Fragmenta
- Edition reference
- Fragmenta, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 231–236.
- CTS identifier
urn:cts:greekLit:tlg1606.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Ἀνὴρ Νίνος τις ἐγένετ', ὡς ἐγὼ 'κούω,
Ἀσσύριος, ὅστις εἶχε χρυσίου πόντον,
τάλαντα πολλῷ πλεῦνα Κασπίης ψάμμου,
†ὃς ὀυκϊ δ' ἀστερ' ὀυδιζωνεδίζητο,
οὐ πὰρ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν,
ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων·
οὐ μυθιήτης, οὐ δικασπόλος κεῖνος·
οὐ λεωλογεῖν ἐμάνθαν', οὐκ ἀμιθρῆσαι,
ἀλλ' ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν
κἠρᾶν, τὰ δ' ἄλλα πάντα κατὰ πετρῶν ὤθει.
Ὡς δ' ἀπέθαν' ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν
ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ' ᾄδει·
“Ἄκουσον, εἴτ' Ἀσσύριος εἴτε καὶ Μῆδος
εἶς ἢ Κοραξός, ἢ 'πὸ τῶν ἄνω λιμνῶν
〈Σ〉ινδὸς κομήτης· οὐ γὰρ ἀλλὰ κηρύσσω·
ἐγὼ Νίνος πάλαι ποτ' ἐγενόμην πνεῦμα,
νῦν δ' οὐκέτ' οὐδέν, ἀλλὰ γῆ πεποίημαι·
ἔχω δ' ὁκόσον ἔπαισα χὠκός' ἤεισα
χὠκόσς' ἐράσθην [
τὰ δ' ὄλβι' ἡμέων δήιοι συνελθόντες
φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι·
ἐγὼ δ' ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ' ἵππον
οὔτ' ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
σποδὸς δὲ πελλὴ χὠ μιτρηφόρος κεῖμαι”.
2
Ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων,
τῇ παιδὶ τἀπόλλωνος, ἢ λέκος πυρῶν
ἢ ἄρτον ἢ ἥμαιθον ἢ ὅτι τις χρῄζει.
Δότ', ὦγαθοί, 〈τι〉 τῶν ἕκαστος ἐν χερσὶν
ἔχει κορώνῃ· χἄλα λήψεται χονδρόν·
φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι·
ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.
Ὦ παῖ, θύρην ἄγκλινε, Πλοῦτος ἔκρουσε,
καὶ τῇ κορώνῃ παρθένος φέροι σῦκα.
Θεοί, γένοιτο πάντ' ἄμεμπτος ἡ κούρη,
κἀφνειὸν ἄνδρα κὠνρμαστὸν ἐξεύροι,
καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας
καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη,
θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις.
Ἐγὼ δ', ὅκοι πόδες φέρωσιν, ὀφθαλμοὺς ...
ἀμείβομαι Μούσῃσι πρὸς θύρῃς ᾄδων,
καὶ δόντι καὶ μὴ δόντι, πλεῦνα τῶν 〈Γύ〉γεω.καὶ ἐπὶ τέλει δὲ τοῦ Ἰάμβου φησίν·
ἀλλ', ὦγαθοί, 'πορέξαθ' ὧν μυχὸς πλουτεῖ·
δός, ὦ 〈ἄ〉ναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·
νόμος κορώνῃ χεῖρα δοῦν' ἐπαιτούσῃ.
Τοσαῦτ' ἀείδω· δός τι καὶ καταχρήσει.
3
Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή,
κύμβη δὲ τόξα, δήιοι δὲ κρητῆρες,
ἵπποι δ' ἄκρητος, κἀλαλὴ “μύρον χεῖτε”.
4
Θαλῆς γάρ, ὅστις ἀστέρων ..
.... ὀνήιστος
καὶ τῶν τότ', ὡς λέγουσι, πολλὸν ἀνθρώπων
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.
5
Ἐκ πελλίδος 〈γὰρ〉 τάργανον κατηγυίης
χωλοῖσι δακτύλοισι τᾐτέρῃ σπένδει,
τρέμων οἷόν περ ἐν βορηίῳ νωδός.
6
Ἴαμ?β?ος Φοίνικος [!]η?Πο?λ?λοῖς γε θνητῶν τἀγ[ά]θ', ὦ Ποσείδιππε,
οὐ [σύ]μφορ' ἐστίν, ἀλλὰ δεῖ τοιαῦτ' αὐτοὺς
[!]ο?ν?!ει?ν ὁκο[ῖ]α καὶ Φρονε?[ῖ]ν ἐπίστανται.
Νῦν δ' οἱ μὲν ἡμῶν κρή?[γυ]οι καθεστῶτες
π?ολλὴν ἀφ?ειδέως νη?[πιέη]ν? ἐρεύγοντα[ι]·
[οἱ] δ?' ο?ὔτε σῦκα, φασίν, οὔτ' ἐρίν' εὖντες
πλουτοῦσι· τῷ πλούτῳ δὲ πρὸ?ς? τί δεῖ χρῆ[σθ]αι,
τοῦτ' αὐτὸ πάντων πρῶτον οὐκ ἐπίστανται·
ἀλλ' ο?ἰκ?[ία]ς μὲν ἐγ λίθου σμαραγδίτου,
εἴ πω[ς] ἀ?νυστόν ἐστι τοῦτ' αὐτοῖς πρήσσειν?,
[!!]τ?[!!] ἐχούσας καὶ στοὰς τετραστύλους
[πολλῶ]ν τα?λάντων ἀξίας κατακτῶν?ται·
[!!!!!!]!ἑ?αυτ[ῶν τ]ὴν ἀναγκαίην? ψ?υ?χ?ὴν
[!!!!!!!]ησκ[!!!! το]ύτων πάντων
[!!!!!!!!!]ρα!!!!τ?!ν ἐκπορίζουσιν
[!!!!λ]ό?γοις χρηστοῖσ?ι σωφρονισθεῖσα
[!!!!!!] τ?ὰ χρηστὰ καὶ τὰ συμφέροντ' εἰδῇ.
[Τοῖς οὖν] τοιούτοις ἀνδράσιν, Ποσείδιππε,
[οὐ σ]υμ?βέβηκεν οἰ?κ?ίας μὲν κεκτῆσθ?αι?
[κ]α?λὰς καταξίας τε χρημάτων πολλῶν,
[α]ὐτοὺς δ' ὑπάρχειν ἀξίους τ[ρι]ῶν χα?[λκῶ]ν;
[κ]αὶ? μάλα δικαίως, ἤν τις ἐνθυμῆτ' [ὀρ]θ?ῶς
[!!!!!!!!!!!!!!!]ν γὰρ καὶ λίθων φροντίζουσιν.