The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 453–454.
CTS identifier
urn:cts:greekLit:tlg1516.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-3b

{ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΟΛΙΤΕΙΑ.}

1

Athenaeus IV: Τίς δ' ἐστιν ἡ κοπὶς, σαφῶς

ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ, γρά-

φων οὕτως· «Ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας.

Ἔστι δὲ ἡ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον

ὠμὸν, ζωμὸς, σῦκον, τράγημα, θέρμος.»

2

Athenaeus IV: Ὁ δὲ Μόλπις καὶ ματ-

τύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάϊκλα.

3a

Idem IV: Μόλπις δέ φησι· «Μετὰ δὲ τὸ

δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ

καὶ παρὰ πλειόνων, παρ' αὐτοῖς κατ' οἶκον ἠρτυμένη

ματτύη, ὃ καλοῦσιν ἐπάϊκλον. Τῶν δὲ κομιζομένων

οὐδεὶς οὐδὲν ἀγοράσας εἴωθε φέρειν· οὔτε γὰρ ἡδονῆς

οὔτ' ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς

αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμε-

νοι. Πολλοὶ δὲ καὶ ποίμνι' αὐτῶν τρέφοντες ἀφθόνως

μεταδιδόασι τῶν ἐκγόνων. Ἔστι δ' ἡ ματτύη φάτται,

χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγὼ, ἄρνες,

ἔριφοι. Οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζον-

τας εἰς μέσον, ἵνα πάντες ἴδωσι τὴν τῆς θήρας φιλο-

πονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν»

3b

Idem XIV: Μόλπις δ' ὁ Λάκων τὰ

παρὰ τοῖς Σπαρτιάταις ἐπαΐκλεια (ὃ σημαίνει τὰς ἐπι-

δειπνίδας) ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις.