De pascha
- Edition reference
- De pascha (P. Beatty 8 + P. Bodmer 13 + P. Oxy. 13.1600), ed. O. Perler, Méliton de Sardes. Sur la Pâque et fragments [Sources chrétiennes 123. Paris: Éditions du Cerf, 1966]: 60–126.
- CTS identifier
urn:cts:greekLit:tlg1495.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
1t
{ΜΕΛΙΤΩΝΟΣ
2t
ΠΕΡΙ ΠΑΣΧΑ}
3
Ἡ μὲν γραφὴ τῆς Ἑβραϊκῆς ἐξόδου ἀνέγνωσται,
4
καὶ τὰ ῥήματα τοῦ μυστηρίου διασεσάφηται·
5
πῶς τὸ πρόβατον θύεται
6
καὶ πῶς ὁ λαὸς σῴζεται.
7
Τοίνυν ξύνετε, ὦ ἀγαπητοί· οὕτως ἐστὶν
8
καινὸν καὶ παλαιόν,
9
ἀΐδιον καὶ πρόσκαιρον,
10
φθαρτὸν καὶ ἄφθαρτον,
11
θνητὸν καὶ ἀθάνατον
12
τὸ τοῦ πάσχα μυστήριον·
13
παλαιὸν μὲν κατὰ τὸν νόμον,
14
καινὸν δὲ κατ⸤ὰ τὸν⸥ λόγον,
15
πρόσκαιρον διὰ τὸν ⸤τύπον⸥,
16
ἀΐδιον διὰ τὴν χάριν,
17
φθαρτ⸤ὸν διὰ τὴν⸥ τοῦ προβάτου σφαγήν,
18
ἄφθαρτον ⸤διὰ τὴν⸥ τοῦ κυρίου ζωήν,
19
θνητὸν διὰ τὴν 〈⸤ἐν τῇ γῇ⸥〉 ταφήν,
20
ἀθάνατον δ⸤ιὰ τ⸥ὴν ἐκ ⸤νεκρῶν⸥ ἀνάστασιν·
21
παλαιὸς ⸤μὲν ὁ νόμος⸥,
22
⸤καινὸς δὲ ὁ⸥ λόγος,
23
πρόσκαιρο⸤ς ὁ τύπος⸥,
24
⸤ἀΐδιος ἡ χάρις⸥,
25
⸤φ⸥θα⸤ρτὸν τὸ πρόβατον⸥,
26
⸤ἄφθαρτος ὁ κύριος⸥,
27
⸤σφαγεὶς ὡς ἀμνός⸥,
28
⸤ἀναστὰς ὡς θεός⸥.
29
⸤Καὶ γὰρ «ὡς πρόβατον εἰς σφαγὴν ἤχθη⸥»,
30
⸤ἀλλ' οὐδὲ πρόβατον ἦν⸥·
31
⸤καὶ ὡς ἀμνὸς ἄφωνος⸥,
32
⸤ἀλ⸥λ' οὐδὲ ἀμνὸς ἦν·
33
ὁ μὲν γὰρ τύπος ⸤ἐγένετο⸥,
34
⸤ἡ⸥ δὲ ἀλήθεια ηὑρίσκετο.
35
Ἀντὶ γὰρ τοῦ ⸤ἀμνοῦ θε⸥ὸς ἐγένετο
36
καὶ ἀντὶ τοῦ προβάτου ἄν⸤θρωπ⸥ος,
37
⸤ἐ⸥ν δὲ τῷ ἀνθρώπῳ Χριστός,
38
ὃς κεχώρηκεν ⸤τὰ⸥ πάντα.
39
Ἡ γοῦν τοῦ προβάτου σφαγὴ
40
καὶ ἡ τοῦ πάσχα πομπὴ
41
καὶ ἡ τοῦ νόμου γραφὴ
42
εἰς Χριστὸν Ἰησοῦν κεχώρηκεν,
43
δι' ὃν τὰ πάντα ἐν τῷ πρεσβυτέρῳ νόμῳ ἐγένετο,
44
μᾶλλον δὲ ἐν τῷ νέῳ λόγῳ.
45
Καὶ γὰρ ὁ νόμος λόγος ἐγένετο
46
καὶ ὁ παλαιὸς καινός,
47
—συνεξελθὼν ἐκ Σιὼν καὶ Ἰερουσαλήμ—
48
καὶ ἡ ἐντολὴ χάρις,
49
καὶ ὁ τύπος ἀλήθεια,
50
καὶ ὁ ἀμνὸς υἱός,
51
καὶ τὸ πρόβατον ἄνθρωπος,
52
καὶ ὁ ἄνθρωπος θεός.
53
Ὡς γὰρ υἱὸς τεχθείς,
54
καὶ ὡς ἀμνὸς ἀχθείς,
55
καὶ ὡς πρόβατον σφαγείς,
56
καὶ ὡς ἄνθρωπος ταφείς,
57
ἀνέστη ἐκ νεκρῶν ὡς θεός,
58
φύσει θεὸς ὢν καὶ ἄνθρωπος.
59
Ὅς ἐστιν τὰ πάντα·
60
καθ' ὃ κρίνει νόμος,
61
καθ' ὃ διδάσκει λόγος,
62
καθ' ὃ σῴζει χάρις,
63
καθ' ὃ γεννᾷ πατήρ,
64
καθ' ὃ γεννᾶται υἱός,
65
καθ' ὃ πάσχει πρόβατον,
66
καθ' ὃ θάπτεται ἄνθρωπος,
67
καθ' ὃ ἀνίσταται θεός.
68
Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστός,
69
«ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.»
70
Τοῦτό ἐστιν τὸ τοῦ πάσχα μυστήριον,
71
καθὼς ἐν τῷ νόμῳ γέγραπται,
72
ὡς μικρῷ πρόσθεν ἀνέγνωσται.
73
Διηγήσομαι δὲ τὰ ῥήματα τῆς γραφῆς, πῶς ὁ θεὸς ἐντέλλε-
74
ται Μωυσεῖ ἐν Αἰγύπτῳ, ὁπόταν βούλεται
75
τὸν μὲν Φαραὼ δῆσαι ὑπὸ μάστιγα,
76
τὸν δὲ Ἰσραὴλ λῦσαι ἀπὸ μάστιγος
77
διὰ χειρὸς Μωυσέως.
78
«Ἰδοὺ γὰρ, φησίν, λήμψῃ ἄσπιλον ἀμνὸν καὶ ἄμωμον,
79
καὶ ἑσπέρας σφάξεις αὐτὸν με⸤τὰ⸥ τῶν υἱῶν Ἰσραήλ,
80
καὶ νύκτωρ ἔδεσθε αὐτὸν ⸤με⸥τὰ σπουδῆς,
81
καὶ ὀστοῦν οὐ συντρίψετε αὐτοῦ.
82
⸤Οὕτως, φ⸥ησίν, ποιήσεις·
83
ἐν μιᾷ νυκτὶ ἔδε⸤σθε α⸥ὐτὸν κατὰ πατριὰς καὶ δήμους,
84
⸤περιε⸥ζωσμένοι τὰς ὀσφύας ὑμῶν
85
⸤καὶ αἱ ῥάβ⸥δοι ἐν ταῖς χερσὶν ὑμῶν.
86
Ἔστιν ⸤γὰρ τοῦτ⸥ο πάσχα κυρίου,
87
μνημόσυνον αἰώ⸤νιον τοῖς υἱο⸥ῖς Ἰσραήλ.
88
Λαβόντες δὲ τὸ τοῦ προ⸤βάτου αἷμα⸥
89
⸤χρίσατε⸥ τὰ πρόθυρα τῶ⸤ν οἰκιῶν ὑμῶν⸥
90
⸤τιθέντες ἐπὶ τοὺς σταθμοὺς τῆς εἰσόδου τὸ σημεῖ⸥-
91
⸤ον τοῦ αἵματος εἰς δυσωπίαν τοῦ ἀγγέλου⸥.
92
⸤Ἰδοὺ γὰρ, πατάξω Αἴγυπτον καὶ ἐν μιᾷ νυκτὶ ἀτεκ⸥-
93
⸤νω⸥θήσεται ἀπὸ κτήνους ἕως ἀν⸤θρώπου⸥.»
94
Τότε Μωυσῆς σφάξας τὸ πρό⸤βατον⸥
95
⸤καὶ⸥ νύκτωρ διατελέσας τὸ μυ⸤στήριον με⸥τὰ τῶν υἱῶν
96
Ἰσραὴλ
97
ἐσφράγισεν ⸤τὰς τῶν⸥ οἰκιῶν θύρας
98
εἰς φρουρὰν τοῦ λ⸤αοῦ⸥
99
⸤καὶ⸥ εἰς δυσωπίαν τοῦ ἀγγέλου.
100
Ὁπότ⸤ε δὲ τὸ πρό⸥βατον σφάζεται
101
καὶ τὸ πάσχα βιβρώ⸤σκε⸥ται
102
καὶ τὸ μυστήριον τελεῖται
103
καὶ ὁ λαὸς εὐφραίνεται
104
καὶ ὁ Ἰσραὴλ σφραγίζεται,
105
τότε ἀφίκεται ὁ ἄγγελος πατάσσειν Αἴγυπτ⸤ον⸥.
106
Τὴν ἀμύητον τοῦ μυστηρίου,
107
τὴν ἄμοιρον τοῦ πάσχα,
108
τὴν ἀσφράγιστον τοῦ αἵματος,
109
τὴν ἀφρούρητον τοῦ πνεύματος,
110
τὴν ἔχθραν,
111
τὴν ἄπιστον
112
ἐν μιᾷ νυκτὶ πατάξας ἠτέκνωσεν.
113
Περιελθὼν γὰρ τὸν Ἰσραὴλ ὁ ἄγγελος καὶ ἰδὼν ἐσφρα-
114
γισμένον τῷ τοῦ προβάτου αἵματι, ἦλθεν ἐπ' Αἴγυπτον,
115
καὶ τὸν σκληροτράχηλον Φαραὼ διὰ πένθους ἐδάμασεν,
116
ἐνδύσας αὐτὸν οὐ στόλην φαιὰν οὐδὲ πέπλον περιεσχισ-
117
μένον, ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν
118
ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς.
119
Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα
120
ἐν πόνοις καὶ πληγαῖς,
121
ἐν δάκρυσιν καὶ κοπετοῖς,
122
ἀφίκετο πρὸς Φαραὼ ὅλη πενθήρης,
123
οὐ μόνον τῷ σχήματι,
124
ἀλλὰ καὶ τῇ ψυχῇ, περιεσχισμένη
125
οὐ μόνον τὰς στόλας τῆς περιβολῆς,
126
ἀλλὰ καὶ τοὺς μαστοὺς τῆς τρυφῆς.
127
Ἦν δὲ καινὸν θέαμα ἰδεῖν,
128
ἔνθα κοπτομένους,
129
ἔνθα κωκύοντας,
130
καὶ μέσον Φαραὼ πενθήρη,
131
ἐπὶ σάκκῳ καὶ σποδῷ καθήμενον,
132
περιβεβλημένον τὸ ⸤ψηλα⸥φητὸν σκότος ὡς ἱμά⸤τιον⸥
133
⸤πενθι⸥κόν,
134
περιεζωσμένον ὅλ⸤ην Αἴγυπτον⸥ ὡς κιθῶνα πένθους.
135
⸤Ἦν γὰρ περικει⸥μένη Αἴγυπτος τὸν Φα⸤ραὼ ὡς περι⸥βολὴ
136
κωκυτοῦ.
137
Τοι⸤οῦτ⸥ος ⸤ὑφάνθη κιθὼν τῷ⸥ τυραννικῷ σώματι,
138
τ⸤οιαύτην ἐνέδυσ⸥εν στολὴν τ⸤ὸν σκληρὸν Φαρα⸥ὼ ὁ ⸤τῆς⸥
139
⸤δικαιοσύνης ἄγγελος· πένθος πικρὸν⸥
140
⸤καὶ σκότος ψηλαφητὸν⸥
141
⸤καὶ ἀτεκνίαν⸥.
142
⸤Καὶ ἦν ἐπὶ τῶν πρωτοτόκων αὐτῆς· ἦν γὰρ ταχινὸς καὶ⸥
143
⸤ἀκόρεστ⸥ος ὁ τῶν πρωτοτόκων θάνατος.
144
Ἦν ⸤δὲ καιν⸥ὸν τρόπαιον ἰδεῖν ἐπὶ τῶν πιπτ⸤όντων⸥
145
⸤νε⸥κρῶν ἐν μιᾷ ῥοπῇ.
146
Καὶ ἐγένετο τοῦ θανάτου τροφὴ
147
ἡ τῶν κειμένων τροπή.
148
Καινὴν δὲ συμφοράν, ἐὰν ἀκούσητε, θαυμάσετε. Τάδε γὰρ
149
περιέσχεν τοὺς Αἰγυπτίους,
150
νὺξ μακρὰ καὶ σκότος ψηλαφητὸν
151
καὶ θάνατος ψηλαφῶν
152
καὶ ἄγγελος ἐκθλίβων
153
καὶ ᾅδης καταπίνων
154
τοὺς πρωτοτόκους αὐτῶν.
155
Τὸ δὲ καινότερον καὶ φοβερώτερον ἀκοῦσαι ἔχετε.
156
Ἐν τῷ ψηλαφητῷ σκότει ὁ ἀψηλάφητος θάνατος
157
ἐκρύβετο,
158
καὶ τὸ μὲν σκότος ἐψηλάφων οἱ δυστυχεῖς
159
Αἰγύπτιοι,
160
ὁ δὲ θάνατος ἐξεραυνῶν ἐψηλάφα τοὺς πρωτοτό-
161
κους τῶν Αἰγυπτίων τοῦ ἀγγέλου κελεύοντος.
162
Εἴ τις οὖν ἐψηλάφα τὸ σκότος,
163
ὑπὲρ τοῦ θανάτου ἐξήγετο.
164
Εἴ τις πρωτότοκος χειρὶ σκοτεινὸν σῶμα ἐναγκαλισά-
165
μενος,
166
τῇ ψυχῇ ἐκδειματωθεὶς οἰκτρὸν καὶ φοβερὸν ἀνε-
167
βόησεν· «Τίνα κρατεῖ ἡ δεξιά μου;
168
Τίνα τρέμει ἡ ψυχή μου;
169
Τίς μοι σκοτεινὸς περίκειται ὅλῳ τῷ σώ-
170
ματι;
171
Εἰ μὲν πατήρ, βοήθησον,
172
εἰ δὲ μήτηρ, συμπάθησον,
173
εἰ δὲ ἀδελφός, προσλάλησον,
174
εἰ δὲ φίλος, εὐστάθησον,
175
εἰ δὲ ἐχθρός, ἀπαλλάγηθι,
176
ὅτι πρωτότοκος ἐγώ.»
177
Πρὸ δὲ τοῦ σιωπῆσαι τὸν πρωτότοκον, ἡ μακρὰ σιω⸤πὴ⸥
178
κατέσχεν αὐτὸν προσειποῦσα· «Πρωτότοκος ἐμὸς εἶ·
179
ἐγώ σοι πέπρωμαι ἡ τοῦ θα⸤νάτου⸥ σιωπή.»
180
Ἕτερος δέ τις πρωτότοκος, νοήσας τὴν τῶν πρωτοτό-
181
κων ἅλωσιν, ἑαυτὸν ἀπηρνεῖτο, ἵνα μὴ θάνῃ πικρῶς·
182
«Οὔκ εἰμι πρωτότοκος, τρί⸤τῳ γεγέννημαι⸥ καρπῷ.» Ὁ δὲ
183
ψευσθῆναι ⸤μὴ δ⸥υνάμ⸤ενος⸥ τοῦ πρωτοτόκου προσ⸤ήπτετο⸥·
184
⸤πρην⸥ὴς δὲ ἔπιπτε σιγῶν.
185
⸤Ὑπὸ δὲ μιὰν ῥοπ⸥ὴν ὁ πρωτότοκος κ⸤αρπὸς τῶν Αἰ⸥-
186
⸤γυπ⸥τίων ἀπώλε⸤το. Ὁ πρωτόσπορος, ὁ πρωτότοκος, ὁ πο⸥-
187
⸤θητός, ὁ περιψηκτὸς ἐδαφίσθη χαμαί, οὐχ ὁ τῶν ἀν⸥-
188
⸤θρώπων μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων⸥ ζῴων.
189
Μύκημα δὲ ἐν τοῖ⸤ς πεδίοις⸥ τῆς γῆς ἠκούετο ἀ-
190
ποδυρομ⸤ένων κτηνῶν⸥ ἐπὶ τῶν τροφίμων αὐτῶν· κα⸤ὶ γὰρ⸥
191
⸤δάμαλις⸥ ὑπόμοσχος καὶ ἵππος ὑπόπωλ⸤ος καὶ τὰ⸥ λοιπὰ
192
κτήνη λοχευόμενα καὶ σ⸤παργῶν⸥τα πικρὸν καὶ ἐλεει-
193
νὸν ἀπωδύρο⸤ντο ἐπὶ⸥ τῶν πρωτοτόκων καρπῶν.
194
Οἰμωγὴ δὲ καὶ κοπετὸς ἐπὶ τῇ τῶν ἀνθρώπων ⸤ἀπω⸥-
195
λείᾳ ἐγένετο, ἐπὶ τῇ τῶν πρωτοτόκων νε⸤κρῶν⸥. Ὅλη γὰρ
196
ἐπώζεσεν Αἴγυπτος ἀπὸ τῶν ἀτάφων σωμάτων.
197
Ἦν δὲ θεάσασθαι φοβερὸν θέαμα, τῶν Αἰγυπτίων μη-
198
τέρας λυσικόμους, πατέρας λυσίφρονας, δεινὸν ἀνακω-
199
κύοντας τῇ Αἰγυπτιακῇ φωνῇ· «Δυστυχεῖς ἠτεκνώμεθα
200
ὑπὸ μίαν ῥοπὴν ἀπὸ τοῦ πρωτοτόκου καρποῦ.» Ἦσαν δὲ
201
ἐπὶ μαστῶν κοπτόμενοι, χερσὶν τύπτοντες κροτήματα ἐπὶ
202
τῆς τῶν νεκρῶν ὀρχήσεως.
203
Τοιαύτη συμφορὰ περιέσχεν Αἴγυπτον, ἄφνω δὲ ἠτέκ-
204
νωσεν αὐτήν.
205
Ἦν δὲ ὁ Ἰσραὴλ φρουρούμενος ὑπὸ τῆς τοῦ προ-
206
βάτου σφαγῆς,
207
καί γε συνεφωτίζετο ὑπὸ τοῦ χυθέντος αἵματος,
208
καὶ τεῖχος ηὑρίσκετο τοῦ λαοῦ ὁ τοῦ προβάτου
209
θάνατος.
210
Ὢ μυστηρίου καινοῦ καὶ ἀνεκδιηγήτου·
211
ἡ τοῦ προβάτου σφαγὴ ηὑρίσκετο τοῦ Ἰσραὴλ σω-
212
τηρία,
213
καὶ ὁ τοῦ προβάτου θάνατος ζωὴ τοῦ λαοῦ ἐγένε-
214
το,
215
καὶ τὸ αἷμα ἐδυσώπησεν τὸν ἄγγελον.
216
Λέγε μοι, ὦ ἄγγελε, τί ἐδυσωπήθης,
217
τὴν τοῦ προβάτου σφαγὴν
218
ἢ τὴν τοῦ κυρίου ζωήν,
219
τὸν τοῦ προβάτου θάνατον
220
ἢ τὸν τοῦ κυρίου τύπον,
221
τὸ τοῦ προβάτου αἷμα
222
ἢ τὸ τοῦ κυρίου πνεῦμα;
223
Δῆλος εἶ δυσωπηθεὶς εἰδὼν
224
⸤τὸ⸥ τοῦ κυρίου μυστήριον
225
ἐν τῷ προβάτῳ γινόμενον,
226
τὴν τοῦ κυρίου ζωὴν
227
ἐν τῇ τοῦ προβάτου σφαγῇ,
228
τὸν τοῦ κυρίου τύπον
229
ἐν τῷ τοῦ προβάτου θανά⸤τῳ⸥.
230
Διὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ,
231
ἀ⸤λλὰ μόν⸥ην Αἴγυπτον ⸤ἠτ⸥έκνωσας.
232
Τί ⸤τοῦτο τὸ και⸥νὸν μυστήριον,
233
⸤Αἴγυπ⸥τον μὲ⸤ν πατα⸥χθῆναι εἰς ἀπώλ⸤ειαν⸥,
234
⸤τὸν⸥ δὲ Ἰ⸤σραὴλ φυλα⸥χθῆναι εἰς σωτη⸤ρίαν⸥;
235
⸤Ἀκούσατε τὴν δύ⸥ναμιν τοῦ μυσ⸤τηρίου⸥.
236
⸤Οὐδέν ἐστιν, ἀγα⸥πητοί, τ⸤ὸ⸥ λεγόμε⸤νον καὶ γινόμενον⸥
237
⸤δίχα παραβολῆς καὶ προκεντήματος. Πάντα ὅσα ἐὰν γίνε⸥-
238
⸤ται καὶ λέγεται, παραβολῆς τυγχάνει⸥
239
—⸤τὸ μὲν λεγόμενον παραβολῆς⸥,
240
⸤τὸ δὲ γινόμενον προτυπώσεως⸥—
241
⸤ἵνα ὡς ἂν τὸ γινόμενον διὰ τῆς προτυπώσεως δ⸥είκνυ-
242
ται,
243
οὕτως καὶ τὸ λεγόμενον ⸤διὰ τῆ⸥ς παραβολῆς φωτισθῇ.
244
〈Εἰ μὴ〉 ἐπὶ προκατασκευῆς ἔργον οὐκ ἀνίσταται. Ἢ οὐ
245
τὸ μέλλον διὰ τῆς τυπικῆς εἰκόνος ὁρᾶται; Διὰ τοῦ-
246
το δὴ τοῦ μέλλοντος γίνεται προκέντημα ἢ ἐκ κηροῦ
247
ἢ ἐκ πηλοῦ ἢ ἐκ ξύλου, ἵνα τὸ μέλλον ἀνίστασθαι
248
ὑψηλότερον ἐν μεγέθει
249
καὶ ἰσχυρότερον ἐν δυνάμει
250
καὶ καλὸν ἐν σχήματι
251
καὶ πλούσιον ἐν τῇ κατασκευῇ
252
διὰ μικροῦ καὶ φθαρτοῦ προκεντήματος ὁραθῇ. Ὁπό-
253
ταν δὲ ἀναστῇ πρὸς ὃ ὁ τύπος, τό ποτε τοῦ μέλλοντος
254
τὴν εἰκόνα φέρον, τοῦτ' ὡς ἄχρηστον γινόμενον λύεται,
255
παραχωρῆσαν τῷ φύσει ἀληθεῖ τὴν περὶ αὐτοῦ εἰκό-
256
να. Γίνεται δὲ τό ποτε τίμιον ἄτιμον, τοῦ φύσει τιμί-
257
ου φανερωθέντος.
258
Ἑκάστῳ γὰρ ἴδιος καιρός·
259
τοῦ τύπου ἴδιος χρόνος,
260
τῆς ὕλης ἴδιος χρόνος.
261
Τῆς ἀληθείας ποιεῖς τὸν τύπον. Τοῦτον ποθεῖς ὅτι τοῦ
262
μέλλοντος ἐν αὐτῷ τὴν εἰκόνα βλέπεις. Προσκομίζεις
263
τὴν ὕλην τῷ τύπῳ. Τοῦτον ποθεῖς διὰ τὸ μέλλον ἐν αὐ-
264
τῷ ἀνίστασθαι.
265
Ἀπαρτίζεις τὸ ἔργον, τοῦτο μόνον ποθεῖς,
266
τοῦτο μόνον φιλεῖς,
267
ἐν αὐτῷ μόνῳ τὸν τύπον καὶ τὴν
268
ὕλην καὶ τὴν ἀλήθειαν βλέπων.
269
Ὡς γοῦν ἐν τοῖς φθαρτοῖς παραδείγμασιν,
270
οὕτως δὴ καὶ ἐν τοῖς ἀφθάρτοις·
271
ὡς ἐν τοῖς ἐπιγείοις,
272
οὕτως δὴ καὶ ἐν τοῖς ἐπουρανίοις.
273
Καὶ γὰρ ἡ τοῦ κυρίου σωτηρία καὶ ἀλήθεια ἐν τῷ λα-
274
ῷ προετυπώθη,
275
καὶ τὰ τοῦ εὐαγγελίου δόγματα ὑπὸ τοῦ νόμου προ-
276
εκηρύχθη.
277
Ἐγένετο οὖν ὁ λαὸς τύπος προκεντήματος
278
καὶ ὁ νόμος γραφὴ παραβολῆς,
279
τὸ δὲ εὐαγγέλιον διήγημα νόμου καὶ πλήρωμα,
280
ἡ δὲ ἐκκλησία ἀπο⸤δο⸥χεῖον τῆς ἀληθείας.
281
Ἦν οὖν ὁ τύπος τίμι⸤ος⸥ πρὸ τῆς ἀληθείας
282
καὶ ἡ παραβολὴ ⸤θαυ⸥μαστὴ πρὸ τῆς ἑρμενείας.
283
Τοῦτ' ἔστιν,
284
⸤ὁ λαὸς⸥ ἦν τίμιος πρὸ τοῦ τὴν ἐκκλησίαν ⸤ἀνασ⸥ταθῆναι,
285
καὶ ὁ νόμος θαυμασ⸤τὸς πρὸ τοῦ τὸ εὐα⸥γγέλιον φω-
286
τισθῆναι.
287
⸤Ὁπότε δὲ ἡ ἐκκλ⸥ησία ἀνέστη
288
καὶ ⸤τὸ εὐαγγέλιον προέσ⸥τη,
289
⸤ὁ τύπος ἐκενώθη⸥
290
⸤παραδοὺς τῇ ἀληθείᾳ τὴν δύναμιν⸥,
291
⸤καὶ ὁ νόμος ἐπληρώθη⸥
292
⸤παραδοὺς τῷ εὐαγγελίῳ τὴν δύναμιν⸥.
293
⸤Ὃν τρόπον⸥ κενοῦται ὁ τύπος
294
τῷ φύσει ἀλη⸤θεῖ τὴν⸥ εἰκόνα παραδούς,
295
καὶ ἡ παραβ⸤ολὴ κε⸥νοῦται
296
διὰ τῆς ἑρμηνείας φωτ⸤ισ⸥θεῖσα⸥,
297
οὕτως δὴ καὶ ὁ νόμος ἐπληρώθη
298
⸤τοῦ εὐ⸥αγγελίου φωτισθέντος,
299
καὶ ὁ λα⸤ὸς ἐκε⸥νώθη
300
τῆς ἐκκλησίας ἀνασταθείσης,
301
καὶ ὁ τύπος ἐλύθη
302
τοῦ κυρίου φανερωθέντ⸤ος⸥,
303
καὶ σήμερον γέγονεν τά ποτε τίμια ἄτιμα
304
τῶν φύσει τιμίων φανερωθέντων.
305
Ἦν γάρ ποτε τίμιος ἡ τοῦ προβάτου σφαγή,
306
νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου ζωήν·
307
τίμιος ὁ τοῦ προβάτου θάνατος,
308
νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου σωτηρίαν·
309
τίμιον τὸ τοῦ προβάτου αἷμα,
310
νῦν δὲ ἄτιμον διὰ τὸ τοῦ κυρίου πνεῦμα·
311
τίμιος 〈ὁ〉 ἄφωνος ἀμνός,
312
νῦν δὲ ἄτιμος διὰ τὸν ἄμωμον υἱόν·
313
τίμιος ὁ κάτω ναός,
314
νῦν δὲ ἄτιμος διὰ τὸν ἄνω Χριστόν·
315
τίμιος ἡ κάτω Ἰερουσαλήμ,
316
νῦν δὲ ἄτιμος διὰ τὴν ἄνω Ἰερουσαλήμ·
317
τίμιος ἡ στενὴ κληρονομία,
318
νῦν δὲ ἄτιμος διὰ τὴν πλατεῖαν χάριν.
319
Οὐ γὰρ ἐφ' ἑνὶ τόπῳ οὐδὲ ἐν βραχεῖ σχοινίσματι ἡ τοῦ
320
θεοῦ δόξα καθίδρυται, ἀλλ' ἐπὶ πάντα τὰ πέρατα τῆς οἰ-
321
κουμένης ἐκκέχυται ἡ χάρις αὐτοῦ καὶ ἐνταῦθα κατεσκή-
322
νωκεν ὁ παντοκράτωρ θεός· διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα
323
εἰς τοὺς αἰῶνας. Ἀμήν.
324
Τὸ μὲν οὖν διήγημα τοῦ τύπου καὶ τῆς ἀνταποδόσεως
325
ἀκηκόατε· ἀκούσατε καὶ τὴν κατασκευὴν τοῦ μυστηρίου.
326
Τί ἐστιν τὸ πάσχα; Ἀπὸ γὰρ τοῦ συμβεβηκότος τὸ ὄνο-
327
μα κέκληται· ἀπὸ τοῦ παθεῖν ⸤τὸ πάσ⸥χειν.
328
Μάθετε οὖν τίς ὁ πάσχων ⸤καὶ τίς⸥ ὁ τῷ πάσχοντι συμ-
329
παθῶν, ⸤καὶ διά τι πά⸥ρεστιν ὁ κύριος ἐπὶ τὴν γῆν, ⸤ἵνα⸥
330
⸤τὸν πάσ⸥χοντα ⸤ἀμφι⸥ασάμενος ⸤ἁρπάσῃ εἰς τὰ ὑψηλὰ⸥ τῶν
331
οὐ⸤ρα⸥νῶν.
332
«Ὁ θεὸς ⸤ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ⸥
333
⸤πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς⸥
334
⸤τὸν ἄνθρωπον καὶ εἴδει ἀναπνοὴν μετέδωκεν. Τοῦτον δὲ ἔθε⸥-
335
⸤το εἰς τὸν παράδεισον κατὰ ἀνατολῆς ἐν Ἔδεμ ἐκεῖ τρυ-⸥
336
⸤φ⸥ᾶν. Τάδε αὐτῷ νομοθετήσας διὰ τῆς ἐν⸤τολῆς⸥·
337
«⸤Ἀπ⸥ὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ ⸤βρώσει φά⸥γετε,
338
ἀπὸ δὲ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρὸν οὐ
339
φάγεσθε, ᾗ δ' ἂν ἡμέ⸤ρᾳ⸥ φάγητε, θανάτῳ ἀποθανεῖσθε.»
340
Ὁ δὲ ἄνθρωπος φύσει δεκτικὸς ὢν ἀγαθοῦ καὶ πονη-
341
ροῦ, ὡσεὶ βῶλος γῆς ἑκατέρωθεν σπερμάτων, ἐδέξατο τὸν
342
ἐχθρὸν καὶ λίχνον σύμβουλον, καὶ προσαψάμενος τοῦ ξύ-
343
λου παρέβη τὴν ἐντολὴν καὶ παρήκουσεν τοῦ θεοῦ. Ἐξε-
344
βλήθη οὖν εἰς τοῦτον τὸν κόσμον ὡς εἰς δεσμωτήριον κα-
345
ταδίκων.
346
Τούτου δὲ πολυχόου καὶ πολυχρονίου γενομένου, διὰ
347
τῆς τοῦ ξύλου γεύσεως καὶ εἰς γῆν χωρήσαντος, κατε-
348
λείφθη ὑπ' αὐτοῦ κληρονομία τοῖς τέκνοις αὐτοῦ.
349
Κατέλιπεν γὰρ τοῖς τέκνοις κληρονομίαν
350
οὐχ ἁγνείαν ἀλλὰ πορνείαν,
351
οὐκ ἀφθαρσίαν ἀλλὰ φθοράν,
352
οὐ τιμὴν ἀλλὰ ἀτιμίαν,
353
οὐκ ἐλευθερίαν ἀλλὰ δουλείαν,
354
οὐ βασιλείαν ἀλλὰ τυραννίδα,
355
οὐ ζωὴν ἀλλὰ θάνατον,
356
οὐ σωτηρίαν ἀλλὰ ἀπώλειαν.
357
Καινὴ δὲ καὶ φοβερὰ ἡ τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἐ-
358
γίνετο ἀπώλεια. Τάδε γὰρ συνέβαινεν αὐτοῖς· ἀνηρπάζον-
359
το ὑπὸ τῆς τυραννικῆς ἁμαρτίας καὶ ἤγοντο εἰς τοὺς
360
χώρους τῶν ἐπιθυμιῶν ἐν οἷς περιηντλοῦντο ὑπὸ τῶν ἀ-
361
κορέστων ἡδον⸤ῶν⸥
362
ὑπὸ μοιχείας,
363
ὑπὸ πορνείας,
364
ὑπὸ ἀσελγεί⸤ας⸥,
365
ὑπὸ ἐπιθυμίας,
366
ὑπὸ φιλαργυρίας,
367
ὑπὸ φόνων,
368
ὑπὸ αἱμάτων,
369
ὑπὸ τυραννίδος πο⸤νη⸥ρίας,
370
ὑπὸ τυραννίδος παρανόμου.
371
Καὶ γὰρ ⸤πα⸥τὴρ ἐπὶ υἱὸν ξίφος ἐπηνέγκατο,
372
καὶ υἱὸς πατρὶ χεῖρας προσήνεγκεν,
373
καὶ μαστοὺς τιθηνοὺς ἀσεβὴς ἐτύπτησεν,
374
καὶ ἀδελφὸς ἀδελφὸν ἀπέκτεινεν,
375
καὶ ξένος ξένον ἠδίκησεν,
376
καὶ φίλος φίλον ἐφόνευσεν,
377
καὶ ἄνθρωπος ἄνθρωπον ἀπέσφαξεν
378
τυραν⸤νικ⸥ῇ δεξιᾷ.
379
Πάντες οὖν οἱ μὲν ἀνθρω⸤ποκ⸥τόνοι, οἱ δὲ ἀδελφοκτό-
380
νοι, οἱ δὲ πατροκτόνοι, οἱ δὲ τεκνο⸤κτόνοι⸥ ἐπὶ τῆς γῆς
381
ἐγενήθησαν.
382
Τὸ δ⸤ὲ φοβερώτε⸥ρον καὶ καινότερον ⸤ηὑρίσκετο. Μή⸥τηρ
383
τις ἥπτετο σαρκ⸤ῶν ὧν ἐγέννησεν, προσήπτετο ὧν ἐξέθρε⸥-
384
⸤ψεν μαστοῖς, καὶ τὸν καρπὸν τῆς κοιλίας εἰς κοιλίαν κατώ⸥-
385
⸤ρυσσεν, καὶ φοβερὸς τάφος ἐγένετο ἡ δυστυχὴς μήτηρ, ὃ⸥
386
⸤ἐκύησεν κ⸥αταπιοῦσα τέκνον.
387
Οὐκέτι ⸤προσλαλῶ. Π⸥ολλὰ δὲ καὶ ἕτερα ξένα καὶ φ⸤οβε⸥-
388
⸤ρώτερα καὶ ἀσελγέστερα ἐ⸥ν τοῖς ἀνθρώποις ηὑρίσκετο.
389
Πα⸤τὴρ ἐπὶ π⸥αιδὸς κοιτὴν,
390
καὶ υἱὸς ἐπὶ μητρὸς,
391
καὶ ἀδελφὸ⸤ς ἐπὶ ἀ⸥δελφῆς,
392
καὶ ἄρρην ἐπὶ ἄρρενος,
393
κ⸤αὶ «ἑκάτ⸥ερος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον
394
ἐχρεμέτιζον».
395
Ἐπὶ δὲ τούτοις ἡ ἁμαρτία ηὐφραίνετο. Ἡ τοῦ θανά-
396
του συνεργὸς ὑπάρχουσα προωδοιπόρει εἰς τὰς τῶν ἀν-
397
θρώπων ψυχὰς καὶ ἡτοίμαζεν αὐτῷ τροφὰς τὰ τῶν νεκρῶν
398
σώματα. Εἰς πᾶσαν δὲ ψυχὴν ἐτίθει ἡ ἁμαρτία ἴχνος, καὶ
399
εἰς οὓς ἂν ἔθηκεν, τούτους ἔδει τελευτᾶν.
400
Πᾶσα οὖν σὰρξ ὑπὸ ἁμαρτίαν ἔπιπτεν
401
καὶ πᾶν σῶμα ὑπὸ θάνατον,
402
καὶ πᾶσα ψυχὴ ἐκ τοῦ σαρκίνου οἴκου ἐξηλαύνετο,
403
καὶ τὸ λημφθὲν ἐκ γῆς εἰς γῆν ἀνελύετο,
404
καὶ τὸ δωρηθὲν ἐκ θεοῦ εἰς τὸν ᾅδην κατεκλείετο,
405
καὶ λύσις ἐγίνετο τῆς καλῆς ἁρμογῆς,
406
καὶ διεχωρίζετο τὸ καλὸν σῶμα.
407
Ἦν γὰρ ὁ ἄνθρωπος ὑπὸ τοῦ θανάτου μεριζόμενος. Καινὴ
408
γὰρ συμφορὰ καὶ ἅλωσις περιεῖχεν αὐτόν.
409
Εἵλκετο αἰχμάλωτος ὑπὸ τὰς τοῦ θανάτου σκιάς,
410
ἔκειτο δὲ ἔρημος ἡ τοῦ πατρὸς εἰκών.
411
Διὰ ταύτην γοῦν τὴν αἰτίαν τὸ τοῦ πάσχα μυστήριον
412
τετέλεσται ἐν τῷ τοῦ κυρίου σώματι.
413
Πρότερον δὲ ὁ κύριος προῳκονόμησεν τὰ ἑαυτοῦ πάθη
414
ἐν πατριάρχαις καὶ ἐν προφήταις καὶ ἐν παντὶ τῷ λαῷ,
415
διά τε νόμου καὶ προφητῶν ἐπισφραγισάμενος. Τὸ γὰρ μέλ-
416
λον καινῶς ⸤καὶ με⸥γάλως ἔσεσθαι, τοῦτο ἐκ μακρ⸤οῦ προ⸥οι-
417
κονομεῖται, ἵν' ὁπόταν γένηται, πίστεως τύχῃ, ⸤ἐκ⸥ μακροῦ
418
προτυπωθέν.
419
Οὕτω ⸤δὴ καὶ τὸ⸥ τοῦ κυρίου μυστήριον,
420
ἐκ μακροῦ ⸤προτυπωθέν⸥, ὁραθὲν δὲ σήμ⸤ερον⸥,
421
⸤πίστε⸥ως τυγχάνει τετ⸤ελεσμένον⸥,
422
⸤καίτοι ὡς καινὸν τοῖς ἀνθρώποις νομιζόμενον⸥.
423
⸤Ἔστιν γὰρ πάλαιον καὶ καινὸν τὸ τοῦ κυρίου μυστήριον⸥,
424
⸤πάλαιον μὲν κατὰ τὸν τυπόν⸥,
425
⸤καινὸν δὲ κατὰ τὴν χάριν⸥.
426
⸤Ἀλ⸥λ' ἐὰν ἀποβλέψῃς εἰς τὸν τύπον τοῦτ⸤ον, ὄψῃ τὸ ἀλη-⸥
427
⸤θὲς δι⸥ὰ τῆς ἐκβάσεως.
428
Τοιγαροῦν εἰ βούλει τὸ τοῦ ⸤κυρίου μ⸥υστήριον ἰ-
429
δέσθαι, ἀπόβλεψον δὴ
430
εἰς τὸν Ἀ⸤βὲλ⸥ τὸν ὁμοίως φονευόμενον,
431
εἰς τὸν Ἰσὰκ ⸤τὸ⸥ν ὁμοίως συμποδιζόμενον,
432
εἰς τὸν Ἰωσὴφ τὸν ὁμοίως πιπρασκόμενον,
433
εἰς τὸν Μωυσέα τὸν ὁμοίως ἐκτιθέμενον,
434
εἰς τὸν Δαυὶδ τὸν ὁμοίως διωκόμενον,
435
εἰς τοὺς προφήτας τοὺς ὁμοίως διὰ τὸν Χριστὸν
436
πάσχοντας.
437
Ἀπόβλεψον δὲ καὶ
438
εἰς τὸ ἐν γῇ Αἰγύπτου πρόβατον σφαζόμενον,
439
τὸν πατάξαντα Αἴγυπτον
440
καὶ σώσαντα τὸν Ἰσραὴλ διὰ τοῦ αἵματος.
441
Ἔστιν δὲ καὶ διὰ προφητικῆς φωνῆς τὸ τοῦ κυρίου
442
μυστήριον κηρυσσόμενον.
443
Φησὶν γὰρ Μωυσῆς πρὸς τὸν λαόν·
444
«Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν
445
τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας καὶ οὐ μὴ
446
πιστεύσητε ἐπὶ τὴν ζωὴν ὑμῶν.»
447
Ὁ δὲ Δαυὶδ εἶπεν·
448
«Ἵνα τί ἐφρύαξαν ἔθνη
449
καὶ λαοὶ ἐμελέτησαν κενά;
450
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς
451
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
452
κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.»
453
Ὁ δὲ Ἰερεμίας.
454
«Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.
455
Ἐλογίσαντο ἐπ' ἐμὲ κακὰ εἰπόντες·
456
Δεῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ
457
καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων,
458
καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ.»
459
Ὁ δὲ Ἠσαίας·
460
«Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,
461
καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν,
462
οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
463
Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»
464
Πολλὰ μὲν καὶ ἕτερα ⸤ὑπὸ πολ⸥λῶν προφητῶν ἐκηρύχθη
465
εἰς ⸤τὸ τοῦ π⸥άσχα μυστήριον, ὅ ἐστιν Χριστός, «ᾧ ἡ δό⸤ξα⸥
466
⸤εἰς τοὺ⸥ς αἰῶνας. Ἀμήν».
467
Οὗτος, ἀφικό⸤μενος ἐ⸥ξ οὐρανῶν ἐπὶ τὴν γῆν ⸤διὰ τὸν⸥
468
⸤π⸥άσχοντα, αὐτὸν δὲ ἐκεῖνον ἐν⸤δυσάμενος⸥ διὰ παρθένου μή-
469
τρας καὶ π⸤ροελθὼν ἄνθρωπος, ἀπ⸥εδέξατο τὰ ⸤τοῦ πάσχοντος⸥
470
⸤πάθη διὰ τοῦ παθεῖν δυναμένου σώματος καὶ κατέλυσεν⸥
471
⸤τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ θανεῖν μὴ δυναμένῳ⸥ πνεύματι
472
ἀπέκτεινεν τὸ⸤ν ἀνθρωπο⸥κτόνον θάνατον.
473
Οὗτος γὰρ ὡς ἀμ⸤νὸς⸥ ἀχθεὶς
474
καὶ ὡς πρόβατον σφαγεί⸤ς⸥,
475
⸤ἐλυ⸥τρώσατο ἡμᾶς ἐκ τῆς τοῦ κόσμο⸤υ λατρεί⸥ας
476
ὡς ἐκ γῆς Αἰγύπτου,
477
καὶ ἔλυσεν ἡ⸤μᾶς⸥ ἐκ τῆς τοῦ διαβόλου δουλείας
478
ὡς ἐκ χε⸤ιρὸς⸥ Φαραώ,
479
καὶ ἐσφράγισεν ἡμῶν τὰς ψυχ⸤ὰς⸥
480
τῷ ἰδίῳ πνεύματι
481
καὶ τὰ μέλη τοῦ σώματος
482
τῷ ἰδίῳ αἵματι.
483
Οὗτός ἐστιν ὁ τὸν θάνατον ἐνδύσας αἰσχύνην,
484
καὶ τὸν διάβολον στήσας πενθήρη
485
ὡς Μωυσῆς τὸν Φαραώ.
486
Οὗτός ἐστιν ὁ τὴν ἀνομίαν πατάξας
487
καὶ τὴν ἀδικίαν ἀτεκνώσας
488
ὡς Μωυσῆς Αἴγυπτον.
489
Οὗτός ἐστιν ὁ ῥυσάμενος ἡμᾶς
490
ἐκ δουλείας εἰς ἐλευθερίαν,
491
ἐκ σκότους εἰς φῶς,
492
ἐκ θανάτου εἰς ζωήν,
493
ἐκ τυραννίδος εἰς βασιλείαν αἰωνίαν
494
[καὶ ποιήσας ἡμᾶς ἱεράτευμα καινὸν
495
καὶ λαὸν περιούσιον αἰώνιον.]
496
Οὗτός ἐστιν τὸ πάσχα τῆς σωτηρίας ἡμῶν.
497
Οὗτός ἐστιν ὁ ἐν πολλοῖς πολλὰ ὑπομείνας.
498
Οὗτός ἐστιν ὁ ἐν τῷ Ἀβὲλ φονευθείς,
499
ἐν δὲ τῷ Ἰσὰκ δεθείς,
500
ἐν δὲ τῷ Ἰακὼβ ξενιτεύσας,
501
ἐν δὲ τῷ Ἰωσὴφ πραθείς,
502
ἐν δὲ τῷ Μωυσῇ ἐκτεθείς,
503
ἐν δὲ τῷ ἀμνῷ σφαγείς,
504
ἐν δὲ τῷ Δαυὶδ διωχθείς,
505
ἐν δὲ τοῖς προφήταις ἀτιμασθείς.
506
Οὗτός ἐστιν ὁ ἐν παρθένῳ σαρκωθείς,
507
ὁ ἐπὶ ξύλου κρεμασθείς,
508
ὁ εἰς γῆν ταφείς,
509
ὁ ἐκ νεκρῶν ἀνασταθείς,
510
ὁ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν ἀναλημφθείς.
511
Οὗτός ἐστιν ὁ ἀμνὸς ὁ ἄφων⸤ος.⸥
512
Οὗτός ἐστιν ὁ ἀμνὸς φο⸤νευόμενος⸥.
513
⸤Οὗτός ἐστιν⸥ ὁ τεχθεὶς ἐκ Μαρίας τῆς κ⸤αλῆς ἀμνά⸥δος.
514
Οὗτός ἐστιν ὁ ἐξ ἀγέλ⸤ης λημφθεὶς⸥
515
καὶ εἰς σφαγὴν συρεὶς
516
κα⸤ὶ ἑσπέρας θυθεὶς⸥
517
καὶ νύκτωρ ταφ⸤είς⸥,
518
⸤ὁ ἐπὶ ξύλου μὴ συντριβείς⸥,
519
⸤εἰς γῆν μὴ λυθείς⸥,
520
⸤ἐκ νεκρῶν ἀναστὰς⸥
521
⸤καὶ ἀναστήσας τὸν ἄνθρωπον ἐκ τῆς κάτω⸥
522
⸤ταφῆς⸥.
523
⸤Οὗτος πεφόνευται. Καὶ ποῦ πεφόνευται; Ἐν μέσῳ Ἰε⸥-
524
⸤ρουσαλήμ. Διά τι⸥;
525
Ὅτι τοὺς χωλοὺς αὐτῶ⸤ν ἐθεράπευσεν⸥
526
⸤καὶ⸥ τοὺς λεπροὺς αὐτῶν ἐκαθάρι⸤σεν⸥
527
⸤καὶ τοὺ⸥ς τυφλοὺς αὐτῶν ἐφωταγώγησεν
528
⸤καὶ τοὺ⸥ς νεκροὺς αὐτῶν ἀνέστησεν.
529
Διὰ τοῦτο ⸤ἔπαθεν⸥.
530
⸤Ποὺ⸥ γ⸤έγρ⸥απται ἐν νόμῳ καὶ ἐν προφήταις·
531
«⸤Ἀντ⸥απέδωκάν μοι κακὰ ἀντὶ ἀγαθῶν καὶ ⸤ἀτεκνίαν τῇ⸥
532
⸤ψυχῇ⸥ μου, λογισάμενοι ἐπ' ἐμὲ κακά, εἰπόντες· Δήσωμεν
533
τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν.»
534
Τί ἐποίησας, ὦ Ἰσραήλ, τὸ καινὸν ἀδίκημα;
535
Ἠτίμησας τὸν τιμήσαντά σε.
536
Ἠδόξ⸤ησα⸥ς τὸν δοξάσαντά σε.
537
Ἀπηρνήσω τὸν ὁμολογήσαντά σε.
538
Ἀπεκήρυξας τὸν κηρύξαντά σε.
539
Ἀπέκτεινας τὸν ζωοποιήσαντά σε.
540
Τί ἐποίησας, ὦ Ἰσραήλ;
541
Ἢ οὐ γέγραπταί σοι·
542
«Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»;
543
Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. Διὰ τί;
544
Ὅτι ἔδει αὐτὸν παθεῖν. Πεπλάνησαι, ὦ Ἰσραήλ, τοιαῦτα
545
σοφιζόμενος ἐπὶ τῇ τοῦ κυρίου σφαγῇ.
546
Ἔδει αὐτὸν παθεῖν, ἀλλ' οὐχ ὑπὸ σοῦ.
547
Ἔδει αὐτὸν ἀτιμασθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ.
548
Ἔδει αὐτὸν κριθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ.
549
Ἔδει αὐτὸν κρεμασθῆναι, ἀλλ' οὐχ ὑπὸ τῆς δεξιᾶς σου.
550
Ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν ὤφειλες βοῆσαι τὴν
551
φωνήν· «Ὦ δέσποτα, εἰ καὶ ἔδει σου τὸν υἱὸν παθεῖν καὶ
552
τοῦτό σού ἐστιν τὸ θέλημα,
553
πασχέτω δή, ἀλλὰ ὑπ' ἐμοῦ μή.
554
Πασχέτω ὑπὸ ἀλλοφύλων.
555
Κρινέσθω ὑπὸ ἀκροβύστων.
556
Προσηλούσθω ὑπὸ τυραννικῆς δεξιᾶς,
557
ὑπὸ δὲ ἐμοῦ μή.»
558
Σὺ δὲ ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν οὐκ ἐβόησας
559
τὴν φωνήν,
560
οὐδὲ ἀφωσίωσαι ⸤τῷ⸥ δεσπότῃ,
561
οὐδὲ ἐδυσωπήθης τὰ ἔργα αὐτοῦ.
562
Οὐκ ἐδυσώπησέν σε χεὶρ ξηρὰ
563
ἀποκαθεσταμένη τῷ σώματι,
564
οὐδὲ ὀφθαλ⸤μο⸥ὶ πηρῶν
565
διὰ χειρὸς 〈αὐτοῦ〉 ἀνοιγόμενοι,
566
οὐ⸤δὲ παραλ⸥ελυμένα σώματα
567
διὰ φωνῆς αὐ⸤τοῦ ἀναπηγνύ⸥μενα,
568
οὐδὲ τὸ καινότερόν σε ἐ⸤δυσώπησ⸥εν σημεῖον,
569
νεκρὸς ἐκ μν⸤ημείου ἐγειρό⸥μενος
570
ἤδη τεσσάρων ⸤ἡμερῶν⸥.
571
⸤Σὺ μὲν οὖν τα⸥ῦτα πα⸤ραπεμψάμενος ἑσπέρας ἐπὶ τὴν⸥
572
⸤τοῦ κυρίου σφαγὴν ἡτοίμασας αὐτῷ ἥλους ὀξεῖς καὶ μάρ⸥-
573
⸤τυρας ψευδεῖς καὶ βρόχους καὶ⸥ μάστιγας καὶ ὄ⸤ξος καὶ⸥
574
⸤χόλην καὶ μάχαιρ⸥αν καὶ θλῖψιν ὡς ⸤ἐπὶ φόνιον λῃστήν⸥.
575
Ἐπενεγκὼν γὰρ αὐτῷ κ⸤αὶ μάστιγας τῷ⸥ σώματι καὶ ἄκαν-
576
θαν τῇ κεφ⸤αλῇ αὐτοῦ καὶ⸥ τὰς καλὰς αὐτοῦ χεῖρας ἔδη-
577
σας, α⸤ἵ σε ἔπλα⸥σαν ἀπὸ γῆς, καὶ τὸ καλὸν αὐτοῦ ⸤ἐκεῖνο⸥
578
στόμα τὸ ψωμίσαν σε ζωήν, ἐψώμ⸤ισας⸥ χολήν, καὶ ἀπέκτει-
579
νάς σου τὸν κύριον ἐν τῇ μεγάλῃ ἑορτῇ.
580
Καὶ σὺ μὲν ἦσθα εὐφραινόμενος,
581
ἐκεῖνος δὲ λιμώττων.
582
Σὺ ἔπινες οἶνον καὶ ἄρτον ἤσθιες,
583
ἐκεῖνος δὲ ὄξος καὶ χολήν.
584
Σὺ ἦσθα φαιδρὸς τῷ προσώπῳ,
585
ἐκεῖνος δὲ ἐσκυθρώπαζεν.
586
Σὺ ἦσθα ἀγαλλιώμενος,
587
ἐκεῖνος δὲ ἐθλίβετο.
588
Σὺ ἔψαλλες,
589
ἐκεῖνος δὲ ἐκρίνετο.
590
Σὺ ἐκέλευες,
591
ἐκεῖνος 〈δὲ〉 προσηλοῦτο.
592
Σὺ ἐχόρευες,
593
ἐκεῖνος δὲ ἐθάπτετο.
594
Σὺ μὲν ἐπὶ στρωμνῆς μαλακῆς ἦσθα κατακείμενος,
595
ἐκεῖνος δὲ ἐν τάφῳ καὶ σορῷ.
596
Ὦ Ἰσραὴλ παράνομε, τί δὴ τοῦτο ἀπηργάσω τὸ και-
597
νὸν ἀδίκημα, καινοῖς ἐμβαλών σου τὸν κύριον πάθεσιν,
598
τὸν δεσπότην σου,
599
τὸν πλάσαντά σε,
600
τὸν ποιήσαντά σε,
601
τὸν τιμήσαντά σε,
602
τὸν Ἰσραὴλ καλέσαντά σε;
603
Σὺ δὲ Ἰσραὴλ οὐχ εὑρέθης,
604
οὐ γὰρ εἶδες τὸν θεόν,
605
οὐκ ἐνόησας τὸν κύριον,
606
οὐκ ᾔδεις, ὦ Ἰσραήλ,
607
ὅτι οὗτός ⸤ἐσ⸥τιν ὁ πρωτότοκος τοῦ θεοῦ,
608
ὁ πρὸ ἑωσφόρ⸤ου⸥ γεννηθείς,
609
ὁ τὸ φῶς ἐπαν〈ασ〉τήσας,
610
ὁ τ⸤ὴν⸥ ἡμέραν λαμπρύνας,
611
ὁ τὸ σκότος δι⸤ακρί⸥νας,
612
ὁ 〈τὴν〉 πρώτην βαλβῖδα πήξας,
613
ὁ κ⸤ρε⸥μάσας τὴν γῆν,
614
ὁ σβέσας ἄβυσσον,
615
⸤ὁ ἐ⸥κτείνας τὸ στερέωμα,
616
ὁ κοσμ⸤ήσας⸥ τὸν κόσμον,
617
ὁ τοὺς ἐν οὐρανῷ ἁρμόσας ἀ⸤στέρας⸥,
618
ὁ τοὺς φωστῆρας λαμπρύ⸤νας⸥,
619
⸤ὁ τοὺς⸥ ἐν οὐρανῷ ποιήσα⸤ς ἀγγέλους⸥,
620
ὁ τοὺς ἐκεῖ πήξας θ⸤ρόνους⸥,
621
⸤ὁ τὸν ἐπὶ γῆς ἀναπλασσάμενος ἄνθρωπον⸥.
622
⸤Οὗτος ἦν ὁ ἐκλεξάμενός σε⸥
623
⸤καὶ καθοδηγήσας σε⸥
624
⸤ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν Νῶε⸥,
625
⸤ἀπὸ τοῦ Νῶε ἐπὶ τὸ⸥ν Ἀβραάμ,
626
ἀπὸ τοῦ Ἀβρα⸤ὰμ ἐπὶ τὸν Ἰσὰκ⸥ καὶ τὸν Ἰακὼβ καὶ
627
τοὺς ⸤ιβʹ π⸥ατριάρχας.
628
Οὗτος ἦν ὁ καθοδη⸤γήσας σε εἰς Α⸥ἴγυπτον
629
καὶ διαφυλάξας σε
630
⸤κἀκε⸥ῖ διαθρεψάμενος.
631
Οὗτος ἦν ὁ φω⸤ταγω⸥γήσας σε ἐν στύλῳ,
632
καὶ σκεπάσας ⸤σε⸥ ἐν νεφέλῃ,
633
ὁ τεμὼν Ἐρυθρὰν θάλασσαν
634
καὶ ⸤δι⸥αγαγών σε
635
καὶ τὸν ἐχθρόν σου ἀποσκεδάσας.
636
Οὗτός ἐστιν ὁ ἐξ οὐρανοῦ σοι μαννοδοτήσας,
637
ὁ ἐκ πέτρας σε ποτίσας,
638
ὁ ἐν Χωρήβ σοι νομοθετήσας,
639
ὁ ἐν γῇ σοι κληροδοτήσας,
640
ὁ ἐξαποστείλας σοι τοὺς προφήτας,
641
ὁ ἐξεγείρας σου τοὺς βασιλεῖς.
642
Οὗτός ἐστιν ὁ πρός σε ἀφικόμενος,
643
ὁ τοὺς πάσχοντάς σου θεραπεύσας
644
καὶ τοὺς νεκρούς σου ἀναστήσας.
645
Οὗτός ἐστιν εἰς ὃν ἠσέβησας.
646
Οὗτός ἐστιν εἰς ὃν ἠδίκησας.
647
Οὗτός ἐστιν ὃν ἀπέκτεινας.
648
Οὗτός ἐστιν ὃν ἀπηργυρίσω
649
ἀπαιτήσας παρ' αὐτοῦ τὰ δίδραχμα
650
ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ.
651
Ἀχάριστε Ἰσραήλ, δεῦρο, καὶ κρίθητι πρός με περὶ
652
τῆς ἀχαριστίας σου.
653
Πόσου ἀνετιμήσω τὸ ὑπ' αὐτοῦ καθοδηγηθῆναι;
654
Πόσου ἀνετιμήσω τὴν τῶν πατέρων σου ἀνεύρεσιν;
655
Πόσου ἀνετιμήσω τὴν εἰς Αἴγυπτον κάθοδον
656
καὶ τὴν ἐκεῖ διατροφὴν διὰ τοῦ καλοῦ Ἰωσήφ;
657
Πόσου ἀνετιμήσω τὰς δέκα πληγάς;
658
Πόσου ἀνετιμήσω τὸν νυκτερινὸν στῦλον
659
καὶ τὴν ἡμερινὴν νεφέλην
660
καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν;
661
Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν
662
καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν
663
καὶ ⸤ἐν⸥ Χωρὴβ νομοθεσίαν
664
καὶ τὴν ἐκ γῆς ⸤κλ⸥ηρονομίαν
665
καὶ τὰς ἐκεῖ δωρεάς;
666
⸤Πόσο⸥υ ἀνετιμήσω τοὺς πάσχον⸤τας⸥
667
οὓς αὐτὸς παρὼν ἐθεράπευσεν;
668
⸤Τίμησαί⸥ μοι τὴν ξηρὰν χεῖρα
669
ἣν ἀ⸤ποκατέστ⸥ησεν τῷ σώματι.
670
Τίμ⸤ησαί μοι⸥ τοὺς ἐκ γενετῆς τυφλοὺς
671
⸤οὓς διὰ φωνῆς ἐφωταγώγησεν⸥.
672
⸤Τίμησαί μοι τοὺς κειμένους νεκροὺς⸥
673
⸤οὓς ἐκ μνημείου⸥ ἀνέστησεν γ' δὴ δ' ⸤ἡμέρων⸥.
674
Ἀτίμητοι α⸤ἱ παρ' αὐτοῦ σοι δω⸥ρεαί.
675
Σὺ δὲ ἀτίμως ἀνταπ⸤έδωκας εἰς αὐτὸν⸥ τὰς ἀχαρι-
676
στίας ἀνταποδ⸤οὺς αὐτῷ⸥ κακὰ ἀντὶ καλῶν
677
καὶ θλῖψιν ⸤ἀντὶ⸥ χαρᾶς
678
καὶ θάνατον ἀντὶ ζωῆς,
679
⸤ὑπὲρ⸥ οὗ καὶ ἀποθανεῖν σε ἔδει.
680
Εἶτα ἐὰν μὲ⸤ν ἔ⸥θνους ἁρπαγῇ βασιλεὺς ὑπὸ ἐχ⸤θρῶν⸥,
681
δι' αὐτὸν πόλεμος συνίσταται,
682
δι' αὐτ⸤ὸν⸥ τεῖχος ῥήγνυται,
683
δι' αὐτὸν πόλις ἀναρπάζεται,
684
δι' αὐτὸν λύτρα πέμπεται,
685
δι' αὐτὸν πρέσβεις ἀποστέλλονται
686
ἵνα λημφθῇ
687
ἢ ἵνα εἰς ζωὴν ἀναπεμφθῇ
688
ἢ ἵνα νεκρὸς ταφῇ.
689
Σὺ δὲ ἐναντίον κατὰ τοῦ ⸤κυρίου⸥ σου ἤνεγκας ψῆφον.
690
Ὃν γὰρ τὰ ἔθνη προσεκύνει
691
καὶ ἀκρόβυστοι ἐθαύμαζ⸤ον⸥
692
καὶ ἀλλόφυλοι ἐδόξαζον,
693
ἐφ' ᾧ καὶ Πιλᾶτος ἐνίψατο τὰς χεῖρας,
694
σὺ τοῦτον ἀπέκτεινας ἐν τῇ μεγάλῃ ἑορτῇ.
695
Τοιγαροῦν πικρά σοι ἡ τῶν ἀζύμων ἑορτή, καθώς σοι
696
γέγραπ⸤ται⸥·
697
«Ἔδεσθε ἄζυμα μετὰ πικρίδων.»
698
⸤Πι⸥κροί σοι ἧλοι οὓς ὤξυνας,
699
Πικρά σοι ⸤γλῶσ⸥σα ἣν παρώξυνας.
700
Πικροί σοι ψευδο⸤μάρ⸥τυρες οὓς ἔστησας.
701
Πικροί σοι βρόχοι οὓς ἡτοίμασας.
702
Πικραί σοι μάστιγες ἃς ἔπλεξας.
703
Πικρός σοι Ἰούδας ὃν ἐμισθοδότησας.
704
Πικρός σοι Ἡρώδ⸤ης⸥ ᾧ ἐξηκολούθησας.
705
Πικρός σοι Κα⸤ϊάφας ᾧ⸥ ἐπείσθης.
706
Πικρά σοι χολὴ ἣν ἐσκ⸤εύ⸥ασας.
707
Πικρόν σοι ὄξος ὃ ἐγεώργ⸤ησας⸥.
708
Πικρά σοι ἄκανθα ἣν ἤμησας.
709
⸤Πι⸥κραί σοι χεῖρες ἃς ᾕμαξας.
710
Ἀπ⸤έκτεινάς⸥ σου τὸν κύριον ἐν μέσῳ Ἰερο⸤υσαλήμ⸥.
711
Ἀκούσατε πᾶσαι αἱ πατ⸤ριαὶ τῶν ἐθ⸥νῶν καὶ ἴδετε·
712
⸤Καινὸς φόνος γ⸥έγονεν ἐν μέσῳ Ἰ⸤ερουσαλήμ⸥,
713
⸤ἐν πόλει νομικῇ⸥,
714
⸤ἐν πόλει Ἑβραϊκῇ⸥,
715
⸤ἐν πόλει προφητικῇ⸥,
716
⸤ἐν πόλει δικαίᾳ νομιζομένῃ⸥.
717
⸤Καὶ τίς πεφόνευται⸥;
718
⸤Τίς δὲ ὁ φονεύς⸥;
719
⸤Εἰπεῖν αἰ⸥δοῦμαι
720
κα⸤ὶ λέγ⸥ειν ⸤ἀναγκάζομαι⸥.
721
⸤Εἰ⸥ μὲν γὰρ νύκτωρ ⸤γεγόνει ὁ φόνος⸥
722
ἢ ἐπ' ἐρημίας ἦν ἐσφα⸤γμένος⸥,
723
⸤σιγᾶν⸥ εὔχρηστον ἦν·
724
νῦν δὲ ἐ⸤πὶ μέση⸥ς πλατείας καὶ πόλεως,
725
ἐν μέσῳ ⸤πόλεως⸥ πάντων ὁρώντων
726
γέγονεν ⸤δικαί⸥ου ἄδικος φόνος.
727
Καὶ οὕτως ὑψοῦ⸤ται ἐ⸥πὶ ξύλου καὶ τίτλος πρόσκει⸤ται⸥
728
τὸν πεφονευμένον σημαίνων. Τίς ⸤οὗτ⸥ος; Τὸ εἰπεῖν βαρὺ
729
καὶ τὸ μὴ εἰπεῖν φοβερώτερον. Πλὴν ἀκούσατε τρέμοντες
730
δι' ὃν ἐτρόμησεν ἡ γῆ·
731
Ὁ κρεμάσας τὴν γῆν κρέμαται.
732
Ὁ πήξας τοὺς οὐρανοὺς πέπεκ⸤ται⸥.
733
Ὁ στηρίξας τὰ πάντα ἐπὶ ξύλου ἐστήρικται.
734
Ὁ δεσπότης παρύβρισται.
735
Ὁ θεὸς πεφόνευται.
736
Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ἀνῄρεται
737
ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος.
738
Ὢ φόνου καινοῦ, ὢ ἀδικίας καινῆς. Ὁ δεσπότης
739
παρεσχημάτισται γυμνῷ τῷ σώματι καὶ οὐδὲ περιβολῆς
740
ἠξίωται ἵνα μὴ θεαθῇ. Διὰ τοῦτο οἱ φωστῆρες ἀπεστρά-
741
φησαν καὶ ἡ ἡμέρα συνεσκότασεν, ὅπως κρύψῃ τὸν ἐπὶ ξύ-
742
λου γεγυμνωμένον, οὐ τὸ τοῦ κυρίου σῶμα σκοτίζων, ἀλ-
743
λὰ τοὺς τούτων ἀνθρώπων ὀφθαλμούς.
744
Καὶ γὰρ τοῦ λαοῦ μὴ τρέμοντος
745
ἔτρεμεν ἡ γῆ.
746
Τοῦ λαοῦ μὴ φοβηθέντος
747
ἐφοβήθησαν οἱ οὐρανοί.
748
Τοῦ λαοῦ μὴ περιεσχισμένου
749
περιεσχίσατο ὁ ἄγγελος.
750
Τοῦ λαοῦ μὴ κωκύσαντος
751
«ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος,
752
καὶ ὕψιστος ἔδωκεν φωνήν».
753
Διὰ τοῦτο, ὦ Ἰσραήλ,
754
ἐπὶ τοῦ κυρίου οὐκ ἐτρό⸤μησ⸥ας,
755
ἐπὶ τοῦ κυρίου οὐκ ἐφοβήθ⸤ης⸥,
756
⸤ἐπὶ τ⸥οῦ κυρίου οὐκ ἐκώκυσας,
757
ἐπὶ τῶν π⸤ρωτοτόκων σου ἀ⸥νεκώκυσας,
758
〈ἐπὶ〉 τοῦ κρεμαμέν⸤ου κυρίου οὐ π⸥εριεσχίσω
759
ἐπὶ τῶν πεφονευμένων σου περιεσχίσω·
760
Ἐγκατέλι⸤πες τὸν κύριον⸥,
761
⸤οὐ⸥χ εὑρέθης ὑπ' αὐ⸤τοῦ⸥.
762
⸤Ἠδάφισας τὸν κύριον⸥,
763
⸤ἠδαφίσθης χαμαί⸥.
764
⸤Καὶ σὺ μ⸥ὲν ⸤κεῖσαι νεκρός⸥,
765
⸤ἐκεῖνος⸥ δὲ ἀνέστη ἐκ ν⸤εκρῶν⸥
766
⸤καὶ ἀνέβη εἰς τὰ ὑψηλὰ τῶν⸥ οὐρανῶν.
767
Κύριος, ἐνδυ⸤σάμενος τὸν ἄν⸥θρωπον,
768
καὶ παθὼν δ⸤ιὰ τὸν πάσχον⸥τα,
769
καὶ δεθεὶς διὰ τὸν κρ⸤ατούμενον⸥,
770
καὶ κριθεὶς διὰ τὸν κατά⸤δικον⸥,
771
⸤καὶ⸥ ταφεὶς διὰ τὸν τεθαμμέν⸤ον⸥,
772
⸤ἀνέσ⸥τη ἐκ νεκρῶν καὶ ταύτην ⸤ἐβόησεν⸥ τὴν φωνήν
773
«‘Τίς ὁ κρινόμε⸤νος πρός⸥ με;
774
Ἀντιστήτω μοι.’
775
Ἐγὼ τὸ⸤ν κατά⸥δικον ἀπέλυσα.
776
Ἐγὼ τὸν νεκρ⸤ὸν⸥ ἐζωοποίησα.
777
Ἐγὼ τὸν τεθαμμ⸤ένον⸥ ἀνίστημι.
778
Τίς ὁ ἀντιλέγων μοι;
779
Ἐγώ, φησίν, ὁ Χριστός,
780
ἐγὼ ὁ καταλύσας τὸν θάνατον
781
καὶ θριαμβεύσας τὸν ἐχθρὸν
782
καὶ καταπατήσας τὸν ᾅδην
783
καὶ δήσας τὸν ἰσχυρὸν
784
καὶ ἀφαρπάσας τὸν ἄνθρωπον
785
εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν,
786
ἐγώ, φησίν, ὁ Χριστός.»
787
«Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν
788
ἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων.
789
Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις,
790
ἐγὼ τὸ πάσχα τῆς σωτηρίας,
791
⸤ἐγὼ ὁ⸥ ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς,
792
ἐγὼ τὸ λ⸤ύτρον⸥ ὑμῶν,
793
ἐγὼ ἡ ζωὴ ὑμῶν,
794
ἐγὼ ἡ ἀνάστασις ὑμῶν,
795
ἐγὼ τὸ φῶς ὑμῶν,
796
ἐγὼ ἡ σω⸤τηρία⸥ ὑμῶν,
797
⸤ἐγὼ⸥ ὁ βασιλεὺς ⸤ὑμῶν⸥.
798
Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τ⸤ὰ ὑψηλὰ⸥ τῶν οὐρανῶν.
799
Ἐγὼ ὑμῖν δείξω ⸤τὸν⸥ ἀπ' αἰώνων πατέρα.
800
Ἐγὼ ὑμᾶς ἀν⸤αστή⸥σω διὰ τῆς ἐμῆς δεξιᾶς.»
801
Οὗτός ἐσ⸤τιν ὁ ποιήσας⸥ τὸν οὐρανὸν καὶ τὴν γῆν,
802
καὶ π⸤λάσας⸥ ἐν ἀρχῇ τὸν ἄνθρωπον,
803
ὁ διὰ νόμου ⸤καὶ προ⸥φητῶν κηρυσσόμενος,
804
ὁ ⸤ἐν παρθέ⸥νῳ σαρκωθείς,
805
ὁ ἐπὶ ξύλ⸤ῳ κρεμασθείς⸥,
806
ὁ εἰς γῆν ταφείς,
807
ὁ ἐκ ν⸤εκρῶν ἀναστα⸥θείς,
808
καὶ ἀνελθὼν εἰς ⸤τὰ ὑψηλὰ τῶν οὐρανῶν⸥,
809
⸤ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός⸥,
810
⸤ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι 〈καὶ〉 σῴζειν⸥
811
⸤δι' οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ' ἀρχῆς μέχρι αἰώνων⸥.
812
⸤Οὗτός ἐστιν «τὸ Α̅ καὶ τὸ Ω̅⸥».
813
⸤Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλος⸥»,
814
⸤—ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον⸥—.
815
⸤«Οὗτός ἐστιν ὁ Χριστός⸥.»
816
⸤Οὗτός ἐστιν ὁ βασιλεύς⸥.
817
⸤Οὗτός ἐστιν Ἰησοῦς⸥,
818
⸤οὗτος 〈ὁ〉 στρατηγός⸥,
819
⸤οὗτος ὁ κύριος⸥,
820
⸤οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν⸥,
821
⸤οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός⸥.
822
⸤Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται⸥,
823
⸤«ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν⸥».
824t
{⸤Μελίτωνος Περὶ Πάσχα⸥}
825
⸤Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ⸥-
826
⸤γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίας⸥.
{—}Ὑμνήσατε τὸν πατέρα οἱ ἅγιοι,ᾄσατε τῇ μητρὶ παρθένοι.{—}Ὑμνοῦμεν, ὑπερυψοῦμεν, ἅγιοι.{—}Ὑψώθητε, νύμφαι καὶ νυμφίοι,ὅτι ηὕρατε τὸν νυμφίον ὑμῶν Χριστόν.Εἰς οἶνον πίετε, νύμφαι καὶ νυμφίοι,...{Μελίτωνοςπρὸς Ἀντωνῖνον Βιβλίδιον} Ἐν δὲ τῷ πρὸς τὸν αὐτοκράτορα βιβλίῳ τοιαῦτά τινακαθ' ἡμῶν ἐπ' αὐτοῦ γεγονέναι ἱστορεῖ.«Τὸ γὰρ οὐδεπώποτε γενόμενον, νῦν διώκεται τὸ τῶνθεοσεβῶν γένος καινοῖς ἐλαυνόμενον δόγμασιν κατὰ τὴνἈσίαν. Οἱ γὰρ ἀναιδεῖς συκοφάνται καὶ τῶν ἀλλοτρίωνἐρασταὶ τὴν ἐκ τῶν διαταγμάτων ἔχοντες ἀφορμήν, φανερῶςλῃστεύουσι, νύκτωρ καὶ μεθ' ἡμέραν διαρπάζοντες τοὺςμηδὲν ἀδικοῦντας.» Καὶ μεθ' ἕτερά φησιν·«Καὶ εἰ μὲν σοῦ κελεύσαντος τοῦτο πράττεται, ἔστωκαλῶς γινόμενον· δίκαιος γὰρ βασιλεὺς οὐκ ἂν ἀδίκωςβουλεύσαιτο πώποτε, καὶ ἡμεῖς ἡδέως φέρομεν τοῦ τοιούτουθανάτου τὸ γέρας· ταύτην δέ σοι μόνην προσφέρομενδέησιν ἵνα αὐτὸς πρότερον ἐπιγνοὺς τοὺς τῆς τοιαύτηςφιλονεικίας ἐργάτας, δικαίως κρίνειας εἰ ἄξιοι θανάτουκαὶ τιμωρίας ἢ σωτηρίας καὶ ἡσυχίας εἰσίν. Εἰ δὲ καὶπαρὰ σοῦ μὴ εἴη ἡ βουλὴ αὕτη καὶ τὸ καινὸν τοῦτο διάταγμα,ὃ μηδὲ κατὰ βαρβάρων πρέπει πολεμίων, πολὺ μᾶλλον δεό-μεθά σου μὴ περιιδεῖν ἡμᾶς ἐν τοιαύτῃ δημώδει λεηλασίᾳ.» Τούτοις αὖθις ἐπιφέρει λέγων·«Ἡ γὰρ καθ' ἡμᾶς φιλοσοφία πρότερον μὲν ἐν βαρβάροιςἤκμασεν, ἐπανθήσασα δὲ τοῖς σοῖς ἔθνεσιν κατὰ τὴν Αὐγούσ-του τοῦ σοῦ προγόνου μεγάλην ἀρχήν, ἐγενήθη μάλιστα τῇσῇ βασιλείᾳ αἴσιον ἀγαθόν. Ἔκτοτε γὰρ εἰς μέγα καὶλαμπρὸν τὸ Ῥωμαίων ηὐξήθη κράτος· οὗ σὺ διάδοχοςεὐκταῖος γέγονάς τε καὶ ἔσῃ μετὰ τοῦ παιδός, φυλάσσωντῆς βασιλείας τὴν σύντροφον καὶ συναρξαμένην Αὐγούστῳφιλοσοφίαν, ἣν καὶ οἱ πρόγονοί σου πρὸς ταῖς ἄλλαιςθρῃσκείαις ἐτίμησαν, καὶ τοῦτο μέγιστον τεκμήριον τοῦπρὸς ἀγαθοῦ τὸν καθ' ἡμᾶς λόγον συνακμάσαι τῇ καλῶςἀρξαμένῃ βασιλείᾳ, ἐκ τοῦ μηδὲν φαῦλον ἀπὸ τῆς Αὐγούστουἀρχῆς ἀπαντῆσαι, ἀλλὰ τοὐναντίον ἅπαντα λαμπρὰ καὶἔνδοξα κατὰ τὰς πάντων εὐχάς. Μόνοι πάντων, ἀναπεισ-θέντες ὑπό τινων βασκάνων ἀνθρώπων, τὸν καθ' ἡμᾶς ἐνδιαβολῇ καταστῆσαι λόγον ἠθέλησαν Νέρων καὶ Δομετιανός,ἀφ' ὧν καὶ τὸ τῆς συκοφαντίας ἀλόγῳ συνηθείᾳ περὶ τοὺςτοιούτους ῥυῆναι συμβέβηκεν ψεῦδος· ἀλλὰ τὴν ἐκείνωνἄγνοιαν οἱ σοὶ εὐσεβεῖς πατέρες ἐπηνωρθώσαντο, πολλάκιςπολλοῖς ἐπιπλήξαντες ἐγγράφως, ὅσοι περὶ τούτων νεωτε-ρίσαι ἐτόλμησαν· ἐν οἷς ὁ μὲν πάππος σου Ἁδριανὸςπολλοῖς μὲν καὶ ἄλλοις, καὶ Φουνδανῷ δὲ τῷ ἀνθυπάτῳ,ἡγουμένῳ δὲ τῆς Ἀσίας, γράφων φαίνεται, ὁ δὲ πατήρσου, καὶ σοῦ τὰ σύμπαντα διοικοῦντος αὐτῷ, ταῖς πόλεσιπερὶ τοῦ μηδὲν νεωτερίζειν περὶ ἡμῶν ἔγραψεν, ἐν οἷς καὶπρὸς Λαρισαίους καὶ πρὸς Θεσσαλονικεῖς καὶ Ἀθηναίουςκαὶ πρὸς πάντας Ἕλληνας. Σὲ δὲ καὶ μᾶλλον περὶ τούτωντὴν αὐτὴν ἐκείνοις ἔχοντα γνώμην καὶ πολύ γε φιλανθρω-ποτέραν καὶ φιλοσοφωτέραν, πεπείσμεθα πάντα πράσσεινὅσα σου δεόμεθα.»{Ex eodem opere} Μελίτων Σαρδιανῶν ἐπίσκοπος μετὰ πολλὰ τῶν ἐπιδο-θέντων παρὰ τοῦ αὐτοῦ Ἰουστίνου φησίν·«Οὐκ ἐσμὲν λίθων οὐδεμίαν αἴσθησιν ἐχόντων θεραπευταί,ἀλλὰ μόνου θεοῦ τοῦ πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ τοῦΧριστοῦ αὐτοῦ ὄντος θεοῦ λόγου πρὸ αἰώνων ἐσμὲν θρησκευ-ταί», καὶ τὰ ἑξῆς.{ΜελίτωνοςἘκλογαί} Ἐν δὲ ταῖς γραφείσαις αὐτῷ Ἐκλογαῖς ὁ αὐτὸς κατὰτὸ προοίμιον ἀρχόμενος τῶν ὁμολογουμένων τῆς παλαιᾶςδιαθήκης γραφῶν ποιεῖται κατάλογον· ὃν καὶ ἀναγκαῖονἐνταῦθα καταλέξαι, γράφει δὲ οὕτως.«Μελίτων Ὀνησίμῳ τῷ ἀδελφῷ χαίρειν. Ἐπειδὴ πολλάκιςἠξίωσας, σπουδῇ τῇ πρὸς τὸν λόγον χρώμενος, γενέσθαισοι ἐκλογὰς ἔκ τε τοῦ νόμου καὶ τῶν προφητῶν περὶ τοῦσωτῆρος καὶ πάσης τῆς πίστεως ἡμῶν, ἔτι δὲ καὶ μαθεῖντὴν τῶν παλαιῶν βιβλίων ἐβουλήθης ἀκρίβειαν πόσα τὸν