The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 328–330.
CTS identifier
urn:cts:greekLit:tlg1594.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

681-686

{περὶ Ἱεροσόλυμα}

681-685

{περὶ Ἱεροσόλυμα αʹ}

681

ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς〈 〉

Ἀβραὰμ κλυτοηχές, ὑπέρτερον ἅμματι δεσμῶν,

παμφαὲς ἐπλήμμυρε μεγαυχήτοισι λογισμοῖς

θειοφιλῆ θέλγηθρα. λιπόντι γὰρ ἀγλαὸν ἕρκος

αἰνοφύτων ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων

ἀθάνατον ποίησεν ἑὴν φάτιν· ἐξέτι κείνου

ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος.

682

†ἄρτι χερὸς θνητοῖο ξιφηφόρον † ἐντύνοντος

λήμματι καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος·

ἀλλ' ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν.

683

νηχομένο〈ι〉ς δ' ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο

δέρκηθρον· συναοιδὰ μεγιστούχοιο λοετροῖς

ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης.

684

ῥεῦμα γὰρ ὑψιφάεινον ἐν ὑετίοις νιφετοῖσιν

ἱέμενον πολυγηθὲς ὑπαὶ πύργοις συνόροισιν

στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα κρήνης

τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν

685

αἰπὺ δ' ἄρ' ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι

σωλῆνες

686

{περὶ Ἱεροσόλυμα ιδʹ (?)}

τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ

ὕψιστος καὶ πρόσθεν ἀπ' Ἀβραάμοιο καὶ Ἰσάκ

Ἰακώβ 〈τ'〉 εὐτέκνοιο, τόθεν Ἰωσήφ, ὃς ὀνείρων

θεσπιστὴς σκηπτούχῳ ἐν Αἰγύπτοιο θρόνοισιν

δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης.