The Greek Library Catalogue

Anonymous

Epigrammata

Edition reference
Epigrammata, AG: 5.134, 183, 186, 194, 202, 209, 211, 213; 7.170, 267; 9.359; 12.45, 77, 98, 120, 131, 168; 16.68, 119, 275.
CTS identifier
urn:cts:greekLit:tlg1632.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

134

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Κεκροπί, ῥαῖνε, λάγυνε, πολύδροσον ἰκμάδα Βάκχου,

ῥαῖνε, δροσιζέσθω συμβολικὴ πρόποσις.

σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος ἅ τε Κλεάνθους

μοῦσα· μέλοι δ' ἡμῖν ὁ γλυκύπικρος Ἔρως.

183

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Τέσσαρες οἱ πίνοντες, ἐρωμένη ἔρχεθ' ἑκάστῳ·

ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν.

παιδάριον, βαδίσας πρὸς Ἀρίστιον εἰπὲ τὸ πρῶτον

ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἔνεισι δύο

ἀσφαλέως, οἶμαι δ', ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε·

ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.

186

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Μή με δόκει πιθανῶς ἀπατᾶν δακρύοισι, Φιλαινί.

οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,

τοῦτον ὅσον παρ' ἐμοὶ κέκλισαι χρόνον· εἰ δ' ἕτερός σε

εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.

194

{ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ}

Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες,

Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων,

ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου

γλυπτήν, παρθενίων βριθομένην χαρίτων,

καὶ πολλοὺς τότε χερσὶν ἐπ' ἠιθέοισιν ὀιστοὺς

τόξου πορφυρέης ἧκαν ἀφ' ἁρπεδόνης.

202

{ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ}

Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα

Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,

νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον

ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.

Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης

δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.

209

{ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ}

Σήν, Παφίη Κυθέρεια, παρ' ἠιόν' εἶδε Κλέανδρος

Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·

καιόμενος δ' ὑπ' Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ

ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.

χὠ μὲν ἐναυάγει γαίης ἔπι, τὴν δὲ θαλάσσης

ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί.

νῦν δ' ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ

εὐχαὶ τὰς κείνης εὔξατ' ἐπ' ἠιόνος.

211

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Δάκρυα καὶ κῶμοι, τί μ' ἐγείρετε, πρὶν πόδας ἄρω

ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;

λήγω δ' οὔποτ' ἔρωτος, ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης

ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος.

213

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Πυθιὰς εἰ μὲν ἔχει τιν', ἀπέρχομαι· εἰ δὲ καθεύδει

ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐκκάλεσαι.

εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν

ἦλθεν Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι.

7

170

{ΠΟΣΕΙΔΙΠΠΟΥ 〈ἢ〉 ΚΑΛΛΙΜΑΧΟΥ}

Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα

εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο·

ἐκ δ' ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ

σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.

Νύμφας δ' οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ' ἐπὶ γούνοις

ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.

267

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε

χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει.

φρίσσω κύματος ἦχον, ἐμὸν μόρον. ἀλλὰ καὶ οὕτως

χαίρετε, Νικήτην οἵτινες οἰκτίσατε.

9

359

{ΠΟΣΕΙΔΙΠΠΟΥ, οἱ δὲ ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΚΩΜΙΚΟΥ}

Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν

νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις

φροντίδες· ἐν δ' ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ

τάρβος· ἐπὶ ξείνης δ', ἢν μὲν ἔχῃς τι, δέος·

ἢν δ' ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος

ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ' ἐρημότερος.

τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες

ἄφρονες, αἱ πολιαὶ δ' ἔμπαλιν ἀδρανέες.

ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι

μηδέποτ' ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.

12

45

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Ναὶ ναὶ βάλλετ', Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς

κεῖμαι. μὴ φείσησθ', ἄφρονες· ἢν γὰρ ἐμὲ

νικήσητ', ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε

τοξόται ὡς μεγάλης δεσπόται ἰοδόκης.

77

{ΑΣΚΛΗΠΙΑΔΟΥ [ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ]}

Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπ' ὤμων

τείνοιτ' ἀργυρέων ἰοδόκος φαρέτρη

καὶ σταίης παρ' Ἔρωτα, φίλ' Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,

οὐδ' αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν.

98

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπ' ἀκάνθαις

κοιμίζειν ἐθέλει πῦρ ὑπὸ πλευρὰ βαλών·

ἡ δὲ πρὶν ἐν βύβλοις πεπονημένη ἄθλια τρίζει

ψυχὴ ἀνιηρῷ δαίμονι μεμφομένη.

120

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Εὐοπλῶ καὶ πρὸς σὲ μαχήσομαι, οὐδ' ἀπεροῦμαι

θνητὸς ἐών· σὺ δ', Ἔρως, μηκέτι μοι πρόσαγε.

ἤν με λάβῃς μεθύοντ', ἄπαγ' ἔκδοτον· ἄχρι δὲ νήφω,

τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.

131

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Ἃ Κύπρον ἅ τε Κύθηρα καὶ ἃ Μίλητον ἐποιχνεῖς

καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον,

ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν

οὐδέποτ' οἰκείων ὦσεν ἀπὸ προθύρων.

168

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Ναννοῦς καὶ Λύδης ἐπίχει δύο καὶ φέρ' ἑκάστου

Μιμνέρμου καὶ τοῦ σώφρονος Ἀντιμάχου·

συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δ' ἕκτον „Ἑκάστου,“

Ἡλιόδωρ', εἴπας, ”ὅστις ἐρῶν ἔτυχεν.”

ἕβδομον Ἡσιόδου, τὸν δ' ὄγδοον εἶπον Ὁμήρου,

τὸν δ' ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.

μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δ' Ἔρωτες

νήφοντ', οἰνωθέντ' οὐχὶ † λίην ἄχαριν.

16

68

{ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΠΟΣΕΙΔΙΠΠΟΥ}

Κύπριδος ἅδ' εἰκών· φέρ' ἰδώμεθα, μὴ Βερενίκας·

διστάζω, ποτέρᾳ φῇ τις ὁμοιοτέραν.

119

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ,

δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,

ὃν κατ' Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ

Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν.

275

{ΠΟΣΕΙΔΙΠΠΟΥ}

Τίς, πόθεν ὁ πλάστης; —„Σικυώνιος.“ —Οὔνομα δὴ τίς; —

”Λύσιππος.” —Σὺ δὲ τίς; —„Καιρὸς ὁ πανδαμάτωρ.“ —

Τίπτε δ' ἐπ' ἄκρα βέβηκας; —”Ἀεὶ τροχάω.” —Τί δὲ ταρσοὺς

ποσσὶν ἔχεις διφυεῖς; —„Ἵπταμ' ὑπηνέμιος.“ —

Χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; —”Ἀνδράσι δεῖγμα,

ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.” —

Ἡ δὲ κόμη τί κατ' ὄψιν; —„Ὑπαντιάσαντι λαβέσθαι,

νὴ Δία.“ —Τἀξόπιθεν πρὸς τί φαλακρὰ πέλει; —

”Τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν

οὔτις ἔθ' ἱμείρων δράξεται ἐξόπιθεν.” —

Τοὔνεχ' ὁ τεχνίτης σε διέπλασεν; —„Εἵνεκεν ὑμέων,

ξεῖνε, καὶ ἐν προθύροις θῆκε διδασκαλίην.“

{Ἀσωπία}οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι{Αἰθιοπία}{epigramma? (Pandari epitaphium)} οὐδὲ Λυκαονίη δέξατό σε Ζελίηἀλλὰ 〈παρὰ〉 προχοῇσι Σιμουντίσι τοῦτό σοι Ἕκτωρ σῆμα καὶ ἀγχέμαχοι θέντο Λυκαονίδαι.{epigramma vel elegia: poematum σφραγίς}{⊗} Εἴ τι καλόν, Μοῦσαι πολιήτιδες, ἢ παρὰ Φοίβου χρυσολύρεω καθαροῖς οὔασιν ἐκλ[ύ]ε?τεΠαρνησοῦ νιφόεντος ἀν?ὰ πτύχ?[α]ς? ἢ παρ' Ὀλύμπου Βάκχῳ τὰς τριετ〈ε〉ῖς ἀρχόμεναι θυμέλα[ς,νῦν δὲ Ποσε?[ι]δίππῳ στυγερὸν σ?υν?α?είσατε γῆρας γραψάμεναι δέλτων ἐν χρυσέαις? σ?ελίσιν.λιμπάνετε σκοπιάς, Ἑλικωνίδες, εἰς δὲ τὰ Θήβης τ?ε?ί?χεα Πιπ?[ ]!!!ς βαίνετε !!!αλα?δες?κεἰ σὺ Π?οσ〈ε〉ίδιππόν ποτ' ἐφίλα〈ο〉, Κύνθιε, Λητοῦς υ?!!!!!!!!!!!![!!]![!!!!!!]!!!!![!]!!!!!!!!!!!!!!! †φημητ?ι?νιφιε?ντ?οικ?ε?ι?α† τοῦ Παρίου.τ?οίην ἐκχρήσ〈α〉ις τε καὶ ἐξ ἀδύτων κ?α?ναχήσαι[ς φωνὴν ἀθ?α〈νά〉τ?ην, ὦ ἄν?α, καὶ κ?α?τ' ἐμοῦ,ὄφρα με τιμήσω?σ?ι? Μακηδόνες οἵ τ' ἐπὶ ν?[ήσων οἵ τ' Ἀσίης πάσης γ〈ε〉ίτονες ἠϊόνος.Πελλαῖον γένος ἀμόν· ἔ?οιμ?ι δὲ βίβλο?ν ἑλίσσω?ν? †ἀμφω† λαοφόρωι κείμενος εἰν ἀγορ?ῆ?ι?.ἀλλ' ἐπὶ μὲν Παρ〈ί〉ηι δὸς ἀηδόνι λυγρὸν ἐφ![