Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 464–465.
- CTS identifier
urn:cts:greekLit:tlg1534.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-3c
{ΛΑΚΩΝΩΝ ΠΟΛΙΤΕΙΑ.}
1
{E LIBRO PRIORE.}
Athenaeus IV: Ἀλλὰ μὴν οὐδ' ὀρθα-
γορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ
χοῖροι, ἀλλ' ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πι-
πράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πο-
λιτείᾳ, καὶ Διοσκουρίδης ἐν δευτέρῳ Πολιτείας, καὶ
Ἀριστοκλῆς (scr. Νικοκλῆς) ἐν τῷ προτέρῳ καὶ οὗτος
τῆς Λακώνων πολιτείας.
2a
Athenaeus IV: Ἔστιν ἡ παρασκευὴ τῶν
λεγομένων ἐπαΐκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων
ὑπείληφεν, ἀλλὰ διττή. Ἣν μὲν γὰρ τοῖς παισὶ παρέ-
χουσι, πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής. Ἄλφιτα γάρ
ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων
κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης,
παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα,
αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα.
2b
Athenaeus. IV: Περὶ δὲ τῶν καμματίδων
καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει· «Διακού-
σας δὲ πάντων ὁ ἔφορος ἤτοι ἀπέλυσεν ἢ κατεδίκασεν.
Ὁ δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν
ἢ καμματίσιν· ἔστι δὲ τὰ μὲν κάμματα ψαιστὰ, αἱ
δὲ καμματίδες αἷς κάπτουσι τὰ
ψαιστά.»
3a
Schol. Pindar. Nem. II, 1: Ῥαψῳδῆσαι δέ φησι
πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς.
3b
Schol. Platonis de prover-
bio Γλαύκου τέχνη:
Ἀριστόξενος ἐν τῷ Περὶ τῆς μουσικῆς ἀκροάσεως καὶ
Νικοκλῆς ἐν τῷ Περὶ θεωρίας.
3c
Etym. M.: Σκάλοψ, ὁ σπάλαξ λέγεται
παρὰ Ἀττικοῖς, καὶ λέγει Νικοκλῆς σκάλοπας, ὡς
παρ' Ἀριστοφάνει· ὁ κεκαλυμμένους ἔχων τοὺς ὄπας.