The Greek Library Catalogue

Anonymous

Eclogae

Edition reference
Eclogae, ed. E. Fischer, Die Ekloge des Phrynichos [Sammlung griechischer und lateinischer Grammatiker 1. Berlin: De Gruyter, 1974]: 60–109.
CTS identifier
urn:cts:greekLit:tlg1608.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

17

<Ἐφλέγμανε, φλεγμᾶναι>· διὰ τοῦ η καὶ ταῦτα λέγεται.

18

<Ἀνεῖναι> ἐλαίῳ ἢ ὄξει ἢ ἄλλῳ τινὶ λέγουσιν οἱ ἰατροὶ πάνυ

ἀμαθῶς· δεῖ γὰρ διεῖναι λέγειν.

19

<Περιέσσευσεν> ἀλλοκοτέρως· ἐχρῆν γὰρ ἐπερίσσευσε λέ-

γειν.

20

<Σπῖλος>· καὶ τοῦτο φυλάττου, λέγε δὲ κηλίς.

21

<Ἀνειλεῖν> βιβλίον διὰ τοῦ ἑτέρου λ κάκιστον, ἀλλὰ διὰ

τῶν δύο, ἀνείλλειν.

22

<Πιοῦμαι>· σὺν τῷ υ λέγων οὐκ ὀρθῶς ἐρεῖς· πίομαι γάρ

ἐστι τὸ ἀρχαῖον καὶ πιόμενος ἄνευ τοῦ υ. Δίων δὲ ὁ φιλόσοφος σὺν τῷ

υ λέγων ἁμαρτάνει.

23

<Ἤλειπται> καὶ <κατώρυκται> οὐ χρή, ἀλλὰ διπλασίαζε

τὴν φωνὴν ὥσπερ οἱ Ἀθηναῖοι, ἀλήλειπται καὶ κατορώρυκται.

24

<Ἀπελεύσομαι> παντάπασι φυλάττου· οὔτε γὰρ οἱ δόκιμοι

ῥήτορες οὔτε ἡ ἀρχαία κωμῳδία οὔτε Πλάτων κέχρηται τῇ φωνῇ· ἀντὶ

δὲ αὐτοῦ τῷ ἄπειμι χρῶ καὶ τοῖς ὁμοιοειδέσιν ὡσαύτως.

25

<Ὤμοκε> τελέως ἄηθες· χρὴ γὰρ ὀμώμοκε λέγειν.

26

<Ἀλκαϊκὸν> ᾆσμα δι' ἑνὸς ι οὐ χρὴ λέγειν, ἀλλ' ἐν τοῖν

δυοῖν, Ἀλκαιϊκόν, τροχαιϊκόν.

27

<Νηρὸν> ὕδωρ μηδαμῶς, ἀλλὰ πρόσφατον, ἀκραιφνές.

28

<Ποῖ ἄπει>· οὕτω συντάσσεται διὰ τοῦ ι· ποῦ δὲ ἄπει, διὰ

τοῦ υ, ἁμάρτημα. εἰ δὲ ἐν τῷ υ, ποῦ διατρίβεις.

29

<Ἔκτοτε> κατὰ μηδένα τρόπον εἴπῃς, ἀλλ' ἐξ ἐκείνου.

30

<Πηνίκα> μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν,

οἷον εἰπόντος τινὸς „πηνίκα ἀποδημήσεις;“ ἐὰν εἴπῃς ”μετὰ δύο ἢ τρεῖς

ἡμέρας”, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δ' εἴπῃς „ἕωθεν“ ἢ ”περὶ μεσημβρίαν”,

ὀρθῶς ἐρεῖς.

31

<Ὀρθρινὸς> οὔ, ἀλλ' ὄρθριος χωρὶς τοῦ ν.

32

<Μεσονύκτιον> ποιητικόν, οὐ πολιτικόν.

33

<Ἡ ὄμφαξ, ἡ βῶλος> θηλυκῶς δέον, οὐκ ἀρσενικῶς.

34

<Ἡ πηλὸς> Συρακούσιοι (Gloss. Ital. 36 Kaibel) λέγουσιν

ἁμαρτάνοντες.

35

<Ὀψινός>· ὁμοίως τῷ ὀρθρινὸς τοῦτο ἁμάρτημα· χρὴ οὖν

ἄνευ τοῦ ν, ὄψιος.

36

<Ποταπὸς> διὰ τοῦ τ μὴ εἴπῃς, ἀδόκιμον γάρ· διὰ δὲ τοῦ δ

λέγων ἐπὶ γένους θήσεις. „ποδαπός ἐστι;“ ”Θηβαῖος ἢ Ἀθηναῖος”. ἔστι

γὰρ οἷον „ἐκ τίνος δαπέδου;“. τὸ ποταπὸς δέ, εἴ τις εἴποι ”ποταπὸς τὸν

τρόπον Φρύνιχος;” „ἐπιεικής“. χρὴ οὖν οὕτως ἐρωτᾶν· ”ποῖός σοί τις

δοκεῖ εἶναι;”

37

<Φανὸς> ἐπὶ τῆς λαμπάδος, ἀλλὰ μὴ ἐπὶ τοῦ κερατίνου λέγε·

τοῦτο δὲ λυχνοῦχον.

38

<Ἐν χρῷ κουρίας> φαθὶ καὶ μὴ <ψιλόκουρος>.

39

<Πεινῆν, διψῆν> λέγε, ἀλλὰ μὴ διὰ τοῦ α.

40

<Ἡ χάραξ> ἐρεῖς θηλυκῶς τὸ τῆς ἀμπέλου στήριγμα, οὐ κατὰ

τὸ ἀρρενικόν.

41

<Σκίμπους> λέγε, ἀλλὰ μὴ κράββατος· μιαρὸν γάρ.

42

<Ἐρεύγεσθαι> ὁ ποιητής (ι 374)· „ὁ δ' ἐρεύγετο οἰνοβα-

ρείων“, ἀλλ' ὁ πολιτικὸς ἐρυγγάνειν λεγέτω.

43

<Ὁ φάρυγξ> ἀρρενικῶς μὲν ὁ Ἐπίχαρμος (fr. 21 Kaibel) λέ-

γει, ὁ δὲ Ἀττικὸς ἡ φάρυγξ.

44

<Αὐθαδίζεσθαι> λέγε, μὴ <ἀναιδεύεσθαι>.

45

<Υἱέως> οἱ ψευδαττικοί φασιν οἰόμενοι ὅμοιον εἶναι τῷ Θη-

σέως καὶ τῷ Πηλέως.

46

<Τελευταιότατον> λέγειν ἁμάρτημα τῶν περὶ παιδείαν δο-

κούντων τευτάζειν· ἐπεὶ γὰρ ἀρχαιότατον εὗρον λεγόμενον παρὰ τοῖς

ἀρχαίοις, ᾠήθησαν καὶ τοῦτο δεῖν λέγειν. ἀλλὰ σὺ τελευταῖον λέγε.

47

<Βεβίασται> ἡ κόρη λεκτέον, ἀλλ' οὐχ, ὥς τινες τῶν ῥητό-

ρων, <ἔφθαρται>.

48

<Ἡ ὕσπληξ> λέγεται, ἀλλ' οὐχ ὁ ὕσπληξ.

49

<Ἰλὺς> οἴνου οὐκ ὀρθῶς λέγεται· ποταμοῦ μὲν γὰρ ἰλύς,

οἴνου δὲ τρὺξ ἢ ὑποστάθμη.

50

<Κόριον ἢ κορίδιον ἢ κορίσκη> λέγουσιν, τὸ δὲ κοράσιον

παράλογον.

51

<Ἡ ῥάξ> ἐρεῖς· ὁ γὰρ <ῥώξ> δύο ἔχει ἁμαρτήματα.

52

<Τάχιον> Ἕλληνες οὐ λέγουσιν, θᾶττον δέ.

53

<Κωλύφιον> μὴ λέγε, κωλῆνα δέ.

54

<Κακοδαιμονεῖν>· οὕτως οἱ νόθως ἀττικίζοντες, Ἀθηναῖοι

γὰρ διὰ τοῦ α κακοδαιμονᾶν λέγουσιν. καὶ θαυμάσαι ἄν τις, πῶς εὐδαι-

μονεῖν μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονεῖν, ἀλλὰ κακοδαιμονᾶν, καὶ

πῶς εὐδαιμονοῦσι μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονοῦσιν, ἀλλὰ κακο-

δαιμονῶσιν.

55

<Κόρημα> χρὴ λέγειν, οὐχὶ <σάρον>, καὶ <κορεῖν> καὶ <παρα-

κορεῖν>, ἀλλὰ μὴ <σαροῦν>.

56

<Ἀφῆλιξ> λέγοντες ἁμαρτάνουσιν οἱ ῥητορικοί, τοὐναντίον

γὰρ ἣ δεῖ χρῶνται· τὸν μὲν γὰρ πρεσβύτερον ῥητέον ἀφήλικα· οἱ δ' ἐπὶ

τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας χρῶνται.

57

<Ἐπιτροπιάζειν>· ἔτι καὶ τοῦτο διέφθαρται. καίτοι λεγόν-

των τῶν ἀρχαίων φανερῶς ὑποτροπιάζειν.

58

<Προκόπτειν> λέγουσιν, τὸ δὲ ὄνομα <προκοπὴ> οὐκ ἔστι

παρ' αὐτοῖς.

59

<Βιβλιαγράφος>· οὕτω λέγουσιν ἐν πέντε συλλαβαῖς καὶ

διὰ τοῦ α, οὐχὶ τετρασυλλάβως διὰ τοῦ ο.

60

<Βασκάνιον> λέγουσιν οἱ ἀρχαῖοι, οὐ προβασκάνιον μετὰ

τῆς προ· ἀδόκιμον γάρ.

61

<Νοίδιον> καὶ <βοίδιον> ἀρχαῖα καὶ δόκιμα, <οὐχὶ νούδιον>

καὶ <βούδιον>.

62

<Ὀσμὴ> χρὴ λέγειν διὰ τοῦ σ· διὰ γὰρ τοῦ δ, <ὀδμή>, Ἰώ-

νων. παρανομεῖ οὖν Ξενοφῶν (non exstat) εἰς τὴν πάτριον διάλεκτον

λέγων ὀδμή.

63

<Βελόνη> καὶ <βελονοπώλης> ἀρχαῖα, ἡ δὲ <ῥαφὶς> τί ἐστιν

οὐκ ἄν τις γνοίη.

64

<Ἀκεστὴς> λέγουσιν οἱ παλαιοί, οὐκ <ἠπητής. ἠπήσασθαι>

ἔστι μὲν ἅπαξ παρ' Ἀριστοφάνει ἐν Δαιταλεῦσι (fr. 227 K.), παίζοντι

τὰς Ἡσιόδου Ὑποθήκας (fr. 284 M.—W.)· ”καὶ κόσκινον ἠπήσασθαι”·

σὺ δὲ λέγε ἀκέσασθαι τὸ ἱμάτιον.

65

<Ἀγαθὸς μᾶλλον> λέγε, μὴ <ἀγαθώτερος>, καὶ ἀντὶ τοῦ

ἀγαθώτατος ἀγαθὸς μάλιστα.

66

<Ἀρχῆθεν> ποιηταὶ (e. g. Aesch. fr. 416 N.2 = 758 M.) λέ-

γουσιν, τῶν δὲ καταλογάδην δοκίμων οὐδείς, ἀλλ' ἐξ ἀρχῆς.

67

<Γαστρίζειν> ἐπὶ τοῦ ἐμπίπλασθαι λέγουσιν Ἀθηναῖοι, οὐκ

ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν. {μήποτε δὲ καὶ ὡς οἱ πολλοὶ λέγουσιν

χρῶνται οἱ ἀρχαῖοι καὶ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν.}

68

<Γαργαλίζειν> λέγε διὰ τοῦ ρ, ἀλλὰ μὴ διὰ τῶν δύο γγ,

<γαγγαλίζειν>.

69

<Γήινον> λεκτέον διὰ τοῦ η, ἀλλ' οὐχὶ διὰ τοῦ ε, γέινον.

70

<Γλωσσόκομον>· τὸν μὲν τύπον καὶ τὴν θέσιν ὑπ' ἀρ-

χαίων ἔχει, διεφθαρμένως δὲ λέγεται ὑπὸ τῶν πολλῶν· ἐχρῆν γὰρ γλωτ-

τοκομεῖον λέγειν, ὥσπερ ἀμέλει καὶ οἱ ἀρχαῖοι.

71

<Βράδιον>· καὶ τοῦτο Ἡσίοδος (op. 528) μὲν λέγει· „βρά-

διον δὲ Πανελλήνεσσι φαείνει“· Πλάτων δὲ (e. g. Apol. 39 b) καὶ Θου-

κυδίδης (4, 8, 1) καὶ οἱ δόκιμοι βραδύτερον.

72

<Γρυλλίζειν> διττὴν ἔχει τὴν ἁμαρτίαν, ἔν τε τῇ προφορᾷ

καὶ τῷ σημαινομένῳ· ἐν μὲν τῇ προφορᾷ διὰ τῶν δύο λλ, ἐν δὲ τῷ σημαι-

νομένῳ ὅτι παρὰ τοῖς ἀρχαίοις (e. g. Ar. Ach. 746) τὸ γρυλίζειν ἐστὶ

τιθέμενον ἐπὶ μὲν τῆς τῶν ὑῶν φωνῆς, οἱ δὲ νῦν τάττουσιν ἐπὶ τῶν φορ-

τικῶς καὶ ἀσχημόνως ὀρχουμένων. ἐρεῖς οὖν γρυλίζειν καὶ γρυλισμὸς

συῶν, οὐ γρυλλισμός.

73

<Γογγύλη>· καὶ ἐνταῦθα ἁμάρτημα· οἱ γὰρ παλαιοὶ ἐπὶ

τοῦ <στρογγύλου> τιθέασιν, οἱ δὲ νῦν ἐπὶ τῆς ὑπὸ τῶν Ἑλλήνων γογγυλί-

δος καλουμένης. λέγε οὖν ἐπὶ τοῦ λαχάνου γογγυλίς, ἀλλὰ μὴ γογγύλη.

74

<Πάντοτε> μὴ λέγε, ἀλλ' ἑκάστοτε καὶ διὰ παντός.

75

<Γενέσια> οὐκ ὀρθῶς τίθεται ἐπὶ τῆς γενεθλίου ἡμέρας· Γε-

νέσια γὰρ Ἀθήνησιν ἑορτή. λέγειν οὖν δεῖ τὰς γενεθλίους ἡμέρας ἢ γε-

νέθλια.

76

<Ἀργὴ> ἡμέρα, ἀργὴ γυνὴ μὴ λέγε, ἀλλ' ἀργὸς ἡμέρα καὶ

ἀργὸς γυνὴ καὶ τὰ λοιπὰ ὁμοίως.

77

<Πνῖγος>· ἁμαρτάνουσιν οἱ βραχύνοντες τὸ ι· ἐκτείνουσι γὰρ

τοὔνομα καὶ τὰ ἀπ' αὐτοῦ {πνιγηρὰ καλύβη} (Thuc. 2, 52, 2).

78

<Ἀποκριθῆναι>· διττὸν ἁμάρτημα, ἔδει γὰρ λέγειν ἀπο-

κρίνασθαι, καὶ εἰδέναι, ὅτι τὸ διαχωρισθῆναι σημαίνει, ὡσπεροῦν καὶ τὸ

ἐναντίον αὐτοῦ, τὸ συγκριθῆναι, 〈τὸ〉 εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν. εἰδὼς οὖν

τοῦτο ἐπὶ μὲν τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε, ἐπὶ δὲ

τοῦ διαχωρισθῆναι ἀποκριθῆναι.

79

<Γενηθῆναι>· ἀντὶ τοῦ γενέσθαι παρὰ Ἐπιχάρμῳ ([Ep.] fr.

209 Kaibel), καὶ ἔστι Δώριον· ἀλλ' ὁ ἀττικίζων γενέσθαι λεγέτω.

80

<Πελαργός>· οἱ ἀμαθεῖς ἐκτείνουσι τὸ α, δέον συστέλλειν·

Πελαργὸς γὰρ οὐδὲν ἄλλο ἢ Ἐρετριακῶς Πελασγός.

81

<Ἀσπάραγος>· καὶ τοῦτο δυοῖν ἁμαρτήμασιν ἔχεται, ὅτι τε

ἐν τῷ π καὶ οὐκ ἐν τῷ φ λέγεται, καὶ ὅτι ἴδιόν τι φυτόν ἐστιν ἄγριον ὁ

ἀσφάραγος καὶ οὐκ ἐν τοῖς ἡμέροις καταλεγόμενον. ὁ γοῦν Κρατῖνος (fr.

325 K.) ἐν ἄλλοις ἀγρίοις αὐτὸ καταλέγων φησίν·

”αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον, πρὸς αὐτῷ

ἀσφάραγον κύτισόν τε, νάπαισι δ' ἀνθέρικος ἐνηβᾷ

καὶ φλόμον ἄφθονον, ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν.”

ἅπαντα γὰρ τὰ κατειλεγμένα ἄγρια. οἱ δὲ νῦν τιθέασιν 〈τὸ ἓν〉 ἐπὶ παν-

τὸς ἀμαθῶς· τῶν γὰρ λαχάνων αἱ ἄνθαι ὄρμενα καλοῦνται, καὶ ἐξορμε-

νίζειν τὸ ἐκβλαστάνειν καὶ ἐξανθεῖν. λέγε οὖν ὄρμενα, ἀλλὰ μὴ ἀσπαρά-

γους, ἀδόκιμον γὰρ λίαν.

82

<Ἀσβόλη> μὴ λέγε, ἀλλὰ ἄσβολος.

83

<Σάρωσον> ἐπειδὰν ἀκούσῃς τινὸς λέγοντος, κέλευσον πα-

ρακόρησον λέγειν, ὅτι οὐδὲ σάρον λέγουσιν, ἀλλὰ κόρημα καὶ κάλλυν-

τρον.

84

<Θερμότης> λέγε, ἀλλὰ μὴ <θερμασία>.

85

<Αἴθαλος> λέγε ἀρσενικῶς, ἀλλὰ μὴ <αἰθάλη> θηλυκῶς.

86

<Ἀτταγήν>· καὶ τοῦτο παρανενόμηται τόνῳ καὶ θέσει· χρὴ

γὰρ ἀτταγᾶς λέγειν ὥσπερ ἀλλᾶς.

87

<Κολυμβάδες ἐλᾶαι> οὐ λέγονται, ἀλλὰ ἁλμάδες ἐλᾶαι

χωρὶς τοῦ ι.

88

<Γρηγορῶ>, γρηγορεῖ οὐ δεῖ· χρὴ γὰρ ἐγρήγορα λέγειν καὶ

ἐγρήγορεν.

89

<Αὐθέντης> μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου, ὡς οἱ περὶ

τὰ δικαστήρια ῥήτορες, ἀλλ' ἐπὶ τοῦ αὐτόχειρος φονέως.

90

<Ἀγήοχεν> εἴ τις εἴποι, ὅτι ἐν συνθέτῳ Λυσίας (fr. 116 Th.)

κέχρηται καταγηόχασιν, μὴ πάνυ πείθου· ἦχε μὲν γὰρ λέγουσιν, καὶ

Δημοσθένης (non exstat) ἤχασι λέγει, ἀλλ' οὐκ ἀγηόχασι.

91

<Μεσιδιωθῆναι> τέτριπται καὶ ἐν τοῖς δικαστηρίοις καὶ ἐν

τοῖς συμβολαίοις, ἀλλὰ σὺ μεσεγγυηθῆναι λέγε.

92

<Καλλιγραφεῖν>· διαλελυμένως λέγουσιν ἐκεῖνοι εἰς κάλλος

γράφειν.

93

<Ἀκμὴν> ἀντὶ τοῦ ἔτι· Ξενοφῶντα λέγουσιν ἅπαξ (An. 4,

3, 26) αὐτῷ κεχρῆσθαι, σὺ δὲ φυλάττου χρῆσθαι, λέγε δὲ ἔτι.

94

<Εἶτεν> καὶ <ἔπειτεν> ἐσχάτως βάρβαρα· εἶτα οὖν σὺ καὶ

ἔπειτα λέγε.

95

<Ἀπόπαλαι, ἔκπαλαι>· ἀμφοῖν δυσχεραίνω· ἐκ παλαιοῦ

γὰρ χρὴ λέγειν.

96

<Ἀνατέλλει> μὲν ἐρεῖς ὁ ἥλιος, <ἐπιτέλλει> δὲ ὁ Κύων ἢ ὁ

Ὠρίων ἢ ἄλλο τι τῶν μὴ ὡσαύτως τῷ ἡλίῳ καὶ τῇ σελήνῃ πολευόντων.

97

<Εὐκαιρεῖν> οὐ λεκτέον, ἀλλ' εὖ σχολῆς ἔχειν.

98

<Ἐξεπιπολῆς> λέγουσί τινες, οἰόμενοι ὅμοιον εἶναι τῷ

ἐξαίφνης {οἷον ἐξεπιπολλῆς τοῦ παντός}, ἀτόπως· οἱ γὰρ ἀρχαῖοι

ἄνευ τῆς ἔξ προθέσεως εἶπον ἐπιπολῆς.

99

<Ἔνδον> εἰσέρχομαι βάρβαρον· ἔνδον γάρ ἐστι καὶ ἔνδον

εἰμὶ δόκιμον. δεῖ οὖν εἴσω παρέρχομαι λέγειν. <ἔσω> δὲ διατρίβω οὐκ

ἐρεῖς, ἀλλ' ἔνδον διατρίβω.

100

<Κληρονομεῖν τόνδε>· οὐχ οὕτως ἡ ἀρχαία χρῆσις, ἀλλὰ

κληρονομεῖν τοῦδε.

101

<Θρίδακα> Ἡρόδοτος (3, 32, 3) ἰάζων, ἡμεῖς δὲ θριδακίνην

ὡς Ἀττικοί.

102

<Ἐπίκλιντρον> ῥητέον, οὐκ <ἀνάκλιντρον>.

103

<Ἐπίδοξον> τὸ προσδοκώμενον καὶ ἐλπιζόμενον ἐρεῖς, οὐχ

ὡς οἱ ἀμαθεῖς τὸν ἐπίσημον.

104

<Μάμμην> τὴν πατρὸς ἢ μητρὸς μητέρα οὐ λέγουσιν οἱ

ἀρχαῖοι, ἀλλὰ τήθην· μάμμην δὲ καὶ μαμμίον τὴν μητέρα. ἀμαθὲς οὖν τὸ

τὴν μάμμην ἐπὶ τῆς τήθης λέγειν.

105

<Ἔσχατον> χρὴ λέγειν, οὐχὶ <ἐσχατώτατον>, εἰ καὶ μάρ-

τυρα παρέχοι τις.

106

Εἰ ποιητὴς εἶπεν <ἀμεινότερον>, χαιρέτω· οὐδὲ γὰρ καλ-

λιώτερον οὐδὲ κρεισσότερον ῥητέον· συγκριτικὸν γὰρ συγκριτικοῦ οὐ

γίνεται. λέγε οὖν ἄμεινον.

107

<Μονόφθαλμον> οὐ ῥητέον, ἑτερόφθαλμον δέ. Κρατῖνος

(fr. 149 K.) δὲ μονόμματον εἶπε τὸν Κύκλωπα.

108

<Ἐωνησάμην>· εἷς λόγος περὶ τοῦ ἁμαρτήματος· ἔνθα ἂν

μὴ δυνηθῇς τὸ πρίασθαι ἢ ἐπριάμην θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι

τάττε, ἔνθα δ' ἂν τὰ ἀπὸ τοῦ πρίασθαι, φυλάττου θάτερον, οἷον „ἐώνη-

μαι οἰκίαν“· ἐνταῦθα ἐγχωρεῖ τὸ ἐπριάμην, οὕτω χρήσῃ ”ἐπριάμην

οἰκίαν”· πάλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐδὲν

ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρίασθαι, μένει τὸ ἐωνημένος δόκιμον. πάλιν δεῖ λέ-

γειν πριάμενος, τὸ γὰρ ὠνησάμενος ἀδόκιμον. οὕτως οὖν κἀπὶ τοῦ ἐωνη-

σάμην· παρὸν γὰρ ἐπριάμην εἰπεῖν, μὴ εἴπῃς ἐωνησάμην· ὁ γὰρ τοῦτο

λέγων ληρεῖ.

109

<Παρασίτους> οὐκ ἔλεγον οἱ ἀρχαῖοι ἐπ' ὀνείδους, ὡς νῦν,

ἀλλὰ κόλακας· καὶ δρᾶμα ἔστι Κόλακες (Eupol. p. 296 K.) τοιούτων

ἀνθρώπων.

110

<Εὕρασθαι> οὐκ ἐρεῖς προπαροξυτόνως διὰ τοῦ α, ἀλλὰ

παροξυτόνως διὰ τοῦ ε εὑρέσθαι.

111

<Ῥάφανον> ἐπὶ τῆς ῥαφανίδος μὴ θῇς· σημαίνει γὰρ τὴν

κράμβην.

112

<Εὔνως ἔχει μοι> μὴ λέγε, ἀλλ' εὐνοϊκῶς.

113

<Εὐθύ>· πολλοὶ ἀντὶ τοῦ εὐθύς, διαφέρει δέ· τὸ μὲν γὰρ τό-

που ἐστίν, εὐθὺ Ἀθηνῶν, τὸ δὲ χρόνου καὶ λέγεται σὺν τῷ σ.

114

<Ζωρότερον> ὁ ποιητής (Ι 203), σὺ δὲ λέγε εὔζωρον κέρα-

σον καὶ εὐζωρότερον, ὡς Ἀριστοφάνης (e. g. Eccles. 227) καὶ Κρατῖνος

(fr. 412 K.) καὶ Εὔπολις (fr. 382 K.).

115

<Χειρσὶν> ἀδοκίμως, χερσὶ δέ.

116

<Εὐέριον> μὴ λέγε, ἀλλ' εὔερον ἱμάτιον, τρισυλλάβως καὶ

ἄνευ τοῦ ι.

117

<Νεομηνία μὴ> λέγε, Ἰώνων γάρ, ἀλλὰ νουμηνία.

118

<Ἦς ἐν ἀγορᾷ> σόλοικον, λέγε οὖν ἦσθα. ὀρθότερον δὲ

χρῷτο ἂν ὁ λέγων ”ἐὰν ᾖς ἐν ἀγορᾷ”.

119

<Ἠκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνε-

νοήκεσαν> ἐρεῖς, ἀλλ' οὐ σὺν τῷ ι, <ἠκηκόεισαν>.

120

<Ὁ ῥύπος> ἐρεῖς, οὐ τὸ ῥύπος.

121

<Ἀλεῖν> ἐρεῖς, οὐκ <ἀλήθειν>· καὶ ἤλει, οὐκ ἤληθεν· ἀλοῦσα,

οὐχὶ δὲ ἀλήθουσα.

122

<Μέθυσος> ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός· γυναῖκα δὲ

ἐρεῖς μέθυσον καὶ μεθύσην.

123

<Ἤμην>· εἰ καὶ εὑρίσκεται παρὰ τοῖς ἀρχαίοις, οὐκ ἐρεῖς, ἀλλ'

ἦν ἐγώ.

124

<Ὤιδηκεν, ᾠκοδόμηκεν> διὰ τοῦ ω ἄριστα ἐρεῖς, ἀλλ'

οὐ διὰ τῆς οι, <οἴδηκεν, οἰκοδόμηκεν>.

125

<Ἀνίστατο> λέγε, μὴ <ἠνίστατο>.

126

<Βρῶμος>· πάνυ ἐζήτησα, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας·

μέχρι οὖν εὑρίσκεται, ἄχαριν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί.

127

<Ἡρακλέα, Περικλέα, Θεμιστοκλέα> ἐπεκτείνων τὴν

ἐσχάτην λέγε, ἀλλὰ μὴ <Ἡρακλῆν> καὶ <Περικλῆν> καὶ <Θεμιστοκλῆν>.

128

<Ἀνέῳγεν> ἡ θύρα· σολοικισμός· χρὴ γὰρ λέγειν ἀνέῳ-

κται.

129

<Οἱ ἥρως> οὐ λέγουσιν, ἀλλ' οἱ ἥρωες τρισυλλάβως· ἐπὶ δὲ

τῆς αἰτιατικῆς δισυλλάβως τοὺς ἥρως. ἅπαξ Ἀριστοφάνης (fr. 304 K.)

βιασθεὶς ὑπὸ τοῦ μέτρου οἱ ἥρως εἶπεν, τῷ δ' ἠναγκασμένῳ οὐ χρηστέον.

130

<Ἱερόθυτον> οὐκ ἐρεῖς, ἀλλ' ἀρχαίως θεόθυτον.

131

<Διεφθορὸς> αἷμα· τῶν ἀμαθῶν τινες ἰατρῶν λέγουσιν

οὕτω σολοικίζοντες, δέον λέγειν διεφθαρμένον αἷμα· τὸ γὰρ διέφθορε

διέφθειρεν.

132

<Ἀνατοιχεῖν> μὴ λέγε, ἀλλὰ διατοιχεῖν.

133

<Ἤνυστρον> λέγε, μὴ <ἔνυστρον>.

134

<Ἐλλύχνιον>· καὶ τοῦτο τῶν εἰσκωμασάντων ταῖς Ἀθή-

ναις· θρυαλλίδα οὖν ῥητέον.

135

<Θυμέλην>· τοῦτο οἱ μὲν ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθεσαν,

οἱ δὲ νῦν ἐπὶ τοῦ τόπου ἐν τῷ θεάτρῳ, ἐφ' οὗ αὐληταὶ καὶ κιθαρῳδοὶ καὶ

ἄλλοι τινὲς ἀγωνίζονται. σὺ μέντοι, ἔνθα μὲν τραγῳδοὶ καὶ κωμῳδοὶ

ἀγωνίζονται, λογεῖον ἐρεῖς, ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν·

μὴ λέγε δὲ θυμέλην.

136

<Θυείαν> λέγε, μὴ <ἴγδιν>.

137

<Ἱστὼν> λέγε, ἀλλὰ μὴ <ἱστεών>· ἁμαρτήσεις γὰρ ὁμοίως

τῷ λέγοντι καλαμεών, ἱππεών, ἀνδρεών, δέον καλαμὼν ἱππὼν καὶ τὰ

ὅμοια.

138

<Πυθαύλης> μὴ λέγε, ἀλλὰ ψιλὸς αὐλητής, ἐπεὶ καὶ ἅτερος

κύκλιος αὐλητής.

139

<Καταπροΐξεται> οὐκ ὀρθῶς διαιροῦσιν, δέον κατα-

προίξεται.

140

<Αἱ νῆες> ἐρεῖς, οὐχ <αἱ ναῦς>· σόλοικον γάρ. ἥμαρτε μέντοι

Φαβωρῖνος (fr. 135 Bar.), Πολέμων (p. 14, 26 Hink) καὶ Σύλλας αἱ ναῦς

εἰπόντες. <τὰς νῆας> οὐκ ἐρεῖς, ἀλλὰ τὰς ναῦς. Λολλιανὸς δὲ ὁ σοφιστὴς

ἀκούσας παρά τινος, ὅτι οὐ χρὴ αἱ ναῦς λέγειν, ἀλλὰ αἱ νῆες, ᾠήθη δεῖν

λέγειν καὶ τὴν αἰτιατικὴν ὁμοίως, τὰς νῆας. οὐκ ἔχει δὲ οὕτως, ἀλλ' ἐπὶ

μὲν τῆς εὐθείας δισυλλάβως, ἐπὶ δὲ τῆς αἰτιατικῆς μονοσυλλάβως.

141

<Εἰσιέτω>· καὶ περὶ τούτου οὕτως ἔσχεν. Λολλιανὸς ἀκούσας,

ὅτι χρὴ σὺν τῷ ε εἰσιέναι λέγειν, εἶθ' ὑπέλαβε καὶ τὸ εἰσίτω εἰσιέτω δεῖν

λέγειν.

142

<Κνημίδα, πινακίδα, καρίδα>· βραχέως τούτων τὴν πα-

ρατέλευτον. τὴν μέντοι <ῥαφανίδα> ἐκτείνουσι καὶ συστέλλουσιν.

143

<Κλ{αδ}ᾶν> ἀμπέλους φαθί, ἀλλὰ μὴ <κλαδεύειν>.

144

<Πολίτης> λέγε, μὴ <συμπολίτης>.

145

<Τύλην>, εἰ καὶ εὕροις που, σὺ κνέφαλον λέγε.

146

<Τὸ ῥάπισμα> οὐκ ἐν χρήσει· χρῶ οὖν τῷ καθαρῷ· τὸ γὰρ

τὴν γνάθον πλατείᾳ τῇ χειρὶ πλῆξαι ἐπὶ κόρρης πατάξαι Ἀθηναῖοί

φασιν.

147

<Παροψὶς> τὸ ὄψον, οὐχὶ δὲ τὸ ἀγγεῖον· τοῦτο δὲ τρύβλιον

ἢ λεκάριον καλοῦσιν.

148

<Κροῦσαι τὴν θύραν>· ἴσως μέν που παραβεβίασται ἡ

χρῆσις, ἄμεινον δὲ τὸ κόπτειν τὴν θύραν.

149

<Ἐνήλατα> κλίνης ἢ σκίμποδος οὐ χρὴ λέγειν τὸν ἀττι-

κίζοντα, ἀλλὰ κραστήρια.

150

<Κλίβανος> οὐκ ἐρεῖς, ἀλλὰ κρίβανος διὰ τοῦ ρ {διὰ τὸ δο-

κεῖν πρώτην τροφὴν τῶν ἀνθρώπων κριθὰς εἶναι}.

151

<Κυνίδιον> λέγε. Θεόπομπος δὲ ὁ κωμῳδὸς ἅπαξ που (fr.

90 K.) <κυνάριον> εἶπεν.

152

<Ἐδεδίεσαν>· καὶ τοῦτο τῆς Λολλιανοῦ Μούσης· σὺ δὲ

λέγε τετρασυλλάβως ἄνευ τοῦ ε ἐδέδισαν.

153

<Οὐθεὶς> διὰ τοῦ θ, εἰ καὶ Χρύσιππος καὶ οἱ ἀμφ' αὐτὸν

οὕτω λέγουσιν, σὺ δὲ ἀποτρέπου λέγειν· οἱ γὰρ ἀρχαῖοι διὰ τοῦ δ λέ-

γουσιν οὐδείς.

154

<Ἀφείλατο>· ὅσοι διὰ τοῦ α λέγουσιν, ἀσχημονοῦσιν,

δέον διὰ τοῦ ε λέγειν ἀφείλετο· καὶ ἀφειλόμην δεῖ λέγειν διὰ τοῦ ο, ἀλλὰ

μὴ διὰ τοῦ α.

155

<Λάγνης> διὰ τοῦ η, ἀλλὰ μὴ <λάγνος> φαθί.

156

<Λαγὼς> ὁ Ἀττικός, διὰ δὲ τοῦ ο ὁ Ἴων <λαγός>· τὸ <λα-

γωὸς> δὲ οὐκ ἔστιν.

157

<Λίβανον> λέγε τὸ δένδρον, τὸ δὲ θυμιώμενον <λιβανωτόν>,

εἰ καὶ διὰ τὴν ποιητικὴν λίβανον καὶ τοῦτο Σοφοκλῆς (fr. 961 N.2) λέ-

γει. ἄμεινον δὲ Μένανδρος ἐν τῇ Σαμίᾳ (fr. 1 Koe., cf. p. 58A.) φησίν·

„φέρε τὸν λιβανωτόν, σὺ δ' ἐπίθες τὸ πῦρ, Τρύφη“.

158

<Τὴν λιμὸν> Δωριεῖς, σὺ δὲ ἀρρενικῶς τὸν λιμὸν φαθί.

159

<Ἐλουόμην>, ἐλούου, ἐλούετο, λούομαι, λούεται, ἐλουόμεθα,

ἐλούοντο, λούεσθαι· πάντα οὕτω λεγόμενα ἀδόκιμα· εἰ δὲ δόκιμα βούλει

αὐτὰ ποιῆσαι, τὸ ε καὶ τὸ ο ἀφαίρει καὶ λέγε λοῦσθαι, ἐλούμην, ἐλοῦτο,

λοῦμαι, λοῦται, λούμεθα, λοῦνται· οὕτω γὰρ οἱ ἀρχαῖοι λέγουσιν.

160

<Δυσωπεῖσθαι>· Πλουτάρχῳ μὲν ἔστι Περὶ δυσωπίας

βιβλίον (mor. 528c—536d), τοῦτο ὅπερ οἴεται δηλοῦν ἐντρέπεσθαι

καὶ μὴ ἀντέχειν δι' αἰδῶ. ἀλλὰ σημαίνει ἡ δυσωπία παρὰ τοῖς ἀρ-

χαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν.

161

<Ἐπεξελευσόμενος> ἄλλος οὗτος {ἦν} Ἡρακλῆς· τοῦτ' οὖν

ἔσυρεν ἐκ τριόδου Φαβωρῖνος (fr. 133 Bar.). χρὴ γὰρ ἐπεξιὼν εἰπεῖν· καὶ

γὰρ ἐπέξειμι λέγεται, ἀλλ' οὐκ ἐπεξελεύσομαι.

162

<Σαλπικτὴς> τὸ δόκιμον διὰ τοῦ κ, οὐχὶ δὲ διὰ τοῦ σ· καὶ

τὸ <σαλπίσαι> διὰ τοῦ σ παραιτοῦ, ἀδόκιμον γάρ, διὰ δὲ τοῦ ξ λέγε.

163

<Ἀφιερῶσαι>· καὶ τοῦτο Φαβωρῖνος (fr. 130 Bar.). σὺ δὲ

καθιερῶσαι λέγε.

164

<Κολλάβους> τοὺς ἐν τῇ λύρᾳ εἰ μὲν ἄλλη διάλεκτος λέγει,

‘οὐ φροντὶς Ἱπποκλείδῃ’ φασίν· σὺ δὲ ὡς Ἀθηναῖος λέγε κόλλοπας.

165

<Νίμμα> ὁ πολὺς λέγει, ἡμεῖς δὲ ἀπόνιπτρον λέγομεν ὡς

Ἀριστοφάνης (Ach. 616) καὶ οἱ ἀμφ' αὐτόν.

166

<Νὴ τὼ θεώ>· ὅρκος γυναικῶν· οὐ μὴν ἀνὴρ ὀμεῖται, εἰ μὴ

γυναικίζοιτο.

167

<Μεσοδάκτυλα>· ἐναυτίασα τοῦτο ἀκούσας τοὔνομα. λέ-

γομεν οὖν τὰ μέσα τῶν δακτύλων.

168

<Λάσταυρος>· οἱ μὲν νῦν χρῶνται ἐπὶ τοῦ πονηροῦ καὶ

ἀξίου σταυροῦ, οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ καταπύγονος.

169

<Μάλη> οὐκ ἐρεῖς, ὑπὸ μάλης μέντοι.

170

<Μεγιστᾶνες>· Ἀντίοχος ὁ σοφιστὴς βιβλίον τι ὑπέγραψεν,

Ἀγοράν ἐπιγραφόμενον, ἔνθα τοὔνομα ἔθηκεν, ἴσως Μενάνδρῳ (fr. 877

Koe.) ἀκολουθήσας, οὐ γὰρ δή τινι τῶν ἀρχαίων. ἡμεῖς δὲ οὐ μεγιστᾶνες,

ἑπόμενοι τοῖς ἀρχαίοις ἀνδράσιν, ἀλλὰ μέγα δυναμένους λέγομεν.

171

<Λόγιος>· ὡς οἱ πολλοὶ λέγουσιν, ἐπὶ τοῦ δεινοῦ εἰπεῖν καὶ

ὑψηλοῦ, οὐ τιθέασιν οἱ ἀρχαῖοι, ἀλλ' ἐπὶ τοῦ τὰ ἐν ἑκάστῳ ἔθνει ἐπιχώρια

ἐξηγουμένου ἐμπείρως.

172

<Ἐξιδιάζονται>· καὶ τοῦτο Φαβωρῖνος (fr. 132 Bar.) λέ-

γει κακῶς· ἰδιοῦσθαι γὰρ τὸ τοιοῦτον λέγουσιν οἱ ἀρχαῖοι.

173

<Μύκας> μὴ λέγε, ἀλλὰ μύκητας.

174

<Αὐτότροφος> μὴ λέγε, ἀλλ' οἰκόσιτος ὡς Ἀθηναῖοι· μηδὲ

<οἰκογενῆ>, ἀλλ' οἰκότριβα. {μήποτε δὲ καὶ τῷ οἰκογενὴς ὡς δοκίμῳ

χρηστέον}.

175

<Τὸ ὁλοσφύρατον> ἔκβαλλε καὶ ἤτοι σφυρήλατον λέγε ἢ

ὁλόσφυρον.

176

<Ὀπωροπώλης>· τοῦθ' οἱ ἀγοραῖοι λέγουσιν, οἱ δὲ πε-

παιδευμένοι ὀπωρώνης ὡς καὶ Δημοσθένης (18, 262).

177

<Νοσσός, νοσσίον>· ἀμφοῖν λείπει τὸ ε, διὰ τοῦτο ἀδόκι-

μα. λέγε οὖν νεοττός, νεοττίον, ἵνα ἀρχαῖος Ἀττικὸς φαίνοιο. <νοσσά-

κιον> ἐκβλητέον τελέως.

178

<Χρύσεα, ἀργύρεα, χάλκεα, κυάνεα>· ταῦτα Ἰακὰ

διαιρούμενα. χρὴ οὖν λέγειν χρυσᾶ ἀργυρᾶ κυανᾶ τὸν ἀττικίζοντα.

{χρυσοῦς λέγε· τὸ γὰρ χρύσεος Ἰακόν. ὁμοίως καὶ χρυσοῦς, ἀργυροῦς,

χαλκοῦς, κυανοῦς, ἀλλὰ μὴ χρύσεος, ἀργύρεος}.

179

<Ἐκτρῶσαι>· τοῦτο φεῦγε, λέγε δὲ ἐξαμβλῶσαι καὶ ἀμβλί-

σκειν.

180

<Δυσὶ> μὴ λέγε, ἀλλὰ δυοῖν.

181

<Δυεῖν> ἐστι μὲν δόκιμον, τῷ δ' ἀλλοκότως αὐτῷ χρῆσθαί

τινας ἐπιταράττεται· ἐπὶ γὰρ μόνης γενικῆς τίθεται, οὐχὶ καὶ δοτικῆς.

182

<Ὤτοις> μὴ λέγε, ὥς τινες τῶν γραμματικῶν, ἀλλ' ὠσίν.

183

<Μείρακες> καὶ μεῖραξ· ἡ μὲν κωμῳδία (e. g. Crat. fr. 55 K.)

παίζει τὰ τοιαῦτα {οἷον ἡ γυνή}· τὸ γὰρ μεῖραξ καὶ μείρακες ἐπὶ θηλειῶν

λέγουσιν, τὸ δὲ μειράκιον ἐπὶ ἀρρένων.

184

<Ἀναθέσθαι>· καλῶς ὁ ἰδιώτης ἀναβάλλομαί φησιν· οἱ

γὰρ ἐπὶ τούτου τάττοντες τὸ ἀναθέσθαι ἁμαρτάνουσιν. λέγουσι γὰρ

”ἀνατίθεμαι εἰσαῦθις τὸ πρᾶγμα”, ἀγνοοῦντες ὡς τὸ ἀνατιθέναι δύο

σημαίνει, ἓν μὲν τὸ μεταγιγνώσκειν ἐφ' οἷς εἴρηκε καὶ ἄρρητα ποιεῖν,

ἕτερον δὲ ἀνατιθέναι τὸ φορτίον.

185

<Σταθερὸς ἄνθρωπος>· οὕτως οὐ χρῶνται οἱ ἀρχαῖοι,

ἀλλὰ σταθερὰ μὲν μεσημβρία λέγουσι (Plat. Phaedr. 242 a) καὶ στα-

θερὰ γαλήνη, σταθερὸς δὲ ἄνθρωπος οὐδαμῶς, ἀλλ' ἐμβριθής. οὐ καλῶς

οὖν Φαβωρῖνος (fr. 139 Bar.) „σταθερὸς ἄνθρωπος“ εἶπεν.

186

<Ἀναπεσεῖν>· οὐ καλῶς ἐπὶ τοῦ ἀνακλιθῆναι τάττεται,

ἐὰν δ' ἐπὶ τοῦ τὴν ψυχὴν ἀδημονῆσαι, καλῶς, οἷον ”ἀνέπεσεν ἄνθρω-

πος” ἀντὶ τοῦ „τὴν ψυχὴν ἠθύμησεν“.

187

<Ἀνάκειται>· καὶ τοῦτο ἄλλο μὲν παρ' αὐτοῖς σημαίνει,

ἀντ' ἄλλου δὲ ὑπὸ τῶν πολλῶν τίθεται. ἀνάκειται μὲν γὰρ ἀνδριὰς καὶ

ἀναθήματα καλῶς ἐρεῖς, ἀνάκειται δ' ἐπὶ τῆς κλίνης οὐκέτι, ἀλλὰ κεῖται.

188

<Ἀντιβάλλειν>· καὶ τοῦθ' ἕτερον σημαίνει καὶ ἑτέρως ὑπὸ

τῶν πολλῶν λέγεται. σημαίνει γὰρ τοιοῦτόν τι ὁποῖον τὸ ἀντιτιθέναι·

λέγεται δὲ νῦν ἀντὶ τοῦ ἀνταναγνῶναι.

189

<Σκορπίζεται>· Ἑκαταῖος (1 F 366 Jac.) μὲν τοῦτο λέ-

γει Ἴων ὤν, οἱ δὲ Ἀττικοὶ <σκεδάννυταί> φασιν.

190

<Κατασχάσαι>· ἰατροὶ μὲν τούτῳ χρώμενοι ἔχουσιν ἀπο-

λογίαν ὡς ὄντος παρὰ τοῖς ἀρχαίοις τοῦ ἔσχων καὶ ἔσχαζον {καὶ ἐκέν-

τουν}· ἀλλὰ κατανύξαι ἡμεῖς λέγομεν.

191

<Ἀρχαιϊκὸν> λέγε ἐν δυοῖν ι ὡς Ἀλκαιϊκὸν καὶ τροχαιϊκόν.

192

<Ῥέει, ζέει, πλέει>· Ἰακὰ ταῦτα διαιρούμενα. λέγε οὖν

ῥεῖ, ζεῖ, πλεῖ.

193

<Ἀρτοκόπος> ἀδόκιμον· χρὴ δὲ ἀρτοπόπος ἢ ἀρτοποιὸς

λέγειν.

194

<Ἐνθήκη>· τὸ μὲν παρενθήκη ὅπως ὑπὸ Ἡροδότου (1,

186, 1 etc.) εἴρηται, ὕστερον (non exstat) ὀψόμεθα· τὸ δὲ ἐνθήκη, ὡς οἱ

πολλοὶ λέγουσιν, ἄτοπον· ἀφορμὴν γὰρ λέγουσιν οἱ ἀρχαῖοι.

195

<Ἐξυπνισθῆναι> οὐ χρὴ λέγειν, ἀλλ' ἀφυπνισθῆναι.

196

<Βαλαντοκλέπτης> μὴ λέγε, ἀλλὰ βαλαντιοκλέπτης.

197

<Βασίλισσα> οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασίλεια ἢ

βασιλίς.

198

<Σικχαίνομαι>· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα. ἀλλ'

ἐρεῖς βδελύττομαι ὡς Ἀθηναῖος.

199

<Γελάσιμον> μὴ λέγε, ἀλλὰ γελοῖον.

200

<Ἀλεκτορίς>· εὑρίσκεται καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳ-

δίᾳ, λέγε δὲ ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος ὡς οἱ παλαιοί.

201

<Γλωσσίδας> αὐλῶν ἢ ὑποδημάτων μὴ λέγε, ἀλλ' ὡς οἱ δό-

κιμοι γλώττας αὐλῶν, γλώττας ὑποδημάτων.

202

<Γρύτη>· καὶ τοῦτο τῶν παραπεποιημένων· τὸ γὰρ τοιοῦ-

τον ἅπαν γρυμέαν συμβέβηκε καλεῖσθαι.

203

<Διώρυγος>, διώρυγι, διώρυγα 〈....〉· οἱ γὰρ ἀρχαῖοι

ταῦτα διὰ τοῦ χ λέγουσιν, διώρυχος, διώρυχι, διώρυχα.

204

<Δίκρανον>· τοῦτο οἱ ἀρχαῖοι δίκρουν καλοῦσιν.

205

<Διόσκουροι>· ὀρθότερον Διόσκοροι. γελάσεις οὖν τοὺς

σὺν τῷ υ λέγοντας.

206

<Ἔφης>· ἔστι μὲν παρὰ τοῖς ἀρχαίοις, ἀλλ' ὀλίγον. τὸ δὲ

πλεῖον ἔφησθα.

207

<Ὑστερίζειν> τῷ καιρῷ οὐ λέγεται, ἀλλ' ὑστερίζειν τοῦ

καιροῦ. Φαβωρῖνος (fr. 141 Bar.) δὲ οὐχ ὑγιῶς {καὶ} κατὰ δοτικὴν

συντάττει.

208

<Παραβόλιον>· ἀδόκιμον τοῦτο. τῷ μὲν οὖν ὀνόματι οὐ

κέχρηνται οἱ παλαιοί, τῷ δὲ ῥήματι· φασὶ γὰρ οὕτω· ”παραβάλλομαι

τῇ ἐμαυτοῦ κεφαλῇ”. ἐχρῆν οὖν κἀπὶ τούτων λέγειν „παραβάλλομαι

ἀργυρίῳ“.

209

<Στατὸς> ὁ τῶν αὐλητῶν χιτὼν οὐ λέγεται, ὡς Φαβωρῖνος

(fr. 140 Bar.), ἀλλ' ὀρθοστάδιος χιτών.

210

<Παιδίσκη>· οἱ νῦν ἐπὶ τῆς θεραπαίνης τοῦτο τιθέασιν, οἱ

δ' ἀρχαῖοι ἐπὶ τῆς νεάνιδος, οἷς ἀκολουθητέον.

211

<Παῖξαι> Δωριεῖς διὰ τοῦ ξ, ὁ δὲ Ἀττικὸς παῖσαι καὶ

παίσατε καὶ συμπαίστης διὰ τοῦ σ ἐρεῖ.

212

<Παλαιστρικός>· Ἄλεξίν (fr. 325 K.) φασιν εἰρηκέναι, ὁ δὲ

ἀρχαῖος παλαιστικὸν λέγει.

213

<Κορυφαιότατον>· ἐνεκαλυψάμην εὑρὼν παρὰ Φαβωρίνῳ

(fr. 134 Bar.). λέγε οὖν κορυφαῖον.

214

<Ἐπαοιδὴ> ἰδιώτης λέγων οὐκ 〈ἂν〉 ἁμαρτάνοι. λέγε οὖν

ὀρθῶς ἐπῳδή, ἐπεὶ τὸ διαιρούμενον ποιητικόν.

215

<Διδοῦσιν>· ἐν τῷ Περὶ εὐχῆς Φαβωρῖνος (fr. 8 Bar.) οὕτω

λέγει, δέον διδόασιν· τὸ γὰρ διδοῦσιν ἄλλο τι σημαίνει {τὸ δεῖν}.

216

<Προαλῶς>· τοῦτο δοκεῖ μοι γυναικῶν εἶναι τοὔνομα.

ἀνιῶμαι δὲ ὅτι ἀνὴρ λόγου ἄξιος κέχρηται αὐτῷ Φαβωρῖνος (fr. 137

Bar.). τοῦτο μὲν οὖν ἀποδιοπομπώμεθα, ἀντ' αὐτοῦ δὲ λέγωμεν προ-

πετῶς.

217

<Πηχῶν, πήχως>· δεινῶς ἑκάτερον ἀνάττικον, δέον πή-

χεων καὶ πήχεως.

218

<Σύμπτωμα>· πολλάκις εὗρον κείμενον παρὰ Φαβωρίνῳ ἐν

τῷ Περὶ ἰδεῶν λόγῳ (fr. 25 Bar.)· πόθεν δὲ λαβὼν ἔθηκεν, οὐκ οἶδα. χρὴ

οὖν συντυχίαν λέγειν ἢ λύσαντας οὕτω· ”συνέπεσεν αὐτῷ τόδε γενέ-

σθαι”. Δημοσθένης μέντοι ἐν τῷ Κατὰ Διονυσοδώρου (56, 43) ἅπαξ

εἴρηκε τοὔνομα.

219

<Ἔκθεμα> βάρβαρον· σὺ δὲ λέγε πρόγραμμα.

220

<Κατορθώματα>· ἁμαρτάνουσι κἀνταῦθα οἱ ῥήτορες, οὐκ

εἰδότες ὅτι τὸ μὲν ῥῆμα δόκιμον, τὸ κατορθῶσαι, τὸ δ' ἀπὸ τούτου ὄνομα

ἀδόκιμον, τὸ κατόρθωμα. λέγειν οὖν χρὴ ἀνδραγαθήματα.

221

<Ὕπαιθρον> μὴ λέγε, τὸ δὲ ὑπαίθριον τετρασυλλάβως.

222

Τὸ μὲν <κοιτὼν> †ἀδόκιμον†, τὸ δὲ <προκοιτὼν> οὐ δόκι-

μον. ἡμῖν δὲ καλὸν χρῆσθαι τῷ Ἀττικῷ ὀνόματι· προδωμάτιον γὰρ λέ-

γουσιν, ἐπεὶ καὶ δωμάτιον τὸν κοιτῶνα.

223

<Ῥοΐδιον> διαιροῦντες λέγουσιν οἱ ἀμαθεῖς· ἡμεῖς δὲ ῥοί-

διον.

224

<Σμῆγμα> καὶ <σμῆξαι>· καὶ ταῦτα ἀνάττικα· τὸ γὰρ Ἀττι-

κὸν σμῆμα καὶ σμῆσαι, τὸ μὲν ἄνευ τοῦ γ, τὸ δὲ διὰ τοῦ σ.

225

<Σάκκος> Δωριεῖς διὰ τῶν δύο κκ, Ἀττικοὶ δὲ δι' ἑνός.

226

<Πέπων>· τοῦτο καθ' αὑτὸ οὐκ ὀρθῶς τιθέμενον ὁρῶ. ση-

μαίνει γὰρ τὸ ὄνομα πᾶν τὸ ἐν πεπάνσει ὄν, τιθέασι δ' αὐτὸ οἰκείως ἐπὶ

τῶν σικύων. χρὴ οὖν οὕτω λέγειν ὡς ὁ Κρατῖνος (fr. 136, 3 K.) „σίκυον

σπερματίαν“ ἢ εἰ θέλεις πέπονα σίκυον. καθ' αὑτὸ δὲ τὸ πέπων ἐπὶ τοῦ

αὐτοῦ μὴ τιθῇς.

227

<Ἐπαρίστερον> οὐ χρὴ λέγειν, ἀλλὰ σκαιόν.

228

<Πλόκιον>· ἐπὶ ὑποθέσεως πεπλεγμένης οἱ εἰκαῖοι τιθέασιν.

θαυμάζω οὖν ὡς ὁ πρῶτος τῶν Ἑλλήνων δόξας εἶναι Φαβωρῖνος ἐχρή-

σατο ἐν συγγράμματι ἐπιγραφομένῳ Περὶ τῆς Δημάδους σωφροσύνης

(fr. 7 Bar.).

229

<Στυππέϊνον> τετρασυλλάβως οὐ χρὴ λέγειν, ἀλλὰ ἄνευ

τοῦ ε τρισυλλάβως στύππινον ὡς οἱ ἀρχαῖοι.

Ταῦτα φυλαττόμενός τις βελτίων καὶ δοκιμώτατος εἴη ἄν.

230T

{Τοῦ αὐτοῦ τμῆμα δεύτερον}

230

<Ἀντίρρησιν> μὴ λέγε, ἀντιλογίαν δέ.

231

<Βασίλισσαν>· Ἀλκαῖόν φασι τὸν κωμῳδοποιὸν (fr. 6K.)

καὶ Ἀριστοτέλην ἐν τοῖς Ὁμήρου ἀπορήμασιν (fr. 179 R.) εἰρηκέναι·

σὺ δὲ βασιλικὸς ἐπιστολεὺς ἀποφανθεὶς ἀνάλογον τῇ σαυτοῦ παρασκευῇ

γεννικώτατον ἡμῖν ἐκόμισας μάρτυρα τὸν συγγράψαντα τὸν Κατὰ Νεαί-

ρας ([Dem.] 59, 74). ὃς διά τε τὰ ἄλλα ὑπωπτεύθη μὴ εἶναι Δημοσθένους

καὶ διὰ τὰ τοιαῦτα τῶν ἀδοκίμων ὀνομάτων. τοῖς πλείοσιν οὖν πειθόμε-

νοι βασίλειαν ἢ βασιλίδα λέγωμεν· οὕτω γὰρ ἂν διακρίνειν δόξαιμεν τό

τε καλὸν καὶ τὸ αἰσχρόν.

232

<Εὐαγγελίζομαί> σε· καὶ περὶ ταύτης τῆς συντάξεως

διασκεπτόμενος ἐπὶ συχνὸν δή τινα χρόνον, εἴτε αἰτιατικῇ συντακτέον

αὐτὸ πτώσει εἴτε δοτικῇ, εὑρίσκω κατὰ δοτικὴν ἡρμοσμένον, Ἀριστο-

φάνου μὲν οὕτω λέγοντος ἐν τοῖς Ἱππεῦσιν (vs. 643)·

”εὐαγγελίσασθαι πρῶτος ὑμῖν βούλομαι”,

Φρυνίχου δὲ τοῦ κωμῳδοῦ ἐν τοῖς Σατύροις (fr. 44 K.) οὕτως·

„ὅτι πρὶν ἐλθεῖν αὐτὸν εἰς βουλὴν ἔδει

καὶ ταῦτ' ἀπαγγείλαντα πάλιν πρὸς τὸν θεὸν

ἥκειν· ἐγὼ δ' ἀπέδραν ἐκεῖνον †δευριανὸν δεῖ†“.

Καὶ οὕτω λέγουσιν εὐαγγελίζομαι ἢ εὐαγγελῶ, οὗ ὁ Πλάτων (Theaet.

144 b. v. 1.) τὸ δεύτερον πρόσωπον λέγει εὐαγγελεῖς.

233

<Ἐκαθέσθη>, καθεσθείς, καθεσθήσομαι καὶ τὰ πληθυντικὰ

καθεσθήσονται ἔκφυλα. λέγε οὖν καθέζομαι, καθεδοῦμαι, καθεδεῖται, καθε-

δοῦνται, καθεδούμενος.

234

<Υἱέα>· ἐν ἐπιστολῇ ποτε Ἀλεξάνδρου τοῦ σοφιστοῦ εὗρον

τοὔνομα τοῦτο γεγραμμένον, καὶ σφόδρα ἐμεμψάμην· οὐ γάρ, ἐπεὶ

υἱέος καὶ υἱεῖ ἔστιν, εὐθὺς καὶ τὸν υἱέα εὕροι τις ἄν, ἀλλὰ τὴν αἰτιατικὴν

υἱὸν λέγουσιν οἱ ἀρχαῖοι. τοῦτο δὲ καὶ Φιλόξενος ἐν τοῖς εʹ Περὶ τῆς

Ἰλιάδος συγγράμμασι δαψιλέστατα ἀπέφηνεν, ἀδόκιμον μὲν εἶναι τὸν

υἱέα, δόκιμον δὲ τὸν υἱόν.

235

<Ἀνέκαθεν>· φυλακτέον ἐπὶ χρόνου λέγειν, οἷον ”ἀνέκαθέν

μοί ἐστι φίλος”. ἐπὶ γὰρ τόπου τάττουσιν αὐτὸ οἱ Ἀθηναῖοι, λέγοντες

„ἀνέκαθεν κατέπεσεν“. λέγειν οὖν χρὴ ”ἄνωθέν σοι φίλος εἰμί”. εἰ δέ τις

φαίη παρ' Ἡροδότῳ (1, 170 etc.) ἐπὶ χρόνου εἰρῆσθαι τοὔνομα, ἀληθῆ

μὲν φήσει, εἴρηται γάρ· οὐ μὴν τῷ ὑφ' Ἡροδότου εἰρῆσθαι τὸ δόκιμον

τῆς χρήσεως παρέχεται· οὐ γὰρ Ἰωνικῶν καὶ Δωρικῶν ἐξέτασίς ἐστιν

ὀνομάτων, ἀλλ' Ἀττικῶν {ὥσπερ καὶ τὸ δόκιμον τῆς χρήσεως κρίνει}.

236

<Κεφαλαιωδέστατον>· τοῦτο τοὔνομα εὗρον ἐν ἀρχῇ τῶν

Πολέμωνος τοῦ Ἰωνικοῦ σοφιστοῦ Ἱστοριῶν κατὰ προοίμιον, καὶ θαυ-

μάζω Σεκούνδου τοῦ συγγενομένου αὐτῷ γραμματικοῦ, πῶς τὰ ἄλλα

δεξιὸς ἐπὶ λέξιν ὢν καὶ ἐπανορθῶν τὰ συγγράμματα τοῦ σοφιστοῦ τοῦτο

παρεῖδεν ἀδόκιμον ὄν.

237

<Ἐσθ' ὅπῃ>· τί πάσχουσιν οἱ οὕτω λέγοντες, δέον ἔστιν

ὅτε λέγειν, οὐκ ἄν τις εἰκάσειεν, ἀλλ' ἢ τοῦτο μόνον, ὅτι ἠμελημένοι εἰσὶν

οἱ τούτῳ τῷ ὀνόματι χρώμενοι.

238

<Βάκηλος>· ἁμαρτάνουσιν οἱ τάττοντες τοῦτο κατὰ τοῦ

βλακός· σημαίνει γὰρ ὁ βάκηλος τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βι-

θυνοί τε καὶ Ἀσιανοὶ Γάλλον καλοῦσιν. λέγε οὖν βλὰξ καὶ βλακικὸν ὡς

οἱ ἀρχαῖοι.

239

<Ἑκὼν εἶναι>· καὶ περὶ τούτου ἰδιώτης μὲν οὐκ ἂν πταίσειε,

τῶν δὲ σφόδρα προσποιουμένων ἀρχαίᾳ φωνῇ κεκριμένῃ χρῆσθαι 〈τὸ

ἁμάρτημα〉. τὸ δ' ἁμάρτημα τοιοῦτόν ἐστιν· οἱ μὲν παλαιοὶ οὕτω συν-

τάττουσιν τὸ ἑκὼν εἶναι, ὥστε πάντως ἀπαγόρευσιν ἢ ἄρνησιν ἐπιφέρειν

ἢ προστιθέναι, οἷον „ἑκὼν εἶναι οὐ μὴ ποιήσω“. οὕτω καὶ οἱ νῦν εὖ φρο-

νοῦντες. ὅσοι δὲ ἐπὶ καταφάσεως τιθέασιν τὸ ἑκὼν εἶναι, οἷον ”ἑκὼν εἶναι

ἔπραξα”, „ἑκὼν εἶναι ἐπεβουλευσάμην“, μέγιστα ἁμαρτάνουσιν.

240

<Ὄρθρος> νῦν ἀκούω τῶν πολλῶν τιθέντων ἐπὶ τοῦ πρὸ

ἡλίου ἀνίσχοντος χρόνου· οἱ δὲ ἀρχαῖοι ὄρθρον καὶ ὀρθρεύεσθαι τὸ πρὸ

ἀρχομένης ἡμέρας, ἐν ᾧ ἔτι λύχνῳ δύναταί τις χρῆσθαι. ὃ τοίνυν οἱ πολ-

λοὶ ἁμαρτάνοντες ὄρθρον λέγουσιν, τοῦθ' οἱ ἀρχαῖοι ἕω λέγουσιν.

241

<Μαγειρεῖον>· τὸ μὲν μάγειρος δόκιμον, τὸ δὲ μαγειρεῖον

οὐκέτι. ἀντὶ δὲ τούτου ὀπτάνιον λέγουσιν, τῆς μὲν δευτέρας συλλαβῆς

ὀξυτονουμένης, τῆς δὲ τρίτης βραχυνομένης.

242

<Τυγχάνω>· καὶ τούτῳ προσεκτέον· οἱ γὰρ ἀμελεῖς οὕτω

λέγουσιν· ”φίλος σοι τυγχάνω, ἐχθρός μοι τυγχάνεις”, δεῖ δὲ τῷ ῥήματι

τὸ ὤν προστιθέναι, „φίλος μοι τυγχάνεις ὤν, ἐχθρός μοι τυγχάνεις ὤν“.

οὕτω γὰρ οἱ ἀρχαῖοι ἐχρήσαντο.

243

<Σύγκρισις>· Πλούταρχος ἐπέγραψε σύγγραμμά τι τῶν

αὑτοῦ ”Σύγκρισις Ἀριστοφάνους καὶ Μενάνδρου” (mor. 853 a—854 d)·

καὶ θαυμάζω, πῶς φιλοσοφίας ἐπ' ἄκρον ἀφιγμένος καὶ σαφῶς εἰδὼς ὅ, τι

ποτέ ἐστιν ἡ σύγκρισις, ἐχρήσατο ἀδοκίμῳ φωνῇ. ὁμοίως δὲ καὶ τὸ συγ-

κρίνειν καὶ συνέκρινεν ἡμάρτηται. χρὴ οὖν ἀντεξετάζειν καὶ παραβάλλειν

λέγειν.

244

<Κατ' ἐκεῖνο καιροῦ>· παρὰ μὲν ἄλλῳ τῶν δοκίμων οὐχ

εὗρον, ἡγοῦμαι δὲ καὶ Θουκυδίδην ἐν τῇ ηʹ (7, 2, 4) μετὰ τοῦ ἄρθρου

εἰρηκέναι „κατ' ἐκεῖνο τοῦ καιροῦ“. καὶ ἐγὼ μὲν φυλάττεσθαι παραινῶ

οὕτω χρῆσθαι, εἰ δ' ὅτι Θουκυδίδης εἴρηκε θαρροίη τις χρῆσθαι, χρήσθω

μέν, σὺν δὲ τῷ ἄρθρῳ.

245

<Ἐπέστησε> καὶ <ἐπιστάσεως ἄξιον> τὸ πρᾶγμα ἀντὶ τοῦ

ἠπόρησε καὶ ἀπορίας ἄξιον τὸ πρᾶγμα· οὕτω χρωμένων τῶν Στωϊκῶν

φιλοσόφων πολλάκις ἀκήκοα, εἰ δὲ καὶ ἀρχαίως ἢ δοκίμως, ἄξιον ἐπι-

σκέψεως.

246

<Εὐστάθεια ἢ εὐσταθής>· πόθεν καὶ ταῦτα εἰς τὴν τῶν

Ἑλλήνων φωνὴν εἰσερρύη, ἀδοκιμώτατα ὄντα, φροντίδος ἄξιον. ἀλλὰ σὺ

ἐμβρίθεια λέγε καὶ ἐμβριθής.

247

<Πάλι>· οὕτω λέγουσιν οἱ νῦν ῥήτορες καὶ ποιηταί, δέον

μετὰ τοῦ ν πάλιν, ὡς οἱ ἀρχαῖοι λέγουσιν.

248

<Ὑπόστασις ἔργων>· καὶ τοῦτο τῶν ἠμελημένων, ἐπὶ

πολὺ δὲ παρὰ τοῖς ἐργολάβοις τῶν ἔργων. ζητοῦντες δέ, τί 〈ἂν〉 ἀντ'

αὐτοῦ ἀρχαῖον θείημεν ὄνομα, οὐ ῥᾳδίως ἄχρι νῦν εὑρίσκομεν, εἰ δ'

εὑρεθείη, ἀναγεγράψεται.

249

<Γεννήματα>· πολλαχοῦ ἀκούω τὴν λέξιν τιθεμένην ἐπὶ

τῶν καρπῶν, ἐγὼ δὲ οὐκ οἶδα ἀρχαίαν καὶ δόκιμον οὖσαν. χρὴ οὖν ἀντὶ

τοῦ γεννήματα καρποὺς λέγειν ξηροὺς καὶ ὑγρούς.

250

<Ἵνα ἄξωσιν> οὐ χρὴ λέγειν, ἀλλ' ἵνα ἀγάγωσιν.

251

<Συνήντετο> καὶ <ἀπήντετο> ποιητικά· χρὴ οὖν ἀπήντησε

λέγειν καὶ συνήντησε.

252

<Σίναπι> οὐ λεκτέον, νᾶπυ δέ, ὅτι Ἀττικὸν καὶ δόκιμον.

253

<Ὀνυχίζειν> καὶ <ἐξονυχίζειν>· ταὐτὸ σημαίνει ἑκάτερα καὶ

τίθεται ἐπὶ τοῦ ἀκριβολογεῖσθαι. τὸ δ' <ἀπονυχίζειν> τὸ τὰς ὑπεραυξή-

σεις τῶν ὀνύχων ἀφαιρεῖν σημαίνει. ἐπειδὴ δὲ ὁ πολὺς συρφετὸς λέγουσιν

”ὀνύχισόν με” καὶ „ὠνυχισάμην“, σημαινόμεθα τὰ ὀνόματα καί φαμεν

ὅτι, εἰ μὲν ἐπὶ τοῦ τοὺς ὄνυχας ἀφαιρεῖν τίθησί τις, χρήσαιτο ἂν τῷ

ἀπονυχίζειν, εἰ δ' ἐπὶ τοῦ ἀκριβολογεῖσθαι καὶ ἐξετάζειν ἀκριβῶς, τῷ

ὀνυχίζειν χρήσαιτ' ἄν.

254

Ὁ <νῶτος> ἀρσενικῶς λεγόμενος ἁμαρτάνεται, οὐδετέρως

δὲ τὸ νῶτον καὶ τὰ νῶτα δοκίμως ἂν λέγοιτο.

255

<Βρέχει> ἐπὶ τοῦ ὕει· ἔν τινι κωμῳδίᾳ ἀρχαίᾳ προστιθεμένῃ

Τηλεκλείδῃ τῷ κωμῳδῷ (fr. 54 K.) ἐστιν οὕτως εἰρημένον, ὅπερ, εἰ καὶ

γνήσιον ἦν τὸ δρᾶμα, τῷ ἅπαξ εἰρῆσθαι ἐφυλαξάμεθ' ἄν. ὁπότε δὲ καὶ

νόθον ἐστίν, παντελῶς ἀποδοκιμαστέον τοὔνομα.

256

<Λάμυρος>· οἱ νῦν μὲν τὸν ἐπίχαριν τῷ ὀνόματι σημαίνου-

σιν, οἱ δ' ἀρχαῖοι τὸν ἰταμὸν καὶ ἀναιδῆ.

257

<Ἐξέτρωσεν> ἡ γυνὴ μὴ λέγε, ἐξήμβλωσε δέ.

258

<Ἔκτρωμα>· μηδὲ τοῦτο λέγε, ἐξάμβλωμα δὲ καὶ ἀμ-

βλωθρίδιον.

259

<Ἐπίδεσμος> καὶ ἐπίδεσμοι ἀρσενικῶς· οὕτω μὴ λέγε, ἀλλ'

οὐδετέρως τὸ ἐπίδεσμον καὶ τὰ ἐπίδεσμα ὡς οἱ ἀρχαῖοι.

260

<Τὸ σκάτος>· καὶ τοῦτο ἐπ' εὐθείας τιθέμενον ἀμαθές· γενι-

κῆς γάρ ἐστι πτώσεως, τοῦ σκατός, ἡ δὲ εὐθεῖα τὸ σκώρ. ἁμαρτάνοντες

δὲ οἱ πολλοὶ τὴν μὲν ὀρθὴν τὸ σκάτος ποιοῦσιν, τὴν δὲ γενικὴν σὺν τῷ υ

τοῦ σκάτους.

261

<Φλοῦς>· καὶ τοῦτο ἡμάρτηται· οἱ γὰρ Ἀθηναῖοι φλέως

λέγουσιν, καὶ τὰ ἀπὸ τούτου πλεκόμενα φλέϊνα καλεῖται.

262

<Πεποίθησις> οὐκ εἴρηται, ἀλλ' ἤ τι πιστεύειν ἢ πεποιθέ-

ναι.

263

<Παλαστὴ> τὸ μέτρον καὶ θηλυκῶς λέγεται καὶ ἄνευ τοῦ ι·

ἀμαθεῖς δὲ οἱ λέγοντες σὺν τῷ ι καὶ σὺν τῷ σ παλαιστής, ὁμωνύμως τῷ

ἀθλητῇ. ὁ μέντοι ἀθλητὴς παλαιστὴς καλεῖται ἀρσενικῶς.

264

<Ἔγγιον> ἐπὶ τοῦ ἐγγύτερον μὴ λέγε, ἀλλ' ἐγγύτερον·

ἐπὶ δὲ τοῦ ἐν τῇ γῇ, οἷον ”ἔγγειον κτῆμα”, εἴ τις χρῷτο, ἄριστα ἂν

χρήσαιτο, ὡς καὶ Δημοσθένης ([Dem.] 34, 24) „ἔγγειον τόκον“ λέγει.

265

<Ξύστραν> μὴ λέγε, ἀλλὰ στλεγγίδα.

266

<Μαμμόθρεπτον> μὴ λέγε, τηθαλλαδοῦν δέ.

267

<Σίλφην>· καὶ τοῦτο διεφθαρμένον· τίφην γὰρ οἱ παλαιοὶ

λέγουσιν.

268

<Ψύα>· οἱ μὲν ἁπλῶς ἁμαρτάνοντες διὰ τοῦ υ, οἱ δὲ διπλῇ

ἁμαρτάνοντες <Ψοία>· ἔστι δὲ καὶ τὸ ὄνομα πολὺ κίβδηλον. νεφρὸν οὖν

λέγε.

269

<Ὑλιστήρ>· τρύγοιπον τοῦτο καλοῦσιν οἱ δοκίμως διαλε-

γόμενοι.

270

<Πάπυρος>· τοπάσειεν ἄν τις Αἰγύπτιον εἶναι τοὔνομα·

πολὺ γὰρ κατ' Αἴγυπτον πλάζεται. ἡμεῖς δὲ βίβλον ἐροῦμεν.

271

<Ἀφρόνιτρον> τελέως ἐξίτηλον καὶ ἀδόκιμον. χρὴ οὖν

λίτρον λέγειν ἢ λίτρου ἀφρόν.

272

<Νίτρον>· τοῦτο Αἰολεὺς μὲν ἂν εἴποι, ὥσπερ οὖν καὶ ἡ

Σαπφώ (fr. 189 L.—P.), διὰ τοῦ ν, Ἀθηναῖος δὲ διὰ τοῦ λ, λίτρον.

273

<Ἐξάδελφος> ἀποδιοπομπητέον, ἀνεψιὸς δὲ ῥητέον.

274

<Ὑπάλλαγμα> ἀμαθῶς τινες ἀντὶ τοῦ ἐνέχυρον.

275

<Πανδοχεῖον>· οἱ διὰ τοῦ χ λέγοντες ἁμαρτάνουσιν· διὰ

γὰρ τοῦ κ χρὴ λέγειν πανδοκεῖον καὶ πανδοκεὺς καὶ πανδοκεύτρια.

276

<Τὴν φθεῖρα> λέγουσί τινες {καὶ <τὴν κόριν>· οἱ δὲ ἀρχαῖοι

ἀρσενικῶς}, σὺ δὲ ἀρσενικῶς τὸν φθεῖρα λέγε {καὶ τὸν κόριν}.

277

<Μοκλὸν> μὴ λέγε διὰ τοῦ κ, ἀδόκιμον γάρ, ἀλλὰ διὰ τοῦ

χ.

278

<Κατὰ κοιλίας ποιεῖν> οἱ γυμναστικοὶ λέγουσιν· ὁπόθεν

δὲ λαβόντες φασίν, ἄδηλον. οἱ γὰρ παλαιοὶ ὑπάγειν τὴν γαστέρα λέ-

γουσιν.

279

<Ἐφιόρκους>· τοῦτο διὰ τοῦ π λέγε ἐπιόρκους.

280

<Ψίεθος, μιερὸς, ὕελος>· ἁμαρτάνουσιν οἱ διὰ τοῦ ε λέ-

γοντες, ἀδόκιμον γάρ. καὶ Κόριννα (fr. 36 P.) ”τὸν ὑάλινον πόδα θή-

σεις”.

281

<Πύελος> διὰ τοῦ ε καὶ <μυελὸς> ῥητέον.

282

<Οἱ χόλικες> ἀμαθές· οἱ γὰρ δόκιμοι θηλυκῶς αἱ χόλικές

φασιν.

283

<Χονδροκώνειον>· ἀμαθὲς τὸ σύνθετον τοῦτο καὶ ἀλλό-

κοτον.

284

<Ἐκτενῶς> μή, ἀλλ' ἀντ' αὐτοῦ δαψιλῶς λέγε.

285

<Πρώτως>· Ἀριστοτέλης (E. N. 1157a 30) καὶ Χρύσιππος

λέγει, ἔστι δὲ διεφθαρμένον πάνυ τοὔνομα· λέγε οὖν πρῶτον.

286

<Παραθήκην> Ἱππίαν (VS 86 B 10) καὶ Ἴωνα τινὰ συγ-

γραφέα (Hdt. 6, 86 etc.) φασὶν εἰρηκέναι, ἡμεῖς δὲ τοῦτο παρακατα-

θήκην ἐροῦμεν, ὡς Πλάτων (Rep. 442 e) καὶ Δημοσθένης (21, 177 etc.)

καὶ Θουκυδίδης (2, 72, 3).

287

<Ἀπαράβατον> παραιτοῦ λέγειν, ἀλλ' ἀπαραίτητον.

288

<Λυχνίαν>· ἀντὶ τούτου λυχνεῖον λέγε ὡς ἡ κωμῳδία

(Aristoph. fr. 561 K. et Pherecr. fr. 85 K.).

289

<Ἀγωγόν>· τοῦτο τοὔνομα τάττουσιν οἱ παλαιοὶ ἐπὶ τοῦ

ἡγουμένου ὁδόν τινα· οὕτω καὶ Θουκυδίδης (4, 78, 2 etc.) κέχρηται. νῦν

δὲ οἱ περὶ τὰ δικαστήρια ῥήτορες ἀγωγοὺς καλοῦσι τοὺς ὀχετοὺς τῶν

ὑδάτων.

290

<Κρύβεται> φεῦγε διὰ τοῦ β λέγειν καὶ κρύβεσθαι, ἀλλὰ

διὰ τοῦ πτ κρύπτεται καὶ κρύπτεσθαι φαθί.

291

<Καρῆναι> καὶ ἐκάρην φασίν, καὶ εἶναι τούτου πρὸς τὸ

κείρασθαι διαφοράν· τὸ μὲν γὰρ ἐπὶ προβάτων τιθέασιν, κείρασθαι δὲ

ἐπὶ ἀνθρώπων, ὃ δεῖ φυλάττειν.

292

<Κοχλιάριον>· τοῦτο λίστρον Ἀριστοφάνης ὁ κωμῳδο-

ποιὸς λέγει (fr. 809 K.)· καὶ σὺ δὲ οὕτως λέγε.

293

<Δεξαμενή> φασι Πλάτωνα (Critias 117 b) ἐπὶ τῆς κολυμ-

βήθρας εἰρηκέναι, ἐγὼ δὲ οὔ φημι· ἀλλὰ δεξαμένη τῷ τόνῳ εἶπεν ὡς

ποιουμένη. χρὴ οὖν καὶ ἡμᾶς κολυμβήθραν λέγειν.

294

<Χθιζὸν> ἀποβλητέον ὅτι ποιητικόν, ἀντὶ δὲ τοῦ χθιζὸν

ἐροῦμεν χθεσινόν, πρὸς τὸ πολιτικὸν ἀποτορνεύοντες τὸν λόγον, ὡς καὶ

Ἀριστοφάνης (Vesp. 281 et Ran. 987).

295

<Βαθμὸς> Ἰακὸν διὰ τοῦ θ, διὰ τοῦ σ Ἀττικόν, βασμός.

296

<Πυρία>· τοῦτο τάττουσιν οἱ πολλοὶ ἐπὶ τῆς ἐν τῷ βα-

λανείῳ πυέλου, καὶ ἔχει μὲν τὸ ἔτυμον ἀπὸ τοῦ πυροῦσθαι, οὐ μὴν τὸ

ἀκριβὲς καὶ δόκιμον· πυέλους γὰρ οἱ ἀρχαῖοι καλοῦσιν, ἀλλ' οὐ πυρίας.

297

<Ἵπτασθαι> παραιτητέον, εἰ καὶ ἅπαξ που εἴη κείμενον ἢ

δίς, πέτεσθαι δὲ λέγε.

298

<Νήστης> βάρβαρον, τὸ δὲ ἀρχαῖον νῆστις διὰ τοῦ ι.

299

<Κατὰ χειρῶν> δεινῶς ἀνελλήνιστον, καὶ τὸ <ἐπὶ χειρῶν>

δέ· μεστὴ γὰρ ἡ κωμῳδία (e. g. Aristoph. Vesp. 1216) τοῦ κατὰ χειρός.

300

<Φάγομαι> βάρβαρον· λέγε οὖν ἔδομαι, τοῦτο γὰρ Ἀττι-

κόν.

301

<Ἡμικεφάλαιον> μὴ λέγε, ἀλλ' ἡμίκρανον.

302

<Ἐνάρετος>· πολὺ παρὰ τοῖς Στωϊκοῖς (e. g. St. V. Fr. III

p. 72, 34) κυκλεῖται τοὔνομα, οὐκ ὂν ἀρχαῖον.

303

<Γαστροκνημίαν> μὴ λέγε, ἀλλὰ κνήμην.

304

<Θέρμα>· οὕτως ὁ Μένανδρος (Georg. 51 Koe.) διὰ τοῦ α,

ἀλλ' οὔτε Θουκυδίδης οὔθ' ἡ ἀρχαία κωμῳδία οὔτε Πλάτων, θέρμη δέ.

305

<Τεθεληκέναι>· Ἀλεξανδρεωτικὸν τοὔνομα, διὸ ἀφετέον

Ἀλεξανδρεῦσι καὶ Αἰγυπτίοις αὐτό, ἡμῖν δὲ ῥητέον ἠθεληκέναι.

306

<Ψύλλος> βάρβαρον, ἡ δὲ ψύλλα δόκιμον ὅτι καὶ ἀρχαῖον.

307

<Εὐσχήμων>· τοῦτο οἱ μὲν ἀμαθεῖς ἐπὶ τοῦ πλουσίου καὶ

ἐν ἀξιώματι ὄντος τάττουσιν, οἱ δ' ἀρχαῖοι ἐπὶ τοῦ καλοῦ καὶ συμμέτρου.

308

<…

The complete text is available when the reading interface loads.