Volumina Rhetorica
- Scientific editors
- Siegfried Sudhaus
- Edition reference
- Philodemi Volumina rhetorica · Leipzig · Teubner · 1895
- CTS identifier
urn:cts:greekLit:tlg1595.tlg370.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
ἢ πρὸς τὰς κατὰ μέρος λόγων διακοπάς, ἐπιμνησθησόμεθα. fr. IV Τῶν γὰρ ἐπιστημῶν αἱ μὲν τὸ πᾶν ἢ τὸ πλεῖστον ἔχουσιν ἐκ φύσεως ὀφεῖλον προϋποκεῖσθαι καὶ ἐπιγείνεσθαι διὰ συνασκήσεως ὀλίγον, αἱ δὲ διʼ ἑαυτῶν τελεσιουργοῦσιν, αἱ δὲ καί τινος προσδέονται φυσικοῦ δώρου παρὰ τῆς ἀσκήσεως οὐ περιγινομένου.
ἄσκησιν, αἱ δʼ οὐδʼ ὅλως ἔχουσιν χρείαν ΙΙ συνασκήσεως, ἀλλὰ φύσεως ὁμοειδοῦς ἀξιολόγως ἐπιθλιβομένης τὸ πλεῖστον διʼ ἑαυτῶν συντελοῦσιν. Αἱ δʼ οὐ φύσεως ἀλλὰ τριβῆς μόνον δεηθεῖσαι μεθοδικῶς τἆλλα δημιουργοῦσιν. Ἔτι τινῶν μὲν τεχνῶν ἔργα πείπτει τῶν γε κατὰ μέρος καὶ ἀξιόλογά γε οὐ μόνον εἰς τοὺς τεχνείτας ἀλλὰ καὶ εἰς τοὺς ἀνεπιστήμονας, τινῶν δʼ οὐδὲ ἓν ἔργον εἰς τοὺς ἀτέχνους πείπτει.
ἑστηκότα θεωρήματα προσφερομένην ὡς τὴν γραμματικήν, οἱ δὲ τὴν σοφίαν μόνην, οἱ δὲ τὴν λόγον ἔχουσαν, ‘ὧι προσφέρει, ἃ προσφέρειʼ, καθάπερ Πλάτων, των, οἱ δὲ τὴν ἐπὶ συμφέροντι τοῦ βίου παρεισηγμένην, κἂν τὴν ῥητορικὴν οὐκ οὗσαν τοιαύτην ἐκ τῶν τεχνῶν ἐξορίζωσιν, εἶτʼ ἀποκλίνειν πρὸς τὴν αὐτὴν ἐπιχειροῦντες.
καὶ τὴν ῥητορικὴν ἐναρμόσαντες εἰς αὐτὴν ἀποφαίνουσι τέχνην, ἵνʼ οὕτως ὁ καλούμενος γένηται τῶν τεχνῶν σύνδεσμος. Ἀμέλει δέ τινι παρακειμένωι καὶ τοιούτωι συνέχονται χαρακτῆρι κακίας· διαφορῶν γὰρ οὐσῶν ἀπλάτων ὅσων ἐν ταῖς τέχναις, ὅταν ἰδιότητι προσπέσωσιν, ἐκ τῶν τεχνῶν εὐθὺς ἐξορίζουσιν τὴν τοῦτο προσφερομένην. Τὰς μὲν οὖν ἄλλας ἐάσομεν παραλλαγὰς ἐπὶ τοῦ παρόντος· οὐδὲν γὰρ ἐνχρήζουσιν· ἐνίων δὲ συνεργίαν τινὰ παρεξομένων
τὸ θεωρητικὸν μόνον, ὁ δὲ τὸ ῥητορικόν, ὁ δʼ ἑκάτερον, ἐν ὄχλωι τῆς διαθέσεως τοῦ λόγου γεινομένης· μένης· ὅ καὶ ἐπὶ τῶν ἄλλων εἴπερ ἦν ἐπιστημῶν, ἴσως οὐκ ἂν ὁ θεωρητικὸς εὐθέως ὑπῆρχε διαλεκτικός. Ἴσως δὲ καὶ μετὰ τούτων ἕτεραί τινες ἐν ταῖς ἐπιστήμαις εὑρεθήσονται παραλλαγαὶ κατὰ τὴν δύναμιν | ἤτοι τὴν παρασκευὴν τῶν αὐτῶν ἔργων, ἀλλʼ οὐ τὸ lI μὴ εἶναι τέχνην αὐτὴν παριστάνειν δόξουσιν ἀλλὰ τὸ μὴ μόνην τοῦ τέλους δημιουργόν. Οὐ γὰρ ἴσως ἀγένητον οὐδʼ οὐχ ὁρώμενον ἐν τοῖς φαινομένοις, ὅ γείνεται διὰ τέχνης τινός, διὰ ταύτης τε συντελεῖσθαι καὶ διʼ ἄλλης τινὸς ἀκολουθεῖν τέχνης, καὶ ταύτηι τάχα καὶ τὸ χρήσιμον ἀπὸ τοῦ ἀναγκαίου διορίζεσθαι πέφυκεν. Ἐπιδέχονται δὲ καὶ παραβολὰς οἱ πλείους τῶν λόγων, εἰ μὴ καὶ πάντες. Ἄθλιος δʼ εἰ καί τις ἄλλος χαρακτὴρ λόγων, ὅταν διʼ ὧν τις ἀναιρεῖν οἴεταί τινα, διὰ τῶν αὐτῶν πορευομένοις ἐξῇ καὶ τἀληθὲς ἢ τὸ φαινόμενον ἀληθὲς τῶι συντιθέντι τὴν ἀπόδειξιν ἀθετῆσαι. Χάριν δὲ τῶν ἀποδείξεων τούτων οὐδὲ εἷς ἀποκωλύσει λέγειν τοὺς τῆς ἐναντίας στάσεως προισταμένους εἶναί τινα τέλειον τεχνείτην,
ὃς τό τε σύνολον τῆς τέχνης ἔχει καὶ ἃ ἐκπε πόνηται ΙΙΙ μέρεσιν, εἶναι δʼ ἄλλους τινάς, οἵ μέρη τινὰ τῶν τῆς ἐπιστήμης ἀνειλήφασιν· οὓς εἴ τις εὐθύνων οἴεται τὸν τέλειον εὐθύνειν, λήθαργός ἐστιν, ὧι δὴ παραδείξει περιπετεῖς καὶ τοὺς τὰ νῦν ἐξεταζομένους. Παρακείμενον δὲ καὶ τοιοῦτον ἐξουσιάσει παραπλάττεσθαι χαρακτῆρα μοχθηρότατον, ὅταν ἀπὸ τῶν ἐπὶ μέρους ἀνδρῶν κατηγορίαν τῶν ἐπιστημῶν ποιῆταί τις, ὅ καὶ παρὰ τοῖς ὀνωδεστάτοις ἄδικον ἤδη διείληπται, γείνεται δὲ παρὰ τούτοις. Ἀλλὰ μὴν πρόχειρον ἔσται λέγειν καί, διότι πείθουσιν μὲν πολλοὶ κατὰ τὸ κοινὸν καὶ τῶν οὐ ῥητόρων, οὐ μὴν τέλος τοῦτο τῆς ῥητορικῆς ὑπάρχειν, ἀλλὰ τὸ λόγωι πείθειν, ὥστε καὶ πολλὴν ἀπειρολογίαν καταγνώσεται τῶν τὰ κάλλη καὶ IV τὰς ἄλλας φλυαρίας
παραφερόντων. Ἐγὼ μὲν γὰρ οἶμαι, διότι, κἂν λόγωι ποτὲ πείθειν συνχωρηθῇ τινας ἰδιώτας, ἀλλʼ οὐχ, ὅτι γε βέλτειον τῶν τεχνειτῶν, ἔσται δεδειχώς, οὐδὲ κατὰ τὸ ἴδιον τοῦ λέγειν οὐδὲ πυκνὸν οὕτως ὡς ἐκεῖνοι. Πολλὰς δέ τινας εὑρήσεις τῶν ἀποδείξεων τὸ πραγματικὸν ἐκβεβηκυίας τῆς συνθέσεως χωρὶς τῶν προεπισεσημασμένων ἀδιαληψιῶν, πεπλεγμένας δὲ παρὰ τὴν ἐν ταῖς φωναῖς κοινότητα, πτῶμα φιλοσόφων ὅπερ ἐστὶν ἀπαλαιστρότατον· πολλὰς δὲ καὶ τῆι δυνάμει μὲν οὐ διαφερούσας, ἀλλʼ ὅταν περιβάλωνται χειρισμοὺς παραλλάττοντας ἢ μόνον ὑποδειγμάτων ἑτερότητας, τὸ πλούσιον τῶν χρωμένων ἐπιφαινούσας. Πολὺ δʼ ἐν τοῖς λόγοις ἄγαν ἐστὶ καὶ τὸ φατικὸν καὶ τὸ παντελῶς ἀκατάσκευον, ὃ τάχα τινὲς πεκστάντες οὐκ ἔσονται διημαρτημένοι. Διήκει δέ τις ἁμαρτία
σχεδὸν διὰ τῶν πλείστων ὑπομνήσεων V καὶ τοιαύτη· τὸ γὰρ μηδὲ τὴν τέχνην ὑπάρχειν ἐν τοισίδε τισὶν χρόνοις ἢ τόποις λαμβάνουσιν ἀσυκοφαντγτως, ὅταν δόξωσιν ὁπωσδήποτε παρεστακέναι τὸ μὴ διὰ γραπτῶν καταβεβλῆσθαί τινας τεχνολογίας, ὥσπερ οὐκ εὐπρόσδεκτον, ἐκπεπονῆσθαί τινας τέχνας, παρʼ οις ἀνθρώποις ἢ καθʼ οὓς καιροὺς οὐδʼ ὅλῶς γραμμαικὴν ὑπάρχειν ἢ γεγενῆσθαι συμβέβηκεν. Νομίζω δʼ ἔγωγε καὶ πάντας, εἰ δὲ μή γε, τοὺς πλείστους λόχους καὶ συνχωρουμένων τῶν λημμάτων οὐ συνάξειν, ὃ θέλουσιν οἱ κατασκευάζοντες, καὶ μάλιστα, ἐὰν ἐρωτῶνται περὶ τοῦ τὴν σοφιστικὴν ῥητορικὴν οὐκ εἶναι τέχνην, ἀλλʼ εἴπερ ἄρα τὸ μὴ περιγείνεσθαι διʼ αὐτῆς τὴν πολειτικὴν καὶ τὴν ἔμπρακτον ῥητορικήν, οὐκ, εἰ δὴ μουσικὴ τὸ γράφειν καὶ ἀναγινώσκειν οὐ περιποιεῖ, διὰ τὴν αἰτίαν ταύτην οὐδὲ ἄλλων τινῶν ἐστιν
ἐπιστήμη πραγμάτων. Καὶ περὶ πολιτικῆς δὲ ἐρωτώμενοι VI μενοι πολλοὶ τὸ μὴ διὰ τῆς σοφιστικῆς αὐτὴν περιγείνεσθαι προσάγουσιν, ἂν εὖ βάλωσιν. Ἄξιόν τε ἐπιστῆσαι, μήποτε οὐκ ἀπιθάνως λέγῃ τις· ὥσπερ τὴν διαλεκτικὴν τέχνην ὑπάρχειν, οὐ μὴν ἀπεργάζεσθαί τι καθʼ ἑαυτήν, εἰ μὴ τοῖς ἠθικοῖς καὶ φυσικοῖς συνδεθείη λόγοις, ὃν τρόπον καὶ τῶν Στωικῶν ἔνιοι διέλαβον, οὕτω καὶ τὴν ῥητορικὴν τέχνην μὲν εἶναι, δραστήριον δʼ οὐδαμῶς τῶν ἔργων, εἰ μὴ τοῖς πολιτικοῖς πράγμασιν συμπλακείη. Τοίγαρ ἐπακτικοὺς εἶναι τοὺς πλείονας τῶν λόγων, οὐκ ἴσως λέληθεν οὐδὲ τοὺς μετρίως συνέντας. Τάχα δʼ ἴσως καὶ πλείους ἄλλοι κακιῶν χαρακτρες διήκουσι διὰ τῶν συλλογισμῶν, ἀλλʼ οὔτε πρὸς ὄνηα τὴν προσκαρτέρησιν ποιεῖσθαι VII δοκι
μάζομεν, ὧν συθεώρητον ἔχουσιν τὴν διάπτσομ. ἐπί τε τῆς διακοπῆ τῶν κατὰ μέρος λόγων ἔνι τῶν νῦν παραλελειμμένω ἐπισημασίας ἀξιωθήσεται. Τοῖς δʼ ἡμετέροις μεμπιν ἂν εἴη, καὶ περιττότερ τοῖς γέ τοι τοιούτοις, ὅοι καὶ τὴν σοφιστικὴν ῥῆορικὴν οὐκ εἶναι τέχνην διλήφασι καὶ τούτου συστικοὺς λόγους πεποιήκασιν Εἰ γὰρ Ἐπίκουρος καὶ Μητρόδωρος ἔτι δʼ Ἕρμαρος ἀποφαίνονται τέχνην πάρχειν τὴν τοιαύτην, ὡς ἐνιοῖς ἑξῆς ὑπομνήσομεν, τούτοις ἀντιγράφοντες οὐ πνυ τι μακρὰν τῆς τῶν ποτραλοιῶν καταδίκης ἀφεστήκαιν.
Book 2
Ἐνίοτε γὰρ οἰκο οἰκο|δόμος οἰκίαν καταφθείρει καὶ ζῳγράφος I πίνακα καὶ ναῦν περιτρέπει κυβερνήτης καὶ ἰατρὸς ἄνθρωπον ἀποκτείνει μεθοδικῶς· μηδὲ ταύτας οὖν τέχνας ὁμολογῶμεν, ἢ καὶ πάσας τὰς τέχνας ὁ λόγος ἀξιοῖ ματαίως ὠφελίμους εἶναι, καθάπερ καὶ ὁ πρὸ αὐτοῦ.
„Αἱ διάφοροι τέχναι τῶν ἀλλήλων τελῶν οὐ τυγχάνουσιν, τοῦ δὲ τῆς ῥητορικῆς τέλους καὶ φιλόσοφος καὶ γραμματικὸς καὶ διαλεκτικός.“
Παράξουσι μέν τι λεγόμενον Πλάτωνι, οὐ τῆς ῥῆτορικῆς μόνον εἶναι τὴν πειθὼ καὶ τὰς πίστεις· κατὰ γὰρ τὸ κοινὸν πολλοὺς πείθειν τῶν οὐ ῥητορικῶν· ἀλλʼ οὐ τέχνην ὄντως κεκτημένους τήν τε πλεοναζομένην ἱστορίαν καὶ τριβήν, ὅταν οἱ λεγόμενοι τεχνῖται προσλάβωσιν τῶν τελῶν τι, παράξουσιν· τό τε διὰ λόγου ῥητορικοῦ πείθειν τέλος ἐστὶ τῆς ῥητορικῆς, ΙΙ οὐ τὸ πείθειν, καὶ διαλεκτικὸς καὶ φιλόσοφος
πείθει μέν, οὐ πείθει δὲ ῥητορικῶς ἀλλὰ διαλεκτικῶς καὶ ἀναγκαστικῶς, ὡς καὶ Φρύνη καὶ ὥραι καὶ μουσικῆι πείθει μέν, οὐ ῥητορικῶς δὲ ποιεῖ τὰς κατασκευάς, οὐδέ πως ὁ λόγος δύναταί τι προσάγειν ἀληθές.
„Τῶν ἀτέχνων οὐδὲ εἷς ἐν τῶι τῆς τέχνης ἔργωι νικᾶι τὸν τεχνίτην, ἐν δὲ τῶι τῆς ῥητορικῆς οὐδὲ τοῦτο καθολικόν“
Ἐπὶ γὰρ ἐνίων, ἔφη, τῶν στοχαστικῶν ἔστιν ὅτε νικᾶι τὸν τεχνίτην ὁ ἄτεχνος, ὥσπερ κἂν εἴπαις ‘νικήσει τὸν ῥητορικὸν τεχνίτην ὁ ἱκανός τινος τῶν κατὰ μέρος καθεστώςʼ, εἰ δʼ ἡ τέχνη τῶν παγίων, τοῦτʼ ἀδύνατον· διαμφισβητεῖται δέ, πρὸς τίνα προκείμενον· εἰ γὰρ τὸν ἄτεχνον ὁ λόγος λαμβάνει τὸν οὐ διατριβικόν, τὸν δὲ τεχνίτην τὸν ἀπὸ τῶν διδασκαλείων, οὔτε τὴν σοφιστικὴν μὴ εἶναι τέχνην οὔτε τὴν πολιτικὴν ἀποδείκνυσιν
„Κατὰ τὰς ἄλλας τέχνας τὰ θεωρήματά ἐστιν ἀληθῆ, ψευδῆ δὲ κατὰ τὴν ῥητορικήν.“
Διὰ τοῦτο οὐδὲ τὴν φιλοσοφίαν τέχνην ῥητέον οὐδὲ τὴν ἰατρικὴν οὐδὲ τὴν μουσικήν· ὡς δʼ, εἴ τινα ψευδῆ τῶν ὑπό τινων καταβεβλημένων νε ἐστιν, εἰπεῖν εἰκὸς τὸ ,τινὲς ἡμαρτήκασι τῶν τῆς τέχνης“ μηδὲ τὸ „ἀμοιροῦντες ἐοίκασιν τῶν ἀληθινῶν τῆς τέχνης θεωρημάτων“, οὕτω καὶ ψεύδεται τὸ τὴν ῥητορικὴν προσφερομένην ψευδῆ παραγγέλματα μηδʼ εἶναι τέχνην. — Πρὸς δὲ τὸν τέλειον καὶ ἀτέλειον ἐν γεωμετρίαι καὶ ταῖς ἄλλαις ἐπιστήμαις υτεβιειιειν καιτ εγει
γο ιση . δε τὰ συνέχοντα IV πρότερον εἰρήκαμεν, εἰρήκαμεν δὲ καὶ πρὸς τὸν παρακείμενο.
„Ὁ τεχνίτης οὐκ ἀρνεῖται τεχνίτης ὑπάρχειν, ὁ δὲ ῥήτωρ.“
Εἰ διαφορά τις καὶ τοιαύτη τεχνῶν ἐστιν, ὥστε τοὺς μὲν ἐν κοινῶι γε μηδέποτε ἐπανγέλλεσθαι, τοὺς δʼ ἔχειν ὁμολογεῖν τῆς τέχνης τὸ μεθοδικόν, οὐ δεόντως ἕνεκα τούτου τέχνην τὴν ῥητορικὴν οὐκ ἐροῦμεν· καὶ τινὲς δὲ τεχνῖται διὰ παντὸς ἀπαρνοῦνται τὴν τέχνην ἔχειν. ,,Καίτοι γʼ οὐκ ἀρνουμένων ἀτιμοτάτων εἰκὸς ἦν σοφιστὰς οὐκ ἐπαρνηθῆναι.“ Καὶ φιλόσοφός γʼ ἐπαρνεῖται πρός τινας καὶ γεωμέτρης καὶ ποητὴς καὶ ἰατρὸς τὴν τέχνην ἔχειν· οὐ γὰρ διὰ παντὸς οὐδὲ πρὸς πάντας ἀλλʼ ἐνίοτε καὶ πρὸς ἐνίους ἐπαρνοῦνται τὴν τέχνην τὸν φόβον ἡγούμενοι περιαιρεῖσθαι τῶν ἐξ ἀνάγκης ἀπατηθήσεσθαι προσδοκώντωον.
„Ἀρνοῦνταί τε τέχνην ἔχειν τήν γε σοφιστι
κὴν V λεγομένην ῥητορικὴν καὶ λέγουσιν εἶδος οὐδʼ εἶναι τῆς ῥητορικῆς ἴδιον· τὴν δʼ ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασιν μεθοδικὴν καὶ τὴν τούτων φράσιν αὐτοὶ οὐ παρηιτήσαντο πώποτε, διατελοῦσιν τʼ ἐπʼ αὐτῆι κομπάζοντες ὡς Δημοσθένης.“
Μὴ γὰρ ἀλλὰ κακῶς ἵσταιντʼ ἂν ἔνιοι καταισχυνόμενοι περὶ τῆς τέχνης, οὐ δέον· ἡ μέντοι γε σοφιστικὴ χάριν τούτου τὸ μεθοδικὸν οὐ προσφερομένη πῶς δύναιτʼ ἂν παρίστασθαι;
„Διόπερ εὔδηλον, ὅτι τινὲς ὀνειδίζουσιν τὴν τέχνην μὴ καὶ ἰδιότητα πρὸς τὰς ἄλλας ἐπιστήμας ἔχειν.“
Καὶ ἐπʼ ἄλλων δὲ τεχνῶν ἢ βλαβερῶν οὐσῶν ἢ δοκουσῶν ὀνειδίζουσίν τινες τοῖς διδάσκουσιν οὐχ ἥν γε ῥητῶς ἔχειν ἐπαγγέλλονται, ἀλλʼ ἣν οὐδὲ θέλουσιν περιποιεῖσθαι. —
„Πᾶς τεχνίτης ἐπαγγέλλεται τὸ τέλος ποιήσειν, ὁ δὲ ῥήτωρ οὐκ ἐπαγγέλλεται πείσειν.“
Οὐ πᾶς τεχνίτης, ἐὰν ἔχῃ φρέ
νᾶς, ἐπανγέλλεται τὸ τέλος διὰ παντὸς ποιήσειν· οὔτε γὰρ ἰατρὸς οὔτε κυβερνήτης οὔτε τοξότης οὔτε ἀπλῶς, ὅσοι τὰς ἐπιστήμας οὐ παγίους ἔχουσιν ἀλλὰ στοχαστικάς· ὥστʼ ἢ καὶ ταύτας οὐ ῥητέον εἶναι τέχνας ἢ καὶ τὴν ῥητορικήν. Ἐπαγγέλλεταί τε καὶ ὁ ῥήτωρ τὸ τέλος ποιήσειν· ἔστι δʼ αὐτοῦ τὸ τέλος, ὅ φέρει τῶν πραγμάτων ἡ φύσις, οὔτε διὰ παντὸς κείμενον οὐδὲ μὰ Δία κατὰ τὸ πλεῖστον, ἀλλὰ πολὺ μᾶλλον τῶν μὴ ῥητόρων τὸ ἔργον ποιεῖ.
„Πᾶς τεχνίτης πολὺ πρότερον ἑαυτῶι περιποιεῖ τὸ τῆς τέχνης ἔργον, ῥήτορος δὲ τὴν τέχνην εἶχον καὶ οἱ ἀρχαιότατοι τῶν συνηγόρων.“
Διὰ τούτων μὲν τῶν λόγων καὶ τὴν ἰατρικὴν ἐκ τῶν τεχνῶν ἐκβάλωμεν, εἰ πρὸ τῆς Ἀσκληπιοῦ τις ἄλλους παρίσταται εὖ θεραπεύσαντας.
„Ὅ τε ῥήτωρ οὐδὲ ἀτεχνίαν ἄλλοις ἐγχειρίζει, διὰ δὲ ἀγωνιῶν τὴν οὐδʼ ἐῶσαν τἀκόλουθον βλέ
πειν ἕξιν.“
Ὥστε ῥητέον μηδὲ τριβὴν καὶ ἱστορίαν εἶναι τὴν ῥητορικήν· περιεποίουν γὰρ ἂν τὸ διὰ τῆς τριβῆς πολὺ πρότερον ἑαυτοῖς.
„Πρὸ τοῦ καταβληθῆναι τὰς τέχνας βέλτειον ἐρητόρευον, ἐφʼ οἷς δὲ συνέστησαν, χεῖρον.“
Ἄγαν μὲν τοῦτό τις ἂν εἴποι πρόχειρον· οἱ γὰρ μετὰ Δημοσθένην πολὺ ἧττον ἤδη καταβεβλημένων τῶν τεχνῶν ἔλεγον. Οὐ μὴν ἀλλὰ τῆς ῥητορικῆς οὐ πάνυ οὔσης τέχνης, προσδεομένης δὲ τριβῆς πολλῆς καὶ τοῦ πλείστου διὰ φύσεως καὶ ἀσκήσεως δυναμένης μετασχεῖν, πῶς διὰ τοῦτʼ ἀνάγκη, καὶ νῦν περισῴζεσθαι, ἤτοι θαυμαστόν, εἰ πρότερον μὲν ἐγένοντο μεγαλοφυεῖς καὶ φιλόσοφοι, μετὰ δὲ τὰς εὑρέσεις τῶν τεχνολογιῶν οἱ τοιοῦτοι; τούτωι γὰρ τῶι τρόπωι καὶ τὴν ποιητικὴν καὶ τὴν ἰατρικὴν καὶ πολλὰς ἄλλας οὐκ εἶναι τέχνας VIII λέγωμεν· καὶ καθʼ
ἡμᾶς δὲ φήσαι τις ἂν ἀγαθοὺς εἶναι ῥήτορας ἀλλʼ οὐχὶ μόνον ἐν τοῖς πάλαι καιροῖς· τό τε τοὺς σοφιστὰς μὲν διαπρέπειν πρὸ τῶν τεχνολογιῶν οὐ δείκνυσιν, ἀλλʼ ὑπὸ πολιτικῶν εἰσῆχθαι τὰς τέχνας, οὐχ ὑπὸ τῶν ἀνιστορήτων φήσει τις, ἄλλας δὲ εἶναι γραφαῖς οὐ περιειλημμένας ὥσπερ οὐδʼ ἐν πολλοῖς ἔθνεσιν τῶν βαρβάρων.
Νῦν δʼ ἐπεὶ πρὸς ἅπαντας τοὺς λόγους ἀποχρώντως διειλέγμεθα τοὺς ἠρωτημένους ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἑξῆς ἀποψόμεθα ταχέως καὶ τοὺς ὑπὲρ τοῦ τέχνην αὐτὴν εἶναι προφερομένους, οἷς καὶ αὐτῶν οἵ γε πλείους μὴ πᾶσι τελέως συστοιχοῦσιν, ἐχοντα. μ νουτων πρὸς τοὺς παραλελο γισμένους τῶν χαρακτήρων τοῖς. Οὐ μὴν ἀλλὰ τοιαύτης προκειμένης τῆς τῶν πολλῶν λογισμῶν πλάνης καὶ τοῦ παραλογισμοῦ τῶν
ἀποφαινομένων αὐτῶν ΙΧ τὰ περὶ τῆς τέχνης καὶ τὴν ἐπαγγελίαν τῶν ῥητορικῶν, ὡς μέθοδον οὖσαν συναρτῶνται καὶ δὴ ἀξίως τὰ ἔργα συντελοῦσιν, οὐ τὰ πρόθεσιν κυροῦντα συνάγουσιν. — Ἀγνοοῦσιν δὲ καί, ὅτι πέφυκεν οὐχὶ μόνον τὰ διὰ τέχνης μὴ περιγίνεσθαι χωρὶς τέχνης, ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως μὴ παρακολουθεῖν χωρὶς ἀσκήσεως, δοκεῖ δὲ παραπλήσιά τινα τῆι σοφιστικῆι καὶ τῆι πολιτικῆι προσόντα καὶ δὴ προτρέποντα τοὺς ἀπάτας μὴ ὁρῶντας τὰς τῶν ῥητορικῶν καὶ ἠπατημένους, τέχνης περὶ ταῦτʼ οὐχ ὑπαρχούσης. — Καὶ πρόχειρον λέγοιτʼ ἂν τοῦτο· εἰ τὰς τῶν ῥητορικῶν λόγων ἔξεις καλεῖσθαι τέχνην καὶ ἐπιστήμην συμβέβηκεν, πῶς οὐκ ὀλίγων ἀλλὰ κοιναὶ καὶ πάντων εἰσίν;
Ἀλλʼ ἐπειδὴ μεγάλης οὐκ ἔστιν ἀνατάσεως χρεία X πρὸς αὐτάς, ἰτέον ἐπὶ τὰς τῶν κατὰ μέ μέ|ρος λόγων διακοπάς, ἃ δεῖ ἐπί τινων προρήσεως καὶ ἐπιρήσεως.
„Εἰ μὴ τέχνην μεθώδευον οἱ ῥήτορες, οὐκ ἂν πολλοὶ προσῄεσαν αὐτοῖς μισθοὺς διδόντες.“
Ἄξιον μὲν ἐπιστάσεως, μὴ δή ποτε οὐχ ἕνεκα τέχνης ἀναλήψεως μόνον προσίασιν ἔνιοί τισιν, ἀλλὰ καὶ χάριν τῶν διʼ ἄλλου τρόπου περιγινομένων, οἷον δὴ καὶ τὴν ῥητορικὴν παρασκευάζειν. Οὐ μὴν ἀλλʼ ἐπειδὴ ἐμφαίνει διὰ τῆς ὑπομνήσεως, ὡς ἄρα τοῦ πολιτικοῦ γένους ἐστὶν ἡ σοφιστικὴ ῥητορικὴ καὶ τέχνη, καὶ καταξιοῦται μὴ ἄν ποτε προσιέναι τινάς, εἰ μή τινες τούτου μέθοδοι ἦσαν ἢ τέχναι, φησὶν ἐν τῶι περὶ τῆς ῥητορικῆς Ἐπίκουρος, ὅτι „τοῖς διατριβικοῖς οἱ προσιόντες ἀπατῶνται καὶ οὐκ ἀπεικότως διὰ τοιαύτην αἰτίαν· ὅταν γὰρ ἀκούωσιν ἐν ταῖς δείξεσιν καὶ πανηγύρεσιν, τῶι μήτε περὶ συμβολαίου μήτε περί τινος τῶν τῆι XI πόλει συμφερόντων εἶναι τὸν λόγον
οὐδὲ τὸν ὅρκον ὀμωμοκότες ἢ κινδυνεύοντες, ὑπὲρ οὗτινος ἀκούουσιν τῶν πεπραγμένων, ὅτι . πα π νε σεικ σ απο — ὅταν δʼ οὕτω διακούωσιν, τοῖς μὲν λεγομένοις οὐ προσέχουσιν, εἰ συμφέροντα ἔσται ἢ οὔ, καὶ τὸ σύνολον, εἰ ἔστιν ἀληθῆ ἢ οὐκ ἀληθῆ, ὑπʼ αὐτοῦ δὲ τοῦ ἤχου καὶ τῶν περιόδων καὶ παρίσων καὶ ἀντιθέτων καὶ ὁμοιοτελεύτων ψυχαγωγούμενοι προσεδόκησαν, εἰ οὕτω λάλοι ἦσαν, καὶ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις εὖ ἀπαλλάξειν, οὐ συνορῶντες, ὅτι οὐδʼ ἂν ἠνέσχοντο, εἰ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις οὕτω λαλοῦντος ἤκουον· ὅθεν ἦλθον ἐπὶ τὸ μισθὸν ἀναλίσκειν τοῖς σοφισταῖς· εἶτʼ εὐθὺς ἐπιγινώσκουσιν, ὅτι ἀπολωλέκασιν τὸ ἀργύριον· οὐθὲν γὰρ αὐτοῖς ἐπιτελὲς γίνεται τῶν ἐπιτευγμάτων ἀλλὰ πορίζουσι τοὐναντίον, XII Τούτωι δὲ τῶι τρόπωι φήσο φήσο
μὲν καὶ τὴν σύμπασαν μαντικὴν τέχνην εἶναι τούτων, ὧν χάριν προσίασιν αὐτῆι ἀργύριον διὰ φόβον ἐκτείνοντες. Τί δὲ παραλογισμὸν εἶπεν ‘τῶν προσηκόντων εἶναι καὶ τούτοις καὶ φαρμακοπώλαις καὶ μυρίοις ἑτέροις’; πῶς οὐχ ὑπονοήσομεν παραπλησίως ἔχειν ἐπὶ τῆς ῥητορικῆς; Οὐ μὴν ἀλλὰ καὶ τῶι γενέσθαι τινα συνεργίαν τινὶ παρὰ τῶν διατριβῶν συστοίχων πῶς εἶπε ο|τωσνηδ ε λ|σινε ου τέχνην πολιτικῆς δυνάμεως πρ τας ὥς τινες |. εμο. |τ . μενων διαλεκτικοῖς ο | ωι | . ν βλεπ κλε|γειν καὶ π τα | πεμπομένους | σκα τα . καὶ βασιλ ν | δωρεαι μηφοβ . τσσ (Ο φοληστα|) μειατασ . υπη . καιτοισ |πε . ευσκαι . λη ἐμπείρους πολλοὺς ἰδιώτας εἶναι πάντων τῶν τοι
οὕτων.
„Οὐκ ὀλίγοι πρότερον ὄντες ἀδύνατοι προσελθόντες καὶ φιλοπονήσαντες ἐγίνοντο δυνατοί.“
Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ἔνιοι, καὶ χείρους ἀποβαίνουσιν, παρʼ ὅσον γε τοῖς σοφισταῖς προσεληλύθασιν. Εἰ δὲ λέγειν ἀγαθοὶ γίνονταί τινες, ἀλλὰ διʼ ἄλλας αἰτίας, ἃς μὲν ἄλλοις τόποις εὐκαιρότερον ὑποζεύξομεν, ἄλλοις δὲ καί, διὰ τί διατριβαῖς προσεληλύθασιν. Ἐάν τε καὶ συγχωρηθῆι τοῦτο, τὸ τέχνην αὐτὴν ὑπάρχειν οὔπω συνάγεται· δυνατὸν γὰρ ἀσκήσει καὶ τριβῆι πρὸς τοὺς ἐπιμελομένους τῆς ἀσκήσεως εἰσιόντας ἐνίους κρατεῖν τῆς προθέσεως.
„Οὐκ ἂν τῶν ἀφηγουμένων τοὺς μὲν πολλοὺς καὶ ἀγαθοὺς ἀπετέλουν ἀλλὰ καχεξεῖς.“
Καίτοι γε ὁρῶμεν παρʼ ἐνίων ἀτέχνων ὄντων πολλῶι πλείονας ἐνίοτε καὶ δυνατωτέρους ἐξιόντας ἢ παρὰ τῶν ἐπιστημονικῶς
τοῦτο ἀκριβούντων, ὅ μᾶλλον XIV ἀποφατικόν ἐστιν τοῦ μὴ εἶναι τέχνην τὴν ῥητορικήν. Φαίνεται δὲ ταὐτό, κἂν παρὰ τῶν ἀτέχνων λεγομένων ὀλίγοι μόνον ἐξίωσιν ἀγαθοὶ καὶ δυνατοὶ τέχνην οὐ μαθόντες. Οὐ μὴν ἀλλὰ κἂν ἄσκησις ἦι κἂν μὴ τέχνη, δυνατὸν τοὺς μὲν ἐπιμελέστερον καὶ ἐμπειρότερον, τοὺς δʼ ἧττον ἀλείφεσθαι, καὶ διὰ τοῦτο τοὺς μὲν μᾶλλον, τοὺς δʼ ἧττον ἀποτελεῖν ἀγαθούς. Ἔνιοί τε ἀφέντες τὰ τῆς σοφιστικῆς παιδί, νοῦν δὲ κοινὸν ἔχοντες τῶν τε νομικῶν ἐμπείρους κατασκευάζουσιν, καὶ ἃ παρατετηρήκασιν ἐν δήμοις καὶ δικαστηρίοις, ὡς ἐνδέχεται μάλιστʼ, ἐνποιοῦσι· τοίγαρ εἰ οἱ μαθηταὶ ἀκολουθοῦσι τοιούτοις μηδὲ σοφιστικὰς ἀπραξίας ἀναδιδόντες κατατρίβουσιν καὶ σύνεισιν δʼ ἐνίοτέ τισιν εὐφυέσι πρὸς XV τὸ λέγειν, παραβεβληκέναι πάντως λέγονται
σοφισταῖς, καὶ κατʼ ἐκεῖνον ὠφελούμενοι τὸν τρόπον δόξαν παρέχουσιν, ὡς ὑπὸ τῶν σοφιστῶν γεγόνασιν τοιοῦτοι.
„Πέμπουσιν οἱ δημηγόροι καὶ δικολόγοι τοὺς υἱοὺς καὶ πρὸς σοφιστὰς ὡς μαθησομένους, ἃ καὶ αὐτοὶ διδαχθέντες ἀπετελέσθησαν δυνατοί.“
Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ὀλίγοι κραυγάζουσιν ἀπολωλεκέναι τὸν χρόνον, ὃν εἰς σοφιστοῦ πεφοιτήκασιν, καὶ τοὺς οἱοὺς ἐπὶ τὸν οὑτων ἄγουσι διδάσκαλον, τὸν δῆμον, ὅμως δʼ, εἰ ποσόν τι δύνανται συνηρτημένοι διὰ τῶν διδασκαλείων, βούλεσθαι μηδὲ τούτου στερηθῆναι τοὺς υἱούς· οὐχὶ τεχνίτην ἐκεῖθεν ἀναλαβεῖν πολιτικήν· κἂν ἐργαστήριον δή τι τὴν διατριβὴν ἀσκήσεως λόγων νομίζωσιν, ἀφʼ ἧς τις ἂν προβιβάζεσθαι νέος ὢν δύναιτο, αὐτοί γʼ ἀφέντες σοφιστικὴν ζηλοῦσι τοὺς ἐν τῶι ἀγωνίζεσθαι γενομένους καὶ τὴν ἱστορίαν
ἀνειληφότας τῶν πολιτικῶν. Ἔνιοι δʼ οὐδʼ ὅλῶς ἵνα πρὸς πολιτικὴν δύναμιν ὠφεληθῶσιν, ἀλλʼ ὅπως ἂν τῶν κοινῶν καὶ καλῶν εἶναι δοκούντων μαθημάτων μεταλάβωσι, πέμπουσι τοὺς υἱοὺς ὡς πρὸς τἆλλα καὶ πρὸς τοὺς ῥητορικούς. Ἐῶ γάρ, ὅτι καὶ πλανᾶσθαι τοὺς ἀποστέλλοντας οὐκ αἰσχυνθησόμεθα λέγειν, δυσβλέπτους ὄντας τῶν ἐπὶ τὴν δύναμιν αὐτοὺς τὴν ἔμπρακτον προβιβασάντων.
„Ὥσπερ ἐμ μουσικῆι καὶ γραμματικῆι παραδόσεις τινῶν εἰσιν ἀγνοουμένων, οὕτως καὶ ἐπὶ ῥητορικῆς, καὶ οὐκ ἀμέθοδος ἡ μελέτη γίνεται.
Παραδόσεις ἀγνοουμένων δύνανταί τινες εἶναι, κἂν μὴ κατά τινα τέχνην ἐνγίνωνται, κατὰ δʼ ἱστορίαν ἢ παρατήρησιν ἤ τινα τοιοῦτον τρόπον· τίθησί τε τὸ „τὰς μελέτας οὐκ ἀμεθόδους ποιοῦνται“ φατικῶς μόνον,
χωρὶς πίστεως ἀλλάττων ἐπὶ τὴν τέχνην. Εἰ δὲ XVII καὶ περὶ τοὺς ἀληθινοὺς ἀγῶνας τέχνην τὴν σοφιστικὴν ὑπάρχουσαν ὁ λόγος θέλει προσβιβάζειν, καὶ περὶ ψευδῶν τελείως ἀγωνίζεται· μεθοδικόν τε γὰρ οὐθὲν οἱ σοφισταὶ παραδιδόασιν ἐν ταῖς μελέταις πρὸς μάθησιν τῆς ἐν τοῖς ἀληθινοῖς ἀγῶσι δυνάμεως, οὐδʼ ἄλλο τι συμβάλλονται πρὸς τὴν ἕξιν ἐκείνην, ὡς καὶ λόγους περιποιεῖ θαυμαστοὺς ἡ τῶν πολιτικῶν ἐμπειρία, τεχνικὸν δʼ οὐδὲν ἐπιφέρεται. (Es folgen 13 fast leere Ζeilen) —, ἐπειδὴ τὰς μὲν λεγομένας τεχνολογίασ
ἀναδιδόναι δοκοῦσιν αὐτοῖς, ταῖς δ’ ἐπιστήμαις XVIII ταὐτὸν δυναμένας τέχνας μηδʼ ἀρχὴν ἔχειν, καὶ δύναμιν καὶ τεχνολογίας ἀναδιδόντες ὀνείρους ἀναδιδόναι χάριν ἀπάτης τῶν ἐντυγχανόντων ὡς οἱ Χαλδαῖοι καὶ μάντεις, ἴσως δὲ καὶ αὐτοὶ πλανώμενοι. Προσάγεταί τʼ, εἴπερ ἄρα, τὸ τέχνην εἶναι τὴν σοφιστικήν, τὸ δὲ καὶ τῆς πολιτικῆς εἶναι τέχνην οὐδʼ αὐτοῖς που δοκεῖ.
„Οὐδεὶς ἐμέλλησεν τῶν δυνατῶς καὶ συνετῶς λεγόντων ἐν δήμοις καὶ δικαστηρίοις τεχνικῶς οὐδὲ ἓν λέγειν·“
Καίτοι γʼ ἔκειτο πρὸς τὴν ῥητορικήν, εἰ τεχνικῶς μὲν ἐν δήμοις καὶ δικαστηρίοις δοκοῦσί τινες ἀναστρέφεσθαι, μέτεστι δὲ τοῖς διατριβικοῖς οὐδὲ ἓν τῆς ἐν ἐκείνοις ἀρετῆς. Οὐ μὴν ἀλλὰ κακῶς ἐρεῖ τις ἡμᾶς λέγειν καὶ παρʼ ἀδιαληψίαν τοῦ τὰ ποῖα διὰ τέχνης καὶ τὰ ποῖα χωρὶς τέχνης περιγείνεται· καὶ γὰρ κυνδαλισμῶν XIX λέγομεν ἐνί
ους πάντες ἐπίστασθαι καὶ καταχρώμεθα δὲ πολλάκις ἐν τῆι συνηθείαι τῷ τῆς τέχνης ὀνόματι, καθάπερ καὶ ξύλα συνδεῖν ἐνίοτε καὶ βαστάζειν καὶ πονηρεύεσθαι τεχνικῶς λέγομεν, καὶ νῦν ποιεῖν ἡμᾶς οὐκ ἂν ῥαιδίως τις ἀθετῆσαι. Τὰ δʼ αὐτὰ παραπλησίως ἐφαρμόσει, καὶ ἐπειδὰν δυεῖν τούτων τὸν μὲν ἄτεχνον λέγωμεν εἶναι, τὸν δὲ τεχνίτην.
„Ὥσπερ ἰδὼν ἄγαλμα καλὸν εἴπαις ἂν χωρὶς λόγου τέχνης ἔργον εἶναι, τὸν αὐτὸν τρόπον ἐρεῖς ἱστορήσας τὰ τῶν πολιτικῶν ἔργα.“
Τοῦτο μὲν ἐπὶ τῶν συνγραμμάτων, ἃ συντετάχασιν οἱ πανηγυρικοὶ ῥήτορες, ἀξιούμενον οὐκ ἀπίθανόν ἐστιν, εἰ καὶ χωρὶς λόγου γνοίη τις, ὅτι τέχνης ἔργα ταῦτʼ ἐστιν· ἐπὶ δὲ τῶν πολιτικῶν ἔργων, ἃ παρατιθέασιν, οὐδʼ ὄντων περί τι τεχνικὸν πῶς νοῦν ἔχον τέχνην ἀποφαίνειν ὡς ἐπʼ ἀγάλματος καλοῦ; οὔκ
ουν XX ἐνδέχοιτʼ ἄν μέθοδον ἐνκρῖναι ἢ τέχνην ἀνάσκητον οὐδʼ ἀπείραστον τελέως· ὥστε κἂν τυχὸν εἰπεῖν, ἕως ἄν τις ἐνεχθῆι πίστις ἀναγκάζουσα ταὐτὸν ἐπὶ τούτου τε καὶ τῶν παρατεθέντων προσδέξασθαι, διότι δοκεῖ μόνον ἔχειν ἀξιοπιστίαν τὸ ἐπιχείρημα, πλεῖον δʼ οὐδὲ ἕν.
„Εἰ μὴ τέχνη ἦν, τὰ τῶν πίστεων οὐκ ἂν ἐμελέτων, ὃ ποιοῦσιν ἐκεῖ διδαχθέντες.“
Ἀλλʼ οὐ μόνον ὁ μὴ μαθὼν τὴν τέχνην ἀδυνατεῖ τὰ τῆς τέχνης ἔργα συντελεῖν ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως καί τινος ἱστορίας καὶ παρατηρήσεως ἀδυνατεῖ ποιεῖν ὁ τούτων ἀμοιρήσας· ὅταν τε παρατηρήσῃ, φήσω, τὰ τοῖς ὄχλοις μάλιστʼ ἀρέσκοντα καὶ τὴν τριβὴν περιποιήσηται καὶ τἆλλα προσενέγκηται τὰ κατὰ μέρος, οὐδὲ ἓν προσδεηθεὶς ἄκρως ἐν τοῖς πολιτικοῖς ἀναστραφήσεται, καὶ τὰ πράγματα τὴν τούτου παρέξεται XXI καὶ συμπαράξεται
πίστιν. Ἐκεῖνο δὲ μᾶλλον ἔμβριθές ἐστι τεκμήριον τοῦ μὴ πολιτικὴν τέχνην εἶναι τὴν σοφιστικήν, ὅ τις ἂν εἴπειεν ἀντιστρέψας, Εἰ τέχνη τίς ἐστιν ἐκείνη, ταύτης ὁ μαθὼν τὰς τεχνολογίας εἰς δῆμον ἢ δικαστήριον λεγέτωι παρελθών.
Τὰ μὲν οὖν εἰρημένα τισὶν ὑπέρ τε τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν καὶ ὑπὲρ τοῦ μὴ τέχνην τοῦτον ἡμῖν ἐπεσκέφθω τὸν τρόπον. Τῶν δʼ ἡμετέρων τοὺς λέγοντας τὴν ῥητορικὴν τοῦ μὲν γράφειν λόγους καὶ ἐπιδείξεις ποιεῖσθαι τέχνην εἶναι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐ τέχνην, ταύτηι τις ἂν μέμψαιτο δεόντως, ὅτι τὴν σοφιστικὴν μόνην ἐοίκασιν οἰομένοις καλεῖσθαι ῥητορικήν· τὴν γὰρ ῥητορικήν φασιν τούτων μὲν εἶναι τέχνην· μέρος δʼ ἐπαινέσασιν αὐτῆς, μὴ ὅλην δόξασιν τὴν σοφιστικὴν τέχνην λέγειν ἀπὸ τῶν XXII ἐκκειμένων, ὅτι τοῦ δίκας λέ
γειν καὶ δημηγορεῖν οὐ τέχνην, πάλιν ἐγκαλέσειεν, ὅτι τῶν ζητουμένων τι κατὰ τὸν τρόπον συνεχόντως παραλελοίπασιν. Λέγω δέ, πότερον τοῦ δίκας λέγειν εὖ καὶ δημηγορεῖν τέχνη τις ἔστιν ἢ οὐκ ἔστιν. Οὐ γάρ, εἰ τὴν σοφιστικὴν συμβέβηκεν οὐκ εἶναι περὶ ταῦτα τέχνην, ἤδη δέδεικται τὸ μηδʼ ἐξ ἄλλης αὐτὰ μεθόδου παρακολουθεῖν· οὐδὲ γὰρ ἡ πίστις, ἣν παρατεθείκασι, περὶ τὸ τοιοῦτο τάχʼ ἐστιν, ἀλλὰ μόνον περὶ τὸ χωρὶς τῆς ῥητορικῆς τινας φύσιν καὶ τριβὴν εἰσενεγκαμένους δίκας λέγειν καὶ δημηγορεῖν. Οὐκ αὐτοτελῆ δʼ ἐκτεθείκασιν, καίπερ ἐπιβάλλοντος, οὐδὲ τὴν ἀπόδειξιν τὴν ὑπὲρ τοῦ τὴν σοφιστικὴν περὶ τὰς λογογραφίας καὶ τὰς ἐπιδείξεις τέχνην ὑπάρχειν, ὡς ἔσται φανερόν, ἐπειδάν, ὡς ἡμεῖς κατασκευάζομεν, παραθώμεθά γε παρὰ τῶν ἀνδρῶν καὶ τὰ μαρτύρια· τῶν δʼ ἀδιαστόλως ἢ τέχνην ἢ μὴ
τέχνην τὴν ῥητορικὴν λεγόντων, καλῶς δὲ σεσημαγκέναι XXIII περὶ τῶν καὶ ὑπʼ αὐτῶν παραλελειμμένων, ὡς ὑποδεδείχαμεν, τὸν ἔλεγχον περιέχουσιν. Τὸ δὲ Πολυαίνου λεγόμενον περὶ ῥητορικῆς οὐχ ὑπάρχον Πολυαίνου, καθάπερ ἐνεφανίσαμεν, καὶ αὐτὸ τὸ τῶν παρατεθειμένων ἐπισεσυρμένον παρίστησιν.
Οἱ μέντοι λέγοντες αὐτὴν τέχνην, προσδεομένην δὲ φύσεως καὶ τριβῆς οὐκ εἰς τὴν ἑαυτῆς ἀνάληγψιν ἀλλʼ εἰς τὴν ἐπιτυχίαν τοῦ τέλους παντελῶς καὶ τῆς ἀληθείας καὶ τῆς κρίσεως τῶν καθηγεμόνων διαπεπτώκασιν· οὔτε γὰρ τὸ πλεοναχὸν διεστείλαντο τῆς ῥητορικῆς — διὸ καὶ τὴν πᾶσαν ἐν τοῖς λεγομένοις ἀναδέχονται κύκησιν — ὡς τέχνης τε σχεδὸν τῆς σοφιστικῆς οὔσης καὶ καλουμένης ῥητορικῆς, αὐτοί, ἃ λέγουσιν, ἐκτεθεικασιν. Τῶν τε περὶ τὸν Ἐπίκουρον
ἀποφαινομένων XXIV τέχνην εἶναι τὴν σοφιστικὴν τοῦ λόγους συγγράφειν καὶ ἐπιδείξεις ποιεῖσθαι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐκ εἶναι τέχνην, τὴν σοφιστικήν γέ τοι τέχνην φασὶν εἶναι, τῶν ὑστέρων ὁμοίως εἰρηκότων, οὐδεμίαν, εἶναι τῆς πολιτικῆς δυνάμεως τέχνην, μή τι καταλείπουσί τινα περὶ αὐτῆς ἐπιστήμην. Ψευδῶς δὲ κατὰ τὴν πρόχειρον ὑπʼ αὐτῶν λέγεται καὶ τὸ τὴν σοφιστικὴν μὴ προσδεῖσθαι φύσεως καὶ τριβῆς εἰς τὴν ἑαυτῆς ἀνάληψιν, ἢ καὶ φιλοσοφίαν ῥητέον οὐδαμῶς προσδεῖσθαι τούτων. Τὸ δʼ ἐκτεθὲν ὑπʼ αὐτῶν τὸ τῆς γραμματικῆς καὶ ἀνομοίως, ὧι θέλουσι, καὶ κατʼ αὐτῶν ἅμα κεῖται· καθάπερ γὰρ βάσιν ἐπὶ ταύτης προϋποκεῖσθαι δεῖ φύσιν, οὕτως καὶ ἐπὶ ῥητορικῆς· ἐπὶ δὲ τῆς γραμματικῆς χρεία φύσεως καὶ τριβῆς πρὸς XXV τὴν
ἀνάληψιν αὐτῆς, οὐ πρὸς τὴν ἐπιτυχίαν τοῦ τέλους· ὥστʼ εἴπερ ὁμοίως λεκτέον καὶ ἐπὶ τῆς ῥητορικῆς, καὶ ταύτην ῥητέον προσδεῖσθαι φύσεως καὶ τριβῆς πρὸς τὴν ἀνάληψιν τὴν ἑαυτῆς. Ἐπεί τέ φασιν φύσεως δεῖσθαι πρὸς εἰκονισμόν, πρὸς τὸν χερῶν συμπαθῆ σχηματισμόν, πρὸς τὸ εὐέμπτωτον εἶναι ἐπὶ τὰ δυνάμενα πείθειν, τὴν δὲ τριβὴν καὶ τὴν ἐξ αὐτῆς ἕξιν εἶναι ποριστικὴν τῶν πρὸς τοὺς καιρούς, στοχαστικὴν τῶν προσώπων, πολλοῖς παρακολουθητικήν, καί φασι πολλάκις κεκτῆσθαι δύναμιν, θαυμάζω μέντοι, τί τῆι τέχνηι παρείκασιν. Οὐ μὴν ἀλλʼ αὐτούς γε χρῆν, ὥσπερ ἃ ποιεῖ φύσις καὶ τριβὴ παρατεθείκασιν οὐ πρὸς τὴν ἀνάληψιν αὐτῆς ἀλλὰ πρὸς τὴν ἐπιτυχίαν τοῦ τέλους, οὕτως ὑπόδειξιν ποιεῖσθαι ἡμῖν, τίνα πότʼ ἐστιν, ἃ πρὸς τὴν ἀνάληψιν αὐτῆς συνεργεῖ, καὶ τίνα
τέχνης ἐστίν, καὶ διὰ τί οὐκ ἐκεῖνά τισιν ἐνγινόμενα XXVI τευκτικοὺς καθίστησι τῶν τελῶν.
Οὐκ ὀρθῶς δʼ ἵστασθαι νομιστέον οὐδὲ τοὺς ἀποφαινομένους οὐκ εἶναι τέχνην, εἴ τις προείληφε τέχνην τὴν τὸ μεθοδικὸν ἔχουσαν καὶ ἑστηκὸς παράδοσιν, εἰ δὲ καλεῖ καὶ τὴν ὁλοσχερῆ παρατήρησιν τὴν στοχαζομένην τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον, ὥσπερ ἰατρικὴ καὶ κυβερνητική, τέχνην εἶναι. Πρῶτον μὲν γὰρ ὥσπερ οὐχὶ καθʼ ἑκάτερον τῆς τέχνης καλεῖσθαι προειλημμένης ἀλλʼ ὥς τινων θελόντων ὀνομάζειν οὕτωι τῇ διδασκαλίαι κέχρηνται. Ἅμα δὲ μεμφόμενοι τοὺς ἀδιαστόλως λέγοντας αὐτοὶ τὴν ῥητορικὴν οὐ διεστάλκασιν καί τινα τέχνην ἢ μὴ τέχνην ἀποδεικνύειν θέλουσι· πρὸς δὲ τούτοις, τῆς πολιτικῆς οὔτε οὔσης τέχνης λεγομένης τε πρὸς τῶν ἀνδρῶν οὐκ εἶναι, κατὰ ταύτην εἶναι τέχνην τήν γε διαστολὴν τῶν ἐπιστημῶν, οἵαν αὐτοὶ πεποίηνται. Κατʼ οὐδέτερον
γὰρ τρό πον τῶν ἐκκειμένων τέχνην ἔστιν εἰπεῖν XXVII τὴν πολιτικὴν ῥητορικήν. Ὅτι μὲν γὰρ οὐκ ἔχει τὴν μεθοδικὴν παράδοσιν καὶ τὴν τὸ ἑστηκὸς προσφερομένην ὁμολογοῦσιν, ὅτι δʼ οὐδὲ τὴν παρατήρησιν τὴν τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον στοχαζομένην, Ἐπίκουρος ἐν τῶι πρώτωι Περὶ βίων καὶ ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὑπογέγραφεν καὶ Μητρόδωρος ἐν τῶι Πρὸς τοὺς ἀπὸ φυσιολογίας λέγοντας ἀγαθοὺς εἶναι ῥήτορας διδάσκει, „ὅτι ἐμπείρους τῆς πολιτικῆς οὐκ ἔστιν εἰπεῖν, οὐδὲ δύναμις οὐδέ τις κατὰ τὸ πλεῖστον οὖσα παρατήρησις ὑπάρχει, ἀλλὰ τὴν τοιαύτην διάθεσιν πολιτικὴν λέγομεν, τις ἂν διαλαβεῖν εὐλογίστως καὶ εὑρεῖν ἐπιμελῶς οἷός τε ἦν τὸ τῶι πλήθει ἑκάστοτε συνφέρον“· οὔτε δὲ τοῦτο μεθόδωι τις ἂν ἔχειν εἴποι, καὶ ἄλλη πίστις ἐστὶ περὶ τοῦ τὴν πολιτικὴν XXVIII μὴ στοχάζεσθαι τοῦ ὡς ἐπὶ τὸ πολ
καὶ κατὰ τὸ εὔλογον, καὶ δῆτα καὶ φέρεται πρὸς τῶν περὶ τὸν Ἐπίκουρον· λέγω δὲ τὸ τῶν πολλῶν ἀόριστον καὶ τοῖς αὐτοῖς ὁτὲ μὲν πειθόμενον, ὁτὲ δὲ προσκόπτον. Ἡ δὲ περὶ τοῦ στοχασμὸν ἔχειν τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον τελέως ἐστὶν ἀπόπληκτος οὖσα τοιαύτη· „τὸ δὲ παρατετηρηκέναι τοὺς ῥήτορας τὰ ὡς ἐπὶ τὸ πολὺ πείθοντα καὶ ταῦτʼ εἰς παράδοσιν ἠχέναι, καὶ διότι προοιμιαζόμενοι καὶ διηγούμενοι καὶ τἆλλα συντελοῦντες ἐξῆς μάλιστα πείθομεν, φανερὸν καθίστησι τὸ κατὰ τὸν δεύτερον τρόπον τέχνην εἶναι τὴν ῥητορικήν“. Οὐχὶ μὲν παρατετηρήκασιν οἱ ῥήτορες τὰ πείθοντα κατὰ τὸ πλεῖστον· εἰ δὲ δὴ τὰ προοίμια ταῦτα καὶ τὰς διηγήσεις καὶ τἆλλα τοῦ λόγου παραδιδόντες, ὡς οὗτοι νομίζουσι, καὶ παντελῶς εἰς παραδό
σεις ἤχασιν, εὐτελὲς ἤνεγκεν ἡ φύσις τοῦτο παρατηρῆσαι· XXIX τό τε προοιμιαζομένους ἡμᾶς καὶ διηγουμένους καὶ τὰ συνεχῆ δρῶντας μάλιστα πείθειν οὐ λέγεται καλῶς· ὥστε ῥητέον καὶ τοῦτο καὶ τὸ προειρημένον ἀναποδείκτως ἐρρῖφθαι, τῆς προθέσεως οὔσης πίστιν εἰσενεγκεῖν. Ἀλλὰ μήν γε καὶ τὴν σοφιστικὴν παραλιπόντες ἄλλοις ἀποφαίνειν τέχνην, ὥσπερ ἔστιν, τῶν οὐθὲν προσηκόντων τέχνην αὐτὴν βούλονται συμβιβάζειν, τοῖς ἀνδράσι καθʼ ἑκάτερον διαφωνοῦντες, διὸ δὴ ποικίλως συνεχεῖς ὑπέσχον ψόγους.
Οἱ δὲ ἐκ τῶν Διογένους Σχολῶν τοὺς ὑπομνηματισμοὺς ἀναγράψαντες ἐπειδὴ σύνθετον ἐποίησαν ἀπόφασιν ἔκ τε ταύτης καὶ τῆς πρότερον σεσημασμένης, τοῖς πρὸς ἑκατέρους εἰρημένοις ὄντες ἔνοχοι μόνον ἐπισημανθήτωσαν, ἵνα μὴ ταὐτὰ πάλι καταλέγωμεν. Ὑπομνησθήτω
σαν δὲ καὶ τοῦτο, διότι τέχνην τοιαύτην XXX λέγοντες εἶναι τὴν ῥητορικήν, „οἵαν ἄν τις εἴποι τὴν ἐκ παρατηρήσεως ποιᾶς συνησκημένην ἕξιν, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον περιγίνεται τὸ προκείμενον τέλος“, τὸ τῆς τέχνης ἴδιον αὐτῆς ἀναιροῦνται. Θεωρεῖται γὰρ ἐμ μεθόδωι τοῦτο καί τινι παραδόσει κοινῶν τινων διατεινόντων ἐπὶ τὰ κατὰ μέρος, ἄν τʼ οὖν ἦι τῶν παγίων ἐπιστημῶν, ἄν τε τῶν στοχαστικῶν. Τὼ δʼ ἐκ παρατηρήσεως καί τινος ἱστορίας συνησκημένα τέχνας ἡ συνήθεια τῶν Ἑλλήνων οὐ πάνυ τι προσαγορεύει κατὰ τὸν κύριον τρόπον ἀλλʼ ἔστιν ὅτε καταχρωμένη, καθάπερ ἐνίοτε καὶ τοὺς ἐν τοῖς θαύμασιν συντόνους τεχνίτας καλεῖ καὶ τὸ δεξιῶς ξύλα σχίσαι καὶ συνθεῖναι καὶ ἐνεδρεῦσαί τινα πονηρῶς τεχνικὸν λέγει καὶ τέχνας τὰς ἐν ταῖς κωμῳδίαις XXXI καὶ πᾶν τὸ τούτοις παραπλήσιον.
Καὶ μὴν τῶι καὶ παρατήρησιν καὶ ἄσκησιν τέχνην προσαγορεύειν τὰ πλεῖστα τῶν ἐν τῶι βίωι τέχνας προσαγορεύοντες οὐκ ἂν φθάνοιμεν, καὶ τὴν ἄσκησιν καὶ παρατήρησιν πρὸς μέθοδον οὐκ ἂν οὐδενὶ τάχα τάττοιμεν διαφερούσας. Ὧν οὕτως ἐχόντων καὶ μηδὲ τούτου λέγοντος τὴν πολιτικὴν ἀπὸ τέχνης εἶναί τινος, μήθʼ ὅτι ὡς γʼ ἐπὶ τὸ πολὺ καὶ εὔλογον τοῦ τέλους τυγχάνει, ἐγὼ μὲν ἡγοῦμαι τὰς διαφορὰς ἐκκεῖσθαι τῶν τεχνῶν πρὸς τὰς μὴ τέχνας, ἐκεῖνοι δʼ ὥσπερ ἐφόδιον ἐπὶ τὸν βίον ἔφασαν ἀκολουθεῖν αὐτὴν καὶ κα ὡφελεῖν, λεῖν, ἀφʼ ἧς γε οὐδὲ τὸ λέγειν ἐντὸς ἀληθινῶν ἀγώνων κατασκευάζειν ἦν, ὡς οὐδʼ ἐκ παλαιστρικῆς ἄν, ὦ Κορύβαντες, ἐνφῦναι δύναιτο· τέχνην γὰρ ῥητορικὴν πῶς ἂν λέγοιμεν τοιαύτην, ἥ παραληφθεῖσα κατʼ ὀλίγα ἢ οὐθὲν ὠφελεῖ τὸν τεχνί
την, οὐδὲ παρασκευάζει XXXII δημιουργὸν τῶν ἰδίων αὐτῆς, ἀλλὰ καὶ ποεῖ που λείπεσθαι κατʼ αὐτὰ τῶν μὴ μαθόντων αὐτήν· ὑπείληπτο δὲ τέχνη „διὰ ποιᾶς παρατηρήσεως ἕξις συνησκημένη, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ εὔλογον ποιοῦσιν τὸ προκείμενον τέλος· τὸ γὰρ αὗ τὴν διαλεκτικὴν λέγειν καὶ τὴν ἐριστικὴν τοιαύτην συγχωρηθήσεται πίστις εἶναι, ἐὰν λαμβάνοντας καὶ μὴ διαπίπτοντας ἀκούωμέν τινας τῶν ἐπαγγελλομένων τεχνιτῶν. Ὅμως δʼ οὖν, οἷς τούτων διαφέρειν φασὶν τὴν ῥητορικήν, ἀποδεικνύουσίν γε τέχνης τὸ μεθοδικὸν μηδʼ ἀκαρῆ ἔχειν αὐτήν· μηδὲ γὰρ πάντας μηδὲ τοὺς πλείστους τῶν κερη | ε . σ τὰς τέχνας ἀνειληφότων δύνασθαι λέγειν ἐν δήμοις καὶ δικαστηρίοις. θαυμαστῆς δὴ ἀτεχνίας, ἣν οὐ μαθόντες τε αὐτουργὸν περιπεποιήκασιν οὔτε μαθόντες ἔχουσι. Καὶ τὰς ἄλλας
διαφοράς, ἃς XXXIII ἀποδεδώκασιν, πρὸς οὐθὲν εὑρήσομεν ἕτερον ἁμιλλωμένας ἢ πρὸς τὸ δεῖξαι κατὰ μηδένα τρόπον τέχνην αὐτὴν ὑπάρχουσαν. Διαφέρει γάρ, φασί, καὶ καθόσον, ὅταν καὶ συνβάλληται, μικρόν τι καὶ τὸ τυχὸν συμβάλλεται, καὶ καθόσον οὐκ ἔχει τὴν τἀναγκαίου χώραν ἀλλὰ δύναταί τις καὶ μὴ μαθὼν τἆργα ποιεῖν αὐτῆς, καὶ καθόσον εὐέφικτα αὐτῆς ἐστιν τὰ παραγγέλματα, καὶ καθόσον τὸ πλεῖστον τῆς ὠφελίας ἐν τῶι γυμνάζεσθαι πρὸς τὸ λέγειν πέπτωκε καὶ μνημονεύειν, πανταχοῦ δʼ, ὡς εἰπεῖν, μηδʼ ἀκαρῆ αὐτὴν ἑωρακέναι τεχνικὸν μηθὲν ἢ δυναμένους ὄνομά τε ἐκ τῆς οἰκουμένης καὶ δόξαν αὐτῆι περιάψαι. Τούτοις γοῦν ἐγὼ χρησάμενος ἄκρως τὸ τῆς δυνάμεως ἀμέθοδον παραστήσω. Τάς γε μὴν πίστεις, ἃς ἐνηνόχασιν περὶ τοῦ καὶ δὴ προσφέρεσθαι τὰς διαφορὰς αὐτήν, ἃς ἐπεσημήναντο,
κἂν εἴπαιμεν τὸ ὑποκεί μένον συνάγειν, ἀλλʼ οὐδὲν ἡμᾶς γε βλάψουσιν ἀλλʼ αὐτοὺς ἐκείνους· ἐῶμεν ἄρʼ ὡς πίστεις ὑγιεῖς, εἰ μή τι κἀκ τῶν πρότερον εἰρημένων ἔστιν ἀνελέσθαι πρὸς αὐτὰς καὶ βλέπονταί τινες ἐκφανεῖς καὶ παρακείμεναι ὑπεναντιολογίαι.
Καὶ τούτων δʼ ἀποτεθεωρημένων λοιπὸν ἐνέστηκεν, ὃ δεῖ πρὸς τὸν φίλτατον ἐπιζητῆσαι Βρόμιον, πῶς περὶ τεχνῶν προτεθειμένος συνγράφειν καὶ ζητῶν, εἰ ἡ ἰατρικὴ τέχνη καὶ εἰ ἡ γραμματική, προθεὶς δὲ καί, εἰ ἡ ῥητορικὴ τέχνη, τὴν μὲν σοφιστικὴν παρῆκε ῥητορικὴν ὥσπερ οὐ λεγομένην καὶ κατὰ τὴν κοινὴν καὶ κατὰ τὴν Ἐπικούρου συνήθειαν, μόνην δὲ τὴν πολιτικὴν προσεποιήθη, καθαπερεὶ τῆς πλείστης σκευωρίας ἐν τοῖς περὶ λόγους διατρίβουσιν ἐνεστηκυίας περὶ τῆς τοιαύτης. Πῶς δὲ καὶ τέχνης οὔσης τῆς σοφιστικῆς καὶ λεγομένης ὑπὸ τῶν ἀνδρῶν; πῶς οὐκ, εἰ τέχνη ἐστὶν
ἡ σοφιστική, προ εῖπε; πῶς οὐκ ἀποφάσκων αὐτὴν XXXV εἶναι τέχνην καὶ ἀπέδειξεν; πῶς τὴν πολιτικήν, λεγομένην ὑπὸ τῶν ἀνδρῶν οὐ τέχνην πολύ τε τοῦ τῆς τέχνης ἰδίου κεχωρισμένην, τέχνην ἀπεφήνατο καὶ παραστῆσαι πεπείραται; πῶς φησι τὴν ῥητορικὴν παρατετηρηκέναι τὰ πείθειν ὄχλους δυνάμενα; καὶ πάλιν· ἐπιλελογισμένον τὸν ἀγαθὸν πολιτικὸν τὰ κινεῖν ὀργὴν πεφυκότα καὶ ἔλεον καὶ προτροπὴν καὶ ἀποτροπὴν τούτοις χρῆσθαι διηνεκῶς; Οὐ γάρ, οἶμαι, φήσει τὰ πείθειν ὄχλους δυνάμενα παρατηρήσει τινὶ ἐνδεχόμενον ὑπάρχειν, οὐδὲ διηνεκῶς χρᾶσθαι τόνδε τισίν· πεπείρακεν γὰρ οὐ διηνεκῶς ἐναρμόττοντα, πολλάκις δὲ καὶ δρῶντα τοὐναντίον. Ὅταν τε μηνύῃ ῥάιδιον εἶναι παραγενηθέντας ἐπὶ τὰ κατὰ μέρος ὑποδείγματα τοὺς τεχνικῶς ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀναστραφέντας
ἀποδεῖξαι, μήποτε οὐ ῥᾶιον ἐπαγγέλληται πρᾶγμα· XXXVI τετευχότας γὰρ αὐτούς, οὗ θέλουσιν, παραστήσει, τεχνικῶς δὲ τοὺς οὐ τεχνίτας ἀνεστραμμένους οὐ παραστήσει. „Νὴ Δία μᾶλλον τῶν οὐ τεχνιτῶν τοῦ τέλους τυγχάνουσι παρατετηρηκότες ἐπιτεύγματα καὶ ἀποτεύγματα.“ Ἀλλὰ καὶ οἱ τριβὴν ἔν τινι καὶ πολλὴν ἄσκησιν εἰσενηνεγμένοι τυγχάνουσι τῶν τελῶν οὐ διὰ παντός, ἀλλʼ οὖν τῶν ἀνασκήτων μᾶλλον. Προσέτι γʼ εἰ τῶν ἀνασκήτων οὐδὲ εἷς τυγχάνει τὸ σύνολον, ἀλλʼ οὐ διὰ τὴν αἰτίαν ταύτην τέχνην τις αὐτὴν εἶναι παραστήσει. Καὶ ὅτι ἀνάπτει „τὰς πλείστας τῶν ἀναγεγραμμένων τεχνικῶν παραδόσεων μὴ κενοὺς ὑπάρχειν“, ἐπιζήτησιν ἔχει· πάσας γὰρ ἀλλʼ οὐχὶ τὰς πλείστας οἵ γε περὶ τὸν Ἐπίκουρον δόξουσι λέγειν κενοτάτας ὥς γε πρὸς πολιτικῆς δυνάμεως παρασκευήν. Οὐ μὴν ἀλλὰ περὶ τούτων διασαφηθήσεταί τι, παρʼ ὅσον τι XXXVII ἄδη
λον ἦν.
Καιρὸς δʼ ἂν εἴη πάντων ἀπολελρμένους ἐπὶ τὰς ἡμετέρας ἐλθεῖν δόξας, καὶ σχεδὸν κεφάλαια τῆς οἰκονομέας ἔσται προκείμενα τοιαῦτα· τέχνη τί λέγεται κατὰ τὴν συνήθειαν, ὑπομνῆσαι βραχέως· οὐ γὰρ ἄλλῃ τὰ ἡμέτερα ἔστι δεῖξαι· — τὴν σοφιστικὴν ῥητορικὴν τέχνην λεγομένην παρὰ τοῖς ἀνδράσιν, καθʼ οὓς φιλοσοφοῦμεν, μεθόδῳ καί τινι τῶν κοινῶν ἐπιτευκτικῆι γινομένην, οὐδὲ πρὸς ἀλλήλους ἡμᾶς αὐτοὺς ἢ καὶ πρὸς τοὺς χορευομένους διεστῶτας· — καὶ τὸ τὴν σοφιστικὴν περὶ μὲν λόγων γραφὰς καὶ ἐπιδείξεις τέχνην εἶναι, περὶ δὲ τὸ δίκας λέγειν καὶ δημηγορεῖν οὐκ εἶναι τέχνην· — ἔτι τὸ τὴν πολιτικὴν ἐν ἱστορίαι καὶ τριβῆι καθεστηκέναι, τεχνικὸν δὲ μηδὲν προσφέρεσθαι.
Καὶ νὴ Δίʼ ὅτι λέγεται παρά τισι πρὸς τὰ δειχθένθʼ ἡμῖν, ὑποθώμεθα κατὰ δύναμιν ἐφʼ ἑκάστου τῶν XXXVIII ἐκκει
μένων, νῦν δὲ τοῦ πρώτου κατατρέχωμεν.
Ἐστιν τοίνυν καὶ λέγεται τέχνη παρὰ τοῖς Ἕλλησιν ἕξις ἢ διάθεσις ἀπὸ παρατηρήσεως τινῶν κοινῶν καὶ στοιχειωδῶν, ἂ διὰ πλειόνων διήκει τῶν ἐπὶ μέρους, καταλαμβάνουσά τι καὶ συντελοῦσα τοιοῦτον, οἷον ὁμοίως τῶν μὴ μαθόντων οὐδείς, ἑστηκότως καὶ βεβαίως οὐδὲ στοχαστικῶς. Ἀφείσθω γὰρ ἐπὶ τοῦ παρόντος, εἴτε συμφέρον εἴτ’ οὐ συμφέρον τὸ γινόμενον πάντως, ἀφείσθω δʼ, εἰ καὶ κοινότερον καὶ ἰδιωτικῶς τέχνη λέγεται καὶ παρὰ τριβῆς πάντως καὶ πανόλως τὸ τοιοῦτον· αὐτὸ γάρ, ὅ πάσηι τῆι καθʼ ὁνδήποτε τρόπον προσαγορευομένηι τέχνηι πρόσεστιν, τοῦτο ἐκθεῖναι βεβουλήμεθα καὶ δὴ προὐνηνέγμεθα. Καὶ ταῖς ἑστηκυίαις γέ τοι καὶ…
διά…
χέ…
The complete text is available when the reading interface loads.