The Greek Library Catalogue

Anonymous

Epistula

Edition reference
Epistula, ed. R. Hercher, Epistolographi Graeci, Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 460.
CTS identifier
urn:cts:greekLit:tlg1585.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Θαλῇ.}

1

Εὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκῃ. νοῦσός με

2

καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα.

3

φθειρῶν ἔβρυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα

4

δ' ὦν τοῖσι οἰκιήτῃσι, ἐπήν με κατθάψωσι, ἐς σὲ

5

τὴν γραφὴν ἐνεῖκαι. σὺ δὲ ἢν δοκιμώσῃς σὺν τοῖσι

6

ἄλλοισι σοφοῖσι, οὕτω μιν φῆνον, ἢν δὲ οὐ δοκιμώσητε,

7

μὴ φήνῃς· ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανε. ἔστι δὲ οὐκ

8

ἀτρεκηίη πρηγμάτων, οὐδ' ὑπίσχομαι τἀληθὲς εἰδέναι,

9

ἅσσα δ' ἂν ἐπιλέγῃ θεολογέων· τὰ ἄλλα χρὴ νοέειν·

10

ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νούσῳ πιεζόμενος ἐπὶ

11

μᾶλλον οὔτε τῶν τινὰ ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέ-

12

μην, προεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοισι ὁκοῖόν τι

13

εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληίθρης ἔδειξ' ἂν ὡς ἔβρυον

14

τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστε-

15

ραίην ἐπὶ τὰς Φεφεκύδεω ταράς.