The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, FHG 4: 486–487.
CTS identifier
urn:cts:greekLit:tlg1648.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΚΡΗΤΙΚΑ ΝΟΜΙΜΑ.

E LIBRO TERTIO.}

1

Athenaeus IV: Πυργίων δ' ἐν τρίτῳ

Κρητικῶν Νομίμων «Ἐν τοῖς συσσιτίοις (φησὶν) οἱ

Κρῆτες καθήμενοι εὐσιτοῦσι·» καὶ ὅτι ἀβαμβάκευτα τοῖς

ὀρφανοῖς παρατίθεται· καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφε-

στᾶσι διακονοῦντες· καὶ ὅτι μετ' εὐφημίας σπείσαντες

τοῖς θεοῖς μερίζουσι τῶν παρατιθεμένων ἅπασιν· ἀπο-

νέμουσι δὲ καὶ τοῖς υἱοῖς, κατὰ τὸν θᾶκον τοῦ πατρὸς

ὑφιζάνουσιν, ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθε-

μένων. Τοὺς δ' ὀρφανοὺς ἰσομερεῖς εἶναι· παρατίθεται

δ' αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθ' ἕκαστα τῶν

νενομισμένων. Ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα

τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα· ἣν ξενίου τε

Διὸς ξενίαν τε προσηγόρευον.