Fragmenta
- Edition reference
- Fragmenta, ed. Diels and Kranz, op. cit., 268–276.
- CTS identifier
urn:cts:greekLit:tlg1494.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
8
δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· (3) δο-
κεῖ δὲ ἡμῖν τό τε θερμὸν ψυχρὸν γίνεσθαι καὶ τὸ
ψυχρὸν θερμὸν καὶ τὸ σκληρὸν μαλθακὸν καὶ τὸ μαλ-
θακὸν σκληρὸν καὶ τὸ ζῶον ἀποθνήισκειν καὶ ἐκ μὴ
ζῶντος γίνεσθαι, καὶ ταῦτα πάντα ἑτεροιοῦσθαι, καὶ
ὅ τι ἦν τε καὶ ὃ νῦν οὐδὲν ὁμοῖον εἶναι, ἀλλ' ὅ τε σίδη-
ρος σκληρὸς ἐὼν τῶι δακτύλωι κατατρίβεσθαι ὁμου-
ρέων, καὶ χρυσὸς καὶ λίθος καὶ ἄλλο ὅ τι ἰσχυρὸν
δοκεῖ εἶναι πᾶν, ἐξ ὕδατός τε γῆ καὶ λίθος γίνεσθαι·
ὥστε συμβαίνει μήτε ὁρᾶν μήτε τὰ ὄντα γινώσκειν.
(4) οὐ τοίνυν ταῦτα ἀλλήλοις ὁμολογεῖ. φαμένοις γὰρ
εἶναι πολλὰ καὶ ἀίδια (?) καὶ εἴδη τε καὶ ἰσχὺν ἔχοντα,
πάντα ἑτεροιοῦσθαι ἡμῖν δοκεῖ καὶ μεταπίπτειν ἐκ
τοῦ ἑκάστοτε ὁρωμένου. (5) δῆλον τοίνυν, ὅτι οὐκ
ὀρθῶς ἑωρῶμεν οὐδὲ ἐκεῖνα πολλὰ ὀρθῶς δοκεῖ εἶναι·
οὐ γὰρ ἂν μετέπιπτεν, εἰ ἀληθῆ ἦν· ἀλλ' ἦν οἷόν περ
ἐδόκει ἕκαστον τοιοῦτον. τοῦ γὰρ ἐόντος ἀληθινοῦ
κρεῖσσον οὐδέν. (6) ἢν δὲ μεταπέσηι, τὸ μὲν ἐὸν
ἀπώλετο, τὸ δὲ οὐκ ἐὸν γέγονεν. οὕτως οὖν, εἰ πολλὰ
εἴη, τοιαῦτα χρὴ εἶναι, οἷόν περ τὸ ἕν>.
9
SIMPL. Phys. 87, 6
ὅτι γὰρ ἀσώματον εἶναι βούλεται τὸ ὄν [Mel.], ἐδήλωσεν εἰπών·
<‘εἰ μὲν οὖν εἴη, δεῖ αὐτὸ ἓν εἶναι· ἓν δ' ἐὸν δεῖ αὐτὸ
σῶμα μὴ ἔχειν. εἰ δὲ ἔχοι πάχος, ἔχοι ἂν μόρια, καὶ
οὐκέτι ἓν εἴη>.
10
— —109, 32 μέγεθος δὲ οὐ τὸ διαστατόν φησιν·
αὐτὸς γὰρ ἀδιαίρετον τὸ ὂν δείκνυσιν· <’εἰ γὰρ διήιρη-
ται, φησί, τὸ ἐόν, κινεῖται· κινούμενον δὲ οὐκ ἂν εἴη‘>.
ἀλλὰ μέγεθος τὸ δίαρμα αὐτὸ λέγει τῆς ὑποστάσεως.
11
PALAEPHAT. de incredib. p. 22, 1 Festa ἀεὶ δὲ ἔγωγε ἐπαινῶ τοὺς
συγγραφέας Μέλισσον καὶ Λαμίσκον τὸν Σάμιον
ἐν ἀρχῆι λέγοντας· <’ἔστιν ἃ ἐγένετο νῦν καὶ 〈ἀεὶ〉 ἔσται‘>.