Fragmenta
- Edition reference
- Fragmenta, ed. Diels and Kranz, op. cit., 262–268.
- CTS identifier
urn:cts:greekLit:tlg1635.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
ἐν τῶι <Περὶ θεῶν> συγγράμματι· <‘περὶ μὲν θεῶν οὐκ οἶδα ...
ἰδέαν’>. DIOG. IX 51 [II 253, 28] <‘περὶ ... ἀνθρώπου’.
περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι, οὔθ' ὡς εἰσὶν οὔθ' ὡς
οὐκ εἰσὶν οὔθ' ὁποῖοί τινες ἰδέαν· πολλὰ γὰρ τὰ κωλύοντα
εἰδέναι ἥ τ' ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου>.
5
{ΑΝΤΙΛΟΓΙΩΝ Α̅Β̅}
DIOG. III 37 Εὐφορίων [fr. 152 Scheidweiler] δὲ καὶ Παναίτιος
[fr 50 Fowler] εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν
τῆς Πολιτείας, ἣν Πολιτείαν Ἀριστόξενός [fr. 33 FHG II 282]
φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι <Ἀντιλογικοῖς>.
57 Πολιτείας ... ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόραι
ἐν τοῖς <Ἀντιλογικοῖς> φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας
δευτέρωι [fr. 21 FHG III 580].
tit,6-6b
{ΤΕΧΝΗ ΕΡΙΣΤΙΚΩΝ}
6
CIC. Brut. 12, 46 scriptasque
fuisse et paratas a Protagora rerum inlustrium disputationes, quae nunc
communes appellantur loci. QUINTIL. III 1, 10 Abderites P., a quo decem
milibus denariorum didicisse artem, quam edidit, <Euathlus> [s. II 254, 21. 255,
12. 256, 11] dicitur. 1, 12 (84 A 10) horum primi communis locos tractasse dicun-
tur P., Gorgias, affectus Prodicus et Hippias et idem P. et Thrasymachus.
6a
DIOG. IX 51 πρῶτος ἔφη (Π.) <δύο λόγους> εἶναι <περὶ
παντὸς πράγματος ἀντικειμένους ἀλλήλοις>.
6b
ARISTOT. Rhet. B 24. 1402a 23 [vgl. A 21] ... <τὸν ἥττω ... λόγον
κρείττω ποιεῖν>.
7
{ΠΕΡΙ ΤΩΝ ΜΑΩΗΜΑΤΩΝ}
ARISTOT. Metaph. B 2. 997b 32 οὐδὲ τοῦτο ἀληθές, ὡς ἡ γεωδαισία τῶν
αἰσθητῶν ἐστι μεγεθῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἂν φθειρομένων. ἀλλὰ μὴν
οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν οὐδὲ περὶ τὸν οὐρανὸν ἡ ἀστρολογία τόνδε.
οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦταί εἰσιν οἵας λέγει ὁ γεωμέτρης· οὐθὲν γὰρ
εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· ἅπτεται γὰρ τοῦ κανόνος οὐ κατὰ
στιγμὴν ὁ κύκλος, ἀλλ' ὥσπερ Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας,
οὔτε ...
8
{ΠΕΡΙ ΠΑΛΗΣ}
PLATO Soph. 232D E τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην
τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που
καταβέβληται γεγραμμένα τῶι βουλομένωι μαθεῖν. —Τὰ Πρωταγόρειά μοι φαίνει
<περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν> εἰρηκέναι ... 233A Πῶς οὖν ἄν
ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ' ἂν ὑγιές τι
λέγων ἀντειπεῖν; —Οὐδαμῶς.
8a
{ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ}
8b
{ΠΕΡΙ ΤΗΣ ΕΝ ΑΡΧΑΙ ΚΑΤΑΣΤΑΣΕΩΣ}
8c
{ΠΕΡΙ ΦΙΛΟΤΙΜΙΑΣ}
8d
{ΠΕΡΙ ΑΡΕΤΩΝ}
8e
{ΠΕΡΙ ΤΩΝ ΟΥΚ ΟΡΘΩΣ ΤΟΙΣ ΑΝΘΡΩΠΟΙΣ ΠΡΑΣΣΟΜΕΝΩΝ}
8f
{ΠΡΟΣΤΑΚΤΙΚΟΣ}
8g
{ΔΙΚΗ ΥΠΕΡ ΜΙΣΘΟΥ}
8h
{ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ}
9
[PLUT.] Cons. ad Apoll. 33 p. 118E Περικλέα δὲ τὸν Ὀλύμπιον προσ-
αγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν,
πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον Πάραλόν τε καὶ
Ξάνθιππον (ὥς φησι Π. εἰπὼν οὕτως· <‘τῶν ... ἀμηχανίην’)·> τοῦτον γὰρ εὐθὺς
μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ
τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν ‘βουλάς τ' ἐξάρχοντ' ἀγαθὰς’
[Hom. B 273] πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους.
<τῶν γὰρ υἱέων νεηνιῶν ὄντων καὶ καλῶν, ἐν ὀκτὼ δὲ ταῖς πά-
σηισιν ἡμέρηισιν ἀποθανόντων, νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴ-
χετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ
ἀνωδυνίην καὶ τὴν ἐν τοῖς πολλοῖσι δόξαν· πᾶς γάρ τίς μιν ὁρῶν τὰ
ἑαυτοῦ πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρεῖον
ἐδόκει εἶναι καὶ ἑαυτοῦ κρείσσω, κάρτα εἰδὼς τὴν ἑαυτοῦ ἐν τοιοῖσδε
πράγμασιν ἀμηχανίην.>
10
STOB. III (Flor.) 29, 80 Π. ἔλεγε <μηδὲν εἶναι μήτε τέχνην ἄνευ
μελέτης μήτε μελέτην ἄνευ τέχνης.>
[λ]έγει (:Prot.) ὅτι«φαίνομαι σοὶ τῷ παρόντι καθήμενος· τῷ δὲ ἀπόντι οὐ φαίνομαι καθήμενος·ἄδηλον εἰ κάθημαι ἢ οὐ κάθημαι».