Eclogae
- Edition reference
- Eclogae (familia q), ed. Fischer, op. cit., 109– 124.
- CTS identifier
urn:cts:greekLit:tlg1608.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
64
Ἀκέστης λέγουσιν οἱ παλαιοί, οὐκ ἠπήτης. Ἠπήσασθαι ἔστι μὲν
ἅπαξ παρ' Ἀριστοφάνει ἐν Δαιταλεῦσιν· „καὶ κόσκινον ἠπήσα-
σθαι“, σὺ δὲ λέγε ἀκέσασθαι τὸ ἱμάτιον· παίζων γὰρ τὰς Ἡσιόδου
ὑποθήκας Ἀριστοφάνης εἶπε τοῦτο.
65
Ἀγαθὸς μᾶλλον λέγεται καὶ ἀγαθὸς μάλιστα, ἀλλὰ μὴ ἀγαθώτα-
τος καὶ ἀγαθώτερος.
66
Ἀρχῆθεν οἱ ποιηταὶ λέγουσιν, τῶν δὲ καταλογάδην δοκίμων
οὐδείς, ἀλλ' ἐξ ἀρχῆς.
67
Γαστρίζειν ἐπὶ τοῦ τὴν γαστέρα ἐμπίπλασθαι Ἀθηναῖοί φασιν,
οὐκ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν· ἴσως δὲ καὶ τοῦτ' ἂν σημαίνοι.
68
Γαργαλίζειν λέγε διὰ τοῦ ρ, ἀλλὰ μὴ διὰ τοῦ γ γαγγαλίζειν.
52
Τάχιον οἱ Ἕλληνες οὐ λέγουσιν, θᾶττον δέ.
71
Βράδιον μὲν ὁ Ἡσίοδος γράφει, ”βράδιον δὲ Πανέλλησι φαείνει”,
Θουκυδίδης δὲ καὶ Πλάτων βραδύτερον.
72
Γρυλλίζειν διπλοῦν ἔχει τὸ ἁμάρτημα, ὅτι τε διὰ τῶν δύο λλ ἐκφέρε-
ται, καὶ ὅτι ἐπὶ τῶν φορτικῶς καὶ ἀσχημόνως ὀρχουμένων οἱ νῦν
τιθέασιν. σὺ οὖν διὰ τοῦ ἑνὸς λ, καὶ ἐπὶ τῆς τῶν συῶν φωνῆς.
73
Γογγύλη οἱ μὲν παλαιοὶ ἐπὶ τοῦ στρογγύλου τιθέασιν, οἱ δὲ νῦν
ἐπὶ τοῦ λαχάνου· ὅπερ γογγυλίς, οὐ γογγύλη λέγεται.
74
Πάντοτε μὴ λέγε, ἀλλ' ἑκάστοτε καὶ διαπαντός.
75
Γενέσια· οὐκ ὀρθῶς τίθεται ἐπὶ τῆς γενεθλίου ἡμέρας· γενέσια γὰρ
Ἀθήνησιν ἑορτή. λέγειν οὖν δεῖ γενέθλια καὶ γενεθλίους ἡμέρας.
76
Ἀργὴ ἡμέρα καὶ ἀργὴ γυνὴ μὴ λέγε, ἀλλ' ἀργός.
78
Ἀποκριθῆναι· διττὸν ἔχει τὸ ἁμάρτημα· ἔδει γὰρ ἀποκρίνασθαι
λέγειν, καὶ εἰδέναι ὅτι τὸ διαχωρισθῆναι σημαίνει, ὡσπεροῦν καὶ τὸ
ἐναντίον αὐτοῦ, τὸ συγκριθῆναι, τὸ εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν. εἰδὼς
οὖν τοῦτο ἐπὶ μὲν τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε,
ἐπὶ δὲ τοῦ διαχωρισθῆναι τὸ ἀποκριθῆναι.
82
Ἀσβόλη μὴ λέγε, ἀλλὰ ἄσβολος.
84
Θερμότης λέγε, ἀλλὰ μὴ θερμασία.
81
Ὅρμενα αἱ τῶν λαχάνων ἄνθαι, καὶ ἐξορμενίζειν τὸ ἐκβλαστάνειν
καὶ ἐξανθεῖν. λέγε οὖν ὅρμενα καὶ μὴ ἀσπαράγους.
85
Αἴθαλος ἀρσενικῶς, ἀλλὰ μὴ αἰθάλη.
87
Κολυμβάδες ἐλαῖαι μὴ λέγε, ἀλλὰ ἁλμάδες ἐλᾶαι χωρὶς τοῦ ι.
88
Ἐγρήγορα χρὴ καὶ ἐγρήγορεν, ἀλλ' οὐχὶ γρηγόρει καὶ γρηγορῶ.
89
Αὐθέντης μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου ὡς οἱ περὶ τὰ δικαστή-
ρια ῥήτορες, ἀλλ' ἐπὶ τοῦ αὐτόχειρος φονέως.
90
Ἀγήοχεν ἀδόκιμον, εἰ καὶ Λυσίας τούτῳ χρῆται· ἀλλὰ Δημοσθένει
πείθου, ἤχασι ἀλλ' οὐκ ἀγηόχασι λέγοντι.
92
Καλλιγραφεῖν μὴ λέγε, ἀλλ' εἰς κάλλος γράφειν.
93
Ἀκμὴν ἀντὶ τοῦ ἔτι· Ξενοφῶντα μέν φασιν ἅπαξ αὐτῷ κεχρῆσθαι,
σὺ δὲ φυλαττόμενος ἔτι λέγε.
95
Ἀπόπαλαι καὶ ἔκπαλαι μὴ λέγε, ἀλλ' ἐκ παλαιοῦ.
96
Ἀνατέλλειν ἐρεῖς ἐπὶ ἡλίου, ἐπιτέλλειν δὲ ἐπὶ ἄστρων, οὐκ ἐπὶ σελή-
νης.
97
Εὐκαιρεῖν οὐ λεκτέον, ἀλλ' εὖ σχολῆς ἔχειν.
98
Ἐξεπιπολῆς τινες, οἱ δ' ἀρχαῖοι ἐπιπολῆς κάλλιον.
99
Ἔνδον εἰσέρχομαι βάρβαρον· ἔνδον γάρ εἰμι καὶ ἔνδον ἐστὶ δόκιμον.
δεῖ οὖν εἴσω παρέρχομαι λέγειν. Ἔσω διατρίβω οὐκ ἐρεῖς, ἀλλ'
ἔνδον διατρίβω.
100
Κληρονομεῖν τόνδε· οὐχ οὕτως ἡ ἀρχαία χρῆσις, ἀλλὰ κληρονομῶ
τοῦδε.
101
Θρίδακα Ἡρόδοτος ἰάζων εἶπεν, σὺ δὲ ὡς Ἀττικὸς θριδακίνην
ἐρεῖς.
102
Ἐπίκλιντρον ῥητέον, οὐκ ἀνάκλιντρον.
103
Ἐπίδοξον τὸ προσδοκώμενον ἐρεῖς, οὐχ ὡς οἱ ἀμαθεῖς τὸν ἐπίσημον.
104
Μάμμην τὴν πατρὸς ἢ μητρὸς μητέρα οὐ λέγουσιν οἱ ἀρχαῖοι, ἀλλὰ
τήθην, μάμμην δὲ καὶ μαμμίον τὴν μητέρα. ἀμαθὲς οὖν τὸ τὴν μάμ-
μην ἐπὶ τῆς τήθης λέγειν.
105
Ἔσχατον χρὴ λέγειν, οὐκ ἐσχατώτατον.
106
Ἀμεινότερον, κρεισσότερον, καλλιώτερον οὐκ ἐρεῖς, εἰ καὶ ποιηταὶ
λέγουσιν· συγκριτικοῦ γὰρ συγκριτικὸν οὐκ ἔστιν. λέγειν οὖν
ἄμεινον χρὴ καὶ κρεῖσσον καὶ κάλλιον.
107
Μονόφθαλμον οὐκ ἐρεῖς, ἀλλ' ἑτερόφθαλμον, εἰ καὶ Κρατῖνος μο-
νόφθαλμον λέγει τὸν Κύκλωπα.
108
Ἐωνησάμην· ἔνθα ἂν μὴ δυνηθῇς τὸ ἐπριάμην καὶ ὅσα ἀπ' αὐτοῦ
γίνεται θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε· ἔνθα δὲ δύνῃ, τὰ
ἀπὸ τοῦ ἐώνημαι, οἷον· „ἐώνημαι οἰκίαν“· ἐνταῦθα ἐγχωρεῖ τὸ
ἐπριάμην, δεῖ οὖν τοῦτο λέγειν, ”ἐπριάμην οἰκίαν”. πάλιν „ἔτυχον
ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐκ ἐγχωρεῖ τὸ ἀπὸ τοῦ
πρίασθαι, καὶ μένει τὸ ἐωνημένος δόκιμον. οὕτως οὖν κἀπὶ τοῦ
ἐωνησάμην· παρὸν γὰρ ἐπριάμην εἰπεῖν, μὴ εἴπῃς ἐωνησάμην.
110
Εὕρασθαι οὐκ ἐρεῖς, ἀλλ' εὑρέσθαι παροξυτόνως διὰ τοῦ ε.
111
Ῥάφανον ἐπὶ τῆς ῥαφανίδος μὴ θῇς· σημαίνει γὰρ τὴν κράμβην.
112
Εὔνως ἔχει μὴ λέγε, ἀλλ' εὐνοϊκῶς.
113
Εὐθύ· πολλοὶ ἀντὶ τοῦ εὐθύς, διαφέρει δέ· τὸ μὲν γὰρ τόπου ἐστίν,
εὐθὺ Ἀθηνῶν, τὸ δὲ χρόνου καὶ γράφεται σὺν τῷ σ.
117
Νεομηνία μὴ λέγε, τοῦτο γὰρ Ἰώνων, ἀλλὰ νουμηνία.
118
Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα. ὀρθότερον δὲ χρῷτο ἂν ὁ
λέγων ”ἐὰν ᾖς ἐν ἀγορᾷ”.
119
Ἀκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν ἐρεῖς χωρὶς
τοῦ ι.
120
Ὁ ῥύπος ἐρεῖς καὶ μὴ τὸ ῥύπος.
121
Ἀλεῖν ἐρεῖς, οὐκ ἀλήθειν· καὶ ἤλει, οὐκ ἤληθεν· ἀλοῦσα, οὐχὶ δὲ
ἀλήθουσα.
122
Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός. μέθυσον δὲ γυναῖκα καὶ
μεθύσην λέγε.
123
Ἤμην· εἰ καὶ εὑρίσκεται παρὰ τοῖς ἀρχαίοις, φυλάττου· ἀντ' αὐ-
τοῦ δὲ τὸ ἦν ἐγὼ λέγε.
124
Ὤιδηκεν, ᾠκοδόμηκεν ἄριστα ἐρεῖς, ἀλλ' οὐχὶ οἴδηκεν, οἰκοδόμηκεν
διὰ τῆς ο καὶ ι διφθόγγου.
125
Ἀνίστατο λέγε, μὴ ἠνίστατο.
126
Βρῶμος· πάνυ ἐζήτηται, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας· ἄχαριν
οὖν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί.
127
Ἡρακλέα, Περικλέα, Θεμιστοκλέα ἐπεκτείνων τὴν τελευταίαν συλ-
λαβὴν λέγε, ἀλλὰ μὴ Ἡρακλῆν, Περικλῆν, Θεμιστοκλῆν.
128
Ἀνέῳγεν ἡ θύρα σολοικισμός· χρὴ γὰρ ἀνέῳκται λέγειν.
129
Οἱ ἥρως οὐ λέγουσι δισυλλάβως, ἀλλὰ τρισυλλάβως οἱ ἥρωες. ἐπὶ
δὲ τῆς αἰτιατικῆς δισυλλάβως τοὺς ἥρως. ἅπαξ βιασθεὶς Ἀριστο-
φάνης ὑπὸ τοῦ μέτρου οἱ ἥρως εἶπεν, τῷ δὲ βεβιασμένῳ οὐ χρηστέον.
131
Διεφθορὸς αἷμα σόλοικον· ἀλλὰ σὺ διεφθαρμένον λέγε.
134
Ἐλλύχνιον· καὶ τοῦτο τῶν εἰσκωμασάντων Ἀθήνησι· σὺ δ' οὖν
θρυαλλίδα λέγε.
135
Θυμέλην· τοῦτο οἱ ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθουν, οἱ δὲ νῦν ἐπὶ
τοῦ τόπου ἐν θεάτρῳ, ἐφ' ᾧ αὐληταὶ καὶ κιθαρῳδοὶ καὶ ἄλλοι τινὲς
ἀγωνίζονται. σὺ μέντοι, ἔνθα τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται,
λογεῖον ἐρεῖς, ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν, ἀλλὰ μὴ
θυμέλην.
136
Θυείαν, μὴ ἴγδην λέγε.
140
Αἱ νῆες ἐρεῖς, ἀλλ' οὐχ αἱ ναῦς· σόλοικον γάρ. τὰς νῆας οὐκ ἐρεῖς,
ἀλλὰ τὰς ναῦς.
143
Κλαδᾶν ἀμπέλους, ἀλλὰ μὴ κλαδεύειν φαθί.
144
Πολίτης λέγε, ἀλλὰ μὴ συμπολίτης.
145
Τύλην, εἰ καὶ εὕροις που, σὺ κνέφαιον λέγε.
146
Τὸ ῥάπισμα ἀδόκιμον· σὺ δὲ τὸ γνάθον πλατείᾳ πλῆξαι χειρὶ ἐπὶ
κόρρης πατάξαι λέγε ὡς Ἀθηναῖοι.
147
Παροψὶς τὸ ὄψον, οὐχὶ τὸ ἀγγεῖον ὥς τινες· ἀλλὰ τὸ ἀγγεῖον
τρυβλίον ἢ ἠλεκάριον καλεῖται.
148
Τοῦ κροῦσαι τὴν θύραν ἄμεινον τὸ κόπτειν τὴν θύραν.
150
Κρίβανος ἐρεῖς, οὐχὶ κλίβανος διὰ τοῦ λ, διὰ τὸ τὴν πρώτην τῶν
ἀνθρώπων τροφὴν δοκεῖν κριθὰς εἶναι.
151
Κυνίδιον λέγε, ἀλλὰ μὴ κυνάριον, κἂν Θεόπομπος ὁ κωμῳδὸς ἅπαξ
τούτῳ χρῆται.
152
Ἐδεδίεσαν λέγει Λολλιανός· σὺ δὲ χωρὶς τοῦ ε λέγε ἐδέδισαν.
153
Οὐθεὶς ἀδόκιμον, οὐδεὶς δὲ κάλλιον.
155
Λάγνης διὰ τοῦ η, ἀλλὰ μὴ λάγνος.
156
Λαγὼς Ἀττικόν, τὸ δὲ λαγὸς Ἰώνων· λαγωὸς οὐκ ἔστιν.
157
Λίβανον φαθὶ τὸ δένδρον, τὸ δὲ θυμιώμενον λιβανωτόν.
158
Τὴν λιμὸν Δωρικόν· τὸν δὲ λιμὸν σὺ λέγε.
159
Ἐλουόμην καὶ ὅσα ἀπ' αὐτοῦ ἀδόκιμα· οἱ γὰρ Ἀττικοὶ χωρὶς τοῦ ο
λέγουσιν ἐλούμην, ἐλοῦτο, λοῦμαι, λοῦσαι, λοῦσθαι, ἐλούμεθα, λοῦν-
ται.
160
Δυσωπεῖσθαι· Πλουτάρχῳ μέν ἐστι περὶ δυσωπίας βιβλίον, ὅπερ
οἴεται δηλοῦν τὸ ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι' αἰδῶ· ἀλλὰ ση-
μαίνει παρὰ τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν.
161
Ἐπεξελευσόμενος ὁ Φαβωρῖνός φησιν, σὺ δὲ ἐπεξιὼν καὶ ἐπέξειμι.
162
Σαλπικτὴς τὸ δόκιμον, οὐ σαλπιστής· ὡσαύτως καὶ σαλπίξαι διὰ
τοῦ ξ, ἀλλ' οὐ διὰ τοῦ σ.
163
Ἀφιερῶσαι Φαβωρῖνος, σὺ δὲ καθιερῶσαι.
164
Κολλάβους τοὺς ἐν τῇ λύρᾳ· σὺ δὲ κόλλοπας ἐρεῖς, οὕτω γὰρ
Ἀθηναῖοι.
165
Νίμμα ὁ πολὺς λέγει, σὺ δὲ ἀπόνιπτρον ἐρεῖς.
166
Νὴ τὼ θεώ· ὅρκος γυναικεῖος· οὐ μὴν ἀνὴρ ὀμεῖται τοῦτον, εἰ μὴ
γυναικίζοιτο.
167
Μεσοδάκτυλα μηδαμῶς εἴποις, ἀλλὰ τὰ μέσα τῶν δακτύλων.
168
Λάσταυρος· οἱ μὲν νῦν ἐπὶ τοῦ ἀξίου σταυροῦ, οἱ δὲ παλαιοὶ ἐπὶ
τοῦ καταπύγωνος.
169
Μάλη οὐκ ἐρεῖς, ὑπὸ μάλης μέντοι.
170
Μεγιστᾶνες ἀδόκιμον· σὺ δὲ μέγα δυναμένους λέγε.
172
Ἐξιδιάζονται Φαβωρῖνος· σὺ δὲ ἰδιοῦσθαι λέγε.
173
Μύκας μὴ λέγε, ἀλλὰ μύκητας.
174
Αὐτότροφος οὐκ ἐρεῖς, ἀλλ' οἰκόσιτος· μὴ οἰκογενῆ δέ, ἀλλ' οἰκότρι-
βα. ἴσως δὲ καὶ τὸ οἰκογενὴς οὐκ ἀδόκιμον.
176
Ὀπωροπώλης οἱ ἀγοραῖοι, ὀπωρώνης οἱ Ἀθηναῖοι καὶ Δημο-
σθένης.
177
Νεοττοὶ καὶ νεόττιον λέγε, ἀλλὰ μὴ νοσσὸν καὶ νοσσίον· νοσσάκιον
ἐκβλητέον τελέως.
178
Χρύσεα, χάλκεα, κυάνεα Ἰακά· χρυσᾶ δὲ καὶ ἀργυρᾶ Ἀττικά.
Χρυσοῦς λέγε, ἀλλὰ μὴ χρύσεος· Ἰακὸν γάρ.
179
Ἐκτρῶσαι καὶ ἔκτρωμα ἀδόκιμον· σὺ δὲ ἐξαμβλῶσαι καὶ ἄμβλωμα
καὶ ἀμβλίσκει.
180
Δυσὶ μὴ λέγε, ἀλλὰ δυοῖν.
182
Ὤτοις μὴ λέγε, ἀλλ' ὠσίν.
183
Μείραξ καὶ μείρακες ἐπὶ γυναικῶν, μειράκιον δὲ καὶ μειρακίσκος ἐπὶ
ἀνδρῶν.
185
Σταθερὸς ἐπὶ ἀνθρώπου οὐδαμῶς λέγεται, ἀλλ' ἐμβριθής.
186
Τὸ ἀναπεσεῖν βέλτιον ἐπὶ τοῦ ἀδημονῆσαι καὶ ἀθυμῆσαι ἢ ἐπὶ τοῦ
ἀνακλιθῆναι.
187
Ἀνάκειται ἐπὶ ἀναθήματος καὶ ἀνδριάντος ἐρεῖς.
188
Ἀντιβάλλειν ἀντὶ τοῦ ἀνταναγνῶναι οἱ νῦν λέγουσιν, οἱ δὲ πα-
λαιοὶ ἀντὶ τοῦ ἀντιτιθέναι.
189
Σκορπίζεται Ἰώνων, σκεδάννυται Ἀττικῶν.
192
Ῥέει, πλέει, ζέει Ἰακά· ῥεῖ δὲ καὶ ζεῖ καὶ πλεῖ Ἀττικά.
193
Ἀρτοκόπος ἀδόκιμον, ἀρτοπόπος δὲ ἢ ἀρτοποιὸς ἐρεῖς.
195
Ἐξυπνισθῆναι οὐκ ἐρεῖς, ἀλλ' ἀφυπνισθῆναι.
196
Βαλανοκλέπτης μὴ εἴποις, ἀλλὰ βαλανειοκλέπτης.
197
Βασίλισσα· οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασιλὶς ἢ βασίλεια.
198
Συγχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα· σὺ δὲ βδελύττομαι
ἐρεῖς.
200
Ἀλεκτορίς· εὑρίσκεται καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳδίᾳ· λέγε δὲ
ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος, ὡς οἱ παλαιοί.
201
Γλωσσίδας αὐλῶν ἢ ὑποδημάτων μὴ λέγε, ἀλλὰ γλώττας αὐλῶν
καὶ ὑποδημάτων.
203
Διώρυχος, διώρυχι, διώρυχα μετὰ τοῦ χ λέγε καὶ μὴ μετὰ τοῦ γ.
204
Δίκρανον· τοῦτο οἱ ἀρχαῖοι δίκρουν καλοῦσιν.
205
Διόσκοροι λέγε χωρὶς τοῦ υ.
206
Ἔφησθα λέγε, εἰ καὶ ἔφης εὑρίσκεταί που.
210
Παιδίσκη· οἱ μὲν παλαιοὶ ἐπὶ τῆς νεάνιδος, οἷς ἀκολουθητέον, οἱ δὲ
νῦν ἐπὶ τῆς θεραπαίνης.
211
Παῖξαι· Δωριεῖς διὰ τοῦ ξ, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ σ παῖσαί τε καὶ
παίσατε καὶ συμπαίστης.
212
Παλαιστρικός· Ἄλεξίν φασιν εἰρηκέναι, σὺ δὲ λέγε παλαιστικόν.
214
Ἐπῳδὴν λέγε, ἀλλὰ μὴ ἐπαοιδήν.
216
Προάλως Φαβωρῖνος ἀμαθῶς· σὺ δὲ ἀντ' αὐτοῦ προπετῶς.
217
Πήχεως καὶ πήχεων Ἀττικῶς, ἀλλὰ μὴ πήχων καὶ πηχός.
219
Ἔκθεμα βάρβαρον· σὺ δὲ λέγε πρόγραμμα.
221
Ὕπαιθρον μὴ λέγε, ἀλλ' ὑπαίθριον τετρασυλλάβως.
222
Κοιτὼν καὶ προκοιτὼν ἀδόκιμα· χρὴ οὖν προδωμάτιον λέγειν ὡς
Ἀττικόν.
223
Ῥοΐδιόν τινες ἀμαθῶς διῃρημένως λέγουσιν· ἡμεῖς δὲ ῥοίδιον.
224
Σμῆγμα καὶ σμῆξαι ἀνάττικα, Ἀττικὸν δὲ σμῆμα καὶ σμῆσαι, τὸ μὲν
χωρὶς τοῦ γ, τὸ δὲ διὰ τοῦ σ.
225
Σάκκος· Δωριεῖς διὰ τοῦ διπλοῦ κκ, οἱ δὲ Ἀθηναῖοι δι' ἑνός.
227
Ἐπαρίστερον οὐ χρὴ λέγειν, ἀλλὰ σκαιόν.
229
Στύππινον, ἀλλ' οὐ στυπέϊνον διαλελυμένως καὶ τετρασυλλάβως
ἐρεῖς.
230
Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ.
232
Εὐαγγελίζομαι αἰτιατικῇ συντάττουσιν, οἱ πλείους δὲ δοτικῇ. γρά-
φεται δὲ καὶ εὐαγγελῶ, οὗ τὸ δεύτερον εὐαγγελεῖς.
233
Ἐκαθέσθη, καθεσθείς, καθεσθήσομαι καὶ ὅσα ἀπὸ τούτων ἔκφυλα·
λέγομεν οὖν καθέζομαι, καθεδοῦμαι, καθεδεῖται, καθεδοῦνται, καθε-
δούμενος.
234
Υἱέα μηδαμῶς εἴποις, ἀλλ' υἱόν.
235
Ἄνωθέν σοι φίλος εἰμί, ἀλλ' οὐκ ἀνέκαθεν ἐρεῖς· τὸ γὰρ ἀνέκαθεν ἐπὶ
τόπου λαμβάνουσιν Ἀθηναῖοι, „ἀνέκαθεν κατέπεσεν“. εἰ δ' ὑφ'
Ἡροδότου φήσει τις καὶ ἐπὶ χρόνου λαμβάνεσθαι, ἀληθῆ μὲν φήσει,
οὐ μὴν τὸ ὑφ' Ἡροδότου ἅπαξ εἰρῆσθαι τὸ δόκιμον τῆς χρήσεως
αὐτῷ παρέχεται.
238
Βάκηλος· ἁμαρτάνουσιν οἱ τάττοντες αὐτὸ κατὰ τοῦ βλακός· ση-
μαίνει γὰρ ὁ βάκηλος τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βιθυνοί τε
καὶ Ἀσιανοὶ Γάλλον καλοῦσιν. λέγε οὖν βλὰξ καὶ βλάκιον ὡς οἱ
ἀρχαῖοι.
239
Τὸ ἑκὼν εἶναι οἱ παλαιοὶ ἐπὶ ἀπαγορεύσεως τιθέασιν, οἷον ”ἑκὼν
εἶναι μὴ ποιήσῃς” ἢ „ποιήσω“, καὶ ”ἑκόντες ὄντες μὴ ποιήσητε” ἢ
„ποιήσωμεν“. ὅσοι δ' ἐπὶ καταφάσεως τιθέασιν, οἷον ”ἑκὼν εἶναι
ἐποίησα”, ἁμαρτάνουσιν.
240
Ὄρθρον καὶ ὀρθρεύεσθαι οἱ παλαιοὶ τὸν πρὸ ἡλίου καιρόν, ἐν ᾧ
λύχνῳ τις χρῆται· οἱ δὲ νῦν τὸ λυκαυγές, ὃ καὶ ἕω φασίν.
241
Μάγειρος δόκιμον, μαγειρεῖον δὲ οὐκέτι, ἀλλ' ὀπτανίον διὰ τοῦ ι.
242
Τυγχάνω· καὶ τούτῳ προσεκτέον· „φίλος μοι τυγχάνεις ὤν“,
”ἐχθρός μοι τυγχάνεις ὤν”· χωρὶς δὲ τοῦ ὤν ἀδόκιμον πάνυ.
243
Οὐ χρὴ λέγειν συγκρίνειν τόνδε τῷδε, ἀλλὰ παραβάλλειν καὶ
ἀντεξετάζειν.
244
Κατ' ἐκεῖνο τοῦ καιροῦ. Θουκυδίδης ἐν τῇ ηʹ εἴρηκε μετὰ τοῦ ἄρθρου,
ἀλλ' οὐ χωρὶς ἄρθρου. οὕτως οὖν καὶ αὐτὸς ἐρεῖς.
246
Εὐστάθεια καὶ εὐσταθὴς ἀδόκιμα, σὺ δὲ ἐμβρίθεια λέγε καὶ ἐμβριθής.
249
Γεννήματα ἐπὶ καρπῶν τινες ἀδοκίμως τιθέασιν· σὺ δὲ καρποὺς
ξηροὺς καὶ ὑγροὺς λέγε.
250
Ἵνα ἄξωσιν μὴ εἴποις, ἀλλ' ἵνα ἀγάγωσιν.
252
Σίνηπι οὐ λεκτέον, ἀλλὰ νάπυ.
253
Ὀνυχίζειν καὶ ἐξονυχίζειν ταὐτόν, τίθεται δὲ ἐπὶ τοῦ ἀκριβολογεῖσθαι·
τὸ δὲ ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν.
254
Ὁ νῶτος ἀδόκιμον ἀρρενικῶς, οὐδετέρως δὲ τὸ νῶτον καὶ τὰ νῶτα.
255
Βρέχει ἐπὶ τοῦ ὕει τινὲς τιθέασιν ἐν κωμῳδίᾳ, ἔστι δὲ ἀδόκιμον.
257 + 258
Ἐξέτρωσεν ἡ γυνὴ μὴ λέγε, ἀλλὰ ἐξήμβλωσεν· ὡσαύτως
ἄμβλωμα καὶ ἀμβλωθρίδιον, ἀλλὰ μὴ ἔκτρωμα.
259
Ἐπίδεσμος ἀρσενικῶς μὴ λέγε, ἀλλὰ κατάδεσμος, καὶ ἐπίδεσμον
οὐδετέρως καὶ ἐπίδεσμα ὡς οἱ ἀρχαῖοι.
260
Τὸ σκάτος ἐπ' εὐθείας ταττόμενον ἀμαθές· γενικῆς γάρ ἐστι πτώσεως,
οὗ ἡ εὐθεῖα τὸ σκώρ, τοῦ σκατός.
261
Φλοῦς· καὶ τοῦτο ἡμάρτηται· οἱ γὰρ Ἀθηναῖοι φλέως φασίν, καὶ τὰ
ἀπὸ τούτου πλεκόμενα φλέϊνα.
262
Πεποίθησις οὐκ εἴρηται, ἀλλ' ἤτοι πιστεύειν ἢ πεποιθέναι.
263
Παλαιστὴ τὸ μέτρον λέγεται θηλυκῶς καὶ ἄνευ τοῦ ι· ἀμαθὲς δὲ τὸ
λέγειν παλαιστής· παλαιστής γὰρ ὁ ἀθλητής.
264
Ἔγγιον ἐπὶ τοῦ ἐγγυτέρου μὴ λέγε, ἀλλ' ἐγγύτερον. Ἔγγειον δὲ
ἐπὶ τοῦ ἐν τῇ γῇ ἄριστον· καὶ Δημοσθένης „ἔγγειον τόκου“ φησίν.
265
Ξύστραν μὴ λέγε, ἀλλὰ στλεγγίδα.
266
Μαμμόθρεπτον μὴ λέγε, τηθελλαδοῦν δέ.
269
Ὑλιστὴρ ἀδόκιμον, σὺ δὲ τρύγοιπον λέγε.
268
Ψύα καὶ ψόα οἱ ἁπλῶς ἁμαρτάνοντες, οἱ δὲ διπλῶς ψοιά· σὺ δὲ
νεφρὸν λέγε.
270
Πάπυρον οὐκ ἐρεῖς, ἀλλὰ βίβλον· Αἰγύπτιον γὰρ τὸ πάπυρος.
272
Νίτρον Αἰολικόν, οἱ δὲ Ἀθηναῖοι λίτρον.
273
Ἐξάδελφος οὐ ῥητέον, ἀνεψιὸς δέ.
275
Πανδοχεῖον οὐκ ἐρεῖς, ἀλλὰ διὰ τοῦ κ, πανδοκεῖον καὶ πανδοκεύτρια
καὶ πανδοκεύς.
276
Τὴν φθεῖρα λέγουσί τινες καὶ τὴν κόριν· σὺ δ' ἀρσενικῶς ἀμφότερα.
277
Μοχλόν διὰ τοῦ χ, ἀλλὰ μὴ διὰ τοῦ κ.
278
Κατὰ κοιλίας ποιεῖν οἱ γυμναστικοὶ λέγουσιν, οὐκ οἶδ' ὅθεν λαβόν-
τες· οἱ γὰρ παλαιοὶ τὴν γαστέρα ὑπάγειν λέγουσιν.
282
Οἱ χόλικες μὴ λέγε, ἀλλ' αἱ χόλικες θηλυκῶς.
284
Ἐκτενῶς μὴ λέγε, ἀλλὰ δαψιλῶς.
285
Πρώτως Ἀριστοτέλης λέγει καὶ Χρύσιππος, ἔστι δὲ διεφθαρμένον·
οὐδὲ γὰρ δευτέρως ἢ τρίτως φαμέν, διὰ τοῦτο οὐδὲ πρώτως, ἀλλὰ
πρῶτον.
287
Ἀπαράβατον μὴ λέγε, ἀπαραίτητον δέ.
289
Ἀγωγὸν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου ὁδόν τινα, οἱ δὲ νῦν ἐπὶ
τῶν ὀχετῶν.
291
Καρῆναι καὶ ἐκάρη ἐπὶ ἀνθρώπων, κείρασθαι δὲ ἐπὶ προβάτων.
300
Φάγομαι βάρβαρον, τὸ δὲ Ἀττικὸν ἔδομαι.
305
Τεθεληκέναι Ἀλεξανδρεωτικόν, τὸ δὲ Ἀττικὸν ἠθεληκέναι.
308
Οὐκ ἐπίτοκος, ἀλλ' ἐπίτεξ γυνή.
310
Ἐνδυμενία βάρβαρον· σκεύη δὲ τὰ κατὰ τὴν οἰκίαν λεκτέον καὶ
ἔπιπλα.
312
Οὐχ ἡμίκακον, ἀλλ' ἡμιμόχθηρον φαθί.
313
Ἔμελλον ποιῆσαι, ἔμελλον γράψαι· ἁμάρτημα τῶν ἐσχάτων· τε-
τήρηται γὰρ ἢ τῷ ἐνεστῶτι ἢ τῷ μέλλοντι συνταττόμενον, οἷον
”ἔμελλον ποιεῖν” ἢ „ποιήσειν“. τὰ δὲ συντελικὰ οὐδένα τρόπον
ἁρμόσει τῷ μέλλοντι.
314
Κραυγασμὸς ἀδόκιμον, κεκραγμὸς δὲ δόκιμον.
315
Κορυδαλὸν Εὔβουλος, σὺ δὲ κορυδὸν γράφε.
316
Καμμύειν Ἄλεξις, σὺ δὲ καταμύειν γράφε.
317
Καρατομεῖν ἐρεῖς, ἀλλ' οὐ κεφαλοτομεῖν.
318
Λάκαιναν γυναῖκα ἐρεῖς, χώραν δὲ Λάκαιναν οὐδαμῶς, ὡς Εὐριπίδης
παραλόγως φησὶν ”τὴν ὡς Λάκαινα τῶν Φρυγῶν μείων πόλις”.
320
Μιαρία ἀδόκιμον, τὸ δὲ μιαρὸς ἀρχαῖον.
321
Γαμοίη, οὐ γαμῴη, ὡς νοοίη· τὰ γὰρ τῆς πρώτης συζυγίας καὶ
τῆς τρίτης τῶν περισπωμένων ῥημάτων εὐκτικὰ διὰ τῆς οι διφθόγ-
γου λέγεται· τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, οἷον νικῴη, γελῴη.
323
Ἐντέχνως ἀμαθῶς τινες, σὺ δὲ τεχνικῶς φαθί.
324
Διδῴη καὶ διδῴης· τοῦτο εὐκτικὸν οὐδεὶς τῶν Ἀττικῶν εἶπε διὰ τοῦ
ω, ἀλλὰ διὰ τῆς οι διφθόγγου. τεκμηριοῖ δὲ Ὅμηρος· ἐὰν μὲν ὑπο-
τακτικῶς χρῆται, διὰ τοῦ ω· „εἰ δέ κεν αὐτὸς δῴη κῦδος ἀρέσθαι“,
ἔστι γὰρ ‚ἐὰν δέ σοι δῷ ὁ Ζεύς‛· εἰ δὲ εὐκτικῶς, οὕτως· ”σοὶ δὲ
θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς”. Ἀλέξανδρος δὲ ὁ σο-
φιστὴς διδῴη καὶ δῴη γράφει ἐπὶ εὐκτικοῦ.
325
Ἔδομαι καὶ κατέδομαι τὸ Ἀττικόν, ἀλλ' οὐ βρώσομαι.
329
Αὐθέκαστος ἄριστον ὄνομα· αὐθεκαστότης κίβδηλον.
334
Βόλβιτον ὀλίγοι τινές, οἱ δὲ πλεῖστοι βόλιτον ἄνευ τοῦ δευτέρου β.
335
Γογγυσμὸς καὶ γογγύζειν Ἰακά, πλὴν δόκιμα· ὁ δὲ Ἀττικὸς
τονθρυσμὸν καὶ τονθρύζω, ἢ σὺν τῷ ο τονθορυσμὸς καὶ τονθορύζω.
336
Δύνῃ ὑποτακτικῶς, „ἐὰν δύνωμαι, ἐὰν δύνῃ“, ὀρθῶς λέγεται·
ὁριστικῶς δὲ οὐχ ὑγιῶς, οἷον ”δύνῃ τοῦτο πρᾶξαι”. χρὴ γὰρ λέγειν
δύνασαι.
337
„Ὥρκωσε καὶ ὁρκωτὸς δ' ἐγώ“· οὕτω Κρατῖνος ἄριστά φησιν· χρὴ
γὰρ διὰ τοῦ ω λέγειν μᾶλλον ἢ διὰ τοῦ ι.
339
Ἐνιαυσιαῖον μὴ λέγε, ἀλλ' ἐνιαύσιον, ὡς Διονύσιον, ἀλλ' οὐ Διο-
νυσιαῖον.
340
Ἐδέετο, ἐπλέετο Ἰακά· ἐδεῖτο δὲ καὶ ἐπλεῖτο ἐρεῖς.
342
Ἐνεχυριμαῖον οὐκ ἐρεῖς ὡς Ἱπποκλείδης, ἀλλ' ἐνέχυρα.
343
Ἐκλείψας οὐ δόκιμον, ἀλλ' ἐκλιπών.
344
Χρηστὸς τὰ ἤθη φυλάττου, ἀλλὰ χρηστὸς τὸ ἦθος ἑνικῶς.
345
Θυρεὸν οὐκ ἐρεῖς, ἀλλ' ἀσπίδα.
348
Οὐχ οἷον καὶ μὴ οἷον κίβδηλον, οἷον ”οὐχ οἷον ὀργίζομαι”. οὐ δή-
που τοίνυν ἐρεῖς καὶ μὴ δήπου.
349
Οἰκίας δεσπότης ἐρεῖς, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης.
350
Ὁνδηποτοῦν μὴ λέγε, ἀλλ' ὁντινοῦν.
352
Πτῶμα ἐπὶ νεκροῦ τιθέασιν οἱ νῦν, οἱ δ' ἀρχαῖοι οὐχ οὕτως, ἀλλὰ
πτώματα νεκρῶν ἢ οἴκων.
353
Περίστασις· ἀντὶ τοῦ συμφορὰ χρῶνται οἱ Στωϊκοὶ φιλόσοφοι, οἱ δὲ
ἀρχαῖοι περίστασίν φασι τὴν διά τινα τάραχον παρουσίαν πλή-
θους, ὥς φησι Τηλεκλείδης· „τίς ἥδε κραυγὴ καὶ δόμων περίστα-
σις;“
355
Σαπράν· κακῶς ἐπὶ τοῦ αἰσχράν, ἀλλ' ἐπὶ τοῦ παλαιοῦ καὶ σεση-
πότος.
358
Στρηνιᾶν οὐκ ἐρεῖς ὡς οἱ κωμῳδοὶ ποιηταί, ἀλλὰ τρυφᾶν.
359
Σύαγρον οὐ ῥητέον, ἀλλὰ σῦν ἄγριον.
360
Συγγνωμονῆσαι ἀδόκιμον, τὸ δὲ συγγνῶναι κάλλιστον.
361
Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ διαλύων σῖτον μετρεῖσθαι.
362
Στηθύνιον ὀρνιθίου λέγουσιν, σὺ δὲ στηθίδιον, εἰ ὑποκοριστικῶς
βούλει λέγειν, εἰ δ' οὖν, στῆθος.
365
Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα.
366
Χήμη· οὐκ οἶδ' ὅθεν εἰς τὴν τῶν Ἑλλήνων εἰσήχθη διάλεκτον·
ἐρεῖς οὖν κογχύλην.
368
Χρησιμεῦσαι μὴ λέγε, ἀλλὰ χρήσιμον γενέσθαι.
369
Ἐσχάτως ἔχει· ἐπὶ τοῦ μοχθηρῶς οἱ σύρφακες, οἱ δὲ παλαιοὶ ἀντὶ
τοῦ ἄκρως τιθέασιν· ”ἐσχάτως πονηρός, ἐσχάτως φιλόσοφος”.
370
Χρεολυτῆσαι τῶν ἀγαθῶν, τῶν δ' Ἀττικῶν τὸ τὰ χρέα διαλύσα-
σθαι.
371
Χρέως· Ἀττικῶς μέγα τὸ ως, κἂν Ἀριστοφάνης ἐν Νεφέλαις παίζων
μιαρὸν ἔγραψε· „αὐτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;“
373
Τίνι διαφέρει μὴ λέγε, ἀλλὰ τί διαφέρει, καθὰ καὶ Δημοσθένης ”τί
δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει;”
374
Τέτευχε τιμῆς ἀδόκιμον, τὸ δὲ τετύχηκε δόκιμον.
375
Στρόβιλον οἱ μὲν παλαιοὶ τὸ ἐδώδιμόν φασι καὶ αὐτὸ τὸ δένδρον·
οἱ δὲ ἀρχαῖοι τὴν βίαιον τοῦ ἀνέμου εἵλησιν στρόβιλόν φασιν, καὶ
στροβιλῆσαι τὸ συστρέψαι. οὕτως οὖν καὶ σὺ λέγε, τὸ δὲ ἐδώδιμον
πιτύων καρπόν, καὶ τὸ δένδρον πίτυν, ἢ κόκκωνα, ὡς Σόλων ἐν
τοῖς αὐτοῦ ποιήμασιν· „κόκκωνας δὲ ἄλλος, ἕτερος δὲ σήσαμα“.
376
Συγκαταβαίνειν εἰς τὰς σκέψεις οὐκ ἐρεῖς, ἀλλὰ συγκαθιέναι, καὶ
συγκαθῆκεν εἰς τὸ παίζειν.
377
Σκνιφὸς ἐπὶ τοῦ γλίσχρου καὶ μικροπρεποῦς περὶ τὰ ἀναλώματα·
οἱ δ' ἀρχαῖοι σκνιπὸς λέγουσιν ἀπὸ τοῦ θηριδίου τοῦ ἐν τοῖς ξύλοις
καταβραχὺ κατεσθίοντος.
378
Στάμνιά τινες ἐπὶ τῶν ἀμίδων τάττουσιν, οἱ δ' ἀρχαῖοι ἐπὶ τῶν
οἰνηρῶν ἀγγείων.
379
Σχολαστὰς οὐκ ἐρεῖς, ἀλλὰ συμφοιτητάς.
383
Ῥύμην οὐ τὸν στενωπὸν ἀμαθῶς κατὰ Μακεδόνας, ἀλλὰ τὴν ὁρμὴν
ἐρεῖς Ἀττικῶς.
384
Δρωπακίζειν ἀδόκιμον, ἀρχαῖον δὲ τὸ παρατίλλεσθαι ἢ πιττοῦσθαι.
385
Στέμφυλα οἱ πολλοὶ τὰ τῶν βοτρύων ἐκπιέσματα, οἱ δ' Ἀττικοὶ
στέμφυλα ἐλαῶν.
386
Πενταετηρικὸς ἀγὼν καὶ πενταετηρὶς μὴ λέγε, ἀλλ' ἀφαιρέσει τοῦ α
λέγε.
388
Ἕξπηχυ καὶ ἑξέτης· οὕτω γὰρ καὶ οἱ ἰατροὶ λέγουσιν, ἕξπλεθρον
καὶ 〈οὐχ〉 ἑξάπλεθρον.
389
Περιεσπάσθη τινὲς ἐπὶ τοῦ ἐν ἀσχολίᾳ γενομένου φασὶν ἀμαθῶς,
δέον ἄσχολος ἦν λέγειν· τὸ γὰρ περιεσπᾶσθαι ἐπὶ τοῦ παραιρεῖν καὶ
παραιρεῖσθαι λέγουσιν οἱ ἀρχαῖοι.
390
Πορνοκόπος ὁ Μένανδρός φησιν, οἱ δ' ἀρχαῖοι πορνότριψ, ὃ καὶ
δόκιμον.
391
Λήθαργος· καὶ τοῦτο Μένανδρος, οἱ δ' Ἀττικοὶ ἐπιλήσμων.
395
Οἰκοδομὴ οὐ λέγεται, ἀλλ' οἰκοδόμημα.
396
Οὐ χρὴ κατ' ὄναρ λέγειν, ὥσπερ οὐδὲ καθ' ὕπαρ, ἀλλ' ἤτοι ὄναρ
ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως· οὕτως καὶ ὕπαρ.
397
Μετριάζειν οἱ ἀρχαῖοι ἐπὶ τοῦ τὰ συμβαίνοντα γενναίως φέρειν, Μέ-
νανδρος δὲ ἐπὶ τοῦ ἀσθενεῖν παρὰ τὴν τῶν δοκίμων χρῆσιν.
398
Λιθίδιον λέγε, μὴ λιθάριον.
399
Καθὼς οὐ δόκιμον, κἂν γραμματικός τις Ἀρεθούσιος ἔφασκε χρῆσθαι
αὐτῷ Φύλαρχον· ὃς οὐδὲ Θουκυδίδου λέγοντος ἤκουσε ”καθὸ δεῖ
εἰς Σικελίαν πλεῖν”, ἀλλ' οὐ καθώς.
400
Κάκκαβον μὴ λέγε, ἀλλὰ κακκάβην διὰ τοῦ η, ὡς Ἀριστοφάνης ἐν
Δαιδάλῳ.
401
Κυνηγέτης οἱ Ἀττικοί, ἀλλ' οὐ κυναγός· τραγικὸν γὰρ τοῦτο.
403
Γελάσιμον· Στράττιν μὲν τὸν κωμῳδοποιόν φασιν εἰρηκέναι, ἡμεῖς
δέ γε λοιπόν φαμεν, οὐ τοῖς ἅπαξ ῥηθεῖσι προσέχοντες, ἀλλὰ τοῖς
πολλάκις κεκριμένοις.
404
Ἐλλύχνιον Ἡρόδοτος λέγει, Ἀττικοὶ δὲ θρυαλλίδα.
405
Κολόκυνθα μὴ λέγε, ἀλλὰ κολοκύντη διὰ τοῦ τ ὡς οἱ Ἀθηναῖοι.
406
Καταφερής τινες λέγουσιν ἐπὶ τῶν πρὸς ἀφροδίσια ἀκολάστων·
ὅθεν οὖν φασιν, οὐκ οἶδα.
408
Κολλυβιστὴς ἐπὶ τοῦ ἀργυραμοιβοῦ φησιν ὁ Μένανδρος ἀδοκίμως·
ὁ μὲν γὰρ κόλλυβος δόκιμον, ὁ δὲ κολλυβιστὴς παρασεσημασμένον.
409
Τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε μὴ λέγε, ἀλλὰ τὰ ἐμαυτοῦ πράτ-
τω καὶ τὰ σαυτοῦ πρᾶττε, ἢ τὰ ἴδια ἐμαυτοῦ πράττω καὶ τὰ ἴδια
σαυτοῦ πράττεις.
410
Ἀκρατεύεσθαι μηδαμῶς εἴποις, ἀλλ' οὐκ ἐγκρατεύεσθαι.
411
Αἰχμαλωτισθῆναι ἀδόκιμον, αἰχμάλωτον δὲ γενέσθαι δόκιμον.
418
Ἀντικρύ· τοῦτο τοπικὸν καὶ ἐπιεικῶς ποιητικὸν ἄνευ τοῦ σ, ὅθεν οἱ
ἐπὶ τοῦ ἄντικρυς τιθέντες ἁμαρτάνουσιν. εἰ δὲ μετὰ προθέσεως τε-
θείη καταντικρύ, δόκιμον ἔσται.
419
Ἀνυπόδητος ἐρεῖς, ἀλλ' οὐκ ἀνυπόδετος διὰ τοῦ ε· ὑποδήσασθαι
γάρ φαμεν, ἀλλ' οὐχ ὑποδέσασθαι.
420
Εὕρημα χρὴ λέγειν, ἀλλὰ μὴ εὕρεμα.
422
Ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα·
ἀποτετέλεσται δὲ χρὴ λέγειν καὶ ἀποτετελεσμένον.
Ὑπόδειγμα οὐκ ὀρθῶς, παράδειγμα δέ.Ἐμπτύει μου μὴ λέγε, ἀλλὰ καταπτύει μου.
81
Εὐχαριστεῖν μὴ λέγε, ἀλλὰ χάριν εἰδέναι.
Ἄρτι ἥξω μὴ εἴπῃς, ἀλλ' ἄρτι ἀφικόμην.Τέμμαχος κρέως ἢ ἄρτου ἢ πλακοῦντος μὴ λέγε, ἀλλὰ τόμος· τὸ δὲτέμμαχος ἐπὶ ἰχθύος μόνον.Ἄμυναν μὴ εἴπῃς, ἀλλὰ ἀμύνασθαι.
28
Σημῆναι, καθῆραι, θερμῆναι διὰ τοῦ η.
Διωρία ἀδόκιμον, προθεσμία δέ.Σπῖλος μὴ λέγε, κηλὶς δέ.Πίομαι καὶ πιοῦμαι.
30
Ἡνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν, οἷον
εἰπόντος τινὸς „πηνίκα ἀποδημήσεις;“, ἐὰν εἴπῃς ”μετὰ δύο ἢ τρεῖς
ἡμέρας”, οὐκ ὀρθῶς ἐρεῖς, ἐὰν δὲ εἴπῃς „ἕωθεν“ ἢ ”περὶ μεσημβρίαν”,
ὀρθῶς.Ὀρθρινὸς οὔ, ὄρθριος δὲ καὶ ὄψιος ἄνευ τοῦ ν.Ποταπὸς ἐπὶ τρόπου, οἷον „ποταπὸς Φρύνιχος;“ ”ἐπιεικής”· πο-δαπὸς δὲ ἐπὶ γένους, οἷον „ποδαπός ἐστιν;“ ”Θηβαῖος ἢ Ἀθη-ναῖος”. ἔστι γὰρ ἐκ τίνος δαπέδου.
108
Πεινῆν, διψῆν διὰ τοῦ η.
Αὐθαδίζεσθαι, μὴ ἀναιδεύεσθαι.Τελευταῖον· οὐ τευτάζειν—σὺ δ' ὁ πάντα ἀκριβῶν καὶ τοῖς μακρῷσου σοφωτέροις ἐπιτιμῶν ῥᾳδίως, τῷ ποτε τῶν καθαρῶς φωνὴνἙλλάδα ἀφιέντων τευτάζειν λέγοντι ἐνέτυχες;Βεβίασται ἡ κόρη, οὐκ ἔφθαρται.Κόριον, ἢ κορίδιον, ἢ κορίσκη· τὸ δὲ κοράσιον παράλογον.
103
Ἡ ὕσπληγξ, οὐχ ὁ ὕσπληγξ.
Ἰλὺς ποταμοῦ, τρὺξ δὲ οἴνου ἢ ὑποστάθμη.
39
Κακοδαιμονᾶν διὰ τοῦ α· εὐδαιμονεῖν διὰ διφθόγγου· εὐδαιμονοῦσι
124
διὰ τῆς ου, κακοδαιμονῶσι δὲ διὰ τοῦ ω μεγάλου.
Κόρημα, οὐχὶ σάρον· καὶ κορεῖν καὶ παρακορεῖν, οὐχὶ σαροῦν.Ἀφῆλιξ παρὰ τοῖς ἀρχαίοις ὁ πρεσβύτερος.
106
Ἀκέστης, οὐχ ἡπήτης· καὶ ἀκέσασθαι τὸ ἱμάτιον, οὐχ ἡπήσασθαι.
127
Ἀγαθὸς μᾶλλον καὶ ἀγαθὸς μάλιστα, μὴ ἀγαθώτερος καὶ ἀγαθώ-
τατος.Γλωττοκομεῖον, οὐ γλωσσόκομον.
47
Βραδύτερον, οὐ βράδιον.
Γρυλίζειν καὶ γρυλισμὸς συῶν, οὐ γρυλλισμὸς διὰ δύο λλ.Γογγυλὶς τὸ λάχανον, οὐ γογγύλη.
120
Ἀποκριθῆναι τὸ διαχωρισθῆναι, οὗ τὸ ἐναντίον συγκριθῆναι
121
ἤγουν εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν· ἐπὶ δὲ τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν
ἀποκρίνασθαι λέγε.Ὅτι τῶν λαχάνων αἱ ἄνθαι ὄρμενα καλοῦνται, καὶ ἐξορμενίζειν τὸ
123
βλαστάνειν καὶ ἐξανθεῖν.
Ἀσφάραγον, οὐκ ἀσπάραγον.Ἐκ παλαιοῦ, οὐχὶ ἀπὸ πάλαι ἢ ἔκπαλαι.Ἐπὶ πολῆς, οὐ μετὰ τῆς ἔξ.Ἀνατέλλει ὁ ἥλιος, ἐπιτέλλει δὲ ὁ Κύων ἢ ἄλλο τι.
135
Ἔνδον εἰσέρχομαι βάρβαρον, καὶ ἔσω διατρίβω· ἐρεῖς δὲ ἔνδον
διατρίβω, ἔνδον εἰμί, ἔνδον ἐστίν, εἴσω παρέρχομαι.Ἐπίδοξον οὐ τὸν ἐπίσημον, ἀλλὰ τὸν ἐλπιζόμενον καὶ προσδοκώ-μενον.Ἔσχατον, οὐχὶ ἐσχατώτατον· οὐδὲ ἀμεινότερον, καλλιώ-
113
τερον, κρειττότερον ῥητέον· συγκριτικοῦ γὰρ συγκριτικὸν οὐ γίνε-
ται.Εὑρέσθαι, οὐχ εὕρασθαι.
144
Εὔνως ἔχει μοι μὴ λέγε, ἀλλ' εὐνοϊκῶς.
Εὔζωρον κέρασον καὶ εὐζωρότερον, οὐ ζωρότερον.
118
Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα, καὶ ἐὰν ᾖς ἐν ἀγορᾷ.
Ἠκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν· ἀλλ' οὐσὺν τῷ ι, ἐνενοήκεισαν.
64
Ὁ ῥύπος, οὐ τὸ ῥύπος.
Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός· γυνὴ δὲ μέθυσος.Ἄχαριν ὀσμὴν λέγε, ἀλλ' οὐ βρῶμον.Ἡρακλέα, Θεμιστοκλέα, ἀλλὰ μὴ Ἡρακλῆν.Ἀνέῳγεν ἡ θύρα μὴ εἴπῃς, ἀλλ' ἀνέῳκται.Διεφθορὸς αἷμα μὴ εἴπῃς, ἀλλὰ διεφθαρμένον.
135
Ὅτι ἔνθα τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον λέγεται·
ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν, οὐ θυμέλην.
Αἱ νῆες, οὐχ αἱ ναῦς, σόλοικον γάρ· οὐδὲ τὰς νῆας, ἀλλὰ τὰς ναῦς.Εἰσιέναι διὰ τοῦ ε, τὸ δὲ εἰσίτω χωρίς.
143
Κλαδᾶν ἀμπέλους, μὴ κλαδεύειν.
Πολίτης, μὴ συμπολίτης.Ῥάπισμα οὐκ ἐν χρήσει· τὸ γὰρ τὴν γνάθον πλατείᾳ τῇ χειρὶπλῆξαι ἐπὶ κόρρης πατάξαι Ἀθηναῖοί φασιν.Κυνίδιον, οὐ κυνάριον.
72
Ἐδεδίεσαν· καὶ τοῦτο τῆς Λολλιανοῦ Μούσης· σὺ δὲ λέγε ἐδέδισαν.
Ἀφείλετο, ἀφειλόμεν, οὐκ ἀφείλατο καὶ ἀφείλαμεν.
Ἐπεξιὼν καὶ ἐπέξειμι, οὐχὶ ἐπεξελεύσομαι καὶ ἐπεξελευσόμενος.
160
Δυσωπεῖσθαι· τὸ ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι' αἰδῶ· παρὰ δὲ
τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν.
Κολάβους τοὺς ἐν τῇ λύρᾳ.Ἀπόνιπτρον, οὐχὶ νίμμα.
75
Μέσα τῶν δακτύλων, οὐ μεσοδάκτυλα· ἐναυτίασα γὰρ ἀκούσας
τοῦτο.Μέγα δυναμένους λέγε, οὐ μεγιστάνας.Ἰδιοῦσθαι, οὐκ ἐξιδιάζονται.
76
Αὐτότροφος μὴ λέγε, ἀλλ' οἰκόσιτος· μηδὲ οἰκογενῆ, ἀλλ' οἰκό-
τριβα.Σφυρήτατον, καὶ ὁλόσφυρον, οὐχ ὁλοσφύρατον.Ὀπωρώνης λέγε, οὐχὶ ὀπωροπώλης.Ἐξαμβλῶσαι, οὐκ ἐκτρῶσαι.
78
Ὅτι τὸ ἀναθέσθαι δύο σημαίνει· τὸ μεταγινώσκειν ἐφ' οἷς εἴρηκεν,
οἷον „ἀνατίθεμαι εἰς αὖθις τὸ πρᾶγμα“, καὶ ἀνατιθέναι τὸ φορτίον.
159
Σταθερὰ μεσημβρία, καὶ σταθερὰ γαλήνη· ἐμβριθὴς δὲ ἄνθρωπος.
168
Ἀναπεσεῖν· οὐ καλῶς ἐπὶ τοῦ ἀνακλιθῆναι τάττεται· ἐὰν δὲ ἐπὶ
τοῦ τὴν ψυχὴν ἀδημονῆσαι, καλῶς· ἀνέπεσεν ἄνθρωπος ἤγουν
τὴν ψυχὴν ἠθύμησεν.
172
Ἀνάκειται ἀνδριὰς καλῶς ἐρεῖς· ἀνάκειται δὲ ἐπὶ κλίνης οὐκέτι,
ἀλλὰ κεῖται.Σκεδάννυται, οὐ σκορπίζεται.Ἐνθήκη ἄτοπον, παρενθήκη δέ.Ἐξυπνισθῆναι πάρες· ἀφυπνισθῆναι δέ.Ἀρτοποιός καὶ ἀρτοπόπος.
88
Βασίλεσσα· οὐδεὶς εἶπε τῶν ἀρχαίων, ἀλλὰ βασίλεια καὶ βασιλίς.
Σικχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα· ἀλλ' ἐρεῖς βδελύτ-τομαι.
89
Ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος.
Γλωττίδας αὐλῶν καὶ ὑποδημάτων, οὐ γλωσσίδας.
178
Διώρυγος· οἱ δὲ ἀρχαῖοι διώρυχος.
Διόσκοροι, οὐ Διόσκουροι.Ὑστερίζειν τῷ καιρῷ οὐ λέγεται, ἀλλὰ τοῦ καιροῦ.Ἐπαοιδὴ ποιητικόν· σὺ δὲ ἐπῳδὴ λέγε.Διδόασιν, οὐ διδοῦσιν.Πήχεος καὶ πήχεων δέον, οὐ πηχὸς καὶ πηχῶν.Συντυχίαν λέγε, οὐ σύμπτωμα· ἢ οὕτω ”συνέπεσεν αὐτῷ τόδε γε-νέσθαι”.
157
Κατορθῶσαι δόκιμον· τὸ δὲ κατόρθωμα ἀποδιοπομπώμεθα. λέγειν
οὖν χρὴ ἀνδραγαθήματα.Ὑπαίθριον, οὐχ ὕπαιθρον.Προδωμάτιον, οὐ προκοιτών, ἐπεὶ δωμάτιον τὸν κοιτῶνα.Ῥοίδιον, οὐ ῥοΐδιον.Στύππιον, οὐ στυππέϊνον.Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ.Καθέζομαι, καθεδοῦμαι, καθεδοῦνται, καθεδούμενος.
99
Υἱέος, υἱέι. υἱέα δὲ μή, ἀλλ' υἱόν.
Ἀνέκαθεν ἐπὶ χρόνου φυλακτέον λέγειν, οἷον „ἀνέκαθέν μοί ἐστι
101
φίλος“· λέγειν οὖν χρὴ ”ἄνωθέν σοι φίλος εἰμί”. τὸ δὲ ἀνέκαθεν,
λέγε „ἀνέκαθεν κατέπεσεν“.
196
Ἑκὼν εἶναι οὐ μὴ ποιήσω· ὅσοι δὲ ἐπὶ καταφάσεως, οἷον ”ἑκὼν
εἶναι ἐποίησα”, ἁμαρτάνουσιν.Ὄρθρον καὶ ὀρθρεύεσθαι τὸ πρὸ ἀρχομένης ἡμέρας, ἐν ᾧ ἔτι λύχνῳδύναταί τις χρῆσθαι. ὃ οἱ πολλοὶ ἁμαρτάνοντες ὄρθρον λέγουσιν,τοῦτο {ὃ} οἱ ἀρχαῖοι ἕω λέγουσιν.Μάγειρος δόκιμον, τὸ δὲ μαγειρεῖον οὐκέτι, ἀλλ' ὀπτάνιον.
106
Φίλος μοι τυγχάνει ὤν, καὶ ἐχθρός μοι τυγχάνει ὤν.
Ἐξετάζειν καὶ παραβάλλειν, οὐ συγκρίνειν οὐδὲ σύγκρισις.Κατ' ἐκεῖνο τοῦ καιροῦ σὺν τῷ ἄρθρῳ.
107
Ἐπέστησεν ἤγουν ἠπόρησεν, καὶ ἐπιστάσεως ἄξιον τὸ πρᾶγμα
καὶ ἐπισκέψεως.