Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 488.
- CTS identifier
urn:cts:greekLit:tlg1651.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-4
{ΙΣΤΟΡΙΑΙ.}
1
Athenaeus II: Πύθερμος δὲ ἐν τοῖς Πει-
ραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπό-
την.
2
{E LIBRO OCTAVO.}
Idem VII: Καὶ Θεμίσων δ' ὁ Κύ-
πριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικὰ, ὥς φησι
Πύθερμος ὁ Ἐφέσιος ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν, οὐ μό-
νον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο, Θεμίσων Μα-
κεδὼν, Ἀντιόχου βασιλέως Ἡρακλῆς, ἔθυον δὲ αὐτῷ
πάντες οἱ ἐγχώριοι, ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι,
καὶ παρῆν αὐτὸς, ὁπότε τις τῶν ἐνδόξων θύοι, καὶ ἀνέ-
κειτο, στρωμνὴν καθ' αὑτὸν ἔχων, ἠμφιεσμένος λεον-
τῆν· ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει.
4
Sotionis Paradox. c. 34:
Πύθερμός φησιν· «Ἐάν τις σκύφον εἰς τὰς τοῦ Στρύμο-
νος ποταμοῦ δίνας ἐμβάλῃ, τοῦτον εὑρήσει ἐν τῇ περὶ
Ἀπολλωνίαν λίμνῃ.»