The Greek Library Catalogue

Anonymous

Epigrammata

Edition reference
Epigrammata, ed. E. Diehl, Anthologia lyrica Graeca, fasc. 1, 3rd edn., Leipzig: Teubner, 1949: 110–111.
CTS identifier
urn:cts:greekLit:tlg1567.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ' ἔγραψεν

Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου.

οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς 〈μ'〉 ἀνέφυσε

γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.

2

Εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· ‘φημὶ γὰρ ἤδη

τέχνης ηὑρῆσθαι τέρματα τῆσδε σαφῆ

χειρὸς ὑφ' ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν

οὖρος. ἀμώμητον δ' οὐδὲν ἔγεντο βροτοῖς.’

3

οἷος δ' ἐννύχιον φαντάζετο πολλάκι φοιτῶν

Παρρασίωι δι' ὕπνου, τοῖος ὅδ' ἐστὶν ὁρᾶν.