᾗ γέγραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν
τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις
ζῶντα ἀγάγῃ, λαμβάνειν δύο.