The Greek Library Catalogue

Anonymous

Eclogae

Edition reference
Eclogae (familia T), ed. Fischer, op. cit., 124– 130.
CTS identifier
urn:cts:greekLit:tlg1608.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

250

Ἵνα ἀγάγωσιν, οὐχ ἵνα ἄξωσιν.

249

Καρποὺς ξηροὺς καὶ ὑγρούς, οὐ γεννήματα.

251

Ὑπήντησε, συνήντησε.

253

Ὀνυχίζειν καὶ ἐξονυχίζειν ἐπὶ τοῦ ἀκριβολογεῖσθαι τίθεται· τὸ δ'

ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν.

261

Φλέϊνα τὰ ἀπὸ τοῦ φλέως πλεκόμενα.

262

Πεποίθησις οὐκ εἴρηται, ἀλλ' εἴ τι πιστεύειν ἢ πεποιθέναι.

264

Ἔγγειον μὴ λέγε, ἀλλ' ἐγγύτερον· ἐπὶ δὲ τοῦ ἐν τῇ γῇ, οἷον

„ἔγγυον κτῆμα“, εἴ τις χρῷτο, ἄριστα ἂν χρήσαιτο, ὡς καὶ Δη-

μοσθένης ”ἔγγειον τόκον” λέγει.

273

Ἐξάδελφος ἀποδιοπομπητέον, ὁ ἀνεψιὸς δὲ ῥητέον.

275

Πανδοκεῖον, πανδοκεύς, πανδοκεύτρια.

284

Ἐκτενῶς μή, δαψιλῶς δέ.

285

Πρώτως μὴ λέγε, ἀλλὰ πρῶτον.

286

Παρακαταθήκην, οὐ παραθήκην.

287

Ἀπαράβατον μή, ἀπαραίτητον δέ.

289

Ἀγωγὸν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου τινὰ ὁδόν· οἱ δὲ νῦν ἀγω-

γοὺς καλοῦσιν τοὺς ὀχετοὺς τῶν ὑδάτων.

291

Καρῆναι καὶ ἐκάρην ἐπὶ προβάτων, κείρασθαι δὲ ἐπὶ ἀνθρώπων.

293

Δεξαμενὴ καὶ δεξαμένη καὶ κολυμβήθρα.

307

Εὐσχήμων ὁ καλὸς καὶ σύμμετρος, οὐχ ὁ πλούσιος.

308

Ἐπίτεξ γυνή, οὐκ ἐπίτοκος.

309

Θετός, οὐκ ἐγκάθετος, ἢ εἰσποιητὸς ἢ ὑποβλητός.

312

Ἡμίκακον μὴ λέγε, ἀλλ' ἡμιμόχθηρον.

315

Κόρυδον, οὐ κορυδαλόν.

316

Καταμύειν, οὐ καμμύειν.

317

Καρατομεῖν· κεφαλοτομεῖν.

318

Λάκαιναν γυναῖκα, Λακωνικὴν δὲ τὴν χώραν.

320

Μιαρὸς ἀρχαῖον.

321

Γαμῴη μὴ λέγε, ἀλλὰ γαμοίη· τὰ γὰρ τῆς πρώτης καὶ τρίτης συ-

ζυγίας τῶν περισπωμένων εὐκτικὰ διὰ τῆς οι λέγεται, τὰ δὲ τῆς

δευτέρας διὰ τοῦ ω, γελῴη.

323

Τεχνικῶς, οὐκ ἐντέχνως.

324

Τοῦ δίδωμι τὸ μὲν εὐκτικὸν διὰ τῆς οι διφθόγγου, τὸ δὲ ὑποτα-

κτικὸν διὰ τοῦ ω μεγάλου.

325

Ἔδομαι, κατέδομαι, οὐ βρώσομαι.

327

Ἄγαγε, ἀγαγών, ὡς ἄνελε, ἀνελών.

328

Ἀναίσθητος λέγε, τὸ δὲ ῥῆμα οὔ, τὸ ἀναισθητεύομαι· λέγε οὖν οὐκ

αἰσθάνομαι.

330

„Τὸν παῖδα τὸν ἀκολουθοῦντα μετ' αὐτοῦ“, ὡς Λυσίας λέγει, μὴ

εἴπῃς, ἀλλὰ τὸν ἀκολουθοῦντα αὐτῷ.

331

Βιωτικόν· ἀειδὴς ἡ λέξις· λέγε οὖν χρήσιμον ἐν τῷ βίῳ.

343

Ἐκλιπών, οὐκ ἐκλείψας.

344

Χρηστὸς τὸ ἦθος, οὐ τὰ ἤθη.

348

Οὐ δήπου καὶ μὴ δήπου λέγε· ἀπόβλητον δὲ τὸ οὐχ οἷον καὶ μὴ

οἷον.

349

Οἰκίας δεσπότης, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης.

350

Οὐδηποτοῦν μὴ λέγε, ἀλλ' ὁντινοῦν.

352

Πτώματα νεκρῶν ἢ οἴκων.

353

Περίστασις· ἡ συμφορὰ κατὰ Στωϊκούς, οἱ δὲ ἀρχαῖοι τὴν διά τινα

τάραχον παρουσίαν πλήθους. ”τίς ἥδε κραυγὴ καὶ δόμων περί-

στασις;”

356

Σώματα ἐπὶ τῶν ὠνίων ἀνδραπόδων, οἷον „σώματα πωλεῖται“,

οὐ χρῶνται 〈***〉 (357) τὰ πρόσωπα.

359

Σύαγρος οὐ ῥητέον, ἀλλὰ σῦν ἄγριον.

360

Συγγνωμονῆσαι οὐ χρὴ λέγειν, ἀλλὰ συγγνῶναι.

361

Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ σῖτον μετρεῖσθαι.

362

Στηθίνιον ὀρνιθίου οὐχ ὑγιῶς, ἀλλὰ στηθίδιον.

365

Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα.

386

Πεντετηρὶς καὶ πεντετηρικὸς ἀγών.

387

Πεντάμηνον καὶ πεντέμηνον· πεντάπηχυ καὶ πεντέπηχυ· (388)

ἑξάπηχυ καὶ ἕξπηχυ, καὶ ἕξπλεθρον, καὶ ἕξπλευρον.

389

Περιεσπάσθην ἐπὶ τοῦ ἐν ἀσχολίᾳ πάνυ κίβδηλον· τὸ γὰρ περι-

σπᾶν καὶ περισπᾶσθαι ἐπὶ τοῦ παραινεῖν καὶ παραινεῖσθαι λέγου-

σιν· δέον οὖν ἄσχολος λέγειν.

390

Πορνοκόπος καὶ πορνότριψ.

391

Λίθαργος καὶ ἐπιλήσμων.

395

Οἰκοδόμημα, οὐχὶ οἰκοδομή.

396

Ὄναρ ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως, οὐ κατ' ὄναρ, ὥσπερ οὐδὲ καθ'

ὕπαρ.

398

Λιθίδιον, οὐ λιθάριον.

399

Καθό, οὐ καθώς.

400

Κακάβην, οὐ κάκαβον.

404

Θριαλλίς, οὐκ ἐλύχνιον.

409

Τὰ ἐμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε, οὐ τὰ ἴδια πράττω

καὶ τὰ ἴδια πρᾶττε.

410

Ἐγκρατεύεται, οὐκ ἀκρατεύεται.

411

Αἰχμάλωτον γενέσθαι, οὐκ αἰχμαλωτισθῆναι.

412

Ὠνησάμην· ἔνθα ἂν μὴ δυνηθῇς τὸ πρίασθαι ἢ τὸ ἐπριάμην θεῖναι,

ἐκεῖ τὰ ἀπὸ τοῦ εω ῥήματα τάττε· ἔνθα δ' ἂν τὰ ἀπὸ τοῦ πρίασθαι,

φυλάττου θάτερα. οἷον ”ὤνημαι οἰκίαν”· ἐνταῦθα γὰρ ἐγχωρεῖ τὸ

ἐπριάμην, οὕτω χρήσῃ ἐπριάμην· καὶ ἀνάπαλιν „ἔτυχον ἐωνημέ-

νος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐδὲν ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρία-

σθαι· μένει τὸ ἐωνημένος· δεῖ γὰρ λέγειν πριάμενος· τὸ γὰρ ἐωνησά-

μενος ἀδόκιμον.

419

Ἀνυπόδητος σὺν τῷ η, οὐ σὺν τῷ ε, καὶ ὑποδήσασθαι.

420

Εὕρημα, οὐχ εὕρεμα.

421

Προσδεῖσθαι, οὐ προσδέεσθαι.

422

Ἀπηρτισμένον, ἀπήρτικα, καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα·

ἀποτελέσθαι καὶ ἀποτελεσμένον.

<Ἰσοτελεῖς>: οἱ ἴσα τελοῦντες τοῖς ἀστοῖς, ὃ ἔστι τοῖςπολίταις τέλη διδόντες. Moeris (Pierson—Koch) 184: Ἐκτῶν Φρυνίχου τοῦ Ἀραβίου τῆς Σοφιστικῆς Προπαρα-σκευῆς.<ταμιεῖον>: ..... Φρύνιχος δὲ ἐν 〈τῇ〉 Σοφιστικῇ Προ-παρασκευῇ καὶ ἐπὶ τῶν κακῶν φησι τὸ ταμιεῖον. Stephan.Byz. s. v. ταμιεῖον.<ὑφ' ἁμαρτωλίας>: οὕτως ἡ γραφή. μέμνηται Ἡρωδια-νός. καὶ Φρύνιχος ἐν τῇ Σοφιστικῇ Προπαρασκευῇ οὕ-τως τίθησιν τὴν λέξιν. schol. ad Aristoph. Pax. 415.<ἁμαρτωλή> Φρύνιχος. καὶ Σοφοκλῆς Ἁμαρτάς. Phot.88, 6.<ἀγανακτῶ σου>: καινὸν τὸ σχῆμα καὶ σπάνιον. τὸ μὲνγὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τοῦτοδὲ οὐ. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητά, φησιΦρύνιχος. B 334, 24. Phot. 11, 24.<ἀγῆλαι>: τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις Δήμοις (fr.119) ‘ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τασδὶ τὰς εἰρε-σιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες,δεχόμεσθα’. Ἀριστοφάνης Εἰρήνῃ (396 B) ‘καὶ σὲ θυ-σίαισιν ἱεραῖσιν προσόδοις τε μεγάλαισι διὰ παντὸς, ὦποτνία, ἀγαλοῦμεν ἡμεῖς ἀεί’. Ἕρμιππος Ἀρτοπώλισι(fr. 8) ‘φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦς' ἐγὼ καὶ θυ-μιάσω τοῦ τέκνου σεσωσμένου’. Θεόπομπος Πηνελόπῃ(fr. 47) ‘καὶ σὲ τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶκαὶ δάφνῃ’. τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ<ἀγήλω> καὶ <ἀγαλοῦμεν> ἐρεῖς καὶ <ἄγαλλε> καὶ <προσ-αγαλεῖ> τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ <ἄγω>ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά,ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν.εἰ δὲ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητοςλόγων, χρήσαιο ἂν τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων,φησὶν ὁ Φρύνιχος. B 328, 9. Phot. 16, 6. Suid.<εὐνὰς ἀγῆλαι>: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι.καὶ παρὰ Ἀριστοφάνει (Pax. 399) ‘διὰ παντός, ὦ δέ-σποιν', ἀγαλοῦμεν ἡμεῖς ἀεί’. καὶ Ἕρμιππος Ἀρτοπώ-λισι (fr. 8) ‘φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσ’ ἐγώ‘. δη-λοῖ καὶ τὸ τιμῆσαι. ἄγειν γὰρ τὸ τιμᾶν φασιν. ’ἐν πρώ-τοις ἄγω‘. καὶ (Soph. Oed. R. 775) ’ἠγόμην δ' ἀνὴρἀστῶν μέγιστος τῶν ἐκεῖ‘. schol. ad Eurip. Med. 1027 AB.<Ἁγνοῦς>: δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς,τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ, ὡς Φρύνιχος, τῆς Ἀτταλί-δος. Steph. Byz. s. v.<Ἀθηναίας>: ... οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίαςλέγεσθαι τὰς Ἀττικὰς, ⟦καὶ⟧ τὴν ὁμωνυμίαν αἰτιῶνται,ἣν ἐπιδέχονται πρὸς τὴν θεόν—Ἀθηναία γὰρ ἡ θεὸςκαλεῖται—ἀλλ' ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγε-σθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆςἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρη-μένοι ποιηταὶ μαρτυροῦσιν καὶ Δίφιλος ἐν Ἀμάστριδι(fr. 10). καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθη-ναίαν ξένην φησὶ καὶ Πίνδαρος ἐν Σκολίοις. ὁ μέντοιΦρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν 〈καὶ〉 θαυ-μάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέ-ξει. Phot. 40, 21 sqq. Steph. Byz. s. v. Ἀθῆναι.<ἄθηρος ἡμέρα>: σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα