The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 1: 70–99; vol. 4, 639.
CTS identifier
urn:cts:greekLit:tlg1584.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-20

{LIBER PRIMUS.}

1

Steph. Byz.: Ὑσία, πόλις Βοιωτίας. ... Ἔστι καὶ

Ἀρκαδίας πόλις, ὡς Φερεκύδης πρώτῳ.

1a

Schol.

Aristid.: Εὐεργετεῖν φησι

τὸν Διόνυσον καὶ * δοῦναι ἀνθρώποις. Δηλοῖ δὲ ὁ Φερε-

κύδης, καὶ μετ' ἐκεῖνον Ἀντίοχος, λέγοντες καὶ διὰ

τοῦτο κεκλῆσθαι Διόνυσον, ὡς ἐκ Διὸς ἐς νύσας ῥέοντα·

νύσας γὰρ, φησὶν, ἐκάλουν τὰ δένδρα· εἶτ' ἐπεξίασι

φυσικώτερον τῷ λόγῳ λέγοντες Ἶσιν μετωνομάσθαι τὴν

γῆν, ἀπὸ τῆς περὶ τὴν θέσιν τὴν κατὰ μέσον ἰσότητος,

ταύτης δὲ ἀδελφὸν Ὄσιριν καθ' Ἕλληνας καὶ (δὲ?)

διόνυσον τὸν ἐκ Διὸς εἰς γῆν ῥεόμενον Βρόντου παῖδα,

τὸν ὧρον τὸν ἄρειον ἡδύκαρπον. Ταῦτα δὲ * λέγουσι

Ὠγύγου καὶ Θήβης, τῆς τούτου γυναικὸς, τῶν Ἀττικῶν

αὐτοχθόνων, ἐλθόντων ἐπὶ τὴν Αἴγυπτον, τά τε μυστή-

ρια πρῶτον αὐτοῖς κατασκευάσασθαι τὰ περὶ τὴν Ἶσιν,

καὶ θεοὺς οὕτως ὀνομάσαι τούτους μετὰ τὸ κτίσαι τὸν

Ὤγυγον τὰς ἐκεῖ Θήβας τὴν πόλιν.

2

Schol. Apollon. II, 1235: Φερεκύδης φησὶν, ὅτι

Κρόνος ἀπεικασθεὶς ἵππῳ ἐμίγη Φιλύρᾳ τῇ Ὠκεανοῦ,

καὶ διὰ τοῦτο διφυὴς ὁ Χείρων.

2a

ex Cramer. Anecd.

Paris. IV: Θριά Θρική (?)· Ἀρχίλοχος· καὶ

ὅτι ἀπὸ Θριῶν τῶν Διὸς θυγατέρων διωνομάσθησαν,

ὡς Φερεκύδης ἱστορεῖ, ἐπεὶ τρίαι εἰσὶν, οἷον τρισσαὶ

κατὰ τὸν ἀριθμόν.

2b

Schol. Il. ω, 343: Ταύ-

την (sc. τὴν ῥάβδον, ᾗ ἀνδρῶν ὄμματα θέλγει) Ἀπόλ-

λων αὐτῷ (sc. Ἑρμῇ) δέδωκεν, ὥς φησι Φερεκύδης.

3

Apollod. I, 4, 3: Ὠρίωνα Ἄρτεμις ἀπέκτεινεν

ἐν Δήλῳ· τοῦτον γηγενῆ λέγουσιν ὑπερμεγέθη τὸ

σῶμα· Φερεκύδης δὲ αὐτὸν Ποσειδῶνος καὶ Εὐρυάλης

λέγει.

4

Schol. Hom. Il. Σ, 486: Συγκυνηγῶν δὲ οὗτος

Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι.

Ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον,

ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον, ἀπέκτεινε·

Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. Διὸ τοῦ

Σκορπίου ἀνατέλλοντος, Ὠρίων δύνει. Ἡ ἱστορία

παρ' Εὐφορίωνι.

5a

Schol. Apollon. I, 761: Φερεκύδης δέ φησιν,

ὅτι Ζεὺς Ἐλάρῃ τῇ Ὀρχομενοῦ μιγεὶς, ὦσεν αὐτὴν

εἰς τὴν γῆν ἤδη κύουσαν, δεδιὼς τὴν τῆς Ἥρας ζηλο-

τυπίαν. Ἐκείνης δὲ τεθνηκυίας, ἡ γῆ ἀνέδωκε Τιτυόν.

Καὶ διὰ τοῦτο γηγενὴς ἐκλήθη.

5b

Schol. Pindar. Pyth. IV, 160: Ὅτι ὑπὸ Ἀπόλλω-

νος καὶ Ἀρτέμιδος ἐτελεύτησε τοξευθεὶς (ὁ Τιτυὸς),

Φερεκύδης φησίν. Ἐπάγει δὲ καὶ αὐτὸς, ὅτι τοξευθεὶς

ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ φονευθεὶς, παρά-

δειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἂν [μή] τις τῶν

δυνατῶν ἐπιθυμιῶν ὀρέγηται.

6

Strabo X: Ἀκουσίλαος ὁ Ἀργεῖος ἐκ

Καβείρης καὶ Ἡφαίστου Κάμιλον λέγει. Τῶν δὲ, τρεῖς

Καβείρους, ὧν Νύμφας Καβείραδας. Φερεκύδης δ' ἐξ

Ἀπόλλωνος καὶ Ῥυτίας Κορύβαντας ἐννέα· οἰκῆσαι

δ' αὐτοὺς ἐν Σαμοθράκῃ· ἐκ δὲ Καβείρης τῆς Πρω-

τέως, καὶ Ἡφαίστου, Καβείρους τρεῖς, καὶ Νύμφας

τρεῖς Καβειρίδας· ἑκατέροις δ' ἱερὰ γενέσθαι· μάλιστα

μὲν οὖν ἐν Λήμνῳ καὶ Ἴμβρῳ τοὺς Καβείρους τιμᾶ-

σθαι συμβέβηκεν· ἀλλὰ καὶ ἐν Τροίᾳ κατὰ πόλεις·

τὰ δ' ὀνόματα αὐτῶν ἐστὶ μυστικά.

7

Schol. Apollon. I, 1129: Δάκτυλοι Ἰδαῖοι· ἓξ

καὶ πέντε φασὶν εἶναι. Δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀρι-

στεροὺς δὲ τὰς θηλείας. Φερεκύδης δὲ τοὺς μὲν δεξιοὺς

εἴκοσι λέγει, τοὺς δὲ εὐωνύμους τριάκοντα δύο. Γόη-

τες δὲ ἦσαν, καὶ φαρμακεῖς, καὶ δημιουργοὶ σιδήρου

λέγονται πρῶτοι καὶ μεταλλεῖς γενέσθαι. Ὠνομάσθη-

σαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. Ἀριστεροὶ μὲν, ὥς φησι

Φερεκύδης, οἱ γόητες αὐτῶν· οἱ δὲ ἀναλύοντες, δε-

ξιοὶ, ὡς Ἑλλάνικος.

8a

Schol. Pind. Pyth. III, 60: Ἡ παρθένος Κορωνὶς

ᾤκει παρὰ ταῖς ὄχθαις τῆς Βοιβιάδος λίμνης· ἡ δὲ

Βοιβιὰς λίμνη παρακειμένη τῇ Λακερείᾳ. Ὅτι δὲ ἡ

Κορωνὶς ἐν Λακερείᾳ ᾤκει πρὸς ταῖς πηγαῖς τοῦ Ἀμύ-

ρου, Φερεκύδης ἐν πρώτῃ ἱστορεῖ. Ἔνθα καὶ περὶ τοῦ

κόρακος διηγεῖται, καὶ ὅτι Ἄρτεμιν ἔπεμψεν ὁ Ἀπόλ-

λων, ἣ πολλὰς ἅμα γυναῖκας ἀπέκτεινε, καὶ ὡς τὸν

Ἴσχυν Ἀπόλλων κτείνει, τὸν δὲ Ἀσκληπιὸν δίδωσι

Χείρωνι.

8b

Steph. Byz.: Δώτιον, πόλις Θεσσαλίας. ... Ἐκλή-

θη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου· Φερεκύδης δὲ, ἀπὸ

Δώτιος τοῦ Ἀστερίου, καὶ Ἀμφικτυόνης τῆς Φθίου.

8c

Schol. Eurip. Alcest. 2: Φερεκύδης ἐν τῇ ἱστο-

ρίᾳ τοὺς ἐν Δελφοῖς φησὶ θνήσκοντας αὐτὸν ἀναβιώ-

σκειν.

8d

Ap. Schol. Pindar. Pyth. III, 96, Aesculapium

ab Jove occisum esse tradit Φερεκύδης, ὅτι τοὺς ἐν

Δελφοῖς θνήσκοντας ἀναβιοῦν ἐποίει.

9a

Schol. Apollon. II, 500: Περὶ τῆς Κυρήνης Πίν-

δαρος ἱστορεῖ ἐν Πυθιονίκαις, ὡς παρθέ-

νος οὖσα, μέχρι πολλοῦ συνεκυνήγει τῷ Ἀπόλλωνι·

διαπαλαίουσα δέ ποτε λέοντι ἠγαπήθη ὑπὸ Ἀπόλλω-

νος· ὃς καὶ ἁρπάσας αὐτὴν, διεκόμισεν εἰς τὴν νῦν

ἀπ' αὐτῆς Κυρήνην τῆς Λιβύης

καὶ μιγεὶς Ἀρισταῖον ἔτεκε. Φερεκύδης

δέ φησι καὶ Ἄρατος, ἐπὶ κύκνων αὐτὴν ὀχηθεῖσαν, κατὰ

Ἀπόλλωνος προαίρεσιν, εἰς τὴν Κυρήνην ἀφικέσθαι.

9b

Schol. Apoll. l. l. et ex Pherecyde

Schol. Pind. Pyth. IX, 29: Ναΐδος καὶ Πηνειοῦ τὸν

Ὑψέα Φερεκύδης. Ἀκέσανδρος δὲ, Φιλλύρας τῆς

Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα.

10

Schol. Apollon. III, 467: Περσηΐδα τὴν Ἑκάτην

λέγει (Apollonius), ὡς τοῦ Περσέως θυγατέρα. Τινὲς

δὲ αὐτήν φασι Διὸς εἶναι παῖδα. ... Βακχυλίδης δὲ

Νυκτὸς φησὶν αὐτὴν θυγατέρα. ... Μουσαῖος δὲ, Ἀστε-

ίας καὶ Διός. Φερεκύδης δὲ,

Ἀρισταίου τοῦ Παίονος.

11

Eustath. ad Hom. Il. Ζ: Δάειραν

Φερεκύδης ἱστορεῖ Στυγὸς ἀδελφὴν, καὶ ἔοικε, φησὶν,

οὕτως ἔχειν. Ἐπὶ γὰρ ὑγρᾶς οὐσίας τάττουσιν οἱ πα-

λαιοὶ τὴν Δάειραν. Διὸ καὶ πολεμίαν τῇ Δήμητρι νο-

μίζουσι. Ὅταν γὰρ θύηται αὐτῇ, οὐ πάρεστιν ἡ τῆς

Δήμητρος ἱέρεια. Καὶ οὐδὲ τῶν τεθυμένων γεύεσθαι

αὐτὴν ὅσιον.

12

Apollodor. I, 5, 2 extr., de Triptolemo: Φε-

ρεκύδης φησὶν αὐτὸν υἱὸν Ὠκεανοῦ καὶ Γῆς.

13

Schol. Apollon. IV, 1091: Ἦσαν γὰρ ὁ Δίκτυς

καὶ ὁ Πολυδέκτης, Ἀνδροθόης τῆς Κάστορος

καὶ Περισθένους τοῦ Δαμάστο-

ρος, τοῦ Ναυπλίου, τοῦ Ποσειδῶνος, καὶ Ἀμυμώνης,

ὡς Φερεκύδης ἐν

πρώτῳ.

14

Schol. Apollon. II, 1214: Ὅτι ἐπὶ τὸν Καύκασον

κατέφυγεν ὁ Τυφὼς διωκόμενος, καὶ ὅτι καιομένου τοῦ

ὄρους ἔφυγεν ἐκεῖθεν εἰς Ἰταλίαν, ὅπου τὴν Πιθηκοῦ-

σαν αὐτῷ περιῤῥιφῆναι νῆ-

σον, Φερεκύδης ἐν τῇ θεογονίᾳ ἱστορεῖ.

15

Apollod. III, 12, 6: Φερεκύδης δέ φησι, Τελα-

μῶνα φίλον, οὐκ ἀδελφὸν Πηλέως εἶναι, ἀλλὰ ἀκταίου

παῖδα καὶ Γλαύκης τῆς Κυχρέως.

16a

Schol. Pindar. Nem. IV, 81: Ἔοικεν ὁ Πίνδαρος

μνημονεύειν τοῦ Θετιδείου, περὶ οὗ ἐν πρώτῳ Φερε-

κύδης οὕτω γράφει· «Ἔπειτα Πηλεὺς ᾤχετο εἰς Φθίαν,

καὶ Θέτιν ἐπὶ τῶν ἵππων τούτων ἄγων, οἰκεῖ ἐν Φαρ-

σάλῳ, καὶ ἐν Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος

ἡ πόλις.»

16b

Tzetzes ad Lycophr. 175: Ὁ Πηλεὺς, κατὰ

Φερεκύδην καθαίρεται ὑπ' Εὐρύτου, τοῦ Ἄκτορος, οὗ

θυγατέρα Ἀντιγόνην λαμβάνει, ἀναρτηθείσης δὲ ἐκεί-

νης, ᾤχετο εἰς Φθίαν, καὶ Θέτιν ἄγων, ἐπὶ τῶν ἵπ-

πων ἥκει ἐν Φαρσάλῳ, καὶ Θετιδείῳ, ὃ καλεῖται ἀπὸ

τῆς Θέτιδος ἡ πόλις.

16c

Schol. cod. Venet. ad

Eurip. Androm. 18: Τοῦτο

ἀπὸ ἱστορίας εἴληφεν· αὖθις (l. αὖθι VRL αὐτόθι) γὰρ

αὐτῇ συνῴκησε Πηλεὺς καὶ ἢ (καὶ ἐγέννησεν?) Ἀχιλ-

λέα· τὸ Θετίδειον διόπερ (l. διόπερ τὸ Θετίδειον) ἐστὶ

πόλις Θεσσαλίας, ὥς φησι Φερεκύδης καὶ Σουίδας

(sc. ἐν Θεσσαλικοῖς).

17

Schol. Homer. Il. Π, 175: Ἐκ τίνος Πηλεὺς

Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλος ἐν γʹ

Θεσσαλικῶν, ἐξ Εὐρυδίκης, τῆς Ἄκτορος

θυγατρός. Φερεκύδης δὲ, ἐξ Ἀντιγόνης τῆς Εὐρυτίω-

νος. Ἄλλοι δὲ, ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.

In cod. Veneto praemissa huic loco sunt ista:

Ἡ διπλῆ, ὅτι Φερεκύδης

τὴν Πολυδώραν φησὶ ἀδελφὴν Ἀχιλλέως· οὐκ ἔστι δὲ

καθ' Ὅμηρον διαβεβαιώσασθαι.

18

Schol. Pindar. Nem. III, 55: Οὐ γὰρ (ὁ Πηλεὺς)

μόνος εἷλε τὸν Ἰωλκὸν, ἀλλὰ μετὰ Ἰάσονος καὶ τῶν

Τυνδαριδῶν, ὡς ἱστορεῖ Φερεκύδης.

19

Schol. Hom. Il. Ψ, 87: Τοῦτον (τὸν Ἀμφιδάμαν-

τος υἱὸν) Κλεισώνυμον Φερεκύδης ἱστορεῖ.

20

Marcellinus in Vita Thucydidis,: Θουκυ-

δίδης ... ἀπόγονος τῶν εὐδοκιμωτάτων στρατηγῶν,

λέγω δὴ τῶν περὶ Μιλτιάδην καὶ Κίμωνα. Ὠ|κείωτο

δὲ ἐκ παλαιοῦ τῷ γένει πρὸς Μιλτιάδην τὸν στρατη-

γόν· τῷ δὲ Μιλτιάδῃ, πρὸς Αἰακὸν τὸν Διός. Οὕτως

αὐχεῖ τὸ γένος ὁ συγγραφεὺς ἄνωθεν. Καὶ τούτοις Δί-

δυμος μαρτυρεῖ, Φερεκύδην ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν

φάσκων οὕτως λέγειν· «Φιλαίας δὲ ὁ Αἴαντος οἰκεῖ

ἐν ταῖς Ἀθήναις. Ἐκ τούτου δὲ γίγνεται Δάϊκλος, τοῦ

δὲ Ἐπίδυκος, τοῦ δὲ Ἀκέστωρ, τοῦ δὲ Ἀγήνωρ, τοῦ

δὲ Ὄλιος, τοῦ δὲ Λύκης, τοῦ δὲ Τύφων, τοῦ δὲ Λάϊος,

τοῦ δὲ Ἀγαμήστωρ, τοῦ δὲ Τίσανδρος, ἐφ' οὗ ἄρχον-

τος ἐν Ἀθήναις. ** τοῦ δὲ Μιλτιάδης, τοῦ δὲ Ἱππο-

κλείδης, ἐφ' οὗ ἄρχοντος Παναθήναια ἐτέθη.** τοῦ δὲ

Μιλτιάδης, ὃς ᾤκισε Χεῤῥόνησον.»

t21-30

{LIBER SECUNDUS.}

21

Schol. Apollon. II, 1252: Φερεκύδης ἐν δευτέρῳ,

Τυφῶνος καὶ Ἐχίδνης τῆς Φόρκυνος

φησὶ τὸν ἀετὸν τὸν ἐπιπεμφθέντα Προ-

μηθεῖ. Καὶ ὅτι δὲ

ὁ ἀετὸς

ἤσθιεν τῆς ἡμέρας τοῦ ἥπατος, τὸ δὲ λειπόμενον ηὔ-

ξετο τῆς νυκτὸς, καὶ ἐγίνετο ἴσον.

22a

Apollod. II, 1, 3: Ἄργον τὸν πανόπτην Ἀσκλη-

πιάδης μὲν Ἀρέστορος λέγει υἱόν· Φερεκύδης δὲ, Ἰνά-

χου· Κέρκωψ δὲ, Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ

θυγατρός· Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει.

22b

Schol. Eurip. Phoen. 1123: Φερεκύδης ἐπὶ τοῦ

ἰνίου φησὶν αὐτὸν (Ἄργον) ἔχειν ὀφθαλμὸν, ἅμα δηλῶν

ὅτι δύο ἐγένοντο Ἄργοι. Γράφει δὲ οὕτως· «Ἄργος ὁ

Διὸς γαμεῖ Πειθὼ, τὴν Ὠκεανοῦ θυγατέρα. Τοῦ δὲ

γίνεται Κρίασος, τοῦ δὲ Ἐρευθαλίων [ἀφ' οὗ Ἐρευ-

θαλία πόλις καλεῖται ἐν Ἄργει] καὶ Φόρβας. Τοῦ δὲ

γίνεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρα ὀφθαλμὸν

τίθησιν ἐν τῷ ἰνίῳ, καὶ τὸν ὕπνον ἐξαιρεῖται, καὶ

ὑφίσταται καὶ φύλακα αὐτὸν τῇ Ἰοῖ. Ἔπειτα Ἑρμῆς

αὐτὸν κτείνει.»

23

Schol. Apollon. I, 1213: Φερεκύδης ἐν τῷ δευ-

τέρῳ φησὶν ὅτι Πολυδώρᾳ τῇ Δαναοῦ μίσγεται Πη-

νειὸς ὁ ποταμός. Τῶν δὲ γίνεται Δρύοψ, ἀφ' οὗ Δρύο-

πες καλοῦνται. Οἰκοῦσι δὲ ἐπὶ τῷ Σπερχειῷ ποταμῷ.

24

Schol. Homer. Odyss. Ο, 225: Μελάμπους ὁ

Ἀμυθάονος παῖς, πολλὰ μὲν καὶ ἄλλα διὰ τῆς μαντι-

κῆς τεράστια ἐποίει, οὐχ ἥκιστα δὲ αὐτῷ καὶ οὗτος

ἐνδοξότατος ἆθλος ἐγένετο. Τῶν γὰρ Προίτου θυγα-

τέρων, τοῦ βασιλέως τῶν Ἀργείων, Λυσίππης καὶ

Ἰφιανάσσης, διὰ τὴν ἀκμαιότητος

ἀνεπιλογιστίαν ἁμαρτουσῶν εἰς Ἥραν· πα-

ραγενόμεναι γὰρ εἰς τὸν τῆς θεοῦ νεὼν, ἔσκωπτον

αὐτὸν, λέγουσαι πλουσιώτερον μᾶλ-

λον εἶναι τὸν τοῦ πατρὸς οἶκον. Καὶ διὰ τοῦτο μάντις

ὢν παραγενόμενος ὁ Μελάμπους, ὑπέσχετο πάσας

θεραπεύειν, εἰ λάβοι

κατάξιον τῆς θεραπείας μισθόν. Ἤδη γὰρ ἡ νόσος δε-

καετὴς, καὶ ὀδύνην φέρουσα οὐ μόνον αὐταῖς ταῖς

κόραις, ἀλλὰ καὶ τοῖς

γεγεννηκόσιν. Ἐπαγγειλαμένου δὲ τοῦ Προίτου τῷ

Μελάμποδι καὶ μέρος τῆς βασιλείας, καὶ μίαν τῶν

θυγατέρων ἣν ἂν θέλοι εἰς γάμον

δώσειν, ἰάσατο τὴν νόσον ὁ Μελάμπους, διά τε ἱκε-

σιῶν καὶ θυσιῶν τὴν Ἥραν μειλιξάμενος, καὶ λαμ-

βάνει πρὸς γάμον Ἰφιάνασσαν, ἕδνον αὐτὴν τῶν ἰα-

τρειῶν καρπωσάμενος. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ.

24a

Schol Victor. Hom. Il. ν,

663: Φερεκύδης οὕτω γενεαλογεῖ· ἀπὸ Μελάμποδος

Μαντίον, οὗ Κλεῖτον, οὗ Κοίρανον, οὗ Πολύιδον· εἶτα

Πολύιδος, φησὶ, γαμεῖ Εὐρυδάμειαν τὴν Φυλέως τοῦ

Αὐγέα· τῷ δὲ γίνονται Εὐχήνωρ καὶ Κλεῖτος, οἳ Θήβας

εἷλον σὺν τοῖς ἐπιγόνοις· ἔπειτα εἰς Τροίαν ἔρχονται

σὺν Ἀγαμέμνονι, καὶ θνήσκει Εὐχήνωρ ὑπ' Ἀλεξάν-

δρου.

25

Schol. Apollon. II, 992: Ἁρμονία, νύμφη Ναΐς·

ἧς καὶ Ἄρεος Ἀμαζόνας εἶναι φησὶ Φερεκύδης, ᾧ

ἕπεται Ἀπολλώνιος.

Idem ad v. 994 verbis Apollonii ἄλσεος Ἀκμο-

νίοιο adscripsit haec: Ἔστι δὲ περὶ τὸν Θερμώδοντα.

Μέμνηται αὐτοῦ Φερε-

κύδης ἐν βʹ.

scholion ad

Apollonii v., 373: Δοίας καὶ Ἄλκμων, ἀδελφοί. Τί-

νος δὲ πατρὸς, οὐ φέρεται, ὥς φησι Φερεκύδης.

26

Schol. Apollon. IV, 1091 (et Eudocia p. 32, sq.

et Phavorin. in v. Ἀκρίσιος): Φερεκύδης ἐν δωδε-

κάτῳ (Phav. et Eud. δωδεκάτῃ) ἱστορεῖ, ὡς Ἀκρίσιος

γαμεῖ Εὐρυδίκην τὴν Λακεδαίμονος· τῶν δὲ γίνεται

Δανάη· χρωμένῳ δὲ αὐτῷ

περὶ ἄρσενος παιδὸς, ἔχρησεν ὁ

θεὸς ἐν Πυθοῖ, ὅτι αὐτῷ μὲν οὐκ ἔσται παῖς ἄρσην, ἐκ

δὲ τῆς θυγατρός· πρὸς οὗ αὐτὸν δεῖ ἀπολέσθαι. Ὁ δὲ

ἐπανελθὼν (Phav. παρελθὼν) εἰς Ἄργος, θάλαμον

ποιεῖ χαλκοῦν ἐν τῇ αὐλῇ τῆς οἰκίας κατὰ γῆς, ἔνθα

τὴν Δανάην εἰσάγει μετὰ τῆς τροφοῦ, ἐν ᾧ αὐτὴν ἐφύ-

λασσεν, ὅπως ἐξ αὐτῆς παῖς μὴ γένηται. Ἐρασθεὶς δὲ

Ζεὺς τῆς παιδὸς, ἐκ τοῦ ὀρόφου χρυσῷ παραπλήσιος

ῥεῖ· ἡ δὲ ὑποδέχεται τῷ κόλπῳ· καὶ ἐκφήνας αὑτὸν ὁ

Ζεὺς τῇ παιδὶ μίγνυται· τῶν δὲ γίνεται Περσεὺς, καὶ

ἐκτρέφει αὐτὸν ἡ Δανάη καὶ ἡ τροφὸς, κρύπτουσαι

(Phav. κρύπτουσα) Ἀκρίσιον.

Ὅτε δὲ Περσεὺς τριέ-

της ἢ τετραέτης ἐγένετο, ἤκουσεν αὐτοῦ τῆς φωνῆς

παίζοντος· καὶ διὰ τῶν θεραπόντων μετακαλεσάμενος

τὴν Δανάην σὺν τῇ τροφῷ, τὴν μὲν ἀναιρεῖ, Δανάην

δὲ κατάγει σὺν τῷ παιδὶ ἐπὶ τὸν ὑπὸ τοῦ ἑρκίου Διὸς

βωμόν. Μόνος δὲ αὐτὴν ἐρωτᾷ,

πόθεν εἴη αὐτῇ γεγονὼς ὁ παῖς. Ἡ δὲ ἔφη· Ἐκ Διός.

Ὁ δὲ οὐ πείθεται, ἀλλ' εἰς λάρνακα ἐμβιβάζει

αὐτὴν μετὰ τοῦ παιδός· καὶ κλείσας

καταποντοῖ. Καὶ φερόμενοι ἀφικνοῦνται εἰς Σέριφον

τὴν νῆσον. Καὶ αὐτοὺς ἐξέλκει Δίκτυς ὁ Περισθένους,

δικτύῳ ἁλιεύων. Εἶτα ἡ Δανάη ἀνοῖξαι ἱκετεύει τὴν

λάρνακα. Ὁ δὲ ἀνοίξας, καὶ μαθὼν οἵτινές εἰσιν, ἄγει

εἰς τὸν οἶκον, καὶ τρέφει ὡς ἂν συγγενεῖς αὐτοῦ ὄντας

Schol. Apollon. IV, 1515: Περσέως ἐν Σερίφῳ

μετὰ τῆς μητρὸς διάγοντος παρὰ Δίκτυϊ καὶ ἡβήσαν-

τος, Πολυδέκτης ὁ Δίκτυος

ὁμομήτριος ἀδελφὸς, βασιλεὺς Σερίφου τυγχάνων,

ἰδὼν τὴν Δανάην, ἠράσθη αὐτῆς, ἠπόρει δὲ συγκοιμη-

θῆναι. Καὶ παρα-

σκευάσας ἄριστον, ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν

Περσέα. Περσέως δὲ πυθομένου, ἐπὶ τίνι ὁ ἔρανος

εὐωχεῖται, τοῦ δὲ φήσαντος, Ἐπὶ ἵππῳ, Περσεὺς

εἶπεν, Ἐπὶ τῇ τῆς Γοργόνος κεφαλῇ. Μετὰ δὲ τὸν

ἔρανον τῇ ἑξῆς ἡμέρᾳ, ὅτε οἱ ἄλλοι ἐρανισταὶ τὸν

ἵππον ἀπεκόμιζον, καὶ Περσεύς. Ὁ δὲ οὐκ ἐδέχετο,

ἀπῄτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπό-

σχεσιν· ἐὰν δὲ μὴ κομίσῃ, τὴν μητέρα αὐτοῦ λήψε-

σθαι ἔφη. Ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται, ὀλοφυρόμενος

τὴν συμφορὰν, εἰς τὸ ἔσχατον τῆς νήσου. Ἑρμῆς δὲ

αὐτῷ ὀφθεὶς, καὶ πεῦσιν αὐτῷ

προσαγαγὼν, μανθάνει τὴν αἰτίαν τοῦ θρήνου.

Ὁ δὲ ἡγεῖται, θαῤ-

ῥεῖν εἰπών. Καὶ πρῶτον μὲν ἡγεῖτο αὐτῷ πρὸς τὰς

τοῦ Φόρκου Γραίας, Πεμφρηδὼ

καὶ Ἐντὼ καὶ Ἰαινὼ, Ἀθηνᾶς φρασάσης. Καὶ

αὐτῶν μὲν ὑφαιρεῖται τὸν

ὀφθαλμὸν καὶ τὸν ὀδόντα, ὀρεγουσῶν ἀλλήλαις.

Αἱ δὲ, αἰ-

σθανόμεναι, βοῶσι καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ

τὸν ὀδόντα ἀποδοῦναι. Ἑνὶ γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς

ἐκέχρηντο. Ὁ δὲ Περσεὺς αὐτὸν ἔχειν ἔφη, καὶ ἀπο-

δώσειν, ἐὰν αὐτῷ ὑποδείξωσι τὰς νύμφας αἳ ἔχουσι

τὴν Ἄϊδος κυνῆν, καὶ τὰ πέδιλα τὰ ὑπόπτερα, καὶ τὴν

κίβησιν. Αἱ δὲ αὐτῷ

φράζουσι. Καὶ ὁ Περσεὺς ἀποδίδωσι. Καὶ ἀπελθὼν πρὸς

τὰς νύμφας σὺν Ἑρμῇ, αἰτήσας τε καὶ λαβὼν ὑποδε-

σμεῖται τὰ ὑπόπτερα πέδιλα, καὶ τὴν κίβησιν περι-

βάλλει.

κατὰ τῶν ὤμων, καὶ τὴν Ἄϊδος κυνῆν

τῇ κεφαλῇ περιτίθησιν. Εἶτα ἔρχεται πετόμενος κατὰ

τὸν ὠκεανὸν καὶ τὰς Γοργόνας, συν-

επομένων αὐτῷ Ἑρμοῦ τε καὶ Ἀθήνας. Ταύτας δὲ

κοιμωμένας εὑρίσκει. Ὑποτίθενται δὲ αὐτῷ οὗτοι οἱ

θεοὶ, ὅπως χρὴ τὴν κεφαλὴν

ἀποτεμεῖν ἀπεστραμμένον,

καὶ δεικνύουσιν ἐν

τῷ κατόπτρῳ τὴν Μέδουσαν, ἣ μόνη ἦν θνητὴ τῶν

Γοργόνων. Ὁ δὲ, πλησίον γενόμενος, ἀποτέμνει τῇ

ἅρπῃ τὴν κεφαλὴν, καὶ ἐνθεὶς εἰς τὴν κίβησιν φεύγει.

Αἱ δὲ αἰσθόμεναι

διώκουσιν· οὐχ ὁρῶσι μέντοι αὐτὸν, διὰ τὴν Ἄϊδος

κυνῆν. Περσεὺς δὲ εἰς Σέριφον γενόμενος, ἔρχεται

παρὰ Πολυδέκτην, καὶ κελεύει συναθροῖσαι τὸν λαὸν,

ὅπως δείξῃ αὐτοῖς τὴν τῆς Γοργόνος κεφαλὴν, εἰδὼς

ὅτι ἰδόντες ἀπολιθωθήσονται. Ὁ δὲ Πολυδέκτης, ἀολ-

λίσας τὸν ὄχλον, κελεύει αὐτὸν δεικνύειν. Ὁ δὲ ἀπο-

στρεφόμενος ἐξαίρει ἐκ τῆς κιβήσεως, καὶ δείκνυσιν.

Οἱ δὲ ἰδόντες, λίθοι ἐγένοντο. Ἡ δὲ Ἀθηνᾶ παρὰ

Περσέως λαβοῦσα τὴν κεφαλὴν ἐντίθησιν εἰς τὴν ἑαυ-

τῆς αἰγίδα· τὴν δὲ κίβησιν Ἑρμῇ ἀποδίδωσι, καὶ τὰ

πέδιλα καὶ τὴν κυνῆν ταῖς Νύμφαις. Ἱστορεῖ Φερε-

κύδης ἐν τῇ δευτέρᾳ.

Idem ad IV, 1090: Ἐν δὲ τοῖς ἑξῆς καὶ περὶ τοῦ

θανάτου προστίθησι Φερεκύδης τοῦ Ἀκρισίου, ὅτι

μετὰ τὴν ἀπολίθωσιν Πολυδέκτου τῷ

σὺν αὐτῷ ἐκ τῆς κεφαλῆς τῆς Γοργόνος ἐν Σε-

ρίφῳ (Phav. μετὰ τὴν ἐν Σερίφῳ ἀπολίθωσιν Πολυ-

δέκτου τοῦ σὺν αὐτῷ τὴν ἐκ τῆς Γοργόνης

κεφαλῆς), Δίκτυν μὲν Περσεὺς ἀπολείπει

ἐν τῇ Σερίφῳ βασιλεύειν τῶν λε-

λειμμένων Σεριφίων, αὐτὸς δὲ ἔβη πλέων

εἰς Ἄργος σὺν τοῖς Κύκλωψι, καὶ τῇ Δανάῃ,

καὶ τῇ Ἀνδρομέδᾳ. Καὶ ἐλθὼν, Ἀκρίσιον οὐχ εὑρίσκει

ἐν Ἄργει· ὑπεχώρει γὰρ αὐτὸν δείσας εἰς τοὺς Πελα-

σγοὺς, εἰς Λάρισσαν.

Μὴ καταλαβὼν δὲ αὐτὸν, τὴν μὲν Δανάην

καταλείπει παρὰ τῇ μητρὶ

Εὐρυδίκῃ, καὶ τὴν Ἀνδρομέδαν, καὶ τοὺς Κύκλω-

πας· αὐτὸς δὲ ἔβη εἰς Λάρισσαν. Καὶ ἀφικό-

μενος, Ἀκρίσιον ἀναγνωρίζει, καὶ σὺν αὐτῷ ἕπεσθαι

εἰς Ἄργος πείθει. Καὶ ὅτε δὴ

ἔμελλον ἰέναι, συντυγχάνει ἀγῶνι νέων ἐν τῇ Λαρίσ-

σῃ. Καὶ ὁ Περσεὺς ἀποδύεται εἰς τὸν ἀγῶνα, καὶ λα-

βὼν τὸν δίσκον, δισκεύει· τὸ δὲ

πένταθλον οὔπω ἦν, ἀλλ' ἰδίᾳ ἕνα ἕκαστον τῶν ἄθλων

ἤθλουν· ὁ δὲ δίσκος τροχαλισθεὶς ἐπὶ τὸν πόδα τοῦ

Ἀκρισίου, τιτρώσκει αὐτόν· καμὼν δὲ ἐκ τούτου

Ἀκρίσιος, ἀποθνήσκει αὐτοῦ ἐν Λαρίσσῃ. Καὶ αὐτὸν

κατατίθεται Περσεὺς καὶ οἱ Λαρισσαῖοι, πρόσθεν τῆς

πόλεως, καὶ αὐτοῦ (Phav. αὐτῷ) ποιοῦσιν ἡρῷον οἱ

ἐπιχώριοι· Περσεὺς δὲ ἀναχωρεῖ τοῦ Ἄργους.

Ad Cyclopes illos fortasse referendus est locus

Pollucis X, 139: Ἀορτὴ, παρὰ Φερε-

κύδῃ εἷς τῶν Κυκλώπων.

27a

Hom. Od. Λ, 265: Τηλεβόαι στρατεύσαντες,

κτείνουσι τὸν Ἠλεκτρύονος παῖδα περὶ θρεμμάτων

ἀγωνιζόμενον. Καὶ Ἀμφιτρύων ἀποκτείνας ἀκουσίως

Ἠλεκτρύωνα, φεύγει εἰς Θήβας. Ἀλκμήνη δὲ Ἠλε-

κτρύωνος οὐκ ἐβούλετο γαμηθῆναι, πρὶν τίσαιτο τοὺς

Τηλεβόας ὑπὲρ τῶν αὐτῆς ἀδελφῶν. Ὑπισχνεῖται δὲ

τοῦτο Ἀμφιτρύων, καὶ αὐτὴν εἰς Θήβας μεταγαγὼν

πορεύεται ἐπὶ Τηλεβόας. Ἐν ταύτῃ Ζεὺς τῇ νυκτὶ

ἀφικνεῖται ἐπὶ τὴν Ἀμφιτρύωνος οἰκίαν, ἔχων καρ-

χήσιον, ἐοικὼς Ἀμφιτρύωνι. Ἡ δὲ Ἀλκμήνη δοκοῦσα

τὸν ἑαυτῆς ἀσπαστὸν εἶναι, πυνθάνεται περὶ τῶν Τη-

λεβοῶν, εἰ κατέκτεινεν αὐτούς. Ὁ δὲ Ζεὺς λέγων αὐ-

τῇ πάντα ὅσα ἐγένετο, δίδωσι καὶ τὸ καρχήσιον, φά-

μενος ἀριστήσας εἰληφέναι παρὰ τῶν στρατιωτῶν. Ἡ δὲ

ἀσμένως ἀποτίθησιν. Ἔπειτα αὐτῇ συνευνασθεὶς Ζεὺς

ἀπέρχεται, καὶ τῇ αὐτῇ παραγενόμενος νυκτὶ Ἀμφι-

τρύων μίσγεται. Καὶ γεννᾷ Ἀλκμήνη ἐκ μὲν Διὸς

Ἡρακλέα, ἐκ δὲ Ἀμφιτρύωνος Ἰφικλέα. Ἡ ἱστορία

παρὰ Φερεκύδῃ.

27b

Athenaeus XI: Ἀρχαιότατόν ἐστι πο-

τήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ,

ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ

δευτέρᾳ ἱστορεῖ.

27c

Macrob. Saturn. V, 21: Est autem carchesium

poculum Graecis tantummodo notum. Meminit ejus

Pherecydes in libris Historiarum, aitque Jovem Al-

cumenae pretium concubitus carchesium aureum

dono dedisse.

28a

Apollod. II, 4, 8: Φερεκύδης δέ φησιν Ἀμφιτρύω-

να, βουλόμενον μαθεῖν ὁπότερος ἦν τῶν παίδων ἐκεί-

νου, τοὺς δράκοντας εἰς τὴν εὐνὴν ἐμβαλεῖν, καὶ, τοῦ

μὲν Ἰφικλέους φυγόντος, τοῦ δὲ Ἡρακλέους ὑποστάν-

τος, μαθεῖν ὡς Ἰφικλῆς ἐξ αὐτοῦ γεγέννηται.

28b

Schol. Pindar.

Nem. 1, 65: Εἰσὶν οἱ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆ-

ναι τοὺς ὄφεις φασὶν, ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος

εἴη τοῦ Διὸς, ὡς Φερεκύδης φησὶν, ἐνιαυσίοις οὖσιν

ἤδη. Καὶ ὁ μὲν Ἰφικλῆς, φεύγει· ὁ δὲ, ἐπὶ τῆς εὐνῆς

μείνας, ἀμφοτέρους ἀπέπνιξεν.

29

Schol. Apollon. I, 146: Φερεκύδης ἐν τῇ βʹ, ἐκ

Λαοφόντης τῆς Πλευρῶνος Λήδαν καὶ Ἀλθαίαν Θε-

σπίῳ γενέσθαι φησίν. Ὅτι δὲ Γλαύκου ἐστὶ καὶ Ἀλ-

θαίας, αἰνίττεται λέγων, Τοὺς τέκε θυγάτηρ Γλαύκῳ

μάκαιρα. Φασὶ τὸν μὲν Πολυδεύκη, Διός· τὸν δὲ Κά-

στορα, Τυνδάρεω.

30

Schol. Pindar. Isthm. IV, 104: Περὶ τοῦ ἀριθμοῦ

(τῶν Ἡρακλέους ἐκ Μεγάρας παίδων) διαλλάττουσι ....

Φερεκύδης ἐν δευτέρῳ, Ἀντίμαχον, Κλύμενον, Γλῆ-

νον, Θηρίμαχον, Κρεοντιάδην· λέγων αὐτοὺς εἰς τὸ πῦρ

ὑπὸ τοῦ πατρὸς ἐμβεβλῆσθαι.

t31-39

{LIBER TERTIUS.}

31

Schol. Homer. Il. Τ, 116: Δίδυμος παρατίθεται

Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμφι-

βίαν· Ἡσίοδος δὲ Ἀρτιβίαν τὴν Ἀμφιδάμαντος ἀπο-

φαίνεται.

31a

Schol. Pindar. ad Olymp. III, 52: Ἐπιμελῶς οἱ

ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγου-

σι· καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γρά-

φουσι καὶ πλάττουσι. ... Θήλειαν δὲ εἶπε (Pindarus)

καὶ χρυσόκερων ἀπὸ Ἰστρίας. Ὁ γὰρ Θησηΐδα γρά-

ψας τοιαύτην αὐτὴν λέγει, καὶ Πείσανδρος ὁ Καμει-

ρεὺς, καὶ Φερεκύδης.

31b

Schol. Pind. Olymp. VII, 60: Ἡ Λέρνη κατὰ μέν

τινας κρήνη, κατὰ δέ τινας λοχμῶδες χωρίον. ... Φε-

ρεκύδης δὲ καὶ πόλιν φησίν.

32

Schol. Apollon. II, 1054: Φερεκύδης δέ φησιν,

οὐ γυναῖκας, ἀλλ' ὄρνιθας εἶναι, καὶ ἀναιρεθῆναι πρὸς

Ἡρακλέους, πλαταγῆς δοθείσης αὐτῷ πρὸς τὸ κτυ-

πεῖν καὶ ἐκφοβεῖν αὐτάς.

33

Schol. Apollon. IV, 1396: Φερεκύδης ἐν δεκάτῳ,

τῆς Ἥρας γαμουμένης

φησὶ τὴν γῆν ἀναδοῦναι ἐν τῷ Ὠκεανῷ μῆλα χρυσᾶ,

ἢ μηλέας χρυσοῦν καρπὸν φερούσας· φυλάττειν δὲ

αὐτὰ Δράκοντα τὸν Τυφῶνος καὶ Ἐχίδνης, ἔχοντα

κεφαλὰς ἑκατὸν καὶ φωνὰς παντοίας· καὶ ὅτι αἱ Νύμ-

φαι αἱ Διὸς καὶ Θέμιδος, οἰκοῦσαι ἐν σπηλαίῳ περὶ

τὸν Ἠριδανὸν, ὑπέθεντο Ἡρακλεῖ

ἀποροῦντι, μαθεῖν παρὰ Νηρέως, ποῦ ἂν εἴη τὰ χρυ-

σέα μῆλα. Λαβεῖν δὲ αὐτὸν βίᾳ, πρῶτον μὲν μετα-

μορφούμενον εἰς ὕδωρ καὶ πῦρ· εἶτα ἐς τὴν παλαιὰν

ὄψιν καταστάντα, δηλῶσαι τὸν τόπον. Ὁ δὲ ἔρχεται

οὕτως ἐπὶ τὰ χρυσᾶ μῆλα. Ἀφικόμενος δὲ εἰς Ταρ-

τησσὸν, πορεύεται εἰς Λιβύην, ἔνθα ἀναιρεῖ Ἀνταῖον

τὸν Ποσειδῶνος, ὑβριστὴν ὄντα. Εἶτα ἀφικνεῖται ἐπὶ

τὸν Νεῖλον εἰς Μέμφιν, παρὰ Βούσιριν τὸν Ποσειδῶ-

νος· ὃν κτείνει, καὶ τὸν παῖδα αὐτοῦ Ἰφιδάμαντα,

καὶ τὸν κήρυκα Χάλβην, καὶ τοὺς ὀπάονας, πρὸς τῷ

βωμῷ τοῦ Διὸς, ἔνθα ἐξενοκτόνουν.

Ἀφικόμενος δὲ εἰς Θήβας, καὶ διὰ

τῶν ὀρῶν εἰς τὴν ἔξω Λιβύην, ἧς ἐν τοῖς ἐρή-

μοις πολλὰ τῶν θηρίων τοξεύων ἀναιρεῖ, καθή-

ρας δὲ τὴν Λιβύην, κατέβη ἐπὶ τὴν θάλασσαν τὴν

ἔξω κειμένην. Καὶ λαβὼν χρυσοῦν δέπας παρὰ

Ἡλίου, διαβαίνει ἐν αὐτῷ εἰς Πέργην, διά τε

τῆς ἔξω τῆς γῆς θαλάσσης

καὶ διὰ τοῦ Ὠκεανοῦ πλέων. Ἐπελθὼν δὲ

παρὰ Προμηθέα, καὶ ὀφθεὶς ὑπ' αὐτοῦ, οἰκτείρει αὐ-

τὸν ἱκετεύοντα· καὶ κτείνει τὸν ἀετὸν, ὃς αὐτοῦ τὸ

ἧπαρ ἤσθιε, τοξεύσας προσπετόμενον. Ἀντὶ δὲ τούτου

Προμηθεὺς μὴ ἀπιέναι ἐπὶ τὰ μῆλα ὑποτίθεται, ἐλ-

θόντα δὲ πρὸς Ἄτλαντα, κελεύειν ἐνέγκαι αὐτῷ,

καὶ

ἀντὶ τοῦ Ἄτλαντος αὐτὸν ἀνέχειν

τὸν οὐρανὸν, ἕως ἂν ἐνέγκῃ τὰ μῆλα παρὰ τῶν

Ἑσπερίδων. Ἡρακλῆς δὲ ἀκούσας ἔρχεται πρὸς

Ἄτλαντα, καὶ κελεύει αὐτὸν ἐνεγκεῖν τὰ μῆλα παρὰ

τῶν Ἑσπερίδων, τρία λαβόντα, διηγησάμενος τὸν

ἆθλον. Δοὺς δὲ Ἄτλας ἐπὶ τῶν

ὤμων Ἡρακλεῖ τὸν οὐρα-

νὸν, καὶ ἐλθὼν πρὸς τὰς Ἑσπερίδας, δεξάμενος παρ'

αὐτῶν τὰ μῆλα, ἐλθών τε πρὸς τὸν Ἡρακλέα, τὰ μὲν

μῆλα αὐτός φησιν ἀποίσειν Εὐρυσθεῖ, τὸν δ' οὐρανὸν

ἐκέλευσεν ἐκεῖνον ἔχειν ἀντ'

αὐτοῦ. Ὁ δὲ Ἡρακλῆς ὑποσχόμενος, δόλῳ ἀντεπέθη-

κεν αὐτὸν τῷ Ἄτλαντι. Ἦν γὰρ εἰπὼν αὐτῷ ὁ Προ-

μηθεὺς ὑποθέμενος, κελεύειν δέξασθαι τὸν οὐρανὸν,

ἔως οὗ σπείραν ἐπὶ τὴν κεφαλὴν ποιήσεται. Ὁ δὲ,

καταθεὶς τὰ μῆλα εἰς τὴν γῆν, ὑποδέχεται τὸν οὐρα-

νόν. Ἡρακλῆς δὲ λαβὼν τὰ μῆλα, χαίρειν εἰπὼν τῷ

Ἄτλαντι, ἀπέρχεται εἰς Μυκήνας παρ' Εὐρυσθέα, καὶ

δεικνύει αὐτῷ ταῦτα.

33a1

Hygin. Poet. Astron. II, 3.:

Ait Pherecydes, Junonem cum duceret Jupiter uxo-

rem, Terram invenisse (leg. venisse) ferentem au-

rea mala cum ramis. Quae Junonem admiratam,

petiisse a Terra ut in suis hortis sereret, qui erant

usque ad Atlantem montem.

33a2

Eratosthenes Catasterism. 3: Φερεκύδης φησὶν,

ὅτε ἐγαμεῖτο ἡ Ἥρα ὑπὸ Διὸς, φερόντων αὐτῇ τῶν

θεῶν δῶρα, τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα·

ἰδοῦσαν δὲ τὴν Ἥραν θαυμάσαι, καὶ εἰπεῖν καταφυ-

τεῦσαι εἰς τὸν τῶν θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἄτλαν-

τι. Ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων

τῶν μήλων, κατέστησε φύλακα τὸν ὄφιν, ὑπερμεγέθη

ὄντα.

33a3

Scholiastes Germanici Caesaris ad v. 49:

Hunc (sc. draconem)

Pherecrdes dicit inter astra collocatum beneficio

Junonis, eo quod cum nuberet Jovi Juno, diis offe-

rentibus munera, Terra quoque obtulerit aurea

mala cum ramis: quae Juno in hortum suum, qui

erat apud Atlantem, inferri jussit, et Hesperides

Atlantis filias custodes posuit, quae cum a filiabus

Atlantis subtraherentur et saepe vexarentur, Juno

custodem horti Draconem pervigilem implicuit ar-

bori, quem Hercules interfecit, et illa astris in-

tulit.

33b

Schol. Eurip. Hippol. 742: Φερεκύδης Διὸς καὶ

Θέμιδος φησὶν αὐτάς (τὰς Ἑσπερίδας).

33c

Schol. Germanici ad v. 364: Ab

Arato et Pherecyde Eridanus Padus esse putatur:

et ideo inter astra collocatus, quod a meridianis par-

tibus dirigere cernitur.

33d

Schol. Pindar. Pyth. IX, 185: Ἔνιοι φασὶν, ὅτι

ὁ ἀπὸ Ἡρακλέους καταγωνισθεὶς Ἀνταῖος, Ἰρασσεὺς

ἦν, ἀπὸ Ἰράσσων τῶν ἐν τῇ Τρι-

τωνίδι λίμνῃ, ὥς φησι Φερεκύδης.

33e1

Etymol. M. ex Oro: Πολέμων ὁ Ἡρακλῆς, διὰ

τὸ καταπαλαῖσαι Ἀνταῖον. Φερεκύδης λέγει, ὅτι μετὰ

τὸ καταπαλαῖσαι αὐτὸν Ἀνταῖον καὶ ἀποκτεῖναι, συν-

ῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰφινόῃ, καὶ ἐγέννησε Πολέ-

μωνα.

33e2

Tzetzes ad Lycophr.

663: Φερεκύδης φησὶ, μετὰ τὸ καταπαλαῖσαι αὐτὸν

τὸν Ἀνταῖον τὸν Λίβυν, τὸν Ποσειδῶνος, ἑξηκοντά-

πηχυν ὄντα, καὶ κατεάξαι (οὗ καὶ τὰ ὀστᾶ πρὸς Ὀλυμ-

πίαν ἠνέχθη, ὡς μὴ ἀπιστοῖτο), ἐμίγη τῇ τοῦ ῥηθέν-

τος Ἀνταίου γυναικὶ Ἰφινόῃ, καὶ ἐξ αὐτῆς παῖδα

γεννᾷ Παλαίμονα.

33f

Apuleius De orthographia § 2: Busiris apud

Jovis aram hospites mactabat, divinoque judicio ab

Hercule ibidem mactatus est, auctore ... Pherecyde.

33g

Schol. Hesiod. Theog. 985: Ἠμαθίωνα, ἀφ'

οὗ ἡ Μακεδονία Ἠμαθίη. Φησὶ δὲ Φερεκύδης, ὑπὸ

Ἡρακλέους ἀναιρεθῆναι τὸν Ἠμαθίωνα, ἀλλ' ἀπιόντος

ἐπὶ τὰ χρύσεα μῆλα.

33h1

Athenaeus XI: Φερεκύδης ἐν τῇ τρίτῃ

τῶν ἱστοριῶν, προειπὼν περὶ τοῦ Ὠκεανοῦ, ἐπιφέρει·

«Ὁ δ' Ἡρακλῆς ἕλκεται ἐπ' αὐτὸν τὸ τόξον ὡς βα-

λὼν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει. Ὁ δὲ δείσας

παύεται. Ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέ-

πας τὸ χρύσεον, ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν

δύνῃ, διὰ τοῦ ὠκεανοῦ τὴν νύκτα πρὸς ἕω, ἡνίκ' ἀνίσχει

ὁ ἥλιος. Ἔπειτα πορεύεται ὁ Ἡρακλῆς ἐν τῷ δέπαϊ

τούτῳ ἐς τὴν Ἐρύθειαν. (Καὶ) ὅτε δὲ ἦν ἐν τῷ πελά-

γει, Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας

φανταζόμενος· ὁ δὲ τοξεύειν αὐτὸν μέλλει· καὶ αὐτὸν

δείσας Ὠκεανὸς παύσασθαι κελεύει.»

33h2

Macrob. Saturn. V, 21: Poculo Herculem ve-

ctum ad Ἐρύθειαν Hispanioe insulam navigasse, et

Panyasis egregius scriptor Graecorum dicit, et Phe-

recydes auctor est: quorum uerba subdere super-

sedi, quia propiora sunt fabulae, quam historiae.

33h3

Strabo III: Ἐρύθειαν δὲ τὰ Γάδειρα

ἔοικε λέγειν ὁ Φερεκύδης·

34a

Schol. Sophocl. Trach. 354: Φερεκύδης φησὶν

οὕτω· «Μετὰ δὲ τὸν ἀγῶνα Ἡρακλῆς ἀφικνεῖται πρὸς

Εὔρυτον τὸν Μέλανος τοῦ Ἀρκεσιλάου εἰς τὴν Οἰχα-

λίαν· ᾠκεῖτο δὲ αὕτη ἐν Θούλῃ τῆς Ἀρκαδίας· καὶ

ᾔτει τὴν θυγατέρα Ὕλλῳ γυναῖκα. Τοῦ δὲ μὴ διδόν-

τος, Ἡρακλῆς εἷλε τὴν Οἰχαλίαν, καὶ τοὺς υἱοὺς ἀπέ-

κτεινεν. Ἴφιτος δὲ ἔφυγεν εἰς Εὔβοιαν.

34b

Schol. Homer. Odyss. Φ, 23: Ἴφιτος, Εὐρύτου

μὲν παῖς, Οἰχαλιεὺς δὲ τὸ γένος, ἀπολομένων αὐτῷ

τῶν ἵππων, περιῄει τὰς πέριξ ἐρευνῶν πόλεις, εἴ που

φανεῖεν. Πολυΐδου δὲ τοῦ μάντεως εἰπόντος αὐτῷ μὴ

παραγίνεσθαι εἰς Τίρυνθα χάριν ζητήσεως· οὐ γὰρ

εἶναι συμφέρον· λέγεται παρακούσαντα παραγενέσθαι.

Τὸν δὲ Ἡρακλέα μηχανῇ τινι καὶ στρατηγίᾳ συν-

εφελκυσάμενον αὐτὸν ἄγειν εἰς ἐπίκρημνον τεῖχος. Καὶ

καταστρέψαι διὰ τὸ πρὸς αὐτὸν ἔχειν ἔγκλημα καὶ

τὸν πατέρα, ὅτι τελευτήσαντι αὐτῷ τὸν ἆθλον, τὴν Ἰό-

λην γαμεῖν οὐκ ἔδωκαν, ἀλλ' ἀτιμάσαντες ἀπέπεμψαν.

Λέγεται δὲ ὡς ἀγανακτήσας ὁ Ζεὺς ἐπὶ τῇ ξενοκτονίᾳ,

προσέταξεν Ἑρμῇ λαβόντα τὸν Ἡρακλέα πωλῆσαι

δίκην τοῦ φόνου. Τὸν δὲ εἰς Λυδίαν ἀγαγόντα τῇ τῶν

τόπων βασιλευούσῃ Ὀμφάλῃ δοῦναι τριῶν τιμηθέντα

ταλάντων. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

35

Schol. Homer. Il. Ξ, 255: Ἡρακλῆς ἀνακομιζό-

μενος μετὰ τὸ πορθῆσαι Τροίαν, γενόμενος κατὰ τὸ

Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη

χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶ τὴν Μεροπίδα, ἐκω-

λύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσει-

δῶνος, βασιλεύοντος αὐτῆς. Βιασάμενος δὲ, καὶ ὡς

λῃστὴς ἐπιβὰς, ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παῖδας

αὐτοῦ. Μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ, Θεσ-

σαλὸν ἐγέννησε. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

36a

Schol. Homer. Il. Λ, 709: Κτέατος καὶ Εὔρυτος

παῖδες μὲν ἦσαν Ποσειδῶνος καὶ Μολιόνης τοῦ (l. τῆς)

Μόλου, ἐπίκλησιν δὲ Ἄκτορος. Οὗτοι παρηλλαγμένην

φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων. Διφυεῖς γὰρ ἦσαν,

ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας,

πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. Διὰ τοῦτο τοὺς πολε-

μικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡρακλῆς δὲ

πολεμῶν, καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν

περιγενέσθαι, συμμαχόντων Αὐγέᾳ, λοχήσας ἀνεῖλεν

αὐτοὺς, καὶ οὕτως ἐπόρθησε τὴν Ἦλιν. Ἡ ἱστορία

παρὰ Φερεκύδῃ.

36b

Schol. in Platonem: [πρὸς

δύο οὐδ' ὁ Ἡρακλῆς] Ταύτης

τὴν αἰτίαν

ὁ Δοῦρις οὕτως ἀφηγεῖται. Ἡρακλέα φησὶ βωμὸν δει-

μάμενον ἐπὶ τῷ Ἀλφειῷ, πυγμῆς ἀγῶνα καταθεῖναι,

καὶ νικήσαντα τὴν ἑξῆς Ὀλυμπιάδα, πάλιν ἀγωνιζό-

μενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι,

καὶ ἐξ ἐκείνου τὸ, Πρὸς δύο οὐδ' ὁ Ἡρακλῆς, παροι-

μιασθῆναι. Ἐχεφυλλίδας δὲ, αὐτὸν ὑπὸ Κτεάτου καὶ

Εὐρύτου, τῶν Μολιονιδῶν, ἡττηθῆναι κατὰ τὴν ἐπ'

Αὐγείᾳ στρατείαν· διωχθέντα δὲ ἄχρι τῆς Βουπράσι-

δος, καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πο-

λεμίων, ἀναψύξαι τε, καὶ ἐκ τοῦ παραῤῥέοντος ποτα-

μοῦ πιόντα, προσαγορεῦσαι· τοῦτο ἡδὺ ὕδωρ· ὃ νῦν

δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν, καλούμενον ὑπὸ

τῶν ἐγχωρίων βαδὺ ὕδωρ. Τὰ δὲ αὐτὰ καὶ Φερεκύδης,

καὶ Κώμαρχος (Κλέαρχος), καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστο-

ροῦσι. Καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰόντας

εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλῆ περὶ Κλεωνὰς

ἀποκτεῖναι· ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια

ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν

τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη.

36c

Schol. Il. ψ, 296: Ἀκου-

σίλαος ἐν τρίτῳ Γενεαλογιῶν κύριον ἤκουσε τὸ Ἐχέ-

πωλος, οὕτως· »Κλεωνύμου δ' Ἀγχίσης, τοῦ δὲ Ἐχέπω-

λος«. Καὶ Φερεκύδης ἐν τῷ τρίτῳ· »Κλεώνυμος δὲ

ὁ Πέλοπος ᾤκει Κλεωναῖσι, καταστήσαντος Ἀτρέως

Τοῦ δὲ γίνεται Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.«

37

Schol. Sophocl. Argument. Trachin.: Ἀμάλθεια

ἦν Αἱμονίου θυγάτηρ· ἣ κέρας εἶχε ταύρου. Τοῦτο δὲ,

ὡς Φερεκύδης φησὶ, δύναμιν εἶχε τοιαύτην, ὥστε

βρωτὸν ἢ ποτὸν ὅπερ ἂν εὔξαιτό τις, παρέχειν ἄφθο-

νόν τε καὶ ἄπονον.

Apollod. II, 7, 5: Ἀμάλθεια δὲ ἦν Αἱμονίου θυ-

γάτηρ, ἣ κέρας εἶχε ταύρου. Τοῦτο δὲ, ὡς Φερεκύδης

λέγει, δύναμιν ἔχει τοιαύτην, ὥστε βρωτὸν ἢ ποτὸν,

ὅπερ εὔξαιτό τις, παρέχειν ἄφθονον.

37a

Scholiastes Pindari Olymp. VII, 42:

Ἡσίοδος δὲ Ἀστυδάμειαν αὐτήν φησι· Φερεκύ-

δης δὲ Ἀστυγένειαν· ἦν δὲ Φύλαντος θυγάτηρ.

38

Schol. Apollon. I, 1213:

εἰς τὴν Δρυοπίαν. ... λῃ-

στρικὸν δὲ τὸ ἔθνος, ὁμοροῦν τοῖς

Μηλιεῦσιν, ὡς Φερεκύδης ἐν τῇ τρίτῃ φησίν.

38a

Schol. Hom Il. κ, 266:

Φερεκύδης δὲ Βοιωτὸν τὸν Ἀμύντορά φησιν.

39

Antonin. Liberal. c. 33: Ἱστορεῖ Φερεκύδης.

Μετὰ τὸν Ἡρακλέους ἐξ ἀνθρώπων ἀφανισμὸν, Εὐ-

ρυσθεὺς ἐξελάσας αὐτοὺς τῆς πατρίδος, αὐτὸς ἐβασί-

λευεν· οἱ δὲ Ἡρακλεῖδαι καταφυγόντες πρὸς Δημο-

φῶντα τὸν Θησέως, ᾤκησαν τὴν τετράπολιν τῆς

Ἀττικῆς. Εὐρυσθεὺς δὲ πέμψας ἄγγελον εἰς Ἀθήνας,

πόλεμον προέλεγεν τοῖς Ἀθηναίοις, εἰ μὴ τοὺς Ἡρα-

κλείδας ἐξελάσωσιν. Οἱ μὲν οὖν Ἀθηναῖοι τὸν πόλεμον

οὐκ ἀπολέγονται, Εὐρυσθεὺς δ' ἐνέβαλε εἰς τὴν Ἀττι-

κὴν, καὶ παραταξάμενος αὐτὸς μὲν ἀποθνήσκει μαχό-

μενος, ἡ δὲ πληθὺς ἐτράπη τῶν Ἀργείων· Ὕλλος δὲ

καὶ οἱ ἄλλοι Ἡρακλεῖδαι καὶ οἱ σὺν αὐτοῖς ἀποθανόν-

τος Εὐρυσθέως κατοικίζονται πάλιν ἐν Θήβαις· ἐν δὲ

τούτῳ καὶ Ἀλκμήνη κατὰ γῆρας ἀποθνήσκει, καὶ αὐ-

τὴν ἐξεκόμισαν Ἡρακλεῖδαι. Ὤ|κουν δὲ παρὰ τὰς Ἠλέ-

κτρας πύλας, ὅθιπερ καὶ Ἡρακλῆς ἐν τῇ ἀγορᾷ. Ζεὺς

δὲ Ἑρμῆν πέμπει, κελεύων Ἀλκμήνην ἐκκλέψαι,

καὶ ἀπενεγκεῖν εἰς μακάρων νήσους, καὶ δοῦναι Ῥα-

δαμάνθυϊ γυναῖκα· Ἑρμῆς δὲ πεισθεὶς Ἀλκμήνην ἐκ-

κλέπτει. Λίθον δ' ἀντ' αὐτῆς ἐντίθησιν εἰς τὴν σορόν·

οἱ δ' Ἡρακλεῖδαι ἐπεὶ τὴν λάρνακα φέροντες ἐβαρύ-

νοντο, κατατίθενται· καὶ ἀποκαλύψαντες εὗρον ἀντὶ

τῆς Ἀλκμήνης λίθον, καὶ αὐτὸν ἐξελόντες, ἔστησαν ἐν

τῷ ἄλσει, ὅθιπέρ ἐστιν τὸ ἡρῷον τὸ τῆς Ἀλκμήνης ἐν

Θήβαις.

t40-43

{LIBER QUARTUS.}

40

Schol. Apollon. III, 1185: Φερεκύδης ἐν δʹ οὕτω

φησίν· »Ἀγήνωρ δὲ ὁ Ποσειδῶνος γαμεῖ Δαμνὼ τὴν

Βήλου. Τῶν δὲ γίνονται Φοῖνιξ καὶ Ἰσαίη, ἣν ἴσχει

Αἴγυπτος· καὶ Μελία, ἣν ἴσχει Δαναός. Ἔπειτεν ἴσχει

Ἀγήνωρ Ἀργιόπην τὴν Νείλου τοῦ ποταμοῦ. Τοῦ δὲ

γίνεται Κάδμος.«

41

Schol. Apollon. II, 178: Ἀγηνορίδης (Φίνευς)·

Ἀγήνορος γὰρ παῖς ἐστιν ὡς Ἑλλάνικος· ὡς δὲ Ἡσίο-

δος φησὶν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας.

Ὁμοίως καὶ Ἀσκληπιάδης, καὶ Ἀντίμαχος καὶ Φε-

ρεκύδης φησίν.

42

Apollod. III, 1, 1: Συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν

αὐτῆς Τηλέφασσα ἡ μήτηρ, καὶ Θάσος ὁ Ποσειδῶνος·

ὡς δὲ Φερεκύδης φησὶ, Κίλικος.

43

Schol. Apollon. III, 1086: Ἔστι καὶ ἄλλος Δευ-

καλίων, ὁ Μίνωος, περὶ οὗ Φερεκύδης.

t44-51a

{LIBER QUINTUS.}

44a

Schol. Apollon. III, 1178: Φερεκύδης ἐν τῇ πέμ-

πτῃ οὕτω φησίν· »Ἐπειδὴ Κάδμος

κατῳκίσθη ἐν Θήβῃσιν, Ἄρης διδοῖ αὐτῷ καὶ Ἀθηναίη

τοῦ ὄφιος τοὺς ἡμίσεις ὀδόντας, τοὺς δὲ ἡμίσεις Αἰήτῃ·

καὶ ὁ Κάδμος αὐτίκα σπείρει αὐτοὺς εἰς τὴν ἄρουραν,

Ἄρεος κελεύσαντος, καὶ αὐτῷ ἀναφύονται ἄνδρες

ὡπλισμένοι. Ὁ δὲ Κάδμος δείσας,

βάλλει αὐτοὺς λίθοισιν. Οἱ δὲ δοκέοντες ὑφ' ἑαυτῶν

βάλλεσθαι, κτείνουσί τε

ἀλλήλους καὶ θνήσκουσι, πλὴν πέντε ἀνδρῶν, Οὐδαίου,

Χθονίου, Ἐχίονος, Πέλωρος, Ὑπερήνορος· καὶ αὐτοὺς ὁ

Κάδμος ποιεῖται πολίτας, κατοικίσας αὐτοὺς

ἐν Θήβαις.

44b

Schol. Pindar. Isthm. VII, 13: Φερεκύδης διττά

φησιν εἶναι σπαρτῶν γένη. Τὸν γὰρ Ἄρη καὶ τὴν

Ἀθηνᾶν, τοὺς μὲν ἡμίσεις τῶν ὀδόντων Κάδμῳ δοῦναι,

τοὺς δὲ ἡμίσεις Αἰήτῃ.

44c

Apollodor. III, 4, 1: Φερεκύδης δέ φησιν, ὅτι Κά-

δμος, ἰδὼν ἐκ γῆς ἀναφυομένους ἄνδρας ἐνόπλους, ἐπ'

αὐτοὺς ἔβαλε λίθους· οἱ δὲ, ὑπ' ἀλλήλων νομίζοντες

βάλλεσθαι, εἰς μάχην κατέστησαν.

45

Apollod. III, 4, 2: Ἔδωκε δὲ αὐτῇ Κάδμος πέ-

πλον, καὶ τὸν Ἡφαιστότευκτον ὅρμον, ὃν ὑπὸ Ἡφαί-

στου λέγουσί τινες δοθῆναι Κάδμῳ, Φερεκύδης δὲ

ὑπὸ Εὐρώπης· ὃν παρὰ Διὸς αὐτὴν λαβεῖν.

46a

Suidas: Ὕης, Ὕου· ἐπίθετον Διονύσου, ὡς Κλεί-

δημος. Ἐπειδὴ, φησὶν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ,

καθ' ὃν ὁ θεὸς ὕει χρόνον. Ὁ δὲ Φερεκύδης, τὴν Σε-

μέλην Ὕην λέγεσθαι· καὶ τὰς τοῦ Διονύσου τροφοὺς,

Ὑάδας.

46b

Schol. Arati Phaenom. 172: Θαλῆς μὲν δύο αὐ-

τὰς (Hyadas) εἶπεν εἶναι, τὴν μὲν βόρειον, τὴν δὲ

νότιον. Εὐριπίδης δὲ ἐν τῷ Φαέθοντι, τρεῖς. Ἀχαιὸς

δὲ, δʹ. Ἱππίας δὲ καὶ Φερεκύδης, ζʹ. Ἡ δὲ προσω-

νυμία ἐστὶν, ὅτι τὸν Διόνυσον ἀνεθρέψαντο.

46c

Schol. Homer. Il. Σ, 486: Τοὺς ἐπὶ τῶν κεράτων

τοῦ Ταύρου ἑπτὰ ἀστέρας κειμένους. Καλοῦνται δὲ

Ὑάδες, ἤτοι διὰ τὴν πρὸς τὸ Υ στοιχεῖον ὁμοιότητα,

ἢ ἐπειδὴ αἴτιοι ὄμβρων καὶ ὑετῶν καθίστανται. Ζεὺς

ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι

Νύμφαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐ-

δώρῃ, Διώνῃ, Αἰσύλῃ, Πολυξοῖ. Αὗται θρέψασαι τὸν

Διόνυσον, περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπε-

λον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυ-

κοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυ-

σον. Ἐκείνας δὲ ἐλεήσας ὁ Ζεὺς κατηστέρισεν. Ἡ

ἱστορία παρὰ Φερεκύδῃ.

Ibid. paullo post: Φερεκύδης, καθάπερ προεί-

ρηται, τὰς Ὑάδας Δωδωνίδας Νύμφας φησὶν εἶναι,

καὶ Διονύσου τροφούς. Ἃς παρακαταθέσθαι τὸν Διό-

νυσον τῇ Ἰνοῖ διὰ τὸν τῆς Ἥρας φόβον. Καθ' ὃν και-

ρὸν καὶ αὐτὰς Λυκοῦργος ἐδίωξε.

46d

Hygin. Poet. Astron, 2, 21: Hyades

Pherecydes Atheniensis Liberi nutrices esse de-

monstrat, numero septem, quas etiam antea Nym-

phas Dodonidas appellatas. Harum nomina sunt

hoec: Ambrosia, Eudora, Phesyle, Coronis, Po-

lyxo, Phaeo, Thyene. Hae dicuntur a Lycurgo fu-

gatae, et praeter Ambrosiam omnes ad Thetyn

profugisse, ut ait Asclepiades. Sed ut Pherecydes

dicit, ad Thebas Liberum perlatum Junoni tradi-

derunt. Quam ob caussam ab Jove gratia eis est

relata, quod inter sidera sunt constitutae.

46e

Mythograph. I, § 120: Li-

berum, conceptum utero, Jupiter incendio eri-

puit, ac femori insuit suo. Postea completis men-

sibus, Nymphis, quae Nysam, montem Indiae,

perfrequentabant, clam tradidit nutriendum.

Septem enim fuerant sorores, eaedem Nymphae

Dodonides appellatae, quoe a Lycurgo fugatae

ad Thetin profugerunt, ut scribit Pherecydes et

Asclepiades.

46f

Schol. Germanici ad Taurum v. 173:

In signo Tauri frons et facies Hyades vocantur,

quas Pherecydes Athenaeus nutrices Liberi dicit,

quae Dodonides Nymphae vocantur. Quae cum a

Lycurgo captivitatem timentes fugerent Thebas, ne

sibi a Junone aliquid paterentur, Jupiter coelo il-

latas sideribus honoravit, Hyadesque appcllavit,

quod nascente Libero eas invenerit; quas in si-

gnum temporis posuit, vel quod sint pluviales:

ὕειν enim pluere est, quia earum ortus imbres con-

citat: vel quia in modum Y litterae positae sunt.

Idem Schol. ad. v. 254:

Pleiades a pluralitate Graeci

vocant: Latini, eo quod uere exoriantur, Vergi-

lias dicunt. Dicit autem Pherecydes Athenaeus,

septem sorores fuisse, Lycurgi filias, ex Naxo in-

sula: et pro eo, quod Liberum educaverunt, a Jove

inter sidera sunt relatar.

47

Schol. Sophocl. Oedip. Tyr. 785: Φερεκύδης

φησὶ Μέδουσαν εἶναι τὴν Πολύβου γυναῖκα, θυγατέ-

ρα δὲ Ὀρσιλόχου τοῦ ἀδελφειοῦ.

47a

Schol. Taur. in Eurip. Phoen. 39. Πολυ-

φήτην δὲ τὸν κήρυκα τοῦτον Φερεκύδης Πολυποίτην

φησί.

48

Schol. Eurip. Phoen. 53: Φερεκύδης τὰ κατὰ

τοὺς παῖδας Οἰδίποδος, καὶ τὰς γημαμένας οὕτως

ἱστορεῖ. «Οἰδίποδι, φησὶ, Κρέων δίδωσι τὴν βασιλείαν,

καὶ τὴν γυναῖκα Λαΐου, μητέρα δ' αὐτοῦ, Ἰοκάστην.

Ἐξ ἧς γίνονται αὐτῷ Φράστωρ καὶ Λαόνυτος, οἳ θνή-

σκουσιν ὑπὸ Μινυῶν καὶ Ἐργίνου. Ἐπεὶ δὲ ἐνιαυτὸς

παρῆλθε, γαμεῖ ὁ Οἰδίπους Εὐρυγάνειαν τὴν Περί-

φαντος. Ἐξ ἧς γίνονται αὐτῷ Ἰοκάστη, Ἀντιγόνη,

Ἰσμήνη, ἣν ἀναιρεῖ Τυδεὺς ἐπὶ κρήνης, καὶ ἀπ'

αὐτῆς ἡ κρήνη Ἰσμήνη ἐκλήθη. Υἱοὶ δὲ αὐτῷ ἐξ αὐ-

τῆς, Ἐτεοκλῆς καὶ Πολυνείκης. Ἐπεὶ δὲ Εὐρυγάνεια

ἐτελεύτησε, γαμεῖ Ἀστυμέδουσαν τὴν Σθενέλου.» Τι-

The complete text is available when the reading interface loads.