The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FGrH #81: 2A:162–189.
CTS identifier
urn:cts:greekLit:tlg1609.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2a,81,F

10

δυνάμεις ἀπαμβλύνειν. <τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν,>

φησίν, <εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων

συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν

δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο

ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆ-

ναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον

πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν

μήλων συνθέσεως.>

11

—VI 58 p. 251 C: Φύλαρχος δὲ ἐν Ϛ̅ Ἱστοριῶν Νικησίαν

φησὶ τὸν Ἀλεξάνδρου κόλακα θεασάμενον τὸν βασιλέα σπαρασσόμενον

ὑφ' οὗ εἰλήφει φαρμάκου εἰπεῖν ‘ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς, ὅτε καὶ

ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε;’ καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα,

‘ποῖοι θεοί;’, φῆσαι, ‘φοβοῦμαι μή τι θεοῖσιν ἐχθροί’.

12

—XIV 3 p. 614 E—615 A: φιλόγελως δὲ ἦν καὶ Δημή-

τριος ὁ Πολιορκητής, ὥς φησι Φύλαρχος ἐν τῆι Ϛ̅ τῶν Ἱστοριῶν, ὅς γε

καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν ἔλεγεν·

ἐξιέναι γὰρ ἀπ' αὐτῆς πάντας δισυλλάβους (τόν τε Βῖθυν χλευάζων καὶ

τὸν Πάριν, μεγίστους ὄντας παρὰ τῶι Λυσιμάχωι, καί τινας ἑτέρους τῶν

φίλων), παρὰ δ' αὑτοῦ Πευκέστας καὶ Μενελάους, ἔτι δὲ Ὀξυθέμιδας.

ταῦτα δ' ἀκούων ὁ Λυσίμαχος ‘ἐγὼ τοίνυν’, ἔφη, ‘πόρνην ἐκ τραγικῆς

σκηνῆς οὐχ ἑώρακα ἐξιοῦσαν’, τὴν αὐλητρίδα Λάμιαν λέγων. ἀπαγγελθέντος

δὲ καὶ τούτου πάλιν ὑπολαβὼν ὁ Δημήτριος ἔφη· ‘ἀλλ' ἡ παρ' ἐμοὶ πόρνη

σωφρονέστερον τῆς παρ' ἐκείνωι Πηνελόπης ζῆι.’

13

ATHEN. II 21 p. 44 B (CONSTANT. PORPH. De adm.

imp. 23): φησὶ δὲ καὶ 〈ἐν τῆι ἑβδόμηι〉 τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν

καίτοι πλουσιωτάτους ἀνθρώπων ὄντας· 〈κέκτηνται γὰρ ἄργυρον καὶ χρυσὸν

πλεῖστον〉. μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ

φορεῖν πολυτελεστάτας.

14

—XV 15 p. 673 F: μόνον γὰρ τοῦτ' ἴδιον εἴρηκεν (sc.

Ἡφαιστίων), ὅτι Φύλαρχος ἐν τῆι ἑβδόμηι τῶν Ἱστοριῶν οἶδεν τὴν κατὰ

〈τὴν〉 λύγον ἱστορίαν, καὶ ὅτι οὔτε τὰ Νικαινέτου (673 BC) οἶδεν οὔτε

τὰ Ἀνακρέοντος (637 D) ὁ συγγραφεύς· ἀπέδειξε δὲ καὶ διαφωνοῦντα

αὐτὸν κατ' ἔνια τῶν ἱστορηθέντων παρὰ τῶι Μηνοδότωι (82).

15

SCHOL. APOLL. RHOD. IV 1561: Εὐρύπυλος Ποσειδῶνος

υἱὸς καὶ Κελαινοῦς τῆς Ἄτλαντος, βασιλεὺς δὲ Κυρήνης. Φύλαρχος δὲ ἐν

ἑβδόμωι Εὔρυτον αὐτὸν καλεῖ καὶ ἀδελφὸν αὐτοῦ ἀναγράφει Λυκάονα.

Ἀκέσανδρος δὲ ἐν πρώτωι περὶ Κυρήνης (III) μετ' αὐτὸν βασιλεῦσαί φησι

Λιβύης Κυρήνην τὴν Ὑψέως.

16*

SCHOL. APOLL. RHOD. II 498: Ἀκέστωρ (?) ... ἱστορεῖ

ἐπ' Εὐρυπύλου βασιλεύοντος Κυρήνης ὡς ὑπὸ Ἀπόλλωνος διακομισθείη ἡ

Κυρήνη, λέοντος δὲ τὴν χώραν λυμαινομένου προθείη τὴν βασιλείαν ὁ Εὐρύ-

πυλος ἆθλον τῶι ἀποκτενοῦντι τὸν λέοντα· τὴν δὲ διαχρήσασθαι αὐτὸν καὶ

τὴν βασιλείαν λαβεῖν. παῖδας δὲ αὐτῆς γενέσθαι Αὐτοῦχον καὶ Ἀρισταῖον.

φησὶ δὲ αὐτὴν Φύλαρχος ἐλθεῖν μετὰ πλειόνων εἰς Λιβύην, τούτων δὲ ἐκ-

πεμφθέντων ἐπὶ τὴν κυνηγεσίαν τούτοις καὶ αὐτὴν συνεξελθεῖν κἀκεῖ ἀνελεῖν

τὸν λέοντα καὶ λαβεῖν τὴν βασιλείαν. ἐγέννησε δὲ ἐξ Ἀπόλλωνος παῖδας δύο, Αὐ-

τοῦχον καὶ Ἀρισταῖον· Αὐτοῦχος μὲν ἐν Λιβύηι ἔμεινεν, Ἀρισταῖος δὲ ἀφίκετο εἰς Κέω.

17

APOLLON. Hist. mir. 14: Φύλαρχος ἐν τῆι η̅ τῶν Ἱστο-

ριῶν καὶ κατὰ τὸν Ἀράβιόν φησι κόλπον πηγὴν εἶναι ὕδατος, ἐξ οὗ εἴ τις

τοὺς πόδας χρίσειεν, συμβαίνειν εὐθέως ἐντείνεσθαι ἐπὶ πολὺ τὸ αἰδοῖον,

καὶ τινῶν μὲν μηδ' ὅλως συστέλλεσθαι, τινῶν δὲ μετὰ μεγάλης κακο-

παθείας καὶ θεραπείας ἀποκαθίστασθαι.

18

SEXT. EMP. adv. math. I 262 (SCHOL. EURIP. Alk. 1;

SCHOL. PIND. P. III 96): Φύλαρχος δὲ ἐν τῆι ἐνάτηι διὰ τὸ τοὺς Φινέως

υἱοὺς τυφλωθέντας ἀποκαταστῆσαι, χαριζόμενον αὐτῶν τῆι μητρὶ Κλεο-

πάτραι τῆι Ἐρεχθέως (sc. κεραυνωθῆναι τὸν Ἀσκληπιὸν λέγει).

19

Athen. VI 78 p. 261 B: καὶ Δημήτριος δ' ὁ Πολιορκητὴς φιλόγελως

ἦν, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῆι δεκάτηι τῶν Ἱστοριῶν.

20

—XII 51 p. 536 D: Φύλαρχος δὲ ἐν τῆι ι̅ τῶν Ἱστοριῶν

Θραικῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι Ἰσάνθην, τρυφῆι

πάντας τοὺς καθ' ἑαυτὸν ὑπερβαλλόμενον. ἦν δὲ καὶ πλούσιος καὶ καλός.

21

—XIII 89 p. 609 B C: καλλίστη δ' ἦν καὶ Παντίκα ἡ

Κυπρία, περὶ ἧς φησι Φύλαρχος ἐν τῆι δεκάτηι τῶν Ἱστοριῶν ὅτι παρ'

Ὀλυμπιάδι οὖσαν τῆι Ἀλεξάνδρου μητρὶ ἤιτει πρὸς γάμον Μόνιμος ὁ

Πυθίωνος. καὶ ἐπεὶ ἦν ἀκόλαστος ἡ γυνή, ἔφη ἡ Ὀλυμπιάς· ‘ὦ πόνηρε,

τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῶι νῶι.’ καὶ τὴν καταγαγοῦσαν δὲ Πεισί-

στρατον ἐπὶ τὴν τυραννίδα, ὡς Ἀθηνᾶς † πειραν εἶδος ἔχουσαν, καλήν φησι γεγονέναι,

ἥτις καὶ τῆι θεῶι εἴκαστο τὴν μορφήν. στεφανόπωλις δ' ἦν, καὶ αὐτὴν ἐξέδωκε πρὸς

γάμου κοινωνίαν ὁ Πεισίστρατος Ἱππάρχωι τῶι υἱῶι, ὡς Ἀντικλείδης ἱστορεῖ ἐν η̅

Νόστων (140 F 6): ‘ἐξέδωκεν ...’

22

Phot. Suid. s. τιάρα (Schol. Arist. av. 487): κόσμος ἐπικεφάλαιος,

ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ κεκλιμένην. καὶ

Δημάρατος ὁ Λακεδαιμόνιος, ὃς δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰς Ἀθήνας, ἐπί τινος

εὐημερίας συγχωρήσαντος αὐτῶι τοῦ βασιλέως ὃ θέλει αἰτήσασθαι, ἠιτήσατο ἐν ὀρθῆι

τῆι τιάραι εἰς Σάρδεις εἰσελάσαι, ὡς Φύλαρχος ἐν ι̅.

23

ATHEN. XII 37 p. 528 C: τοὺς δὲ Κουρῆτας Φύλαρχος

διὰ τῆς ι̅α̅ τῶν Ἱστοριῶν Αἰσχύλον ἱστορεῖν διὰ τὴν τρυφὴν τυχεῖν τῆς

προσηγορίας (F 313 N2): ‘χλιδῶν τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς·

ὅθεν καλεῖν Κουρῆτα λαὸν ἤινεσαν.’

24

ATHEN. XIII 64 p. 593 B—D: Δανάην δὲ τὴν Λεοντίου

τῆς Ἐπικουρείου θυγατέρα ἑταιριζομένην καὶ αὐτὴν Σώφρων εἶχεν ὁ ἐπὶ

τῆς Ἐφέσου· δι' ἣν αὐτὸς μὲν ἐσώθη ἐπιβουλευόμενος ὑπὸ Λαοδίκης, ἡ

δὲ κατεκρημνίσθη, ὡς γράφει Φύλαρχος διὰ τῆς δωδεκάτης τάδε 〈λέγων〉·

<«ἡ πάρεδρος τῆς Λαοδίκης Δανάη, πιστευομένη ὑπ' αὐτῆς

τὰ πάντα, Λεοντίου δ' οὖσα τῆς μετ' Ἐπικούρου τοῦ

φυσικοῦ σχολασάσης θυγάτηρ, Σώφρονος δὲ γεγονυῖα

πρότερον ἐρωμένη, παρακολουθοῦσα διότι ἀποκτεῖναι

βούλεται τὸν Σώφρονα ἡ Λαοδίκη διανεύει τῶι Σώφρονι

μηνύουσα τὴν ἐπιβουλήν. ὁ δὲ συλλαβὼν καὶ προσποιη-

θεὶς συγχωρεῖν περὶ ὧν λέγει δυ' ἡμέρας παρηιτήσατο

εἰς σκέψιν· καὶ συγχωρησάσης νυκτὸς ἔφυγεν εἰς Ἔφε-

σον. μαθοῦσα δὲ ἡ Λαοδίκη τὸ ποιηθὲν ὑπὸ τῆς Δανάης

κατεκρήμνισεν τὴν ἄνθρωπον, οὐδὲν τῶν προγεγενη-

μένων φιλανθρώπων ἐπὶ νοῦν βαλομένη. τὴν δὲ Δανάην

φασίν, ὡς ἤισθετο τὸν ἐπηρτημένον αὐτῆι κίνδυνον,

ἀνακρινομένην ὑπὸ τῆς Λαοδίκης οὐδ' ἀποκρίσεως

αὐτὴν ἀξιῶσαι, ἀπαγομένην τε ἐπὶ τὸν κρημνὸν εἰπεῖν

ὡς δικαίως οἱ πολλοὶ καταφρονοῦσι τοῦ θείου, ὅτε ‘ἐγὼ

μὲν τὸν γενόμενόν μοι ἄνδρα σώσασα τοιαύτην χάριτα

παρὰ τοῦ δαιμονίου λαμβάνω, Λαοδίκη δὲ τὸν ἴδιον

ἀποκτείνασα τηλικαύτης τιμῆς ἀξιοῦται.’»>

25

ATHEN. XV 48 p. 693 EF (EUST. Od. κ 519): παρὰ δὲ

τοῖς † Ἕλλησι ὡς θύοντες τῶι Ἡλίωι, ὥς φησι Φύλαρχος ἐν τῆι ι̅β̅ τῶν

Ἱστοριῶν, μέλι σπένδουσιν, οἶνον οὐ φέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες

τὸν τὰ ὅλα συνέχοντα καὶ διακρατοῦντα θεὸν καὶ ἀεὶ περιπολοῦντα τὸν

κόσμον ἀλλότριον εἶναι μέθης.

26

—XIII 85 p. 606 D E: Φύλαρχος γοῦν ἐν τῆι δωδεκάτηι

<«Κοίρανος»> φησίν <«ὁ Μιλήσιος ἰδὼν ἁλιέας τῶι δικτύωι

λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν ἀργύριον

δοὺς καὶ παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος. καὶ

μετὰ ταῦτα ναυαγίαι χρησάμενος περὶ Μύκονον καὶ

πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη ὁ Κοί-

ρανος. τελευτήσαντος δ' αὐτοῦ γηραιοῦ ἐν τῆι πατρίδι

καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ

τύχην [ἐν τῆι Μιλήτωι], ἐν τῶι λιμένι πλῆθος δελφίνων

ἐφάνη ἐν τῆι ἡμέραι ἐκείνηι μικρὸν ἀπωτέρω τῶν

συνεκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων

καὶ συγκηδευόντων τὸν ἄνθρωπον.»>

27

AELIAN. NA XVII 5: Φύλαρχος ἐν τῆι δωδεκάτηι ὑπὲρ

τῶν Αἰγυπτίων ἀσπίδων ἄιδει τοιαῦτα. τιμάσθαι φησὶν αὐτὰς ἰσχυρῶς,

καὶ ἐκ ταύτης γε τῆς τιμῆς ἡμερωτάτας τε καὶ χειροήθεις γίνεσθαι ἐκ

τῆς τροφῆς πεπωλευμένας. τοῖς παιδίοις οὖν συντρεφομένας μηδὲν ἀδι-

κεῖν, καὶ καλουμένας δὲ ἐξέρπειν τῶν φωλεῶν καὶ ἀφικνεῖσθαι. κλῆσις δὲ

αὐταῖς ὁ τῶν δακτύλων ἐστὶ κρότος. προτείνουσι δὲ ἄρα οἱ Αἰγύπτιοι

καὶ ξένια αὐταῖς. ἐπὰν γὰρ ἀπὸ δείπνου γένωνται, ἄλφιτα οἴνωι καὶ

μέλιτι ἀναδεύσαντες κατὰ τῆς τραπέζης τιθέασιν, ἐφ' ἧς ἔτυχον δε-

δειπνηκότες, εἶτα μέντοι κροτήσαντες οἱονεὶ δαιτυμόνας καλοῦσι. καὶ

ἐκεῖναι ὥσπερ οὖν ὑπὸ συνθήματι παραγίνονται, καὶ ἄλλη ἀλλαχόθεν

ἐξέρπει, καὶ περιστᾶσαι τὴν τράπεζαν τὴν μὲν λοιπὴν σπεῖραν ἐῶσι κατὰ

τοῦ δαπέδου, ἄρασαι δὲ τὴν κεφαλὴν περιλιχμῶνται, καὶ ἡσυχῆ καὶ κατ'

ὀλίγον ἐμπίμπλανται τῶν ἀλφίτων καὶ καταναλίσκουσιν αὐτά. νύκτωρ δὲ

ἐὰν ἐπείγηι τι τοὺς Αἰγυπτίους, κροτοῦσι πάλιν· ὑποσημαίνει δ' ἄρα ὅδε

ὁ ψόφος ἐξίστασθαί τε αὐτὰς καὶ ἀναχωρεῖν. οὐκοῦν συνιᾶσιν καὶ ἐκεῖ-

ναι τὴν τοῦ κτύπου διαφορὰν καὶ ἐφ' ὅτωι τοῦτο δρᾶται, καὶ παραχρῆμα

ἀναστέλλονται καὶ ἀφανίζονται, ἐς τοὺς χηραμούς τε καὶ φωλεοὺς ἕρπου-

σαι. ὁ γοῦν ἀνιστάμενος οὔτε ἐμβαίνει τινὶ αὐτῶν οὔτε περιπίπτει.

28*

PLIN. NH X 208: de aspide miraculum Phylarcho

reddatur. is enim auctor est, cum ad mensam cuiusdam veniens in

Aegypto aleretur adsidue, enixa catulos, quorum ab uno filium hospitis

interemptum, illam reversam ad consuetudinem cibi intellexisse culpam

et necem intulisse catulo nec postea in tectum id reversam.

29

ATHEN. VI 66 p. 254 F—255 A: κόλακας δ' εἶναί φησι

Φύλαρχος καὶ τοὺς ἐν Λήμνωι κατοικοῦντας Ἀθηναίων ἐν τῆι τρισκαι-

δεκάτηι τῶν Ἱστοριῶν. χάριν γὰρ ἀποδιδόντες τοῖς Σελεύκου καὶ Ἀντιόχου

ἀπογόνοις, ἐπεὶ αὐτοὺς ὁ Σέλευκος πικρῶς ἐπιστατουμένους ὑπὸ Λυσι-

μάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας,

οἱ Λημνόθεν Ἀθηναῖοι οὐ μόνον ναοὺς κατεσκεύασαν τοῦ Σελεύκου, ἀλλὰ

καὶ τοῦ υἱοῦ Ἀντιόχου· καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις

Σελεύκου Σωτῆρος καλοῦσιν.

30

ATHEN. XIII 64 p. 593 E: ὁ δ' αὐτὸς Φύλαρχος καὶ περὶ

Μύστας ἱστορεῖ ἐν τῆι τεσσαρεσκαιδεκάτηι οὕτως· <«Μύστα Σελεύκου

τοῦ βασιλέως ἐρωμένη ἦν· ἥτις ὑπὸ Γαλατῶν Σελεύκου

νικηθέντος καὶ μόλις ἐκ τῆς φυγῆς διασωθέντος αὐτὴ

μεταμφιεσαμένη τὴν βασιλικὴν ἐσθῆτα καὶ ῥάκια λα-

βοῦσα θεραπαινίδος τῆς τυχούσης συλληφθεῖσα ἀπήχθη

μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ πραθεῖσα ὁμοίως ταῖς

ἑαυτῆς θεραπαινίσιν ἦλθεν εἰς Ῥόδον. ἔνθα ἐκφήνασα

ἑαυτὴν ἥτις ἦν περισπουδάστως ὑπὸ τῶν Ῥοδίων τῶι

Σελεύκωι διεπέμφθη.»>

31

—VI 78 p. 261 B: ἐν δὲ τῆι τεσσαρεσκαιδεκάτηι γράφει

οὕτως· <«περιεώρα Δημήτριος (sc. ὁ Πολιορκητής) τοὺς

κολακεύοντας αὐτὸν ἐν τοῖς συμποσίοις καὶ ἐπιχεο-

μένους Δημητρίου μὲν μόνου βασιλέως, Πτολεμαίου δὲ

[μόνου] ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Σελεύκου

δ' ἐλεφαντάρχου. καὶ ταῦτα αὐτῶι οὐ τὸ τυχὸν συνῆγε

μῖσος.»>

32a

PARTHEN. narr. am. 15: Περὶ Δάφνης. ἡ ἱστορία

παρὰ Διοδώρωι τῶι Ἐλαίτηι ἐν ἐλεγείαις καὶ Φυλάρχωι ἐν ι̅ε̅. περὶ δὲ

τῆς Ἀμύκλα θυγατρὸς τάδε λέγεται Δάφνης. αὕτη τὸ μὲν ἅπαν εἰς πόλιν οὐ

κατήιει οὐδ' ἀνεμίσγετο ταῖς λοιπαῖς παρθένοις, παρασκευασαμένη δὲ πολλοὺς

κύνας ἐθήρευεν καὶ ἐν τῆι Λακωνικῆι καὶ ἔστιν ὅτε ἐπιφοιτῶσα εἰς τὰ

λοιπὰ τῆς Πελοποννήσου ὄρη. δι' ἣν αἰτίαν μάλα καταθύμιος ἦν Ἀρτέ-

μιδι, καὶ αὐτὴν εὔστοχα βάλλειν ἐποίει. (2) ταύτης περὶ τὴν Ἠλιδίαν

ἀλωμένης Λεύκιππος, Οἰνομάου παῖς, εἰς ἐπιθυμίαν ἦλθε καὶ τὸ μὲν ἄλλως

πως αὐτῆς πειρᾶσθαι ἀπέγνω, ἀμφιεσάμενος δὲ γυναικείαις ἀμπεχόναις

καὶ ὁμοιωθεὶς κόρηι συνεθήρα αὐτῆι. ἔτυχε δέ πως αὐτῆι κατὰ νοῦν

γενόμενος οὐ μεθίει τε αὐτὸν ἀμφιπεσοῦσά τε καὶ ἐξηρτημένη πᾶσαν ὥραν.

(3) Ἀπόλλων δὲ καὶ αὐτὸς τῆς παιδὸς πόθωι καιόμενος ὀργῆι τε καὶ

φθόνωι εἴχετο τοῦ Λευκίππου συνόντος καὶ ἐπὶ νοῦν αὐτῆι βάλλει σὺν

ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι. ἔνθα δὴ ὡς

ἀφικόμεναι ἀπεδιδύσκοντο καὶ ἑώρων τὸν Λεύκιππον μὴ βουλόμενον,

περιέρρηξαν αὐτόν. μαθοῦσαι δὲ τὴν ἀπάτην καὶ ὡς ἐπεβούλευεν αὐταῖς,

πᾶσαι μεθίεσαν εἰς αὐτὸν τὰς αἰχμάς. (4) καὶ ὁ μὲν δὴ κατὰ θεῶν βού-

λησιν ἀφανὴς γίνεται, Ἀπόλλωνα δὲ Δάφνη ἐπ' αὐτὴν ἰόντα προιδομένη

μάλα ἐρρωμένως ἔφευγεν. ὡς δὲ συνεδιώκετο, παρὰ Διὸς αἰτεῖται ἐξ

ἀνθρώπων ἀπαλλαγῆναι. καὶ αὐτήν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπι-

κληθὲν ἀπ' ἐκείνης δάφνην.

32b

PLUTARCH. Agis 9:

τὴν φιλοχρημοσύνην ὡς ὀλέθριον τῆι Σπάρτηι

φυλάττεσθαι διακελευομένων, καὶ τῶν ἔναγχος ἐκ Πασιφάας κεκομισμένων

αὐτοῖς. ἱερὸν δὲ Πασιφάας καὶ μαντεῖον ἦν ἐν Θαλάμαις τιμώμενον .....

ὁ δὲ Φύλαρχος Ἀμύκλα θυγατέρα Δάφνην τοὔνομά φησιν ὑποφυγοῦσαν

Ἀπόλλωνα βουλόμενον αὐτῆι μιγῆναι καὶ μεταβαλοῦσαν εἰς τὸ φυτὸν ἐν

τιμῆι τοῦ θεοῦ γενέσθαι καὶ μαντικὴν λαβεῖν δύναμιν. ἔφασαν οὖν καὶ

τὰ παρὰ ταύτης μαντεῖα προστάττειν τοῖς Σπαρτιάταις ἴσους γενέσθαι

πάντας καθ' ὃν ὁ Λυκοῦργος ἐξ ἀρχῆς ἔταξε νόμον.

33

JOANN. LYD. De mens. IV 154 p. 171, 3 Wü: ἐν δὲ τῶι

κατ' αὐτὸν (sc. Κρόνον) ἱερῶι, ὥς φησι Φύλ〈αρχος ἐν τῆι ἑ〉πτακαιδεκάτηι

καὶ Μένανδρός γε 〈ἐν〉 α̅ (III), οὔτε γυνὴ οὔτε 〈κύων οὔτ〉ε μυῖ〈α〉 εἰσήιει.

34

ATHEN. XIII 89 p. 609 AB: Φύλαρχος δὲ ἐν τῆι ἐννεα-

καιδεκάτηι Τιμῶσάν φησι τὴν Ὀξυάρτου παλλακίδα πάσας γυναῖκας ὑπερ-

βεβληκέναι κάλλει. ταύτην δ' ἀπεστάλκει δῶρον ὁ τῶν Αἰγυπτίων βασι-

λεὺς Στατίραι τῆι βασιλέως γυναικί.

35a

APOLLON. Hist. mir. 18: Φύλαρχος ἐν κ̅ τῶν Ἱστοριῶν

ἐκ τῆς Ἰνδικῆς φησιν ἐνεχθῆναι λευκὴν ῥίζαν, ἣν κόπτοντας μεθ' ὕδατος

καταπλάττειν τοὺς πόδας, τοὺς δὲ καταπλασθέντας ἄνδρας τῆς συνουσίας

λήθην ἴσχειν καὶ γίγνεσθαι ὁμοίους εὐνούχοις. διὸ καὶ ἔτι ἀνήβων ὄντων

καταχρίουσι, καὶ μέχρι θανάτου οὐκ ἐπαίρουσιν.

35b

ATHEN. I 32

p. 18 D E: Φύλαρχος δὲ Σανδρόκοττόν φησι τὸν Ἰνδῶν βασιλέα Σελεύκωι

μεθ' ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας δυνάμεις στυτικὰς τοιαύτας ὡς

ὑπὸ τοὺς πόδας τιθεμένας τῶν συνουσιαζόντων οἷς μὲν ὁρμὰς ἐμποιεῖν

ὀρνίθων δίκην, οὓς δὲ καταπαύειν.

36

ATHEN. XIII 85 p. 606 F—607 A: ὁ δὲ αὐτὸς ἱστορεῖ

Φύλαρχος διὰ τῆς εἰκοστῆς ὅσην ἐλέφας τὸ ζῶιον φιλοστοργίαν ἔσχεν εἰς

παιδίον. γράφει δὲ οὕτως· <«τούτωι δὲ τῶι ἐλέφαντι συνε-

τρέφετο θήλεια ἐλέφας, ἣν Νίκαιαν ἐκάλουν· ἧι τελευ-

τῶσα ἡ τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὑτῆς τρια-

κοσταῖον παρακατέθετο. ἀποθανούσης δὲ τῆς ἀνθρώπου

δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παι-

δίον· οὔτε γὰρ ἀπ' αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέ-

μενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ὅτ' οὖν

ἡ τροφὸς ἐμπλήσειεν αὐτὸ τοῦ γάλακτος, ἀνὰ μέσον

τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφηι. εἰ δὲ μὴ

τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. καὶ

μετὰ ταῦτα δι' ὅλης τῆς ἡμέρας [τοὺς] καλάμους λαμ-

βάνων ἐκ τῶν παρατιθεμένων χορτασμάτων καθεύ-

δοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει· ὅτε δὲ κλαίοι,

τῆι προβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν

αὐτό. τὸ δ' αὐτὸ ἐποίει καὶ ὁ ἄρρην ἐλέφας πολλάκις.»>

37

ATHEN. VI 55 p. 249 D: (Duris 76 F 3 = Theopomp. 115

F 280) Φύλαρχος δ' ἐν τῆι πρώτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν γελάσαντα

τὸν Φίλιππον ἐπὶ τούτωι καλέσαι τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδίωνα καὶ

οὕτω τὴν ἔχθραν διαλύσασθαι.

38

HARPOKR. s. Πάραλος· ... μία τῶν παρ' Ἀθηναίων πρὸς

τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα

λαβοῦσα Παράλου .... μέμνηται δὲ τοῦ Παράλου ἥρωος καὶ Φύλαρχος ἐν κ̅α̅.

39

ATHEN. XI 6 p. 462 B: πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς

τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ' ὧι ἐστι τὸ Κάδμου

καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῆι δευτέραι καὶ εἰκοστῆι

τῶν Ἱστοριῶν.

40

—XII 51 p. 536 D E: ἐν δὲ τῆι δευτέραι καὶ εἰκοστῆι

ὁ αὐτὸς Πτολεμαῖόν φησι τὸν δεύτερον Αἰγύπτου βασιλεύσαντα, πάντων

σεμνότατον γενόμενον τῶν δυναστῶν καὶ παιδείας εἴ τινα καὶ ἄλλον καὶ

αὐτὸν ἐπιμεληθέντα, οὕτως ἐξαπατηθῆναι τὴν διάνοιαν καὶ διαφθαρῆναι

ὑπὸ τῆς ἀκαίρου τρυφῆς ὥστε τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι

καὶ λέγειν ὅτι μόνος εὕροι τὴν ἀθανασίαν. κατατεινόμενον οὖν ὑπὸ

ποδάγρας πλείους ἡμέρας, ὥς ποτ' οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων

ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ

τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν·

‘ὦ τάλας ἐγώ, τὸ μηδὲ τούτων ἕνα γενέσθαι’.

41

ATHEN. XII 55 p. 539 B—540 A: Φύλαρχος δ' ἐν τῆι

τρίτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ἐν τῶι δεκά-

τωι Περὶ Ἀσίας (86 F 3) καὶ τοὺς ἑταίρους φασὶ τοὺς Ἀλεξάνδρου ὑπερ-

βαλλούσηι τρυφῆι χρήσασθαι. ὧν εἷς ὢν καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν

ταῖς κρηπῖσι [καὶ τοῖς ὑποδήμασιν] ἐφόρει. Κλεῖτος δ' ὁ Λευκὸς καλού-

μενος ὅτε χρηματίζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς

ἐντυγχάνουσιν διελέγετο. Περδίκκαι δὲ καὶ Κρατερῶι φιλογυμναστοῦσιν

ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ' αἷς περιλαμβάνοντες

τόπον 〈εὐμεγέθη〉 ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο· ἠκολούθει

δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῆι

παλαίστραι χρείαν. Λεοννάτωι δὲ καὶ Μενελάωι φιλοκυνήγοις οὖσιν αὐλαῖαι

σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν. τὰς

δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον, ὑφ' ἣν οἱ Περσῶν βασι-

λεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἔχουσαν καὶ

τῶν Ἰνδικῶν ἀνθράκων ἄλλων τε παντοδαπῶν λίθων ὑπερβαλλόντων ταῖς

πολυτελείαις, ἐλάττω φησὶν ὁ Φύλαρχος φαίνεσθαι τῆς καθ' ἡμέραν ἑκάστοτε

γινομένης παρ' Ἀλεξάνδρωι δαπάνης. ἦν γὰρ αὐτοῦ ἡ σκηνὴ κλινῶν ρ̅,

χρυσοὶ δὲ κίονες ν̅ κατεῖχον αὐτήν. οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι

ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον. καὶ

πρῶτοι μὲν Πέρσαι φ̅ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς

καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι· μετὰ δὲ τούτους τοξόται τὸν ἀριθμὸν

χίλιοι, οἳ μὲν φλόγινα ἐνδεδυκότες, οἳ δὲ ὑσγινοβαφῆ, πολλοὶ δὲ καὶ κυάνεα

εἶχον περιβόλαια. προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες

πεντακόσιοι. κατὰ δὲ μέσην τὴν σκηνὴν χρυσοῦς ἐτίθετο δίφρος, ἐφ' οὗ

καθήμενος ἐχρημάτιζεν ὁ Ἀλέξανδρος, τῶν σωματοφυλάκων πανταχόθεν

ἐφεστηκότων. ἔξωθεν δὲ κύκλωι τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα

διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι Μακεδονικὰς στολὰς ἔχοντες,

εἶτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν ἔχον πλῆθος εἰς πεντακοσίους

ἦν, οἷς Ἀλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην. τοσούτων δὲ ὄντων

καὶ τῶν φίλων καὶ τῶν θεραπευόντων οὐδεὶς ἐτόλμα προσπορεύεσθαι

Ἀλεξάνδρωι· τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα. ἔγραψεν δὲ καί

ποτε Ἀλέξανδρος [καὶ] ταῖς ἐν Ἰωνίαι πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως

αὐτῶι πορφύραν ἀποστείλωσιν· ἤθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουρ-

γὰς ἐνδῦσαι στολάς. ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεό-

κριτος ὁ σοφιστὴς νῦν ἐγνωκέναι ἔφη τὸ παρ' Ὁμήρωι εἰρημένον (Ε 83)

‘ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή’.

42

ATHEN. XIII 91 p. 610 D: ὅστις οὖν οὐδὲ τοῦτ' οἶδας,

καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος, ὅτι ἐν ταῖς Κείων πόλεσιν

οὔτε ἑταίρας οὔτε αὐλητρίδας ἰδεῖν ἐστι; καὶ ὁ Μυρτίλος· ‘τοῦτο δὲ ποῦ

εἴρηκεν ὁ Φύλαρχος; κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν ἱστορίαν’. εἰπόν-

τος δέ ‘ἐν τῆι τρίτηι καὶ εἰκοστῆι’ ......

43

ATHEN. VI 102 p. 271 EF: οἱ δὲ μόθακες καλούμενοι παρὰ

Λακεδαιμονίοις ἐλεύθεροι μέν εἰσιν, οὐ μὴν Λακεδαιμόνιοι. λέγει δὲ περὶ

αὐτῶν Φύλαρχος ἐν τῆι πέμπτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν οὕτως· <«εἰσὶ

δ' οἱ μόθακες σύντροφοι τῶν Λακεδαιμονίων. ἕκαστος

γὰρ τῶν πολιτικῶν παίδων, ὣς ἂν κατὰ τὰ ἴδια ἐκποιῶ-

σιν, οἱ μὲν ἕνα, οἱ δὲ δύο, τινὲς δὲ πλείους ποιοῦνται

συντρόφους αὑτῶν. εἰσὶν οὖν οἱ μόθακες ἐλεύθεροι μέν,

οὐ μὴν Λακεδαιμόνιοί γε, μετέχουσιν δὲ τῆς παιδείας

πάσης. τούτων ἕνα φασὶ γενέσθαι καὶ Λύσανδρον τὸν

καταναυμαχήσαντα τοὺς Ἀθηναίους, πολίτην γενόμενον

δι' ἀνδραγαθίαν.»>

44

—IV 20—21 p. 141 F—142 F: Φύλαρχος γοῦν ἐν τῆι [̅ι̅]̅ε̅

καὶ κ̅ τῶν Ἱστοριῶν τάδε γράφει περὶ αὐτῶν· <«Λακεδαιμόνιοι εἰς

μὲν τὰ φιδίτια οὐκ ἤρχοντο κατὰ τὸ πάτριον ἔθος· ὅτε

δὲ καὶ παραγένοιντο, μικρὰ συμπεριενεχθεῖσι νόμου

χάριν παρεσκευάζετο καὶ πάλιν αὐτοῖς στρωμναί τε τοῖς

μεγέθεσιν οὕτως ἐξησκημέναι πολυτελῶς καὶ τῆι ποικι-

λίαι διαφόρως ὥστε τῶν ξένων ἐνίους τῶν παραληφθέν-

των ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν.

οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διακαρτεροῦν-

τες [τῆς κλίνης] παρ' ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγ-

κῶνα ἅπαξ ἐρείσειαν, ** εἰς δὲ τὴν προειρημένην τρυ-

φὴν ἦλθον ποτηρίων τ' ἐκθέσεις πολλῶν καὶ βρωμάτων

παντοδαπῶς πεποιημένων παραθέσεις, ἔτι δὲ μύρων

ἐξηλλαγμένων, ὡς δ' αὕτως οἴνων καὶ τραγημάτων. καὶ

τούτων ἦρξαν οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες

Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες· οὓς

τοσοῦτον [αὖθις] ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῶν ἐν

Σπάρτηι γενομένων κατ' ἐκεῖνον τὸν χρόνον τῆι πολυτε-

λείαι τῆι καθ' αὑτούς, ὥστε δοκεῖν τὸν Ἄρεα καὶ τὸν

Ἀκρότατον εὐτελείαι πάντας ὑπερβεβληκέναι τοὺς ἀφε-

λεστάτους τῶν πρότερον. Κλεομένης δὲ πολὺ διενέγκας

τῶι τε συνιδεῖν πράγματα καίτοι νέος ὢν ** καὶ κατὰ

τὴν δίαιταν ἀφελέστατος γέγονεν. ἤδη γὰρ τηλικούτων

πραγμάτων ἡγούμενος ἔμφασιν τοῖς παραλαμβανομέ-

νοις πρὸς τὴν θυσίαν ἐποίει, διότι τὰ παρὰ ἐκείνοις

τῶν παρ' αὐτὸν οὐδὲν καταδεέστερον εἴη παρασκευαζό-

μενα. πολλῶν δὲ πρεσβειῶν παραγινομένων πρὸς αὐτὸν

οὐδέποτε ἐνωρίστερον τοῦ κατειθισμένου συνῆγεν και-

ροῦ πεντακλίνου τε διεστρώννυτο οὐδέποτε πλεῖον· ὅτε

δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρόσταγμα οὐκ

ἐγίνετο δι' ἐδεάτρου τίς εἵσεται καὶ κατακλιθήσεται

πρῶτος, ἀλλ' ὁ πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ

μή τιν' αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο δὲ ἐπὶ τὸ

πολὺ μετὰ τἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν

ἡλικιωτῶν. ἐπί τε τῶι τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο

καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ

κύαθος, ἡ δ' ἐπίχυσις χαλκῆ. πιεῖν δ' οὐ προσεφέρετο

εἰ μή τις αἰτήσειεν· ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δεί-

πνου, αὐτῶι δὲ πολὺ πρώτωι· καὶ ὅτε προσνεύσειεν

ἐκεῖνος, οὕτως ἤιτουν καὶ οἱ λοιποί. τὰ δὲ παρατιθέμενα

ἐπὶ μὲν τραπεζίου ἦν τοῦ τυχόντος, τὰ δὲ λοιπὰ ὥστε

μήθ' ὑπεραίρειν μήτ' ἐλλείπειν, ἀλλ' ἱκανὰ ἅπασι γίνε-

σθαι καὶ μὴ προσδεῖσθαι τοὺς παρόντας. οὔτε γὰρ οὕ-

τως ὤιετο δεῖν ὥσπερ ἐν τοῖς φιδιτίοις δέχεσθαι ζωμῶι

καὶ κρεαιδίοις ἀφελῶς οὔτε πάλιν οὕτως ὑπερτείνειν

ὡς εἰς τὸ μηθὲν δαπανᾶν, ὑπερβάλλοντα τὸ σύμμετρον

τῆς διαίτης. τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δ'

ὑπερήφανον. ὁ δ' οἶνος ἦν μικρῶι βελτίων, ὅτε παρείη-

σάν τινες. ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, ὅ τε

παῖς ἐφειστήκει κεκραμένον ἔχων τὸ ποτὸν καὶ τῶι αἰ-

τοῦντι προσέφερε. τὸν αὐτὸν δὲ τρόπον καὶ μετὰ τὸ

δεῖπνον οὐ πλεῖον ἐδίδοτο δύο κυάθων, καὶ τοῦτο προσ-

νεύσαντι προσεφέρετο. ἀκρόαμα> δὲ οὐδὲν <οὐδέποτε παρ-

〈εισ〉επορεύετο, διετέλει δ' αὐτὸς προσομιλῶν πρὸς

ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν,

τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν

ἅπαντας.»>

45

ATHEN. XII 20—21 p. 521 B—E: Φύλαρχος δ' ἐν τῆι

πέμπτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος

ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῶι μηδ' ἀνθινὰ φορεῖν μηδ' ἐσθῆτας

ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς, ἐὰν μή τις αὐτῶν συγχωρῆι ἑταίρα εἶναι

κοινή, καὶ ὅτι ἄλλος ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ' ἐσθῆτι

περιέργωι χρῆσθαι καὶ διαλλαττούσηι, ἐὰν μὴ ὁμολογῆι μοιχεύειν ἢ κίναι-

δος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ

μοιχευθησομένην· ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων

ἀκολουθούσης αὐτῆι μιᾶς θεραπαινίδος, <«Συβαρῖται»,> φησίν, <«ἐξο-

κείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον 〈περὶ τοῦ〉 τὰς

γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας

καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν † παρασκευὴν ποιεῖσθαι,

ἵνα ἀξίως ποιούμενοι 〈διὰ〉 τοῦ χρόνου τῶν τε ἱματίων

καὶ τοῦ λοιποῦ κόσμου 〈τὴν παρασκευὴν〉 προάγωσιν οὕ-

τως εἰς τὰς κλήσεις. εἰ δέ τις τῶν ὀψοποιῶν ἢ μαγείρων

ἴδιον εὕροι βρῶμα καὶ περιττόν, [τὴν] ἐξουσίαν μὴ εἶναι

χρήσασθαι τούτωι ἕτερον πρὸ ἐνιαυτοῦ ἀλλ' 〈ἢ〉 αὐτῶι

τῶι εὑρόντι, τὸν χρόνον τοῦτον ὅπως ὁ πρῶτος εὑρὼν

καὶ τὴν ἐργασίαν ἔχηι, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦν-

τας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις. ὡσαύτως δὲ

μηδὲ τοὺς τὰς ἐγχέλεις πωλοῦντας τέλος ἀποτίνειν μηδὲ

τοὺς θηρεύοντας. τὸν αὐτὸν τρόπον καὶ τοὺς τὴν πορ-

φύραν τὴν θαλαττίαν βάπτοντας καὶ τοὺς εἰσάγοντας

ἀτελεῖς ἐποίησαν. πάνυ οὖν ἐξοκείλαντες εἰς ὕβριν τὸ

τελευταῖον παρὰ Κροτωνιατῶν λ̅ πρεσβευτῶν ἡκόντων

ἅπαντας αὐτοὺς ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους τὰ σώ-

ματα ἐξέρριψαν καὶ ὑπὸ θηρίων εἴασαν διαφθαρῆναι.

αὕτη δ' αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο ἀρχή, μηνίσαντος

τοῦ δαιμονίου. ἔδοξαν γοῦν μετ' ὀλίγας ἡμέρας πάντες

αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῆι αὐτῆι

νυκτί· τὴν γὰρ Ἥραν ἰδόντες ἐλθοῦσαν εἰς μέσην τὴν

ἀγορὰν καὶ ἐμοῦσαν χολήν. ἀνέβλυσεν δὲ καὶ αἵματος

πηγὴ ἐν τῶι ἱερῶι αὐτῆς. καὶ οὐδὲ οὕτως ἔληξαν τῆς

ὑπερηφανίας, ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.»>

46

ATHEN. VI 58 p. 251 D: ἐν δὲ τῆι ὀγδόηι καὶ εἰκοστῆι ὁ

αὐτὸς Φύλαρχος Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους

ἑλόντος κόλακα γενέσθαι Ἀπολλοφάνη τὸν εἰπόντα τὴν Ἀντιγόνου τύχην

ἀλεξανδρίζειν.

47

SCHOL. ARISTEID. Panath. p. 320, 9 Ddf.: τὸ Παλλάδιον

... τὸ ἀπὸ Τροίας ... λέγει δὲ ἂν καὶ περὶ ἄλλων πολλῶν Παλλαδίων·

τοῦ τε κατ' Ἀλ〈αλ〉κομενὸν τὸν αὐτόχθονα καὶ τῶν παρὰ Ἀθηναίοις γε-

φυραίων καλουμένων, ὡς Φερεκύδης (3 F 179) καὶ Ἀντίοχος (VI) ἱστο-

ροῦσι· καὶ τῶν κατενηνεγμένων μὲν 〈ἐν〉 τῆι τῶν γιγάντων μάχηι, ὡς ἐν

Ἀγράφοις ὁ Φύλαρχός φησιν.

48

PLUT. Pyrrh. 27:

ἦν δὲ τὸ μὲν πλάτος αὐτῆς πήχεων ἕξ, τὸ δὲ

βάθος τεττάρων, τὸ δὲ μῆκος ὀκτάπλεθρον, ὡς ἱστορεῖ Φύλαρχος, ὡς δ'

Ἱερώνυμος (154 F 14), ἔλαττον.

49

PLIN. NH VIII 158: Phylarchus refert Centaretum e Galatis

in proelio occiso Antiocho potitum equo eius conscendisse ovantem, at illum

indignatione accensum domitis frenis, ne regi posset, praecipitem in abrupta

isse exanimatumque una.

50

ATHEN. II 51 p. 58 C: Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατί-

της ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῶι περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ

ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς

διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ· <«πρόπομά τι πρὸ τοῦ

δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.»>

51

PLUT. Kleom. 5:

τῶν δὲ Λακεδαιμονίων παντά-

πασι ταῖς γνώμαις ἀναπεσόντων καὶ τῶι Κλεομένει πρὸς τὰς στρατείας

ἐνισταμένων, ὥρμησε μεταπέμπεσθαι τὸν Ἄγιδος ἀδελφὸν Ἀρχίδαμον ἐκ

Μεσσήνης, ὧι βασιλεύειν ἀπὸ τῆς ἑτέρας οἰκίας ἦν προσῆκον, οἰόμενος

ἀμβλυτέραν τὴν τῶν ἐφόρων ἀρχὴν ἔσεσθαι τῆς βασιλείας ἰσορρόπου καὶ

ὁλοκλήρου γενομένης. οἱ δ' ἀνηιρηκότες πρότερον τὸν Ἆγιν αἰσθόμενοι

τοῦτο καὶ φοβηθέντες μὴ δίκην δῶσι τοῦ Ἀρχιδάμου κατελθόντος, ἐδέ-

ξαντο μὲν αὐτὸν εἰς τὴν πόλιν παραγενόμενον κρύφα καὶ συγκατῆγον,

εὐθὺς δ' ἀπέκτειναν, εἴτ' ἄκοντος τοῦ Κλεομένους, ὡς οἴεται Φύλαρχος,

εἴτε πεισθέντος ὑπὸ τῶν φίλων καὶ προεμένου τὸν ἄνθρωπον αὐτοῖς.

τῆς γὰρ αἰτίας τὸ πλεῖστον ἐπ' ἐκείνους ἦλθε, βεβιάσθαι τὸν Κλεομένη

δοκοῦντας.

52

PLUT. Arat. 38: διὸ καὶ μέμφονται τὸν Ἄρατον ἐν σάλωι μεγάλωι

καὶ χειμῶνι τῶν πραγμάτων φερομένων ὥσπερ κυβερνήτην ἀφέντα καὶ προέμενον

ἑτέρωι τοὺς οἴακας, ὅτε καλῶς εἶχε καὶ ἀκόντων ἐπιστάντα σώιζειν τὸ κοινόν· 〈εἰ δ'〉

ἀπεγνώκει τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῶι Κλεομένει καὶ μὴ

πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι φρουραῖς Μακεδόνων μηδὲ πληρῶσαι τὸν

Ἀκροκόρινθον Ἰλλυρικῶν ὅπλων καὶ Γαλατικῶν, μηδ' οὓς αὐτὸς ἐν ταῖς πράξεσι

καταστρατηγῶν καὶ καταπολιτευόμενος, ἐν δὲ τοῖς Ὑπομνήμασι (231) λοιδορῶν διε-

τέλει, τούτους ἐπάγεσθαι δεσπότας ταῖς πόλεσι, συμμάχους ὑποκοριζόμενον. εἰ δὲ

Κλεομένης ἦν—λεγέσθω γὰρ οὕτως—παράνομος καὶ τυραννικός, ἀλλ' Ἡρακλεῖδαι

πατέρες αὐτῶι καὶ Σπάρτηι πατρίς, ἧς τὸν ἀφανέστατον ἠξίουν 〈ἂν〉 ἀντὶ τοῦ πρώ-

του Μακεδόνων ἡγεμόνα ποιεῖσθαι τοὺς ἔν τινι λόγωι τὴν Ἑλληνικὴν τιθεμένους

εὐγένειαν. καίτοι Κλεομένης ἤιτει τὴν ἀρχὴν παρὰ τῶν Ἀχαιῶν ὡς πολλὰ ποιήσων

ἀγαθὰ τὰς πόλεις ἀντὶ τῆς τιμῆς καὶ τῆς προσηγορίας ἐκείνης· Ἀντίγονος δὲ καὶ

κατὰ γῆν καὶ κατὰ θάλατταν αὐτοκράτωρ ἡγεμὼν ἀναγορευθείς, οὐχ ὑπήκουσε πρὶν

τὸν μισθὸν αὐτῶι τῆς ἡγεμονίας ὁμολογηθῆναι τὸν Ἀκροκόρινθον, ἀτεχνῶς τὸν

Αἰσώπου μιμησάμενος κυνηγόν. οὐ γὰρ πρότερον ἐπέβη τοῖς Ἀχαιοῖς δεομένοις καὶ

ὑποβάλλουσιν αὑτοὺς διὰ τῶν πρεσβειῶν καὶ τῶν ψηφισμάτων, ἢ τῆι φρουρᾶι καὶ

τοῖς ὁμήροις ὥσπερ χαλινουμένους ἀνασχέσθαι. καίτοι πᾶσαν ὁ Ἄρατος (231 F 4)

ἀφίησι φωνὴν ἀπολογιζόμενος τὴν ἀνάγκην. ὁ Πολύβιος (II 47, 4) δ' αὐτὸν ἐκ

πολλοῦ φησι καὶ πρὸ τῆς ἀνάγκης, ὑφορώμενον τὸ θράσος τὸ τοῦ Κλεο-

μένους, κρύφα τῶι Ἀντιγόνωι διαλέγεσθαι, καὶ τοὺς Μεγαλοπολίτας

προκαθιέναι δεομένους Ἀχαιῶν ἐπικαλεῖσθαι τὸν Ἀντίγονον· οὗτοι γὰρ

ἐπιέζοντο τῶι πολέμωι μάλιστα, συνεχῶς ἄγοντος αὐτοὺς καὶ φέροντος

τοῦ Κλεομένους. ὁμοίως δὲ καὶ Φύλαρχος ἱστόρηκε περὶ τούτων, ὧι μὴ

τοῦ Πολυβίου μαρτυροῦντος οὐ πάνυ τι πιστεύειν ἄξιον ἦν· ἐνθουσιᾶι γὰρ

ὅταν ἅψηται τοῦ Κλεομένους ὑπ' εὐνοίας, καὶ καθάπερ ἐν δίκηι τῆι ἱστο-

ρίαι τῶι μὲν ἀντιδικῶν διατελεῖ τῶι δὲ συναγορεύων.

53

POLYB. II 56, 6: (T 3) βουλόμενος δὴ διασαφεῖν τὴν ὠμό-

τητα τὴν Ἀντιγόνου καὶ Μακεδόνων, ἅμα δὲ τούτοις τὴν Ἀράτου καὶ τῶν

Ἀχαιῶν, φησὶ τοὺς Μαντινέας γενομένους ὑποχειρίους μεγάλοις περιπεσεῖν

ἀτυχήμασι, καὶ τὴν ἀρχαιοτάτην καὶ μεγίστην πόλιν τῶν κατὰ τὴν Ἀρ-

καδίαν τηλικαύταις παλαῖσαι συμφοραῖς ὥστε πάντας εἰς ἐπίστασιν καὶ

δάκρυα τοὺς Ἕλληνας ἀγαγεῖν. (7) σπουδάζων δ' εἰς ἔλεον ἐκκαλεῖσθαι τοὺς

ἀναγινώσκοντας καὶ συμπαθεῖς ποιεῖν τοῖς λεγομένοις, εἰσάγει περιπλοκὰς

γυναικῶν καὶ κόμας διερριμένας καὶ μαστῶν ἐκβολάς, πρὸς δὲ τούτοις

δάκρυα καὶ θρήνους ἀνδρῶν καὶ γυναικῶν ἀναμὶξ τέκνοις καὶ γονεῦσι

γηραιοῖς ἀπαγομένων.

54

—II 59, 1: πάλιν Ἀριστόμαχον τὸν Ἀργεῖόν φησιν, ἄνδρα

τῆς ἐπιφανεστάτης οἰκίας ὑπάρχοντα καὶ τετυραννηκότα μὲν Ἀργείων

πεφυκότα δ' ἐκ τυράννων, ὑποχείριον Ἀντιγόνωι καὶ τοῖς Ἀχαιοῖς γενόμενον

εἰς Κεγχρεὰς ἀπαχθῆναι καὶ στρεβλούμενον ἀποθανεῖν, ἀδικώτατα καὶ

δεινότατα παθόντα πάντων ἀνθρώπων. (2) τηρῶν δὲ καὶ περὶ ταύτην

τὴν πρᾶξιν ὁ συγγραφεὺς τὸ καθ' αὑτὸν ἰδίωμα, φωνάς τινας πλάττει διὰ

τῆς νυκτὸς αὐτοῦ στρεβλουμένου προσπιπτούσας τοῖς σύνεγγυς κατοικοῦσιν,

ὧν τοὺς μὲν ἐκπληττομένους τὴν ἀσέβειαν, τοὺς δ' ἀπιστοῦντας, τοὺς δ'

ἀγανακτοῦντας ἐπὶ τοῖς γινομένοις προστρέχειν πρὸς τὴν οἰκίαν φησίν.

55

POLYB. II 61, 1: χωρίς τε τούτων τὰς μὲν Μαντινέων

ἡμῖν συμφορὰς μετ' αὐξήσεως καὶ διαθέσεως ἐξηγήσατο (F 53), δῆλον ὅτι

καθήκειν ὑπολαμβάνων τοῖς συγγραφεῦσι τὰς παρανόμους τῶν πράξεων

ἐπισημαίνεσθαι, (2) τῆς δὲ Μεγαλοπολιτῶν γενναιότητος, ἧι περὶ τοὺς

αὐτοὺς ἐχρήσαντο καιρούς, οὐδὲ κατὰ ποσὸν ἐποιήσατο μνήμην, (3) ὥσπερ

τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον

τῆς ἱστορίας τοῦ τὰ καλὰ καὶ δίκαια τῶν ἔργων ἐπισημαίνεσθαι .... (4)

ὁ δέ, πῶς μὲν ἔλαβε Κλεομένης τὴν πόλιν καὶ πῶς ἀκέραιον διαφυλάξας

ἐξαπέστειλε παραχρῆμα πρὸς τοὺς Μεγαλοπολίτας εἰς τὴν Μεσσήνην

γραμματοφόρους, ἀξιῶν αὐτοὺς ἀβλαβῆ κομισαμένους τὴν ἑαυτῶν πατρίδα

κοινωνῆσαι τῶν ἰδίων πραγμάτων, ταῦτα μὲν ἡμῖν ἐδήλωσε βουλόμενος

ὑποδεῖξαι τὴν Κλεομένους μεγαλοψυχίαν καὶ μετριότητα πρὸς τοὺς πολε-

μίους. (5) ἔτι δὲ πῶς οἱ Μεγαλοπολῖται τῆς ἐπιστολῆς ἀναγινωσκομένης

οὐκ ἐάσαιεν εἰς τέλος ἀναγνωσθῆναι, μικροῦ δὲ καταλεύσαιεν τοὺς γραμμα-

τοφόρους, ἕως τούτου διεσάφησε. (6) τὸ δ' ἀκόλουθον καὶ τὸ τῆς ἱστο-

ρίας ἴδιον ἀφεῖλεν, τὸν ἔπαινον καὶ τὴν ἐπ' ἀγαθῶι μνήμην τῶν ἀξιο-

λόγων προαιρέσεων.

56

—II 62, 1: οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ

τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις

πεσεῖν, ὧν τὰ δισχίλια Κλεομένει δοθῆναι κατὰ τοὺς ἐθισμούς. (2) ἐν δὲ

τούτοις πρῶτον μὲν τίς οὐκ ἂν θαυμάσειεν τὴν ἀπειρίαν καὶ τὴν ἄγνοιαν τῆς κοινῆς

ἐννοίας ὑπὲρ τῆς τῶν Ἑλληνικῶν πραγμάτων χορηγίας καὶ δυνάμεως; .... ἐγὼ γὰρ

οὐ λέγω κατ' ἐκείνους τοὺς χρόνους, ἐν οἷς ὑπό τε τῶν ἐν Μακεδονίαι βασιλέων, ἔτι

δὲ μᾶλλον ὑπὸ τῆς συνεχείας τῶν πρὸς ἀλλήλους πολέμων ἄρδην κατέφθαρτο τὰ

Πελοποννησίων, ἀλλ' ἐν τοῖς καθ' ἡμᾶς καιροῖς, ἐν οἷς ... μεγίστην καρποῦσθαι

δοκοῦσιν εὐδαιμονίαν, ὅμως ἐκ Πελοποννήσου πάσης, ἐξ αὐτῶν τῶν ἐπίπλων χωρὶς

σωμάτων, οὐχ οἷόν τε συναχθῆναι τοσοῦτο πλῆθος χρημάτων ...... (9) κατὰ δὲ

ἐκείνους τοὺς καιροὺς ἐξ αὐτῆς τῆς Μεγάλης πόλεως ὑπερβολικῶς ἀποφαινό-

μενος οὐκ ἄν τις εἰπεῖν τολμήσειεν πλείω γενέσθαι τριακοσίων, (10) ἐπει-

δήπερ ὁμολογούμενόν ἐστι διότι καὶ τῶν ἐλευθέρων καὶ τῶν δουλικῶν

σωμάτων τὰ πλεῖστα συνέβη διαφυγεῖν εἰς τὴν Μεσσήνην. μέγιστον δὲ τῶν

προειρημένων τεκμήριον· (11) οὐδενὸς γὰρ ὄντες δεύτεροι τῶν Ἀρκάδων

Μαντινεῖς οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὴν περιουσίαν, ὡς αὐτὸς

οὗτός φησιν, ἐκ πολιορκίας δὲ καὶ παραδόσεως ἁλόντες ὥστε μήτε δια-

φυγεῖν μηδένα μήτε διακλαπῆναι ῥαιδίως μηδέν, ὅμως τὸ πᾶν λάφυρον

ἐποίησαν μετὰ τῶν σωμάτων κατὰ τοὺς αὐτοὺς καιροὺς τάλαντα τριακόσια.

57

SCHOL. MAXIM. CONF. zu Dion. Areop. II 156 ed.

Antv. 1634: ἡ γὰρ ῥομφαία βαρβαρικόν ἐστιν ὅπλον, ὡς ἱστορεῖ Φύλαρχος.

58

POLYB. II 63, 1: (F 56) τὸ δὲ συνεχὲς τούτωι τίς οὐκ ἂν

ἔτι μᾶλλον θαυμάσειε; ταῦτα γὰρ ἀποφαινόμενος λέγει πρὸ τῆς παρατά-

ξεως ἡμέραις δέκα μάλιστα τὸν παρὰ Πτολεμαίου πρεσβευ-

τὴν ἐλθεῖν ἀγγέλλοντα πρὸς τὸν Κλεομένη διότι Πτολεμαῖος τὸ μὲν

χορηγεῖν ἀπολέγει, διαλύεσθαι δὲ παρακαλεῖ πρὸς τὸν Ἀντίγονον. (2) τὸν

δ' ἀκούσαντά φησι κρῖναι διότι δεῖ τὴν ταχίστην ἐκκυβεύειν τοῖς ὅλοις,

πρὸ τοῦ συνεῖναι τὰ προσπεπτωκότα τὰς δυνάμεις, διὰ τὸ μηδεμίαν

ὑπάρχειν ἐν τοῖς ἰδίοις πράγμασιν ἐλπίδα τοῦ δύνασθαι μισθοδοτεῖν.

(3) ἀλλ' εἴπερ ἑξακισχιλίων ἐγκρατὴς ἐγεγόνει ταλάντων κατὰ τοὺς αὐτοὺς καιρούς,

τὸν Πτολεμαῖον αὐτὸν ἠδύνατο ταῖς χορηγίαις ὑπερθέσθαι. πρὸς δὲ τὸν Ἀντίγονον,

εἰ μόνον τριακοσίων ὑπῆρχε κύριος, καὶ λίαν ἱκανὸς ἦν ἀσφαλῶς ὑπομένων τρίβειν

τὸν πόλεμον. τὸ δ' ἅμα μὲν πάσας ἀποφαίνειν τῶι Κλεομένει τὰς ἐλπίδας ἐν Πτολε-

μαίωι διὰ τὰς χορηγίας, ἅμα δὲ τοσούτων χρημάτων αὐτὸν φάναι κύριον γεγονέναι

κατὰ τοὺς αὐτοὺς καιρούς, πῶς οὐ τῆς μεγίστης ἀλογίας, ἔτι δ' ἀσκεψίας ἐστὶ

σημεῖον; πολλὰ δὲ καὶ ἕτερα τῶι συγγραφεῖ τοιαῦτα καὶ κατὰ τοὺς ὑποκειμένους

καιροὺς καὶ παρ' ὅλην τὴν πραγματείαν κατατέτακται.

59

PLUT. Kleom. 27: ... ὁ Ἀντίγονος, ἐκ πολλῆς ἀναφέρων δυνά-

μεως πρὸς τὸν πόλεμον, ἐξεπόνει καὶ κατήθλει τὸν Κλεομένη, γλισχρῶς καὶ μόλις

πορίζοντα τοῖς ξένοις μισθὸν καὶ τροφὴν τοῖς πολίταις. ἐπεὶ τἆλλά γε πρὸς τοῦ

Κλεομένους ὁ χρόνος ἦν, τῶν οἴκοι πραγμάτων ἀνιστάντων τὸν Ἀντίγονον. βάρβαροι

γὰρ περιέκοπτον ἀπόντος καὶ κατέτρεχον τὴν Μακεδονίαν, καὶ τότε δὴ πολὺς ἄνωθεν

Ἰλλυριῶν ἐμβεβλήκει στρατός, ὑφ' οὗ πορθούμενοι μετεπέμποντο τὸν Ἀντίγονον οἱ

Μακεδόνες. καὶ παρ' ὀλίγον πρὸ τῆς μάχης συνέτυχε ταῦτα τὰ γράμματα κομισθῆναι

πρὸς αὐτόν· ὧν κομισθέντων εὐθὺς ἂν ἀπῆλθε μακρὰ χαίρειν φράσας Ἀχαιοῖς. ἀλλ'

ἡ τὰ μέγιστα τῶν πραγμάτων κρίνουσα τῶι παρὰ μικρὸν Τύχη τηλικαύτην ἀπεδείξατο

ῥοπὴν καιροῦ καὶ δύναμιν, ὥστε, τῆς μάχης ἐν Σελλασίαι γενομένης καὶ τοῦ Κλεο-

μένους ἀποβεβληκότος τὴν δύναμιν καὶ τὴν πόλιν, εὐθὺς παρεῖναι τοὺς καλοῦντας

τὸν Ἀντίγονον. ὃ καὶ μάλιστα τὴν δυστυχίαν τοῦ Κλεομένους οἰκτροτέραν ἐποίησεν.

εἰ γὰρ ἡμέρας δύο μόνας ἐπέσχε καὶ παρήγαγε φυγομαχῶν, οὐκ ἂν ἐδέησεν αὐτῶι

μάχης, ἀλλ' ἐφ' οἷς ἐβούλετο διηλλάγη πρὸς τοὺς Ἀχαιοὺς ἀπελθόντων τῶν Μακεδό-

νων. νῦν δ' ὥσπερ εἴρηται διὰ τὴν ἀχρηματίαν ἐν τοῖς ὅπλοις τὸ πᾶν θέμενος

ἠναγκάσθη δισμυρίοις, ὡς Πολύβιός φησι (II 65, 1—7), πρὸς τρισμυρίους ἀντι-

παρατάξασθαι.

(28) καὶ θαυμαστὸν μὲν ἐν τῶι κινδύνωι παρασχὼν ἑαυτὸν στρατηγόν,

ἐκθύμοις δὲ χρησάμενος τοῖς πολίταις, οὐ μὴν οὐδὲ τῶν ξένων μεμπτῶς

ἀγωνισαμένων, τῶι τρόπωι τῆς ὁπλίσεως καὶ τῶι βάρει τῆς ὁπλιτικῆς

φάλαγγος ἐξεθλίβη. Φύλαρχος δὲ καὶ προδοσίαν γενέσθαι φησὶ τὴν

μάλιστα τῶι Κλεομένει τὰ πράγματα διεργασαμένην. τοῦ γὰρ Ἀντιγόνου

τοὺς Ἰλλυριοὺς καὶ τοὺς Ἀκαρνᾶνας ἐκπεριελθεῖν κρύφα κελεύσαντος καὶ

κυκλώσασθαι θάτερον κέρας, ἐφ' οὗ τεταγμένος ἦν Εὐκλείδας ὁ τοῦ Κλεο-

μένους ἀδελφός, εἶτα τὴν ἄλλην ἐπὶ μάχηι δύναμιν ἐκτάττοντος, ἀπὸ σκο-

πῆς θεωρῶν ὁ Κλεομένης, ὡς οὐδαμοῦ τὰ ὅπλα τῶν Ἰλλυριῶν καὶ τῶν

Ἀκαρνάνων κατεῖδεν, ἐφοβήθη μὴ πρός τι τοιοῦτον αὐτοῖς ὁ Ἀντίγονος

κέχρηται. καλέσας δὲ Δαμοτέλη τὸν ἐπὶ τῆς κρυπτείας τεταγμένον, ὁρᾶν

ἐκέλευσε καὶ ζητεῖν, ὅπως ἔχει τὰ κατὰ νώτου καὶ κύκλωι τῆς παρατάξεως.

τοῦ δὲ Δαμοτέλους—ἦν γάρ, ὡς λέγεται, χρήμασι πρότερον ὑπ' Ἀντι-

γόνου διεφθαρμένος—ἀμελεῖν ἐκείνων εἰπόντος ὡς καλῶς ἐχόντων,

τοῖς δὲ συνάπτουσιν ἐξ ἐναντίας προσέχειν καὶ τούτους ἀμύνεσθαι, πιστεύ-

σας ἐπὶ τὸν Ἀντίγονον ἐχώρει καὶ τῆι ῥύμηι τῶν περὶ αὐτὸν Σπαρτι-

ατῶν ὠσάμενος τὴν φάλαγγα τῶν Μακεδόνων ἐπὶ πέντε που σταδίους

ὑποχωρούντων ἐκβιαζόμενος καὶ κρατῶν ἠκολούθησεν. εἶτα τῶν περὶ

τὸν Εὐκλείδαν ἀπὸ θατέρου κυκλωθέντων, ἐπιστὰς καὶ κατιδὼν τὸν κίν-

δυνον ‘οἴχηι μοι φίλτατ' ἀδελφέ’ εἶπεν ‘οἴχηι, γενναῖος ὢν καὶ παισὶ ζηλω-

τὸς Σπαρτιατῶν καὶ γυναιξὶν ἀοίδιμος.’ οὕτω δὲ τῶν περὶ τὸν Εὐκλείδαν

ἀναιρεθέντων καὶ τῶν ἐκεῖθεν ὡς ἐκράτουν ἐπιφερομένων, ταραττομένους

ὁρῶν τοὺς…

θανεῖν…

The complete text is available when the reading interface loads.