Fragmenta
- Edition reference
- Fragmenta, FHG 3: 526–558.
- CTS identifier
urn:cts:greekLit:tlg1496.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t Prol-60
{ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ.}
Prol
Ἀνεγνώσθη βιβλίον Μέμνονος ἱστορικὸν, ἀπὸ τοῦ θ'
λόγου ἕως ιϚʹ. Ἡ δὲ πραγματεία, ὅσα περὶ τὴν Ποντικὴν
Ἡράκλειαν συνηνέχθη, σκοπὸν ἀναγράψαι προτίθεται, τοὺς
ἐν αὐτῇ τυραννήσαντας ἀναλεγομένη καὶ πράξεις αὐτῶν καὶ
ἤθη, καὶ τοὺς ἄλλων (αὐτῶν?) βίους καὶ τέλη οἷς ἐχρήσαν-
το, καὶ ὅσα τῶν εἰρημένων ἐξήρτηται.
t1-3
{ΕΚ ΤΟΥ Θʹ ΚΑΙ ΤΟΥ Ιʹ ΒΙΒΛΙΟΥ.}
1
Κλέαρχον μὲν οὖν ἐπιθέσθαι πρῶτον τυραννίδι
κατὰ τῆς πόλεως ἀναγράφει. Φησὶ δὲ παιδείας μὲν
τῆς κατὰ φιλοσοφίαν οὐκ ἀγύμναστον, ἀλλὰ καὶ Πλά-
τωνος τῶν ἀκροατῶν ἕνα γεγονέναι, καὶ Ἰσοκράτους δὲ
τοῦ ῥήτορος τετραετίαν ἀκροάσασθαι· ὠμὸν δὲ τοῖς
ὑπηκόοις καὶ μιαιφόνον, εἴπερ τινὰ ἄλλον, ἐπιδειχθῆ-
ναι, καὶ εἰς ἄκρον ἀλαζονείας ἐλάσαι, ὡς καὶ Διὸς υἱὸν
ἑαυτὸν ἀνειπεῖν, καὶ τὸ πρόσωπον μὴ ἀνέχεσθαι ταῖς ἐκ
φύσεως χρωματίζεσθαι βαφαῖς, ἄλλαις δὲ καὶ ἄλλαις
ἰδέαις ποικιλλόμενον ἐπὶ τὸ στιλπνόν τε καὶ ἐνερευθὲς
τοῖς ὁρῶσιν ἐπιφαίνεσθαι· ἐξαλλάττειν δὲ
καὶ τοὺς χιτῶνας ἐπὶ τὸ φοβερόν τε καὶ ἁβρότερον.
(2) Οὐ ταῦτα δὲ μόνον γενέσθαι κακὸν, ἀλλὰ καὶ πρὸς
τοὺς εὐεργέτας ἀχάριστον καὶ πάντα βίαιόν τε καὶ τὰ
ἄτοπα τολμηρόν· φῦναι δὲ καὶ δραστήριον τὸν παλα-
μναῖον οἷς ἂν ἐπιβάλοι, οὐ κατὰ τῶν ὁμοφύλων μόνον,
ἀλλὰ καὶ εἴ τι ἐν ἀλλοφύλοις ἐφρόνει πολέμιον. Βιβλιο-
θήκην μέντοι κατασκευάσαι πρὸ τῶν ἄλλων, οὓς
ἡ τυραννὶς ἀπέδειξεν ὀνομάζεσθαι. (3) Τοῦτον δὲ ἐπι-
βουλὰς μὲν πολλὰς πολλάκις διὰ τὸ μιαιφόνον καὶ μι-
σάνθρωπον καὶ ὑβριστικὸν κατ' αὐτοῦ συστάσας διαφυ-
γεῖν, ὀψὲ δὲ καὶ μόλις ὑπὸ Χίωνος τοῦ Μάτριος, ἀνδρὸς
μεγαλόφρονος καὶ κοινωνίαν πρὸς αὐτὸν τὴν ἐξ αἵμα-
τος ἔχοντος, καὶ Λέοντος καὶ Εὐξένωνος καὶ ἑτέρων οὐκ
ὀλίγων συσκευασθῆναι πληγὴν καιρίαν ἐνεγκεῖν, καὶ
τελευτῆσαι πικρῶς ἀπὸ τοῦ τραύματος. (4) Ἔθυεν μὲν
γὰρ δημοτελῆ θυσίαν ὁ τύραννος· οἱ δὲ περὶ τὸν Χίωνα,
ἐπιτήδειον εἶναι τὸν καιρὸν τῇ πράξει νομίσαντες, τῇ
τοῦ Χίωνος χειρὶ τὸ ξίφος διὰ τῶν τοῦ κοινοῦ πολεμίου
λαγόνων ἐλαύνουσιν. Ὁ δὲ, πολλῶν αὐτὸν καὶ πικρῶν
ἀλγηδόνων κατατεινόντων, καὶ τοσούτων φασμάτων
ἐκδειματούντων (εἴδωλα δὲ τὰ φάσματα ἦν ὧν ἐκεῖνος
μιαιφόνως ἀνῃρήκει), οὕτω δευτεραῖος τὸν βίον κατέ-
στρεψε, ζήσας μὲν ἔτη ηʹ καὶ νʹ, τούτων δὲ τυραννήσας
δυοκαίδεκα. (5) Εἶχεν δὲ τὴν Περσῶν ἀρχὴν Ἀρταξέ-
ρξης τότε, εἶτα καὶ Ὦχος ὁ ταύτην ἐκ πατρὸς ἐκδεξά-
μενος· πρὸς οὓς καὶ πολλάκις ἔτι ζῶν ὁ Κλέαρχος διε-
πρεσβεύσατο. Οἱ μέντοιγε ἀνῃρηκότες τὸν τύραννον,
μικροῦ πάντες οἱ μὲν ὑπὸ τῶν σωματοφυλάκων κατ'
αὐτὸν τὸν τῆς ἐπιθέσεως καιρὸν, οὐκ ἀγεννῶς ἀνδρισά-
μενοι, κατεκόπησαν, οἱ δὲ καὶ ὕστερον συλληφθέντες
καὶ πικραῖς τιμωρίαις ἐγκαρτερήσαντες ἀνῃρέθησαν.
2
Σάτυρος δὲ ὁ τοῦ τυράννου ἀδελφὸς, οἷα δὴ ἐπί-
τροπος καταλειφθεὶς τῶν παίδων Τιμοθέου καὶ Διονυ-
σίου, τὴν ἀρχὴν ὑποδέχεται· ὃς ὠμότητι μὲν οὐ Κλέαρ-
χον, ἀλλὰ καὶ πάντας τυράννους ὑπερέβαλεν. Οὐ μόνον
γὰρ τοὺς ἐπιβεβουλευκότας τῷ ἀδελφῷ ἐτιμωρήσατο,
ἀλλὰ καὶ τῶν τέκνων ἃ μηδὲν συνῄδει τοῖς γεγεννηκό-
σιν, οὐδὲν ἀνεκτότερον ἐδηλήσατο, καὶ πολλοὺς ἀναι-
τίους κακούργων δίκας ἀπῄτησε. (2) Τοῦτον δὲ καὶ
μαθημάτων τῶν τε κατὰ φιλοσοφίαν καὶ τῶν παντὸς
ἐλευθερίου ἄλλου παντελῶς ὑπάρξαι ἀπαράδεκτον,
καὶ νοῦν δὲ πρὸς τὰς μιαιφονίας μόνον ὀξύρροπον
ἔχοντα φιλάνθρωπον μηδὲν μηδὲ ἥμερον μήτε μαθεῖν
ἐθελῆσαι μήτε φῦναι ἐπιτήδειον. Ἀλλὰ πάντα μὲν ἦν
οὗτος κάκιστος, εἰ καὶ χρόνος αὐτῷ κόρον λαβεῖν τῶν
ἐμφυλίων αἱμάτων καὶ τῆς μιαιφονίας ὑπεξέλυεν· ἐπὶ δὲ
τῇ φιλαδελφίᾳ τὸ πρῶτον ἠνέγκατο. (3) Τὴν γὰρ ἀρ-
χὴν τοῖς τοῦ ἀδελφοῦ παισὶν ἀνεπηρέαστον συντηρῶν
ἐπὶ τοσοῦτον τῆς αὐτῶν κηδεμονίας λόγον ἐτίθετο, ὡς
καὶ γυναικὶ συνὼν, καὶ τότε λίαν στεργομένῃ, μὴ ἀνα-
σχέσθαι παιδοποιῆσαι, ἀλλὰ μηχανῇ πάσῃ γονῆς στέ-
ρησιν ἑαυτῷ δικάσαι, ὡς ἂν μηδ' ὅλως ὑπολίποι τινὰ
ἐφεδρεύοντα τοῖς τοῦ ἀδελφοῦ παισίν. (4) Οὗτος ἔτι
ζῶν καὶ γήρᾳ βαρυνόμενος Τιμοθέῳ τῷ πρεσβυτέρῳ
τῶν παίδων τοῦ ἀδελφοῦ ἐγχειρίζει τὴν ἀρχήν, καὶ
μετὰ χρόνον οὐ πολὺν ἀνιάτῳ πάθει καὶ χαλεπωτάτῳ
συσχεθείς *. Καρκίνωμα γὰρ μεταξὺ βουβῶνός τε καὶ
ὀσχέου ὑποφυὲν τὴν νομὴν πρὸς τὰ ἔνδον ἐπεδίδου πι-
κρότερον· ἐς οὗ ἰχῶρες ἀναστομωθείσης τῆς σαρκὸς ἐξέρ-
ρεον βαρὺ καὶ δύσοιστον πνέουσαι, ὡς μηκέτι μήτε τὸ
ὑπηρετούμενον μήτε τοὺς ἰατροὺς τὸ τῆς σηπεδόνος στέ-
γειν δυσῶδες καὶ ἀνυπόστατον. Καὶ συνεχεῖς δὲ ὀδύναι
καὶ δριμεῖαι ὅλον τὸ σῶμα κατέτεινον· ὑφ' ὧν ἀγρυπνίαις
τε καὶ σπασμοῖς ἐξεδίδοτο, ἕως προκόψασα μέχρις αὐ-
τῶν τῶν σπλάγχνων τοῦ πάθους ἡ νομὴ τοῦ βίου ἀπέρ-
ρηξεν. (5) Ἐδίδου μὲν καὶ οὗτος ὥσπερ καὶ Κλέαρχος
τελευτῶν τοῖς ὁρῶσιν ἐννοεῖν, δίκας ἀπαιτεῖσθαι ὧν
ὠμῶς τε καὶ παρανόμως τοὺς πολίτας διέθεσαν. Πολ-
λάκις γὰρ αὐτὸν φασὶν ἐν τῇ νόσῳ τὸν θάνατον ἐπελθεῖν
αὑτῷ κατευχόμενον μὴ τυχεῖν, ἀλλὰ συχναῖς ἡμέραις
τῇ πικρᾷ καὶ βαρείᾳ καταδαπανώμενον νόσῳ, οὕτως
ἀποτῖσαι τὸ χρεὼν, ἔτη μὲν βιώσαντα πέντε καὶ ἑξή-
κοντα, ὧν ἡ τυραννὶς εἶχεν ζʹ. Ἀγησίλαος δὲ τηνικαῦτα
Λακεδαιμονίων ἐβασίλευεν.
3
Ὁ δὲ Τιμόθεος παραλαβὼν τὴν ἀρχὴν, οὕτω
ταύτην ἐπὶ τὸ πραότερον καὶ δημοκρατικώτερον μετερ-
ρύθμιζεν, ὡς μηκέτι τύραννον ἀλλ' εὐεργέτην αὐτὸν, οἷς
ἔπραττε, καὶ σωτῆρα ὀνομάζεσθαι. Τά τε γὰρ χρέα
τοῖς δανεισταῖς παρ' ἑαυτοῦ διελύσατο, καὶ τοῖς χρῄ-
ζουσι πρὸς τὰς ἐμπορίας καὶ τὸν ἄλλον βίον τόκων ἄνευ
ἐπήρκεσε, καὶ τῶν δεσμωτηρίων οὐ τοὺς ἀνευθύνους
μόνον ἀλλὰ καὶ τοὺς ἐν αἰτίαις διηφίει. Καὶ δικαστὴς
ἀκριβὴς ἦν ὁμοῦ καὶ φιλάνθρωπος, καὶ τὰ ἄλλα χρη-
στὸς, καὶ τὰς ὑποθέσεις οὐκ ἀπιστούμενος. Ἐφ' οἷς
καὶ τὸν ἀδελφὸν Διονύσιον τά τε ἄλλα πατρικῶς πε-
ριεῖπεν, καὶ κοινωνὸν μὲν εἶχεν αὐτίκα τῆς ἀρχῆς,
ἐχομένως δὲ καὶ διάδοχον. (2) Οὐ μὴν ἀλλὰ γὰρ καὶ
πρὸς τὰς πολεμικὰς τῶν πράξεων ἀνδρείως ἐφέρετο,
μεγαλόφρων δὲ ἦν καὶ γενναῖος σῶμα καὶ ψυχὴν, ἀλλὰ
καὶ πρὸς τὰς τῆς μάχης διαλύσεις εὐγνώμων τε καὶ οὐκ
ἄχαρις· πράγματα μὲν συνιδεῖν ἱκανὸς, ἐξικέσθαι δὲ
πρὸς τὰ συνεωραμένα δραστήριος, οἰκτίρμων τε τὸ ἦθος
καὶ χρηστὸς, καὶ τῇ μὲν εὐτολμίᾳ δεινῶς ἀπότομος, τῇ
δὲ μετριότητι φιλάνθρωπός τε καὶ μειλίχιος. Διὸ σφό-
δρα μὲν περιὼν τοῖς πολεμίοις φοβερὸς ἦν, καὶ πάντες
αὐτὸν κατωρρώδουν, ἐπειδὰν ἀπεχθάνοιτο, τοῖς δ' ἀρχο-
μένοις γλυκύς τε καὶ ἥμερος. Ἔνθεν καὶ τελευτῶν πόθον
αὑτοῦ κατέλιπε πολὺν, καὶ πένθος ἤγειρε τῷ πόθῳ ἐνά-
μιλλον. (3) Ὁ δὲ τούτου ἀδελφὸς Διονύσιος καίει μὲν
τὸ σῶμα πολυτελῶς, σπένδει δὲ αὐτῷ καὶ τὰ ἀπὸ βλε-
φάρων δάκρυα καὶ τὰς ἀπὸ τῶν σπλάγχνων οἰμωγὰς,
ἐπιτελεῖ δὲ καὶ ἀγῶνας ἱππικοὺς, οὐχ ἱππικοὺς δὲ μόνον,
ἀλλὰ καὶ σκηνικοὺς καὶ θυμελικοὺς καὶ γυμνικούς· τοὺς
μὲν αὐτίκα, τοὺς δὲ λαμπροτέρους καὶ ὕστερον.
Ἀλλὰ ταῦτα μὲν ἡ θʹ καὶ ιʹ τοῦ Μέμνονος, ὡς ἐν
ἐπιδρομῇ φάναι, διαγράφει ἱστορία.
t4-8
{ΕΚ ΤΟΥ ΙΑʹ ΚΑΙ ΙΒʹ ΒΙΒΛΙΟΥ.}
4
Τὴν δὲ ἀρχὴν διαδεξάμενος Διονύσιος ηὔξησε
ταύτην, Πέρσας ἐπὶ Γρανικῷ τοῦ Ἀλεξάνδρου μάχῃ
καταγωνισαμένου καὶ παρασχόντος ἄδειαν τοῖς βουλο-
μένοις αὔξειν τὰ ἑαυτῶν, τῆς τέως ἐμποδὼν πᾶσιν
ἱσταμένης Περσικῆς ἰσχύος ὑποστελλομένης. Ὕστερον
δὲ ποικίλας ὑπέστη περιστάσεις, μάλιστά γε τῶν τῆς
Ἡρακλείας φυγάδων πρὸς Ἀλέξανδρον περιφανῶς ἤδη
τῆς Ἀσίας κρατοῦντα διαπρεσβευομένων καὶ κάθοδον
καὶ τὴν τῆς πόλεως πάτριον δημοκρατίαν ἐξαιτουμένων.
Δι' ἅπερ ἐγγὺς μὲν κατέστη τοῦ ἐκπεσεῖν τῆς ἀρχῆς·
καὶ ἐξέπεσεν ἂν, εἰ μὴ συνέσει πολλῇ καὶ ἀγχινοίᾳ καὶ
τῇ τῶν ὑπηκόων εὐνοίᾳ καὶ θεραπείᾳ Κλεοπάτρας τοὺς
ἀπειληθέντας αὐτῷ πολέμους διέφυγε, τὰ μὲν ὑπείκων
καὶ τὴν ὀργὴν ἐκλύων καὶ μεθοδεύων ταῖς ἀναβολαῖς,
τὰ δὲ ἀντιπαρασκευαζόμενος. (2) Ἐπεὶ δὲ ἢ θανάτῳ
ἢ νόσῳ κατὰ Βαβυλῶνα γεγονὼς Ἀλέξανδρος τὸν βίον
διέδραμεν, Εὐθυμίας μὲν ὁ Διονύσιος ἄγαλμα τὴν ἀγ-
γελίαν ἀκούσας ἱδρύσατο, παθὼν τῇ πρώτῃ προσβολῇ
τῆς φήμης ὑπὸ τῆς πολλῆς χαρᾶς, ὅσα ἂν ἡ σφόδρα
λύπη δράσειε· μικροῦ γὰρ περιτραπεὶς εἰς τὸ πεσεῖν
ὑπήχθη, καὶ ἄνους ὤφθη γενόμενος. (3) Περδίκκα δὲ
τῶν ὅλων ἐπιστάντος, οἱ μὲν τῆς Ἡρακλείας φυγάδες
πρὸς τὰ αὐτὰ καὶ τοῦτον παρώξυνον. Διονύσιος δὲ ταῖς
ὁμοίαις μεθόδοις χρώμενος ἐπὶ ξυροῦ ἀκμῆς πολλοὺς
κινδύνους κατ' αὐτοῦ συστάντας πάντας διέδρασεν. Ἀλλ'
ὁ μὲν Περδίκκας ὑπὸ τῶν ἀρχομένων μοχθηρὸς γεγονὼς
ἀνῄρηται, καὶ αἱ τῶν φυγάδων ἐλπίδες ἐσβέννυντο· Διο-
νυσίῳ δὲ πανταχόθεν τὰ πράγματα πρὸς τὸ εὐδαιμο-
νέστερον μετεβάλοντο. (4) Ἡ δὲ πλείστη ῥοπὴ τῆς
εὐδαιμονίας ὁ δεύτερος αὐτῷ κατέστη γάμος. Ἠγάγετο
μὲν γὰρ Ἄμαστριν· αὕτη δὲ ἦν Ὀξάθρου θυγάτηρ·
ἀδελφὸς δὲ ἦν οὗτος Δαρείου, ὃν καθελὼν Ἀλέξανδρος
Στάτειραν τὴν αὐτοῦ θυγατέρα γυναῖκα ἠγάγετο, ὡς
εἶναι τὰς γυναῖκας ἀλλήλαις ἀνεψιὰς, ἔχειν δέ τι πρὸς
ἑαυτὰς καὶ φίλτρον ἐξαίρετον, ὃ τὸ συντρόφους ὑπάρ-
ξαι ταύταις ἐνέφυσεν. (5) Ἀλλὰ ταύτην τὴν Ἄμαστριν
Κρατέρῳ (τῶν φιλουμένων ἦν οὗτος ὡς μάλιστα) συν-
αρμόζει· Ἀλεξάνδρου δὲ ἐξ ἀνθρώπων ἀποπτάντος καὶ
Κρατέρου πρὸς Φίλαν τὴν Ἀντιπάτρου ἀποκλίναντος,
γνώμῃ τοῦ λιπόντος Διονυσίῳ ἡ Ἄμαστρις συνοικίζε-
ται. (6) Ἐξ οὗ ἐπὶ μέγα ἡ ἀρχὴ αὐτῷ διήρθη πλούτου
τε περιβολῇ τῇ διὰ τῆς ἐπιγαμίας προστεθείσῃ καὶ ἰδίᾳ
φιλοκαλίᾳ. Καὶ γὰρ καὶ τὴν τοῦ Διονυσίου πᾶσαν ἐπι-
σκευὴν τοῦ Σικελίας τυραννήσαντος αὐτὸν ἐπῆλθε ἐξω-
νήσασθαι, τῆς ἀρχῆς ἐκείνου διαφθαρείσης. (7) Οὐ
ταῦτα δὲ μόνον αὐτῷ τὴν ἀρχὴν ἐπεκράτυνεν, ἀλλὰ καὶ
εὐπραγία καὶ εὔνοια τῶν ὑπηκόων, καὶ πολλῶν ὧν οὐκ
ἐκράτει πρότερον ἡ κυριότης. Καὶ Ἀντιγόνῳ δὲ τὴν
Ἀσίαν κατέχοντι λαμπρῶς συμμαχήσας, ὁπότε τὴν Κύ-
προν ἐπολιόρκει, τὸν ἀδελφιδοῦν Πτολεμαῖον (στρατη-
γὸς δὲ οὗτος ἦν τῶν περὶ τὸν Ἑλλήσποντον) φιλοτιμίας
ἀμοιβὴν εὕρατο παρ' Ἀντιγόνῳ γαμβρὸν λαβεῖν ἐπὶ θυ-
γατρί· ἡ δὲ παῖς ἐκ προτέρων ἦν αὐτῷ γεγενημένη γάμων.
Οὕτω γοῦν εἰς μέγα δόξης ἀνελθὼν, καὶ τὸν τύραννον
ἀπαξιώσας, τὸ βασιλέως ἀντέλαβεν ὄνομα. (8) Φόβων
δὲ καὶ φροντίδων ἐλευθεριάσας, καὶ ταῖς καθημεριναῖς
τρυφαῖς ἐνδιαιτηθεὶς, ἐξωγκώθη τε τὸ σῶμα καὶ τοῦ
κατὰ φύσιν πολὺ πλέον ἐλιπάνθη. Ὑφ' ὧν οὐ μόνον
περὶ τὴν ἀρχὴν ῥᾳθύμως εἶχεν, ἀλλὰ καὶ ἐπειδὰν
ἀφυπνώσειε, βελόναις μακραῖς τὸ σῶμα διαπειρόμενος
(τοῦτο γὰρ ἄκος μόνον τοῦ κάρου καὶ τῆς ἀναισθησίας
ὑπελείπετο) μόλις τῆς κατὰ τὸν ὕπνον καταφορᾶς ἐξ-
ανίστατο. (9) Τεκνωσάμενος δὲ γʹ παῖδας ἐκ τῆς Ἀμά-
στριος, Κλέαρχον, Ὀξάθρην καὶ θυγατέρα ὁμώνυμον τῇ
μητρὶ, μέλλων τελευτᾶν ταύτην τε τῶν ὅλων δέσποιναν
καταλιμπάνει καὶ τῶν παίδων κομιδῆ νηπίων ὄντων σύν
τισιν ἑτέροις ἐπίτροπον, βιοὺς μὲν ἔτη εʹ καὶ νʹ, ὧν ἐπὶ
ἀρχῆ λʹ ἐγνωρίζετο, πραότατος ἐν αὐτῇ, ὡς εἴρηται,
γεγονὼς καὶ τὸ Χρηστὸς ἐπίκλησιν ἐκ τῶν ἠθῶν ἐνεγ-
κάμενος, καὶ πολὺν πόθον τοῖς ὑπὸ χεῖρα καὶ πένθος
λιπών. (10) Οὐδὲν δὲ ἧττον καὶ μετὰ τὴν ἐκείνου ἐξ
ἀνθρώπων ἀναχώρησιν τὰ τῆς πόλεως πρὸς εὐδαιμονίαν
ἐφέρετο, Ἀντιγόνου τῶν τε παίδων Διονυσίου καὶ τῶν
πολιτῶν οὐ παρέργως προνοουμένου. Ἐκείνου δὲ πρὸς
ἕτερα τὰς φροντίδας τρεψαμένου, Λυσίμαχος πάλιν
τῶν περὶ Ἡράκλειαν καὶ τῶν παίδων ἐπεμελεῖτο, ὃς
καὶ Ἄμαστριν ποιεῖται γυναῖκα, καὶ κατ' ἀρχὰς μὲν
λίαν ἔστερξε, πραγμάτων δὲ αὐτῷ προσπεσόντων,
αὐτὴν μὲν ἐν Ἡρακλείᾳ λείπει, αὐτὸς δ' εἴχετο τῶν
ἐπειγόντων. Εἰς Σάρδεις δὲ μετ' οὐ πολὺν χρόνον, τῶν
πολλῶν πόνων ῥαΐσας, μετεπέμψατο ταύτην, καὶ ἔστερ-
γεν ὁμοίως. Ὕστερον δὲ πρὸς τὴν θυγατέρα Πτολε-
μαίου τοῦ Φιλαδέλφου (Ἀρσινόη δὲ ἦν τὸ ὄνομα) τὸν
ἔρωτα μεταθεὶς, διαζυγῆναι τὴν Ἄμαστριν αὐτοῦ πα-
ρέσχεν αἰτίαν, καὶ καταλιποῦσαν τοῦτον καταλαβεῖν
τὴν Ἡράκλειαν. Ἐγείρει δὲ αὕτη παραγενομένη καὶ
συνοικίζει πόλιν Ἄμαστριν.
5
Κλέαρχος δὲ ἀνδρωθεὶς ἤδη τῆς τε πόλεως ἦρχε,
καὶ πολέμοις οὐκ ὀλίγοις, τὰ μὲν συμμαχῶν ἄλλοις, τὰ
δὲ καὶ τοῖς ἐπιφερομένοις αὐτῷ, ἐξητάζετο· ἐν οἷς καὶ
κατὰ Γετῶν Λυσιμάχῳ συστρατευόμενος ἑάλω τε σὺν
αὐτῷ, καὶ ἀνεθέντος τῆς αἰχμαλωσίας ἐκείνου, καὶ
αὐτὸς ὕστερον τῇ Λυσιμάχου προνοίᾳ ἀφίετο. (2) Οὗ-
τος ὁ Κλέαρχος ἅμα τῷ ἀδελφῷ τῆς ἀρχῆς κατα-
στάντες διάδοχοι, πρὸς μὲν ἡμερότητα καὶ χρηστότητα
πολὺ τοῦ πατρὸς ἐλάττους τοῖς ὑπηκόοις ἀπέβησαν, εἰς
ἔκθεσμον δὲ καὶ μιαρώτατον ἔργον ἐξέπεσον· τὴν γὰρ
μητέρα, μηδὲν περὶ αὐτοὺς μέγα πλημμελήσασαν,
μηχανῇ δεινῇ καὶ κακουργίᾳ ἐπιβᾶσαν νηὸς θαλάσσῃ
ἀποπνιγῆναι κατειργάσαντο.
6
Δι' ἣν αἰτίαν καὶ Λυσίμαχος ὁ πολλάκις ῥηθεὶς
(Μακεδονίας δὲ ἐβασίλευεν), εἰ καὶ τὴν Ἄμαστριν διὰ
τὴν συνάφειαν Ἀρσινόης λιπεῖν αὐτὸν παρεσκευάσατο,
ἀλλ' οὖν τοῦ τε προτέρου πόθου φέρων ἐν ἑαυτῷ τὸ
ἐμπύρευμα, καὶ τὸ μυσαρὸν καὶ ὠμὸν τῆς πράξεως
οὐκ ἀνασχετὸν ποιούμενος, στεγανώτατα μὲν τὴν αὑ-
τοῦ κατεῖχεν ἔνδον γνώμην, τὴν ἀρχαίαν δὲ φιλίαν
πρὸς τοὺς περὶ Κλέαρχον τῷ σχήματι ἐπιδεικνὺς, διὰ
πολλῶν τε μηχανῶν καὶ τῶν τοῦ λανθάνειν στρατηγη-
μάτων (κρύψαι γὰρ τὸ βουλόμενον δεινότατος ἀνθρώπων
γεγονέναι λέγεται) ἐν Ἡρακλείᾳ μὲν ὡς ἐπὶ τῷ τῶν δε-
χομένων συνοίσοντι παραγίνεται, πατρὸς δὲ στοργὴν
τῷ προσωπείῳ τοῖς περὶ Κλέαρχον προβαλλόμενος,
ἀναιρεῖ μὲν τοὺς μητροκτόνους, πρῶτον μὲν Κλέαρ-
χον, εἶτα καὶ Ὀξάθρην, μητρικῆς ἀπαιτήσας μιαιφο-
νίας δίκας· καὶ τὴν πόλιν ποιησάμενος ὑπὸ τὴν πρό-
νοιαν τὴν αὑτοῦ, καὶ τὰ πολλὰ δὲ λαφυραγωγήσας ὧν
ἡ τυραννὶς ἠθροίκει χρημάτων, ἄδειάν τε δοὺς δημο-
κρατεῖσθαι τοὺς πολίτας, οὗ ἐφίεντο, πρὸς τὴν ἰδίαν
βασιλείαν ἐστέλλετο.
7
Λυσίμαχος δὲ τὴν ἰδίαν ἀρχὴν καταλαβὼν,
δι' ἐπαίνων μὲν τὴν Ἄμαστριν εἶχεν, ἐθαύμαζε δὲ αὐτῆς
τούς τε τρόπους καὶ τὴν ἀρχὴν, πρὸς ὄγκον καὶ μέγεθος
καὶ ἰσχὺν ὡς ἐκρατύνατο, ἐξαίρων μὲν τὴν Ἡράκλειαν,
μέρος δὲ τῶν ἐπαίνων καὶ τὴν Τῖον καὶ τὴν Ἄμαστριν,
ἣν ἐπώνυμον ἤγειρεν ἐκείνη, ποιούμενος. (2) Καὶ
ταῦτα λέγων τὴν Ἀρσινόην ἠρέθιζε δεσπότιν τῶν ἐπαι-
νουμένων γενέσθαι· ἡ δὲ ἐδεῖτο τυχεῖν ὧν ἐπόθει. Καὶ
ὁ Λυσίμαχος σεμνύνων τὸ δῶρον, κατ' ἀρχὰς μὲν οὐ
προσίετο· ἐκλιπαρηθεὶς δὲ χρόνῳ παρέσχεν. Ἦν γὰρ
δεινὴ περιελθεῖν ἡ Ἀρσινόη, καὶ τὸ γῆρας ἤδη Λυσί-
μαχον παρεῖχεν εὐεπιχείρητον. (3) Δεξαμένη δ' οὖν
ἡ Ἀρσινόη τῆς Ἡρακλείας τὴν ἀρχὴν, πέμπει τὸν Κυ-
μαῖον Ἡρακλείδην, ἄνδρα μὲν εὔνουν αὐτῇ, ἀπότομον
δὲ ἄλλως καὶ δεινὸν ἐν βουλευμάτων ἐντρεχείᾳ καὶ
ὀξύτητι· ὁ δὲ τῆς Ἡρακλείας ἐπιβὰς, τά τε ἄλλα σφό-
δρα ἐπιστρόφως τῶν πραγμάτων ἐξηγεῖτο, καὶ πολλοὺς
αἰτίαις ὑποβάλλων τῶν πολιτῶν οὐκ ἐλάττους ἐτιμω-
ρεῖτο, ὡς πάλιν ἀποβαλεῖν αὐτοὺς τὴν μόλις ἐπιφα-
νεῖσαν εὐδαιμονίαν.
8
Ὁ μέντοι Λυσίμαχος περιδρομῇ Ἀρσινόης
τὸν ἄριστον τῶν παίδων καὶ πρεσβύτερον Ἀγαθοκλέα
(ἐκ προτέρων δὲ φὺς ἦν αὐτῷ γάμων) κατ' ἀρχὰς μὲν
λανθάνοντι φαρμάκῳ, ἐκείνου δὲ κατὰ πρόνοιαν ἐξεμε-
θέντος, ἀναιδεστάτῃ διαχειρίζεται γνώμῃ· δεσμωτη-
ρίῳ ἐμβαλὼν κελεύει κατακοπῆναι, ἐπιβουλὴν αὑτῷ
καταψευσάμενος. Ὁ δὲ Πτολεμαῖος, ὃς αὐτόχειρ τοῦ
μιάσματος ἐγεγόνει, ἀδελφὸς ἦν Ἀρσινόης, καὶ ἐπώνυ-
μον διὰ τὴν σκαιότητα καὶ ἀπόνοιαν τὸν κεραυνὸν ἔφε-
ρεν. (2) Ὁ τοίνυν Λυσίμαχος διὰ τὴν παιδοκτονίαν
μῖσός τε δίκαιον παρὰ τῶν ὑπηκόων ἐλάμβανε, καὶ
Σέλευκος ταῦτα πυθόμενος, καὶ ὡς εὐχερὲς εἴη τοῦτον
παραλῦσαι τῆς ἀρχῆς τῶν πόλεων ἀφεσταμένων αὐτοῦ,
μάχην συνάπτει πρὸς αὐτόν. Καὶ πίπτει ἐν τῷ πολέμῳ
Λυσίμαχος παλτῷ βληθείς· ὁ δὲ βαλὼν ἀνὴρ Ἡρα-
κλεώτης ἦν, ὄνομα Μαλάκων, ὑπὸ Σελεύκῳ ταττόμε-
νος. Πεσόντος δὲ, ἡ τούτου ἀρχὴ προσχωρήσασα τῇ
τοῦ Σελεύκου μέρος κατέστη. Ἀλλ' ἐνταῦθα μὲν καὶ
τὸ ιβʹ τῆς Μέμνονος ἱστορίας λήγει.
t9-26
{ΕΚ ΤΟΥ ΙΓʹ ΚΑΙ ΙΔʹ ΒΙΒΛΙΟΥ.}
9
Ἐν δὲ τῷ ιγʹ τοὺς Ἡρακλεώτας λέγει πυθομέ-
νους τὴν ἀναίρεσιν τοῦ Λυσιμάχου καὶ ὡς εἴη ὁ τοῦτον
ἀπεκτονὼς Ἡρακλεώτης, τάς τε γνώμας ἀναρρώννυσθαι
καὶ πρὸς τὸν τῆς ἐλευθερίας ἀνδραγαθίζεσθαι πόθον, ἣν
δʹ καὶ πʹ ἔτεσιν ὑπό τε τῶν ἐμφυλίων τυράννων καὶ μετ'
ἐκείνους ὑπὸ Λυσιμάχου ἀφῄρηντο. (2) Προσῆλθον οὖν
πρότερον Ἡρακλείδῃ, πείθοντες αὐτὸν μὲν ἐκχωρεῖν τῆς
πόλεως, οὐκ ἀπαθῆ κακῶν μόνον ἀλλὰ καὶ λαμπροῖς δώ-
ροις ἐφοδιαζόμενον, ἐφ' ᾧ τὴν ἐλευθερίαν ἐκείνους ἀνα-
λαβεῖν. (3) Ὡς δὲ οὐ μόνον οὐκ ἔπειθον, ἀλλὰ καὶ εἰς
ὀργὴν ἐκπεσόντα εἶδον καί τινας αὐτῶν καὶ τιμωρίαις.
ὑπάγοντα, συνθήκας θέμενοι πρὸς τοὺς φρουράρχους οἱ
πολῖται, αἳ τήν τε ἰσοπολιτείαν αὐτοῖς ἔνεμον καὶ τοὺς
μισθοὺς λαβεῖν ὧν ἐστέρηντο, συλλαμβάνουσι τὸν
Ἡρακλείδην καὶ φυλαττόμενον εἶχον ἐπὶ χρόνον. Ἐκεῖ-
θεν λαμπρὰς ἀδείας λαβόντες τῆς τε ἀκροπόλεως μέχρις
ἐδάφου τὰ τείχη κατέβαλον, καὶ πρὸς Σέλευκον διε-
πρεσβεύοντο, τῆς πόλεως ἐπιμελητὴν προστησάμενοι
Φώκριτον.
10
Ζιποίτης δὲ ὁ Βιθυνῶν ἐπάρχων, ἐχθρῶς ἔχων
Ἡρακλεώταις πρότερον μὲν διὰ Λυσίμαχον, τότε δὲ
διὰ Σέλευκον (διάφορος γὰρ ἦν ἑκατέρῳ), τὴν κατ' αὐ-
τῶν ἐπιδρομὴν, ἔργα κακώσεως ἀποδεικνὺς, ἐποιεῖτο.
Οὐ μὴν οὐδὲ τὸ αὐτοῦ στράτευμα κακῶν ἀπαθεῖς
ἔπραττον ἅπερ ἔπραττον, ἔπασχον δὲ καὶ αὐτοὶ ὧν ἔδρων
οὐ κατὰ πολὺ ἀνεκτότερα.
11
Ἐν τούτῳ δὲ Σέλευκος Ἀφροδίσιον πέμπει
διοικητὴν εἴς τε τὰς ἐν Φρυγίᾳ πόλεις καὶ τὰς ὑπερκει-
μένας τοῦ Πόντου. Ὁ δὲ, διαπραξάμενος ἃ ἐβούλετο
καὶ ἐπανιὼν, τῶν μὲν ἄλλων πόλεων ἐν ἐπαίνοις ἦν,
Ἡρακλεωτῶν δὲ κατηγόρει μὴ εὐνοϊκῶς ἔχειν τοῖς τοῦ
Σελεύκου πράγμασιν. Ὑφ' οὗ Σέλευκος παροξυνθεὶς,
τούς τε πρὸς αὐτὸν ἀφικομένους πρέσβεις ἀπειλητικοῖς
ἐξεφαύλιζε λόγοις καὶ κατέπληττεν, ἑνὸς τοῦ Χαμαι-
λέοντος οὐδὲν ὀρρωδήσαντος τὰς ἀπειλὰς, ἀλλὰ φαμέ-
νου «Ἡρακλῆς κάρρων, Σέλευκε» (κάρρων δὲ ὁ ἰσχυ-
ρότερος παρὰ Δωριεῦσιν). Ὁ δ' οὖν Σέλευκος τὸ μὲν
ῥηθὲν οὐ συνῆκεν, ὀργῆς δ' ὡς εἶχε, καὶ ἀπετρέπετο.
Τοῖς δὲ οὔτε τὸ ἀναχωρεῖν οἴκαδε οὔτε τὸ προσμένειν
λυσιτελὲς ἐδόκει. (2) Ταῦτα δὲ Ἡρακλεῶται πυθόμε-
νοι τά τε ἄλλα παρεσκευάζοντο καὶ συμμάχους ἤθροιζον,
πρός τε Μιθριδάτην τὸν Πόντου βασιλέα διαπρεσβευό-
μενοι καὶ πρὸς Βυζαντίους καὶ Χαλκηδονίους. (3) Οἱ
δὲ περιλειπόμενοι τῶν ἀπὸ Ἡρακλείας φυγάδων, Νύμ-
φιδος, καὶ αὐτοῦ ἑνὸς ὑπάρχοντος τούτων, κάθοδον
βουλεύσαντος αὐτοῖς, καὶ ῥᾳδίαν εἶναι ταύτην ἐπι-
δεικνύντος, εἰ μηδὲν ὧν οἱ πρόγονοι ἀπεστέρηντο αὐτοὶ
φανεῖεν διοχλοῦντες ἀναλήψεσθαι, ἔπεισέν τε σὺν τῷ
ῥᾴστῳ, καὶ τῆς καθόδου ὃν ἐβούλευσε τρόπον γεγενη-
μένης, οἵ τε καταχθέντες καὶ ἡ δεξαμένη πόλις ἐν
ὁμοίαις ἡδοναῖς καὶ εὐφροσύναις ἀνεστρέφοντο, φιλο-
φρόνως τῶν ἐν τῇ πόλει τούτους δεξιωσαμένων, καὶ μη-
δὲν τῶν εἰς αὐτάρκειαν αὐτοῖς συντελούντων παραλε-
λοιπότων. Καὶ οἱ Ἡρακλεῶται τὸν εἰρημένον τρόπον
τῆς παλαιᾶς εὐγενείας τε καὶ πολιτείας ἐπελαμβάνοντο.
12
Σέλευκος δὲ τοῖς κατωρθωμένοις κατὰ Λυσι-
μάχου ἐπαρθεὶς, εἰς τὴν Μακεδονίαν διαβαίνειν ὥρμητο,
πόθον ἔχων τῆς πατρίδος, ἐξ ἧς σὺν Ἀλεξάνδρῳ ἐστρα-
τεύετο, κἀκεῖ τοῦ βίου τὸ λεῖπον διανῦσαι, γηραιὸς
ἤδη ὢν, διανοούμενος, τὴν δὲ Ἀσίαν Ἀντιόχῳ παρα-
θέσθαι τῷ παιδί. (2) Πτολεμαῖος δὲ ὁ Κεραυνὸς, τῶν
Λυσιμάχου πραγμάτων ὑπὸ Σελεύκῳ γεγενημένων,
καὶ αὐτὸς ὑπ' αὐτὸν ἐτέλει, οὐχ ὡς αἰχμάλωτος πα-
ρορώμενος, ἀλλ' οἷα δὴ παῖς βασιλέως τιμῆς τε καὶ
προνοίας ἀξιούμενος, οὐ μὴν ἀλλὰ καὶ ὑποσχέσεσι
λαμπρυνόμενος, ἃς αὐτῷ Σέλευκος προὔτεινεν, εἰ τε-
λευτήσειεν ὁ γεινάμενος, [αὐτὸν εἰς] τὴν Αἴγυπτον,
πατρῴαν οὖσαν ἀρχὴν, καταγαγεῖν. (3) Ἀλλ' ὁ μὲν
τοιαύτης κηδεμονίας ἠξίωτο· κακὸν δὲ ἄρα αἱ εὐεργε-
σίαι οὐκ ἐβελτίουν. Ἐπιβουλὴν γὰρ συστήσας, προσ-
πεσὼν τὸν εὐεργέτην ἀναιρεῖ, καὶ ἵππου ἐπιβὰς πρὸς
Λυσιμαχίαν φεύγει, ἐν ᾗ διάδημα περιθέμενος μετὰ
λαμπρᾶς δορυφορίας κατέβαινεν εἰς τὸ στράτευμα,
δεχομένων αὐτὸν ὑπὸ τῆς ἀνάγκης, καὶ βασιλέα κα-
λούντων, οἳ πρότερον Σελεύκῳ ὑπήκουον.
13
Ἀντίγονος δὲ ὁ Δημητρίου τὰ συνενεχθέντα
μαθὼν ἐπὶ Μακεδονίαν διαβαίνειν ἐπεχείρει πεζῷ καὶ
νηΐτῃ στρατεύματι, προφθάσαι σπεύδων τὸν Πτολε-
μαῖον. Ὁ δὲ Πτολεμαῖος τὰς Λυσιμάχου νῆας ἔχων
ἀπήντα καὶ ἀντιπαρετάττετο. (2) Ἦσαν δ' ἐν αὐταῖς
ἄλλαι τε καὶ τῆς Ἡρακλείας αἱ μετάπεμπτοι, ἑξήρεις
τε καὶ πεντήρεις καὶ ἄφρακτοι, καὶ ὀκτήρης μία
ἡ λεοντοφόρος καλουμένη, μεγέθους ἕνεκα καὶ κάλλους
ἥκουσα εἰς θαῦμα· ἐν ταύτῃ γὰρ ἑκατὸν μὲν ἄνδρες
ἕκαστον στοῖχον ἤρεττον, ὡς ὀκτακοσίους ἐκ θατέρου
μέρους γενέσθαι, ἐξ ἑκατέρων δὲ χιλίους καὶ ἑξακο-
σίους, οἱ δὲ ἀπὸ τῶν καταστρωμάτων μαχησόμενοι
χίλιοι καὶ διακόσιοι, καὶ κυβερνῆται δύο. (3) Τῆς
οὖν συμβολῆς γενομένης, κρατεῖ Πτολεμαῖος τὸ ναυτι-
κὸν τρεψάμενος τοῦ Ἀντιγόνου, ἀνδρειότερον τῶν ἄλλων
ἀγωνισαμένων αἳ ἦσαν ἐξ Ἡρακλεώτιδος· αὐτῶν δὲ τῶν
Ἡρακλεωτίδων τὸ ἐξαίρετον ἔφερεν ἡ λεοντοφόρος
ὀκτήρης. Οὕτω κακῶς Ἀντίγονος τῷ στόλῳ πράξας,
εἰς τὴν Βοιωτίαν ἀνεχώρησε. Πτολεμαῖος δὲ ἐπὶ Μα-
κεδονίαν διέβη, καὶ βεβαίως ἔσχε τὴν ἀρχήν.
14
Αὐτίκα γοῦν τὴν οἰκείαν μᾶλλον ἐκφαίνων
σκαιότητα, Ἀρσινόην μὲν, ὡς πάτριον τοῦτο τοῖς
Αἰγυπτίοις, τὴν ἀδελφὴν γαμεῖ, τοὺς ἐκ Λυσιμάχου
δὲ παῖδας αὐτῇ γεγεννημένους ἀναιρεῖ. Μεθ' οὓς κἀ-
κείνην τῆς βασιλείας ἐξεκήρυξε. Καὶ πολλὰ καὶ παρά-
νομα ἐν δυσὶ διαπραξάμενος ἔτεσι, Γαλατικοῦ μέρους
τῆς πατρίδος μεταναστάντος διὰ λιμὸν, καὶ Μακεδονίαν
καταλαβόντων καὶ εἰς μάχην αὐτῷ συναψάντων, ἀξίως
τῆς ὠμότητος καταστρέφει τὸν βίον, διασπαραχθεὶς
ὑπὸ τῶν Γαλατῶν· ζῶν γὰρ ἐλήφθη, τοῦ ἐλέφαντος,
ἐν ᾧ ὠχεῖτο, τρωθέντος καὶ καταβαλόντος αὐτόν. Ἀντί-
γονος δὲ ὁ Δημητρίου, [ὁ] ἡττηθεὶς τῷ ναυτικῷ,
Πτολεμαίου ἀνῃρημένου, τὴν Μακεδόνων λαμβάνει
ἀρχήν.
15
Ὁ δὲ Σελεύκου Ἀντίοχος πολλοῖς πολέμοις, εἰ
καὶ μόλις καὶ οὐδὲ πᾶσαν, ὅμως ἀνασωσάμενος τὴν
πατρῴαν ἀρχὴν, πέμπει στρατηγὸν Πατροκλέα σὺν
ἐκστρατεύματι εἰς τὴν ἐπιτάδε τοῦ Ταύρου. Ὁ δὲ
Ἑρμογένην προσαιρεῖται τὸ γένος Ἀσπένδιον, ὃς ἐπί τε
πόλεις ἄλλας καὶ ἐπὶ τὴν Ἡράκλειαν ὥρμητο εἰσβα-
λεῖν. Τῶν δὲ Ἡρακλεωτῶν πρὸς αὐτὸν διαπρεσβευσα-
μένων, τῆς χώρας ἀναχωρεῖ καὶ φιλίαν συντίθεται ἐπὶ
τὴν Βιθυνίαν διὰ τῆς Φρυγίας τραπόμενος. Ἐνεδρευ-
θεὶς δὲ ὑπὸ τῶν Βιθυνῶν, διεφθάρη τε αὐτὸς καὶ ἡ σὺν
αὐτῷ στρατιὰ, ἀνδρὸς ἔργα τὸ καθ' ἑαυτὸν εἰς πολε-
μίους ἀποδειξάμενος.
16
Διὰ ταῦτα δὴ ἐπιστρατεύειν ἐγνωκότος Ἀντιό-
χου κατὰ Βιθυνῶν, ὁ τούτων βασιλεὺς Νικομήδης
διαπρεσβεύεται πρὸς Ἡράκλειαν συμμαχίαν αἰτῶν,
καὶ τυγχάνει τῆς σπουδῆς, ἐν ὁμοίοις καιροῖς καὶ χρείαις
τὴν ἀμοιβὴν ὑποσχόμενος. Ἐν τούτῳ δὲ Ἡρακλεῶται
τήν τε Κίερον καὶ τὴν Τῖον ἀνεσώσαντο καὶ τὴν Θυνίδα
γῆν, πολλὰ τῶν χρημάτων δαπανήσαντες· τὴν δὲ
Ἄμαστριν (ἦν γὰρ καὶ αὐτὴ μετὰ τῶν ἄλλων ἀφῃρη-
μένη) καὶ πολέμῳ καὶ χρήμασι βουληθέντες τέως ἀνα-
λαβεῖν αὐτὴν οὐ κατώρθωσαν, τοῦ κατέχοντος αὐτὴν
Εὐμένους Ἀριοβαρζάνῃ τῷ Μιθριδάτου παιδὶ προῖκα
μᾶλλον παραδοῦναι ταύτην ἢ παρέχουσι χρήματα τοῖς
Ἡρακλεώταις διὰ τὸ τῆς ὀργῆς ὑπαχθέντος ἀλόγιστον.
17
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐκδέχεται τοὺς
Ἡρακλεώτας ὁ πρὸς Ζιποίτην τὸν Βιθυνὸν πόλεμος,
ὃς τῆς Θυνιακῆς ἐπῆρχεν Θρᾴκης. Ἐν ᾧ πολέμῳ
πολλοὶ τῶν Ἡρακλεωτῶν γενναίως ἀνδρισάμενοι κατε-
κόπησαν. Καὶ νικᾷ μὲν κατὰ κράτος ὁ Ζιποίτης,
συμμαχίδος δὲ δυνάμεως τοῖς Ἡρακλεώταις ἐπελθού-
σης, φυγῇ τὴν νίκην καταισχύνει· οἱ δὲ ἡττημένοι
τοὺς σφετέρους νεκροὺς ἀδεῶς ἀναλαβόντες καὶ καύσαν-
τες, εἶτα καὶ πάντων κύριοι, περὶ ὧν ἦν ὁ πόλεμος,
καταστάντες, καὶ τὰ ὀστᾶ τῶν ἀνῃρημένων ἀνακομί-
σαντες εἰς τὴν πόλιν, ἐπιφανῶς ἐν τῷ τῶν ἀριστέων
ἔθαψαν μνήματι.
18
Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀντιόχῳ τῷ
Σελεύκου καὶ Ἀντιγόνῳ τῷ Δημητρίου, μεγάλων ἑκα-
τέρωθεν στρατευμάτων ἀντιπαραταττομένων, κινεῖται
ὁ πόλεμος καὶ χρόνον συχνὸν κατέτριψε· συνεμάχει δὲ
τῷ μὲν ὁ τῆς Βιθυνίας βασιλεὺς Νικομήδης, Ἀντιόχῳ
δὲ πολλοὶ ἕτεροι. Οὔπω δὲ συρραγεὶς Ἀντίοχος Ἀντι-
γόνῳ, τὸν πρὸς Νικομήδην χειρίζεται πόλεμον· ὁ δὲ
Νικομήδης ἀλλαχόθεν τε δυνάμεις ἀθροίζει, καὶ συμ-
μαχεῖν πρὸς Ἡρακλεώτας διαπρεσβευσάμενος, τριήρεις
τρισκαίδεκα συμμάχους λαμβάνει, καὶ λοιπὸν ἀντικα-
θίσταται τῷ τοῦ Ἀντιόχου στόλῳ. Ἐπὶ χρόνον δέ τινα
ἀντικαταστάντες ἀλλήλοις, οὐδέτεροι μάχης ἦρξαν,
ἀλλ' ἄπρακτοι διελύθησαν.
19
Ἐπεὶ δὲ Γαλάται πρὸς τὸ Βυζάντιον ἧκον καὶ
τὴν πλείστην αὐτῆς ἐδῄωσαν, τῷ πολέμῳ ταπεινωθέν-
τες οἱ ἐν Βυζαντίῳ πέμπουσι πρὸς τοὺς συμμάχους δεό-
μενοι ὠφελείας. Καὶ παρέσχον μὲν πάντες ὡς εἶχον
ἰσχύος, παρέσχον δὲ καὶ οἱ τῆς Ἡρακλείας (τοσοῦτον
γὰρ ἡ πρεσβεία ᾔτει) χρυσοῦς τετρακισχιλίους. (2) Μετ'
οὐ πολὺ δὲ Νικομήδης τοὺς Γαλάτας, οἷς ἡ καταδρομὴ
τῶν Βυζαντίων ἐγεγένητο, πολλάκις μὲν ἐπιχειρήσαντας
[εἰς] τὴν Ἀσίαν περαιωθῆναι, τοσαυτάκις δὲ ἀποτυχόν-
τας, οὐκ ἀνεχομένων τὴν πρᾶξιν Βυζαντίων, ἐπὶ συνθή-
καις ὅμως παρασκευάζει περαιωθῆναι. Αἱ δὲ συνθῆκαι·
Νικομήδει μὲν καὶ τοῖς ἐκγόνοις ἀεὶ φίλα φρονεῖν τοὺς
βαρβάρους, καὶ τῆς γνώμης τοῦ Νικομήδους χωρὶς μη-
δενὶ συμμαχεῖν τῶν πρὸς αὐτοὺς διαπρεσβευομένων,
ἀλλ' εἶναι φίλους μὲν τοῖς φίλοις, πολεμίους δὲ τοῖς οὐ
φιλοῦσι, συμμαχεῖν δὲ καὶ Βυζαντίοις, εἴ που δεήσοι,
καὶ Τιανοῖς δὲ καὶ Ἡρακλεώταις καὶ Καλχηδονίοις καὶ
Κιερανοῖς καί τισιν ἑτέροις ἐθνῶν ἄρχουσιν. (3) Ἐπὶ
ταύταις μὲν ταῖς συνθήκαις Νικομήδης τὸ Γαλατικὸν
πλῆθος εἰς Ἀσίαν διαβιβάζει· ὧν περιφανεῖς μὲν ἐπὶ τῷ
ἄρχειν ἑπτακαίδεκα τὸν ἀριθμὸν ἦσαν, οἱ δὲ καὶ αὐτῶν
τούτων προκεκριμένοι καὶ κορυφαῖοι Λεωννώριος ἤστην
καὶ Λουτούριος. (4) Αὕτη τοίνυν τῶν Γαλατῶν ἡ ἐπὶ τὴν
Ἀσίαν διάβασις κατ' ἀρχὰς μὲν ἐπὶ κακῷ τῶν οἰκητό-
ρων προελθεῖν ἐνομίσθη, τὸ δὲ τέλος ἔδειξεν ἀποκριθὲν
πρὸς τὸ συμφέρον. Τῶν γὰρ βασιλέων τὴν τῶν πόλεων δη-
μοκρατίαν ἀφελεῖν σπουδαζόντων, αὐτοὶ μᾶλλον ταύτην
ἐβεβαίουν, ἀντικαθιστάμενοι τοῖς ἐπιτιθεμένοις. (5) Νι-
κομήδης δὲ κατὰ Βιθυνῶν πρῶτον, συμμαχούντων αὐτῷ
καὶ τῶν ἐξ Ἡρακλείας, τοὺς βαρβάρους ἐξοπλίσας, τῆς
τε χώρας ἐκράτησε καὶ τοὺς ἐνοικοῦντας κατέκοψε, τὴν
ἄλλην λείαν τῶν Γαλατῶν ἑαυτοῖς διανειμαμένων. Οὗ-
τοι δὲ πολλὴν ἐπελθόντες χώραν αὖθις ἀνεχώρησαν,
καὶ τῆς αἱρεθείσης αὐτοῖς ἀπετέμοντο τὴν νῦν Γαλα-
τίαν καλουμένην, εἰς τρεῖς μοίρας ταύτην διανείμαντες,
καὶ τοὺς μὲν Τρωγμοὺς ὀνομάσαντες, τοὺς δὲ Τολοστο-
βογίους, τοὺς δὲ Τεκτόσαγας. Ἐδείμαντο δὲ πόλεις,
Τρωγμοὶ μὲν Ἄγκυραν, Τολοστοβόγιοι δὲ Ταβίαν, Τε-
κτόσαγες δὲ Πισινοῦντα.
20
Ὁ δὲ Νικομήδης εἰς λαμπρὰν εὐδαιμονίαν ἀρ-
θεὶς, πόλιν ἑαυτῷ ὁμώνυμον ἀνεγείρει ἀντικρὺ Ἀστα-
κοῦ. Τὴν Ἀστακὸν δὲ Μεγαρέων ᾤκησαν ἄποικοι,
Ὀλυμπιάδος ἱσταμένης ιζʹ, Ἀστακὸν ἐπίκλησιν κατὰ
χρησμὸν θέμενοι ἀπό τινος τῶν λεγομένων Σπαρτῶν
καὶ Γηγενῶν τῶν ἀπογόνων τῶν ἐν Θήβαις, Ἀστακοῦ
τὴν κλῆσιν, ἀνδρὸς γενναίου καὶ μεγαλόφρονος. Αὕτη
πολλὰς ἐπιθέσεις παρά τε τῶν ὁμορούντων ὑποστᾶσα,
καὶ πολέμοις πολλάκις ἐντρυχωθεῖσα, Ἀθηναίων αὐτὴν
μετὰ Μεγαρέας ἐπῳκηκότων, ἔληξέ τε τῶν συμφορῶν
καὶ ἐπὶ μέγα δόξης καὶ ἰσχύος ἐγένετο, Δυδαλσοῦ τηνι-
καῦτα τὴν Βιθυνῶν ἀρχὴν ἔχοντος. (2) Οὗ τελευτήσαν-
τος ἄρχει Βοτείρας, ζήσας Ϛʹ καὶ οʹ ἔτη. Τοῦτον δια-
δέχεται Βᾶς ὁ υἱὸς, ὃς καὶ Κάλαν τὸν Ἀλεξάνδρου
στρατηγὸν, καίτοι γε λίαν παρεσκευασμένον πρὸς τὴν
μάχην, κατηγωνίσατο, καὶ τῆς Βιθυνίας παρεσκεύασε
τοὺς Μακεδόνας ἀποσχέσθαι. Τούτου βίος μὲν ἐγεγόνει
ἐτῶν αʹ καὶ οʹ, ὧν ἐβασίλευσε νʹ. (3) Οὗ παῖς τῆς ἀρχῆς
διάδοχος, Ζιποίτης, λαμπρὸς ἐν πολέμοις γεγονὼς, καὶ
τοὺς Λυσιμάχου στρατηγοὺς τὸν μὲν ἀνελὼν, τὸν δὲ
ἐπὶ μήκιστον τῆς οἰκείας ἀπελάσας ἀρχῆς, ἀλλὰ καὶ
αὐτοῦ Λυσιμάχου, εἶτα καὶ Ἀντιόχου τοῦ παιδὸς Σε-
λεύκου ἐπικρατέστερος γεγονὼς, τοῦ τε τῆς Ἀσίας βα-
σιλεύοντος καὶ τοῦ Μακεδόνων, κτίζει πόλιν ὑπὸ τῷ
Λυπερῷ ὄρει, τῇ αὑτοῦ κλήσει ἐπώνυμον. Οὗτος βιοὺς
μὲν ἔτη ἓξ καὶ ἑβδομήκοντα, κρατήσας δὲ τῆς ἀρχῆς
ὀκτὼ καὶ τεσσαράκοντα, καταλείπει παῖδας τέσσαρας.
Τοῦτον ὁ πρεσβύτερος τῶν παίδων Νικομήδης διαδέ-
χεται, τοῖς ἀδελφοῖς οὐκ ἀδελφὸς ἀλλὰ δήμιος γεγονώς.
Ἐκρατύνατο μέντοι καὶ οὗτος τὴν Βιθυνῶν ἀρχὴν, μά-
λιστά γε τοὺς Γαλάτας ἐπὶ τὴν Ἀσίαν διαπεραιωθῆναι
συναράμενος· καὶ πόλιν, ὡς προείρηται, τὴν αὑτοῦ
προσηγορίαν ἀνέστησε φέρουσαν.
21
Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ πόλεμος ἀνερ-
ράγη Βυζαντίοις πρὸς Καλατιανοὺς (ἄποικοι δὲ οὗτοι
Ἡρακλεωτῶν ἦσαν) καὶ πρὸς Ἰστριανοὺς περὶ Τόμεως
τοῦ ἐμπορίου, ὃ τοῖς Καλατιανοῖς ὅμορον ἦν, μονοπώ-
λιον τοῦτο διανοουμένων κατασκευάσαι τῶν Καλατια-
νῶν. Διεπρεσβεύοντο οὖν πρὸς Ἡρακλεώτας ἐπὶ συμ-
μαχίᾳ ἑκάτεροι· οἱ δὲ πολεμικὴν μὲν ῥοπὴν οὐδετέρῳ
ἔνεμον μέρει, διαλλακτηρίους δὲ ἄνδρας ἑκατέροις
ἀπέστελλον, κἂν ἄπρακτος αὐτῶν ἡ σπουδὴ τότε γέγονε.
Πολλὰ δὲ οἱ τῆς Καλατίδος ὑπὸ τῶν πολεμίων παθόντες
ὕστερον εἰς διαλύσεις ἦλθον, ἀπὸ ταύτης τῆς συμφορᾶς
οὐκέτι σχεδὸν ἀναλαβεῖν αὑτοὺς δυνηθέντες.
22
Οὐ πολλοῦ δὲ πάνυ ῥυέντος χρόνου, ὁ τῶν
Βιθυνῶν βασιλεὺς Νικομήδης, ἐπεὶ ὁ μὲν ἐκ προτέρων
αὐτῷ γάμων γεγονὼς παῖς Ζηΐλας φυγὰς ἦν πρὸς τὸν
Ἀρμενίων βασιλέα, ταῖς τῆς μητρυιᾶς Ἐταζέτας μη-
χαναῖς ἐλαθεὶς, οἱ δὲ ἐκ ταύτης αὐτῷ γεγονότες ἐνη-
πίαζον, πρὸς τῷ τελευτᾶν γεγονὼς κληρονόμους μὲν
τοὺς ἐκ τῆς δευτέρας γυναικὸς γράφει παῖδας, ἐπιτρό-
πους δὲ Πτολεμαῖον καὶ Ἀντίγονον καὶ τὸν δῆμον τῶν
Βυζαντίων καὶ δὴ καὶ Ἡρακλεωτῶν καὶ τὸν τῶν Κια-
νῶν ἐφίστησιν. (2) Ὁ μέντοι Ζηΐλας μετὰ δυνάμεως,
ἣν αὐτῷ τῶν Γαλατῶν οἱ Τολοστοβόγιοι θάρσους ἐπλή-
ρουν, ἐπὶ τὴν βασιλείαν κατῄει. Βιθυνοὶ δὲ τὴν ἀρχὴν
σώζειν τοῖς νηπίοις σπουδάζοντες τὴν μὲν τούτων μη-
τέρα ἀδελφῷ συνοικίζουσι τῷ Νικομήδους, αὐτοὶ δὲ
στράτευμα παρὰ τῶν εἰρημένων ἐπιτρόπων λαβόντες
ὑπέμενον τὸν Ζηΐλαν· συχναῖς δὲ μάχαις καὶ μεταβο-
λαῖς ἑκάτεροι ἀποχρησάμενοι, τὸ τελευταῖον κατέστησαν
εἰς διαλύσεις, Ἡρακλεωτῶν ἐν ταῖς μάχαις ἀριστευόν-
των, κἀν ταῖς συμβάσεσι τὸ συμφέρον καταπραττόντων.
Διὸ Γαλάται ὡς ἐχθρὰν τὴν Ἡράκλειαν κατέδραμον
ἕως Κάλλητος ποταμοῦ, καὶ πολλῆς κύριοι γεγονότες
λείας οἴκαδε ἀνεχώρησαν.
23
Βυζαντίους δὲ Ἀντιόχου πολεμοῦντος, τριή-
ρεσι συνεμάχησαν τεσσαράκοντα οἱ Ἡρακλεῶται, καὶ
τὸν πόλεμον παρεσκεύασαν μέχρις ἀπειλῶν προκό-
ψαι.
24
Συνέβη δὲ μετ' οὐ πολὺ ἐξ ἀνθρώπων Ἀριο-
βαρζάνην γενέσθαι, παῖδα Μιθριδάτην καταλιπόντα,
καὶ ἐν διαφορᾷ πρὸς τοὺς Γαλάτας γεγονότα. Δι' ἣν
αἰτίαν καταφρονήσαντες τοῦ παιδὸς οὗτοι, τὴν αὐτοῦ
βασιλείαν ἐσίνοντο. Καὶ ἀπορίας αὐτοὺς καταλαβούσης,
ἀνελάμβανον οἱ ἀπὸ τῆς Ἡρακλείας, σῖτον εἰς Ἀμισὸν
πέμποντες, ἐξ ἧς ῥᾷον ἦν τοὺς τοῦ Μιθριδάτου σιτη-
γεῖν ἑαυτοῖς καὶ ἐξακεῖσθαι τὴν ἔνδειαν. Διὰ ταῦτα
πάλιν οἱ Γαλάται εἰς τὴν Ἡρακλεῶτιν ἔπεμψαν στρά-
τευμα, καὶ ταύτην κατέτρεχον, μέχρις ἂν οἱ Ἡρακλε-
ῶται διεπρεσβεύσαντο πρὸς αὐτούς. Νύμφις δὲ ἦν
ὁ ἱστορικὸς ὁ κορυφαῖος τῶν πρέσβεων, ὃς τὸν μὲν
στρατὸν ἐν τῷ κοινῷ χρυσοῖς πεντακισχιλίοις, τοὺς δὲ
ἡγεμόνας ἰδίᾳ διακοσίοις ὑποθεραπεύσας, τῆς χώρας
ἀπαναστῆναι παρεσκεύασεν.
25
Πτολεμαῖος δὲ ὁ τῆς Αἰγύπτου βασιλεὺς,
εἰς ἄκρον εὐδαιμονίας ἀναβὰς, λαμπροτάταις μὲν δω-
ρεαῖς εὐεργετεῖν τὰς πόλεις προήγετο· ἔπεμψε δὲ καὶ
τοῖς Ἡρακλεώταις ἀρτάβας πυροῦ πεντακοσίας, καὶ
νεὼν αὐτοῖς Προκοννησίας πέτρας ἐν τῇ ἀκροπόλει
Ἡρακλέους ἀνεδείματο.
(2). Μέχρι τούτου φθάσας ὁ συγγραφεὺς εἰς τὴν τῶν
Ῥωμαίων ἐπικράτειαν τὴν ἐκβολὴν ποιεῖται· ὅθεν τε
γένους ἔφυσαν, καὶ τίνα τρόπον τῆς Ἰταλίας ἐνταῦθα
κατῴκησαν, ὅσα τε εἰς τὴν τῆς Ῥώμης κτίσιν προὔλαβέ
τε καὶ ἐπράχθη, καὶ τῶν ἐπαρξάντων αὐτῶν ἐπιτρέ-
χων, καὶ πρὸς οὓς πολέμοις διηγωνίσαντο, καὶ τήν τε
τῶν βασιλέων κατάστασιν, καὶ τὴν εἰς ὑπάτους τῆς
μοναρχίας μεταβολὴν, ὅπως τε ὑπὸ Γαλατῶν Ῥωμαῖοι
ἡττήθησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ Κάμιλλος ἐπι-
βοηθήσας τὴν πόλιν ἐρρύσατο· (3) ὅπως τε ἐπὶ τὴν
Ἀσίαν Ἀλεξάνδρῳ διαβαίνοντι καὶ γράψαντι ἢ κρατεῖν,
ἐὰν ἄρχειν δύνωνται, ἢ τοῖς κρείττοσιν ὑπείκειν, στέ-
φανον χρυσοῦν ἀπὸ ἱκανῶν ταλάντων Ῥωμαῖοι ἐξέπεμ-
ψαν· καὶ ὡς πρὸς Ταραντίνους καὶ Πύρρον συμμα-
χοῦντα τούτοις ἐπολέμησαν, καὶ τὰ μὲν παθόντες τὰ δὲ
κακῶς τοὺς πολεμίους διαθέμενοι Ταραντίνους μὲν ὑπη-
γάγοντο, Πύρρον δὲ τῶν τῆς Ἰταλίας ἀπήλασαν· (4) ὅσα
τε πρὸς Καρχηδονίους καὶ Ἀννίβαν Ῥωμαίοις ἐπράχθη,
καὶ ὅσα πρὸς Ἴβηρας ἄλλοις τε καὶ Σκιπίωνι κατωρ-
θώθη, καὶ ὡς παρὰ τῶν Ἰβήρων βασιλεὺς ψηφισθεὶς
οὐκ ἐδέξατο· ὅπως δὲ καταπολεμηθεὶς ἔφυγεν Ἀννίβας·
καὶ ὡς πέραν τοῦ Ἰονίου Ῥωμαῖοι διέβησαν· καὶ ὡς
Περσεὺς ὁ Φιλίππου τὴν Μακεδόνων ἀρχὴν ἐκδεξάμε-
νος, καὶ τὰς συνθήκας τὰς πρὸς τὸν αὐτοῦ πατέρα Ῥω-
μαίοις γεγενημένας νεότητι κινῶν κατεπολεμήθη, Παύ-
λου τὸ κατ' αὐτὸν ἀναστήσαντος τρόπαιον· ὅπως τε
(πρὸς) Ἀντίοχον τὸν Συρίας καὶ Κομμαγηνῆς καὶ Ἰου-
δαίας βασιλέα δυσὶ μάχαις νικήσαντες τῆς Εὐρώπης
ἐξέβαλλον. Τὰ μὲν οὖν περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς μέχρι
τοῦδε δίεισιν ὁ συγγραφεύς.
26
Ἀναλαβὼν δὲ γράφει, ὅπως Ἡρακλεῶται
διαπρεσβευσάμενοι πρὸς τοὺς τῶν Ῥωμαίων στρατη-
γοὺς ἐπὶ τὴν Ἀσίαν διαβεβηκότας, ἀσμένως τε ἀπεδέ-
χθησαν καὶ ἐπιστολῆς φιλοφρονούμενοι ἔτυχον, Ποπλίου
Αἰμυλίου ταύτην ἀποστείλαντος, ἐν ᾗ φιλίαν τε πρὸς
αὐτοὺς τῆς συγκλήτου βουλῆς ὑπισχνεῖτο καὶ τὰ ἄλλα
προνοίας τε καὶ ἐπιμελείας, ἐπειδάν τινος αὐτῶν
δέοιντο, μηδεμιᾶς ὑστερεῖσθαι. Ὕστερον δὲ καὶ πρὸς
Κορνήλιον Σκιπίωνα τὸν τὴν Λιβύην Ῥωμαίοις κτη-
σάμενον διαπέμπουσι πρεσβείαν, τὴν ὡμολογημένην
φιλίαν ἐπικυροῦντες. (2) Μετὰ ταῦτα δὲ πάλιν πρὸς
τὸν αὐτὸν διαπρεσβεύονται, διαλλάττειν πρὸς Ῥωμαίους
ἀξιοῦντες τὸν βασιλέα Ἀντίοχον· καὶ ψήφισμα πρὸς
αὐτὸν ἔγραψαν, παραινοῦντες αὐτὸν τὴν πρὸς Ῥω-
μαίους διαλύσασθαι ἔχθραν. Ὁ δὲ Κορνήλιος Σκιπίων
ἀντεπιστέλλων τοῖς Ἡρακλεώταις, ἐπιγράφει οὕτως·
«Σκιπίων στρατηγὸς ἀνθύπατος Ῥωμαίων, Ἡρα-
κλεωτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν·» ἐν ταύτῃ
τήν τε πρὸς αὐτοὺς εὔνοιαν ἐπιβεβαιῶν, καὶ ὡς δια-
λύσαιντο Ῥωμαῖοι τὴν πρὸς Ἀντίοχον μάχην. Τὰ αὐτὰ
δὲ Λευκίῳ Πόπλιος Κορνήλιος Σκιπίων ὁ ἀδελφὸς καὶ
στρατηγὸς τοῦ ναυτικοῦ τοῖς Ἡρακλεώταις διαπρε-
σβευσαμένοις ἀντέγραψε. (3) Μετ' οὐ πολὺ δὲ πάλιν
εἰς μάχην Ἀντίοχος Ῥωμαίοις κατέστη, καὶ ἀνὰ κρά-
τος ἡττηθεὶς ἐπὶ συνθήκαις διελύσατο τὴν ἔχθραν, αἳ
καὶ τῆς Ἀσίας αὐτὸν ἁπάσης ἀπεῖργον, καὶ τοὺς ἐλέ-
φαντας καὶ τῶν νηῶν συναφῃροῦντο τὸν στόλον, τῆς
Κομμαγηνῆς αὐτῷ καὶ τῆς Ἰουδαίας εἰς ἀρχὴν ὑπο-
λειπομένων. (4) Ἡ δὲ τῶν Ἡρακλεωτῶν πόλις πρὸς
τοὺς ἐκπεμπομένους παρὰ τῶν Ῥωμαίων τῶν στρατη-
γῶν διαδόχους τὰ αὐτά τε διεπρεσβεύετο, καὶ ταῖς
ὁμοίαις ἀντεδεξιοῦτο εὐνοίαις καὶ φιλοφρονήσεσι, καὶ
τέλος συνθῆκαι προῆλθον Ῥωμαίοις τε καὶ Ἡρακλεώ-
ταις, μὴ φίλους εἶναι μόνον ἀλλὰ καὶ συμμάχους ἀλ-
λήλοις, καθ' ὧν τε καὶ ὑπὲρ ὧν δεηθεῖεν ἑκάτεροι.
Καὶ χαλκοῖ πίνακες δύο τὰς ὁμολογίας ἴσας καὶ ὁμοίας
ἔφερον· ὧν ὁ μὲν παρὰ Ῥωμαίοις ἐν τῷ κατὰ τὸ Κα-
πητώλιον ἱερῷ τοῦ Διὸς καθηλώθη, ὁ δὲ κατὰ τὴν Ἡρά-
κλειαν, καὶ αὐτὸς ἐν τῷ τοῦ Διὸς ἱερῷ.
t27-46
{ΕΚ ΤΟΥ ΙΕʹ ΒΙΒΛΙΟΥ.}
27
Ταῦτα διεξελθὼν ὁ συγγραφεὺς κατὰ τὸ
ιγʹ καὶ ιδʹ τῆς ἱστορίας εἰς τὴν ιεʹ εἰσβαλὼν, διηγεῖται,
ὅπως Προυσίας ὁ Βιθυνῶν βασιλεὺς, δραστήριος ὢν
καὶ πολλὰ πράξας, μετὰ τῶν ἄλλων καὶ Κίερον πόλιν
Ἡρακλεωτῶν οὖσαν ὑφ' ἑαυτὸν ἔθετο τῷ πολέμῳ, ἀντὶ
Κιέρου Προυσιάδα καλέσας. Εἷλε δὲ καὶ τὴν Τῖον
καὶ αὐτὴν ὑπήκοον αὐτοῖς οὖσαν, ὥστε ἐκ θαλάσσης
εἰς θάλασσαν τὴν Ἡράκλειαν περιγράψαι. (2) Ἐφ'
αἷς κἀκείνην κραταιῶς ἐπολιόρκει, καὶ πολλοὺς μὲν
τῶν πολιορκουμένων ἀπέκτεινεν, ἐγγὺς δ' ἂν καὶ ἡ πό-
λις τοῦ ἁλῶναι κατέστη, εἰ μὴ ἐπὶ τῆς κλίμακος ἀνα-
βαίνων Προυσίας, λίθῳ βαλόντος ἑνὸς τῶν ἀπὸ τῆς
ἐπάλξεως, συνετρίβη τὸ σκέλος, καὶ τὴν πολιορκίαν τὸ
πάθος διέλυσε. Φοράδην γὰρ ὁ βληθεὶς, οὐκ ἄνευ
ἀγῶνος, ὑπὸ τῶν Βιθυνῶν ἀνακομισθεὶς εἰς τὰ οἰκεῖα
ἀνέστρεψε, κἀκεῖ βιοὺς ἔτη οὐ πολλὰ, καὶ χωλὸς καὶ
ὢν καὶ καλούμενος, τὸν βίον κατέστρεψεν.
28
Οἱ δὲ ὑπὲρ τὸν Πόντον Γαλάται, οὔπω
τῶν Ῥωμαίων εἰς τὴν Ἀσίαν διαβεβηκότων, πόθον
ἔχοντες πεῖραν λαβεῖν τῆς θαλάσσης προελεῖν ἐπεχεί-
ρουν τὴν Ἡράκλειαν, καὶ οὐ χαλεπὸν ἐνόμιζον· πολὺ
γὰρ τῆς παλαιᾶς ῥώμης ὑφεῖτο καὶ πρὸς τὸ καταφρο-
νούμενον ὑπέρρει. Στρατεύουσι δὴ κατ' αὐτῆς ἁπάσαις
ταῖς δυνάμεσιν, οὐδ' αὐτῆς συμμάχων ἀμελούσης, ἀλλ'
εἰς ὅσα παρεῖχεν ὁ καιρὸς, παρασκευαζομένης. (2) Ἐπο-
λιορκεῖτο μὲν οὖν αὕτη, καὶ χρόνος ἐτρίβετο, ὃς τοὺς
Γαλάτας εἰς ἔνδειαν τῶν ἀναγκαίων συνήλαυνε· θυμῷ
γὰρ καὶ οὐ παρασκευῇ τῇ δεούσῃ Γαλάτης ἀνὴρ τὸν πό-
λεμον διαφέρειν οἶδε. Πρὸς οὖν συλλογὴν τῶν ἐπιτηδείων
τὸ στρατόπεδον ἀπολελοιπότων, ἐκδραμόντες οἱ τῆς πό-
λεως καὶ ἀδοκήτοις ἐπιπεσόντες αὐτό τε εἷλον καὶ πολ-
λοὺς ἀνεῖλον καὶ τοὺς ἐπὶ τῆς χώρας σκεδασθέντας οὐ
χαλεπῶς συνελάμβανον, ὡς μηδὲ τὴν τρίτην μοῖραν τοῦ
Γαλατικοῦ στρατεύματος εἰς Γαλατίαν ἀναστρέψαι. Ἐκ
δὲ τοῦ κατορθώματος πάλιν εἰς τὴν προτέραν εὔκλειαν
καὶ εὐδαιμονίαν ἐλπίδας ἐλάμβανον ἀναβῆναι.
29
Ῥωμαίοις δὲ πρὸς Μάρσους καὶ Πιλιγνοὺς
καὶ Μαρρουκίνους (ἔθνη δέ εἰσι ταῦτα ὑπὲρ Λιβύης
κατῳκημένα, Γαδείρων ὅμορα) δυσί τε τριήρεσι κατα-
φράκτοις Ἡρακλεῶται συνεμάχησαν, καὶ συγκατορθώ-
σαντες τὸν πόλεμον καὶ πολλῶν ἀριστειῶν ἀξιωθέν-
τες ἑνδεκάτῳ ἔτει πρὸς τὴν πατρίδα ἀνεκομίσθησαν.
30
Μετὰ ταῦτα δὲ ὁ πρὸς Ῥωμαίους βαρὺς Μι-
θριδάτῃ τῷ Πόντου βασιλεῖ συνέστη πόλεμος, φαινο-
μένην λαβὼν αἰτίαν τὴν τῆς Καππαδοκίας κατάληψιν.
Ταύτης γὰρ δι' ἀπάτης καὶ ὅρκων συμβατηρίων τὸν
ἀδελφιδοῦν Ἀράθην συλλαβὼν ὁ Μιθριδάτης, αὐτοχει-
ρίᾳ ἀποσφάξας, ἐκράτησε. Παῖς δὲ ὁ Ἀράθης ἐκ τῆς
ἀδελφῆς τοῦ Μιθριδάτου Ἀριαράθῳ γεγένητο. (2) Φο-
νικώτατος δὲ ἐκ παιδὸς ὁ Μιθριδάτης ἦν· τὴν γὰρ ἀρ-
χὴν τρισκαιδεκαέτης παραλαβὼν μετ' οὐ πολὺ τὴν μη-
τέρα, κοινωνὸν αὐτῷ παρὰ τοῦ πατρὸς τῆς βασιλείας
καταλειφθεῖσαν, δεσμωτηρίῳ κατασχὼν, βίᾳ καὶ χρόνῳ
ἐξηνάλωσε· καὶ τὸν ἀδελφὸν ἀπέκτεινε. Κατεστρέψατο
δὲ πολέμῳ καὶ τοὺς περὶ τὸν Φᾶσιν βασιλεῖς ἕως τῶν
κλιμάτων τῶν ὑπὲρ τὸν Καύκασον, καὶ τὴν ἀρχὴν ηὔ-
ξησε, καὶ ἐπὶ μέγα ἀλαζονείας ἐξώγκωτο. Δι' ἃ μᾶλ-
λον Ῥωμαῖοι τὴν αὐτοῦ διάνοιαν ὕποπτον ποιούμενοι,
τοῖς Σκυθῶν βασιλεῦσιν ἐψηφίσαντο τὰς πατρῴας αὐ-
τὸν…
προσ…
The complete text is available when the reading interface loads.