Fragmenta
- Edition reference
- Fragmenta, ed. Perler, op. cit., 218–224, 226, 228–236.
- CTS identifier
urn:cts:greekLit:tlg1495.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
1
ἀριθμὸν καὶ ὁποῖα τὴν τάξιν εἶεν, ἐσπούδασα τὸ τοιοῦτο
πρᾶξαι, ἐπιστάμενός σου τὸ σπουδαῖον περὶ τὴν πίστιν
καὶ φιλομαθὲς περὶ τὸν λόγον ὅτι τε μάλιστα πάντων πόθῳ
τῷ πρὸς τὸν θεὸν ταῦτα προκρίνεις, περὶ τῆς αἰωνίου σωτη-
ρίας ἀγωνιζόμενος. Ἀνελθὼν οὖν εἰς τὴν ἀνατολὴν καὶ
ἕως τοῦ τόπου γενόμενος ἔνθα ἐκηρύχθη καὶ ἐπράχθη, καὶ
ἀκριβῶς μαθὼν τὰ τῆς παλαιᾶς διαθήκης βιβλία, ὑποτάξας
ἔπεμψά σοι· ὧν ἐστι τὰ ὀνόματα· Μωυσέως πέντε,
Γένεσις Ἔξοδος Ἀριθμοὶ Λευιτικὸν Δευτερονόμιον, Ἰησοῦς
Ναυῆ, Κριταί, Ῥούθ, Βασιλειῶν τέσσαρα, Παραλειπομένων
δύο, Ψαλμῶν Δαυίδ, Σολομῶνος Παροιμίαι ἡ καὶ Σοφία,
Ἐκκλησιαστής, Ἆισμα Ἀισμάτων, Ἰώβ, Προφητῶν
Ἡσαΐου, Ἱερεμίου, τῶν δώδεκα ἐν μονοβίβλῳ, Δανιὴλ,
Ἰεζεκιήλ, Ἔσδρας· ἐξ ὧν καὶ τὰς ἐκλογὰς ἐποιησάμην,
εἰς ἓξ βιβλία διελών.«
4
t
{Μελίτωνος
Περὶ τοῦ Πάσχα}
1
Ἐν μὲν οὖν τῷ Περὶ τοῦ πάσχα τὸν χρόνον καθ' ὃν
συνέταττεν, ἀρχόμενος σημαίνει ἐν τούτοις·
»Ἐπὶ Σερουιλλίου Παύλου ἀνθυπάτου τῆς Ἀσίας, ᾧ
Σάγαρις καιρῷ ἐμαρτύρησεν, ἐγένετο ζήτησις πολλὴ ἐν
Λαοδικείᾳ περὶ τοῦ πάσχα, ἐμπεσόντος κατὰ καιρὸν ἐν
ἐκείναις ταῖς ἡμέραις, καὶ ἐγράφη ταῦτα.«
5
t
{Μελίτωνος
(Περὶ τοῦ Διαβόλου καὶ τῆς Ἀποκαλύψεως Ἰωάννου)}
1
»Μελίτων γοῦν ὁ ἐν τῇ Ἀσίᾳ φησὶν αὐτὸν εἶναι τύπον
τοῦ διαβόλου ἐπαναστάντος τῇ Χριστοῦ βασιλείᾳ«, καὶ
τούτου μόνου μνησθεὶς οὐκ ἐπεξειργάσατο τὸν τόπον.
6
t
{Μελίτωνος
Περὶ Σαρκώσεως Χριστοῦ}
1
Μελίτων ἐν τῷ Περὶ Σαρκώσεως Χριστοῦ λόγῳ τρίτῳ ...
ἀπεκρίνατο φάσκων·
»Οὐδεμία ἀνάγκη τοῖς νοῦν ἔχουσιν, ἐξ ὧν μετὰ τὸ
βάπτισμα ὁ Χριστὸς ἔπραξε, παριστᾶν τὸ ἀληθὲς καὶ
ἀφανταστὸν τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος, τῆς καθ'
ἡμᾶς ἀνθρωπίνης φύσεως. Τὰ γὰρ μετὰ τὸ βάπτισμα
ὑπὸ Χριστοῦ πραχθέντα, καὶ μάλιστα τὰ σημεῖα, τὴν
αὐτοῦ κεκρυμμένην ἐν σαρκὶ θεότητα ἐδήλουν, καὶ ἐπιστοῦντο
τῷ κόσμῳ. Θεὸς γὰρ ὢν ὁμοῦ τε καὶ ἄνθρωπος τέλειος ὁ
αὐτὸς τὰς δύο αὐτοῦ οὐσίας ἐπιστώσατο ἡμῖν, τὴν μὲν
θεότητα αὐτοῦ διὰ τῶν σημείων ἐν τῇ τριετίᾳ τῇ μετὰ τὸ
βάπτισμα, τὴν δὲ ἀνθρωπότητα αὐτοῦ ἐν τοῖς τριάκοντα
χρόνοις τοῖς πρὸ τοῦ βαπτίσματος, ἐν οἷς διὰ τὸ ἀτελὲς τὸ
κατὰ σάρκα ἀπέκρυβε τὰ σημεῖα τῆς αὐτοῦ θεότητος,
καίπερ θεὸς ἀληθὴς προαιώνιος ὑπάρχων.«
7
t
{Μελίτωνος
Περὶ τοῦ Πάσχα}
1
Μελίτωνος ἐπισκόπου σάρδεων, ἐκ τοῦ λόγου εἰς πάθος·
»Ὁ θεὸς πέπονθεν ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος.«
8a
t
{Μελίτων}
1
Τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος καὶ τῶν λοιπῶν τίς
ἀγνοεῖ βιβλία, θεὸν καὶ ἄνθρωπον καταγγέλλοντα τὸν
χριστόν;
8b
t
{Μελίτωνος ἐπισκόπου Σάρδεων
Περὶ Λουτροῦ}
1
»Ποῖος δὲ χρυσός, ἢ ἄργυρος, ἢ χαλκός, ἢ σιδηρὸς
πυρωθεὶς οὐ βαπτίζεται ὕδατι; ὁ μὲν αὐτῶν ἵνα φαιδρυνθῇ
διὰ τῆς χρόας, ὁ δὲ ἵνα τονωθῇ διὰ τῆς βαφῆς. Ἡ δὲ σύμπασα
γῆ ὄμβροις καὶ ποταμοῖς λούεται, καὶ λουσαμένη καλῶς
γεωργεῖται. Ὁμοίως καὶ ἡ Αἰγυπτιακὴ γῆ λουσαμένη
ποταμῷ πληθύνοντι αὔξει μὲν τὸ λήϊον, πληροῖ δὲ τὸν
στάχυν, ἑκατοντάχοα δὲ γεωργεῖ διὰ καλοῦ λουτροῦ. Ἀλλὰ
μὴν καὶ αὐτὸς ὁ ἀὴρ λούεται ταῖς τῶν ψεκάδων καταπομπαῖς.
Λούεται καὶ ἡ τῶν ὄμβρων μήτηρ πολυανθὴς ἶρις, ὁπόταν
κατὰ ῥευμάτων κυρτώσῃ ποταμούς, ὑδραγωγῷ πνεύματι
προσκαλουμένη.
Εἰ δὲ βούλῃ τὰ οὐράνια θεάσασθαι βαπτιζόμενα, ἐπάχθητι
νῦν ἐπὶ τὸν ὠκεανόν, κἀκεῖ σοι δείξω θέαμα καινόν· πέλαγος
ἀναπεπταμένον, καὶ θάλασσαν ἀόριστον, καὶ ἀπείρητον
βυθόν, καὶ ἀμέτρητον ὠκεανόν, καὶ ὕδωρ καθαρόν, τὸ τοῦ
ἡλίου βαπτιστήριον, καὶ τὸ τῶν ἄστρων λαμπτήριον, καὶ
τὸ τῆς σελήνης λουτρόν· τὸ δὲ πῶς λούονται μυστικῶς,
παρ' ἐμοῦ μάθε πιστῶς.
Ἥλιος μὲν, διανοίξας τὸν τῆς ἡμέρας δρόμον πυρίνοις
ἱππεύμασι, τῇ περιδινήσει τοῦ δρόμου πυροειδὴς γενόμενος
καὶ ὡς λαμπὰς ἐξαφθείς, διακαύσας δὲ τὴν μέσην τοῦ
δρόμου ζώνην, ὡς, ἂν πλησίον ὀφθῇ, δέκα ἀκτινοβόλοις
ἀστραπαῖς καταφλέξαι τὴν γῆν, δυσωπούμενος κάτεισιν εἰς
τὸν ὠκεανόν. Καθάπερ σφαῖρα χαλκῆ, πυρὸς ἔνδοθεν
γέμουσα, πολὺ φῶς ἀπαστράπτουσα, λούεται ἐν ὕδατι
ψυχρῷ, μέγα ἠχοῦσα, λαμπρυνομένη δὲ ἀπ' αὐγῆς· τὸ δὲ
πῦρ ἔνδοθεν οὐ σβέννυται, ἀλλὰ πάλιν ἀπαστράπτει ἀνακαυ-
θέν· οὕτω δὴ καὶ ὁ ἥλιος, πεπυρωμένος ὡς ἀστραπή,
ὅλως οὐ τελευτῶν λούεται ἐν ὕδατι ψυχρῷ, ἀκοίμητον
ἔχων τὸ πῦρ· λουσάμενος δὲ βαπτίσματι μυστικῷ, σφόδρα
εὐφραίνεται, τὸ ὕδωρ ἔχων τροφήν· εἷς δὲ καὶ ὁ αὐτὸς ὤν,
ὡς καινὸς τοῖς ἀνθρώποις ἀνατέλλει ἥλιος, τετονωμένος ἐκ
βυθοῦ, κεκαθαρμένος ἐκ λουτροῦ· τὸ δὲ νυκτερινὸν ἐξελάσας
σκότος, λαμπρὰν ἐγέννησεν ἡμέραν. Κατὰ δὲ τὸν τούτου
δρόμον, καὶ ἡ τῶν ἄστρων κίνησις καὶ ἡ τῆς σελήνης φύσει
ἐνεργεῖ· λούονται γὰρ εἰς τὸ τοῦ ἡλίου βαπτιστήριον, ὡς
καλοὶ μαθηταί· οἱ γὰρ ἀστέρες μετὰ τῆς σελήνης κατ'
ἴχνος τοῦ ἡλίου διώκουσιν, καθαρὰν ἔχοντες αὐγήν.
Εἰ δὲ ὁ ἥλιος σὺν ἄστροις καὶ σελήνῃ λούεται ἐν ὠκεανῷ,
διὰ τί καὶ ὁ Χριστὸς ἐν Ἰορδάνῃ οὐ λούεται; Βασιλεὺς
οὐρανῶν, καὶ κτίσεως ἡγεμών, ἥλιος ἀνατολῆς, ὃς καὶ τοῖς
ἐν ᾅδου νεκροῖς ἐφάνη καὶ τοῖς ἐν κόσμῳ βροτοῖς, καὶ μόνος
ἥλιος οὗτος ἀνέτειλεν ἀπ' οὐρανοῦ.«
9
t
{Τοῦ μακαρίου Μελίτωνος Σάρδεων
Ex opere incerto}
1
»Ὡς γὰρ κριὸς ἐδέθη, φησὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, καὶ ‘ὡς ἀμνὸς ἐκάρη καὶ ὡς πρόβατον εἰς σφαγὴν
ἤχθη καὶ ὡς ἀμνὸς’ ἐσταυρώθη, καὶ ἐβάστασε τὸ ξύλον
ἐπὶ τοῖς ὤμοις αὐτοῦ, ἀναγόμενος σφαγῆναι ὡς Ἰσαὰκ
ὑπὸ τοῦ πατρὸς αὐτοῦ. Ἀλλὰ Χριστὸς ἔπαθεν, Ἰσαὰκ δὲ
οὐκ ἔπαθεν· τύπος γὰρ ἦν τοῦ μέλλοντος πάσχειν Χριστοῦ.
[Ἀλλὰ καὶ ὁ τύπος τοῦ Χριστοῦ γενόμενος ἔκπληξιν καὶ
φόβον παρεῖχεν τοῖς ἀνθρώποις. Ἦν γὰρ θεάσασθαι μυστήριον
καινόν, υἱὸν ἀγόμενον ὑπὸ τοῦ πατρὸς ἐπ' ὄρος εἰς σφαγήν,
ὃν συμποδίσας ἔθηκεν ἐπὶ τὰ ξύλα τῆς καρπώσεως, ἑτοιμάζων
μετὰ σπουδῆς τὰ πρὸς τὴν σφαγὴν αὐτοῦ. Ὁ δὲ Ἰσαὰκ
σιγᾷ, πεπεδημένος ὡς κριός, οὐκ ‘ἀνοίγων τὸ στόμα’, οὐδὲ
φθεγγόμενος φωνῇ. Τὸ γὰρ ξίφος οὐ φοβηθεὶς οὐδὲ τὸ πῦρ
πτοηθεὶς οὐδὲ τὸ παθεῖν λυπηθεὶς ἐβάστασεν καρτερῶν τὸν
τύπον τοῦ κυρίου. Ἦν οὖν ἐν μέσῳ προκείμενος Ἰσαὰκ
πεποδισμένος ὡς κριός, καὶ Ἀβραὰμ παρεστὼς καὶ κρατῶν
γυμνὸν τὸ ξίφος, οὐκ αἰδούμενος φονεῦσαι τὸν υἱὸν αὐτοῦ.]«
10
t
{Μελίτωνος τῶν Σάρδεων
Ex opere incerto}
1
»Ὑπὲρ Ἰσαὰκ τοῦ δικαίου ἐφάνη κριὸς εἰς σφαγήν, ἵνα
δεσμῶν Ἰσαὰκ λυθῇ. Ἐκεῖνος σφαγεὶς ἐλυτρώσατο τὸν
Ἰσαάκ· οὕτως καὶ ὁ κύριος σφαγεὶς ἔσωσεν ἡμᾶς καὶ
δεθεὶς ἔλυσε καὶ τυθεὶς ἐλυτρώσατο.«
11
t
{Ex opere incerto}
1
»Ἦν γὰρ ὁ κύριος ὁ ἀμνὸς ὡς ὁ ‘κριός, ὃν εἶδεν Ἀβραὰμ
κατεχόμενον ἐν φυτῷ σαβέκ’· ἀλλὰ τὸ φυτὸν ἀπέφαινε τὸν
σταυρόν, καὶ ὁ τόπος ἐκεῖνος τὴν Ἰερουσαλήμ, καὶ ὁ ἀμνὸς
τὸν κύριον ‘ἐμπεποδισμένον’ εἰς σφαγήν.«
12
t
{Ex opere incerto}
1
[»Τὸ ‘κατεχόμενος τῶν κεράτων’ ὁ Σύρος καὶ ὁ Ἑβραῖος
κρεμάμενός φησιν ὡς σαφέστερον τυποῦν τὸν σταυρόν, ἀλλὰ
καὶ τὸ ‘κριὸς’ τοῦτο ἀκριβοῖ· οὐ γὰρ εἶπεν ἀμνός, νέος, ὡς
ὁ Ἰσαάκ, ἀλλὰ ‘κριός’, ὡς ὁ κύριος, τέλειος. Ὥσπερ δὲ
‘φυτὸν σαβέκ’, τοῦτ' ἔστιν ἀφέσεως, ἐκάλεσε τὸν ἅγιον
σταυρόν, οὕτω καὶ Ἰεζεκιὴλ ἐν τῷ τέλει ‘ὕδωρ ἀφέσεως’
ἐκάλεσε τὸ ἐκτυποῦν τὸ ἅγιον βάπτισμα. Δύο γὰρ συνέστη
τὰ ἄφεσιν ἁμαρτημάτων παρεχόμενα, πάθος διὰ Χριστὸν
καὶ βάπτισμα.«]