Fragmenta
- Authority group
- Pancrates Epigr. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 286–287.
- CTS identifier
urn:cts:greekLit:tlg1556.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
598-600(+601?)
{Pancratis Arcadis Θαλάσσια Ἔργα}
598
πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν
599
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες
σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον
πιότατον κεφαλῇ.
600
σάλπαι τ' ἰσομήκεες ἰχθῦς,
ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν,
οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.
602
{Pancratis Βοκχορηίδος αʹ}
αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
νέκταρ ἐπ' ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα
{ΠΑΓΚΡΑΤΟΥΣ}Ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη ἄγκεινθ' Ἡφαίστῳ δῶρα Πολυκράτεος,ᾧ πυκνὸν κροτέων ὑπὲρ ἄκμονος εὕρετο παισὶν ὄλβον, ὀιζυρὴν ὠσάμενος πενίην.{ΠΑΓΚΡΑΤΟΥΣ}Κλειοῦς αἱ δύο παῖδες, Ἀριστοδίκη καὶ Ἀμεινώ, Κρῆσσαι, πότνια σῆς Ἄρτεμι νειοκόρουτετραετεῖς ἀπὸ μητρός· ἴδοις, ὤνασσα, τὰ τῆσδε εὔτεκνα κἀντὶ μιῆς θὲς δύο νειοκόρους.{ΠΑΓΚΡΑΤΟΥΣ}Ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶς Λὶψ Ἐπιηρείδην Ὑάσι δυομέναιςαὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν· ᾧ τόδε σῆμα δακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν.