Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 487.
- CTS identifier
urn:cts:greekLit:tlg1649.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-5
{ΑΙΓΙΝΗΤΙΚΑ.
E LIBRO PRIMO.}
1
Tzetzes ad Lyc. 175: Ἡ αἴ-
γινα πρότερον Οἰνώνη ἐλέγετο ἀπὸ Οἰνώνης τῆς Βου-
δίωνος θυγατρὸς, καθά φησι Πυθαίνετος ἐν τῷ πρώτῳ
τῶν Αἰγινητικῶν.
2
Schol. Pind. Nem. VI, 63: <[Βασσίδαισιν]>
Ὁ Δίδυμός φησι· Προσήκει γράφειν Βουδίδαι· γενέσθαι
γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφ' οὗ κατάγεσθαι γενεὰν
τὴν Βουδιδῶν· μνημονεύειν δέ φασι (φησι?) τοῦ Βουδίω-
νος Πυθαίνετον ἐν πρώτῳ Αἰγινητικῶν γράφοντα οὕτως·
«Περὶ δὲ ταῦτα τούτων λεγομένων λέγεται Βουδίωνα
τυγχάνειν διηνεγμένον πρὸς Οἰνώνην τὴν ἑαυτοῦ θυ-
γατέρα.»
3
Schol. Apoll. Rh. IV, 1712: Νῆσος ἡ Ἱππουρὶς
πλησίον Θήρας. Μνημονεύει δὲ αὐτῆς καὶ Τιμοσθένης,
καὶ Πυθαίνετος ἐν πρώτῳ Περὶ Αἰγίνης.
4
Sch. Pind. Ol. IX, 107: Πυθαίνετος δὲ Διὶ συν-
ελθοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν,
ἣν γαμηθῆναι Ἄκτορι ἐν Θεσσαλίᾳ καὶ τεκεῖν Μενοί-
τιον· ὕστερον δὲ τοῦτον εἰς Ὀποῦντα ἐλθεῖν. Συγγενὴς
γὰρ ὑπῆρχε τοῦ Λοκροῦ.
5
Schol. Pind. Nem. V, 81: Παρ' Αἰγινήταις Δελφί-
νιος μεὶς ἄγεται Δελφινίου Ἀπόλλωνος ἱερὸς, ἐν ᾧ ἴσως
φησὶ γεγενῆσθαι τὰ Νέμεα. Πεφιλῆσθαι γάρ φησι τὸν
μῆνα τοῦτον ὑπὸ τοῦ Ἀπόλλωνος. Καὶ εἴη ἂν ὁ μὴν
οὗτος, ἐν ᾧ θύουσιν Αἰγινῆται Ἀπόλλωνι οἰκιστῇ καὶ
δωματίτῃ, καθά φησι Πυθαίνετος.
t6
{E LIBRO TERTIO.}
6
Athenaeus XIII: Πυθαίνετος ἐν τρίτῳ
Περὶ Αἰγίνης Περίανδρόν φησιν, ἐξ Ἐπιδαύρου τὴν
Προκλέους θυγατέρα Μέλισσαν ἰδόντα, Πελοποννησια-
κῶς ἠσθημένην (ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν,
καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις), ἐρασθέντα γῆμαι.