The Greek Library Catalogue

Anonymous

Apophthegmata

Edition reference
Apophthegmata (ex collectione Demetrii Phalerei) (ap. Stobaeum), ed. Diels and Kranz, op. cit., 63–66.
CTS identifier
urn:cts:greekLit:tlg1667.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

μὴ ὄκνει. 7. μὴ πατρὸς δέχου τὸ φαῦλον. 8. οἵους ἂν ἐράνους ἐνέγκηις τοῖς γονεῦσι,

τοιούτους αὐτὸς ἐν τῶι γήραι παρὰ τῶν τέκνων προσδέχου. 9. χαλεπὸν τὸ ἑαυτὸν

γνῶναι. 10. ἥδιστον οὗ ἐπιθυμεῖς τυχεῖν. 11. ἀνιαρὸν ἀργία. 12. βλαβερὸν ἀκρασία.

13. βαρὺ ἀπαιδευσία. 14. δίδασκε καὶ μάνθανε τὸ ἄμεινον. 15. ἀργὸς μὴ ἴσθι,

μηδ' ἂν πλουτῆις. 16. κακὰ ἐν οἴκωι κρύπτε. 17. φθονοῦ μᾶλλον ἢ οἰκτίρου.

18. μέτρωι χρῶ. 19. μὴ πᾶσι πίστευε. 20. ἄρχων κόσμει σεαυτόν.

5

{<Πιττακὸς Ὕρρα Λέσβιος ἔφη.>}

1. καιρὸν γνῶθι. 2. ὃ μέλλεις ποιεῖν, μὴ λέγε· ἀποτυχὼν γὰρ καταγελασθήσηι.

3. τοῖς ἐπιτηδείοις χρῶ. 4. ὅσα νεμεσᾶις τῶι πλησίον, αὐτὸς μὴ ποίει. 5. ἀπρα-

γοῦντα μὴ ὀνείδιζε· ἐπὶ γὰρ τούτοις νέμεσις θεῶν κάθηται. 6. παρακαταθήκας

ἀπόδος. 7. ἀνέχου ὑπὸ τῶν πλησίον μικρὰ ἐλαττούμενος. 8. τὸν φίλον κακῶς μὴ

λέγε μηδ' εὖ τὸν ἐχθρόν· ἀσυλλόγιστον γὰρ τὸ τοιοῦτον. 9. δεινὸν συνιδεῖν τὸ

μέλλον, ἀσφαλὲς τὸ γενόμενον. 10. πιστὸν γῆ, ἄπιστον θάλασσα. 11. ἄπληστον

κέρδος. 12. κτῆσαι ἴδια. 13. θεράπευε εὐσέβειαν, παιδείαν, σωφροσύνην, φρόνησιν,

ἀλήθειαν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρείαν, ἐπιμέλειαν, οἰκονομίαν,

τέχνην.

6

{<Βίας Τευταμίδου Πριηνεὺς ἔφη.>}

1. οἱ πλεῖστοι ἄνθρωποι κακοί. 2. εἰς κάτοπτρον, ἔφη, ἐμβλέψαντα δεῖ, εἰ

μὲν καλὸς φαίνηι, καλὰ ποιεῖν· εἰ δὲ αἰσχρός, τὸ τῆς φύσεως ἐλλιπὲς διορθοῦσθαι

τῆι καλοκαγαθίαι. 3. βραδέως ἐγχείρει· οὖ δ' ἂν ἄρξηι, διαβεβαιοῦ. 4. μίσει τὸ

ταχὺ λαλεῖν, μὴ ἁμάρτηις· μετάνοια γὰρ ἀκολουθεῖ. 5. μήτ' εὐήθης ἴσθι μήτε κακοή-

θης. 6. ἀφροσύνην μὴ προσδέχου. 7. φρόνησιν ἀγάπα. 8. περὶ θεῶν λέγε, ὡς

εἰσίν. 9. νόει τὸ πραττόμενον. 10. ἄκουε πολλά. 11. λάλει καίρια. 12. πένης

ὢν πλουσίοις μὴ ἐπιτίμα, ἢν μὴ μέγα ὠφελῆις. 13. ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ

πλοῦτον. 14. πείσας λαβέ, μὴ βιασάμενος 15. ὅ τι ἂν ἀγαθὸν πράσσηις, θεούς,

μὴ σεαυτὸν αἰτιῶ. 16. κτῆσαι ἐν μὲν νεότητι εὐπραξίαν, ἐν δὲ τῶι γήραι σοφίαν.

17. ἕξεις ἔργωι μνήμην, καιρῶι εὐλάβειαν, τρόπωι γενναιότητα, πόνωι ἐγκράτειαν,

φόβωι εὐσέβειαν, πλούτωι φιλίαν, λόγωι πειθώ, σιγῆι κόσμον, γνώμηι δικαιοσύνην,

τόλμηι ἀνδρείαν, πράξει δυναστείαν, δόξηι ἡγεμονίαν.

7

{<Περίανδρος Κυψέλου Κορίνθιος ἔφη.>}

1. μελέτα τὸ πᾶν. 2. καλὸν ἡσυχία. 3. ἐπισφαλὲς προπέτεια. 4. κέρδος αἰσχρόν.

5. * φύσεως κατηγορία. 6. δημοκρατία κρεῖττον τυραννίδος. 7. αἱ μὲν ἡδοναὶ

θνηταί, αἱ δ' ἀρεταὶ ἀθάνατοι. 8. εὐτυχῶν μὲν μέτριος ἴσθι, ἀτυχῶν δὲ φρόνιμος.

9. φειδόμενον κρεῖττον ἀποθανεῖν ἢ ζῶντα ἐνδεῖσθαι. 10. σεαυτὸν ἄξιον παρασκεύαζε

τῶν γονέων. 11. ζῶν μὲν ἐπαινοῦ, ἀποθανὼν δὲ μακαρίζου. 12. φίλοις εὐτυχοῦσι

καὶ ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι. 13. ὃ ἂν ἑκὼν ὁμολογήσηις, 〈διατήρει〉· πονηρὸν

〈γὰρ τὸ〉 παραβῆναι. 14. λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ. 15. λοιδοροῦ

ὡς ταχὺ φίλος ἐσόμενος. 16. τοῖς μὲν νόμοις παλαιοῖς χρῶ, τοῖς δὲ ὄψοις προσφάτοις.

17. μὴ μόνον τοὺς ἁμαρτάνοντας κόλαζε, ἀλλὰ καὶ τοὺς μέλλοντας κώλυε. 18. δυστυ-

χῶν κρύπτε, ἵνα μὴ τοὺς ἐχθροὺς εὐφράνηις.

{ΤΩΝ ΑΥΤΩΝ ΕΠΤΑ ΣΟΦΩΝΓΝΩΜΑΙ.ΠΕΡΙΑΝΔΡΟΥ ΤΟΥ ΣΟΦΟΥ.} Πᾶσιν ἄρεσκε. —Καλὸν ἡσυχία. —Ἐπισφαλὲςπροπέτεια. —Ἀεὶ αἱ μὲν ἡδοναὶ θνηταί, αἱ δὲ τιμαὶἀθάνατοι. —Φίλοις ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι. —Κέρ-δος αἰσχρὸν κάκιστον. —Ὃ ἂν ὁμολογήσῃς, ποίει. —Ἀτυχίαν κρύπτε, ἵνα μὴ τοὺς ἐχθροὺς εὐφράνῃς. —Ἀληθείας ἔχου. —Πρᾶττε δίκαια. —Ὕβριν μίσει.—Ἄρχουσιν εἶκε. —Ἡδονῆς κράτει. —Ὅρκῳ μὴχρῶ. —Εὐσεβείας ἔχου. —Ἐπαίνει τὰ καλά. —Κακίας ἀπέχου. —Χάριν ἀπόδος. —Ἱκέτας ἐλέει.—Υἱοὺς παίδευε. —Σοφοῖς χρῶ. —Ἔριν μίσει. —Ἀγαθοὺς τίμα. —Ἄκουε τὰ προσήκοντα. —Αἰσχύ-νην φεῦγε. —Ἀποκρίνου ἐν καιρῷ. —Πρᾶττε ἀμετα-μέλητα. —Μηδενὶ φθόνει. —Ὀφθαλμῶν κράτει.—Τὸ δίκαιον μιμοῦ. —Εὐεργέτας τίμα. —Ἐλπίδαςνέμε. —Διαβολὴν μίσει. —Εὐπροσήγορος γίνου. —Ἁμαρτὼν μεταβουλεύου. —Χρονίαν φιλίαν φύ-λαττε. —Πᾶσιν ἀποκρίνου. —Ὁμόνοιαν δίωκε.—Τοὺς ἡγεμόνας φοβοῦ. —Μὴ λάλει πρὸς ἡδονήν.—Μὴ πίστευε χρόνῳ. —Σαυτοῦ μὴ ἀμέλει. —Πρεσβύτερον αἰσχύνου. —Θνῆσκε ὑπὲρ πατρίδος. —Μὴ ἐπὶ παντὶ λυποῦ. —Ἐξ εὐγενῶν γέννα. —Ἔλπιζεὡς θνητός. —Φείδου ὡς ἀθάνατος. —Μὴ ἐπαίρου ἐπὶδόξῃ. —Μυστήριον κρύπτε. —Εἶκε μεγάλοις. —Και-ρὸν πρόσμενε. —Θνητὰ φρόνει. —Δωροδόκει χρησί-μως. —Μὴ ἄρχου ἀδικεῖν. —Λύπην φυλάττου. —Ἐπὶ νεκρῷ μὴ γέλα. —Φίλοις χρῶ. —Συμβούλευεἀναιτίως. —Εὔφραινε φίλους.{ΒΙΑΝΤΟΣ.} Εἰς κάτοπτρον ἐμβλέψας θεώρει, καὶ εἰ μὲν κα-λὸς φαίνῃ, ἄξια τούτου πρᾶττε, εἰ δὲ αἰσχρός, τὸ τῆςὄψεως ἐλλιπὲς ὡράϊζε καλοκἀγαθίαις. —Περὶ θεοῦ μὴλέγε κακῶς, ὅτι δ' ἔστιν ἄκουε. —Ἄκουε πολλά. —Λάλει ὀλίγα. —Νόει καὶ τότε πρᾶττε. —Ἀνάξιονἄνδρα μὴ ἐπαινῇς διὰ πλοῦτον. —Πείσας λάβε, μὴβιασάμενος. —Κτῆσαι ἐν μὲν νεότητι εὐταξίαν,ἐν δὲ γήρᾳ σοφίαν.{ΠΙΤΤΑΚΟΥ.} Ὃ μέλλεις ποιεῖν, μὴ πρόλεγε· ἀποτυχὼν γὰρ γε-λασθήσῃ. —Παρακαταθήκην ἀπόδος. —Ἀνέχου ὑπὸτῶν πλησίον μικρὰ ἐλαττούμενος. —Τὸν φίλον κακῶςμὴ λέγε, μηδὲ τὸν ἐχθρὸν φίλον ἡγοῦ. —Γυναικὸςἄρχε. —Ἅπερ αὐτὸς τοῖς γονεῦσι δράσεις, τὰ αὐτὰπροσδέχου παθεῖν καὶ αὐτός. —Ἀργὸς μὴ ἴσθι. —Φίλων κριτὴς μὴ γίνου. —Μὴ ἔριζε γονεῦσι, κἂν δίκαιαλέγῃς. —Μὴ ἄρχε, πρὶν ἄρχεσθαι μάθῃς. —Ἀτυ-χοῦντι μὴ ἐπιγέλα. —Ἡ γλῶττα μὴ προτρεχέτω τοῦνοῦ. —Μὴ ἐπιθύμει ἀδυνάτων. —Μὴ σπεῦδε λαλῶν.—Νόμοις πείθου. —Γνῶθι σαυτόν. —Μηδὲν ἄγαν.—Πρὸ πάντων σέβου τὸ θεῖον. —Γονέας αἰδοῦ. —Φιλήκοος ἔσο. —Ἡδονῆς κράτει. —Ἔχθραν διά-λυε. —Γάμει ἐκ τῶν ὁμοίων· ἢν γὰρ ἐκ τῶν κρεισ-σόνων γήμῃς, δεσπότας καὶ οὐ συγγενεῖς κτήσῃ.{ΚΛΕΟΒΟΥΛΟΥ.} Μὴ ὑπερήφανος γίνου ποτέ. —Τῆς οἰκίας ἐπιμε-λοῦ. —Τὰς βίβλους διέρχου. —Τὰ φίλτατα παίδευε.—Τὰ δίκαια κρῖνε. —Τοὺς ἀγαθοὺς ἀγαθὰ ποίει. —Κακολογίας ἀπέχου. —Τὴν ὑπόνοιαν ἄπεχε. —Τοὺςτεκόντας ὑπομονῇ νίκα. —Εὐποιίας ἧς ἔτυχες μνη-μόνευε. —Τὸν ἐλάττω μὴ ἀποσκυβαλίσῃς. —Ἀλλο-τρίων μὴ ἐπιθύμει. —Μὴ ῥιψοκίνδυνος ἔσο. —Ἀγάπατὰ τοῦ πλησίου σου καὶ τήρει ὡς τὰ σαυτοῦ. —Ὃ σὺμισεῖς, ἑτέρῳ μὴ ποιήσῃς. —Μὴ ἀπείλει μηδενί·γυναικῶδες γάρ. —Θᾶττον ἐπὶ ταῖς ἀτυχίαις τῶν φί-λων ἢ ταῖς εὐτυχίαις πορεύου. —Λίθος χρυσοῦ βάσα-νος, χρυσὸς δ' ἀνδρῶν. —Εὐχῆς γὰρ οὐδέν ἐστι τιμιώ-τερον. —Ψευδὴς διαβολὴ τὸν βίον λυμαίνεται.—Ψεῦδος δὲ μισεῖ πᾶς φρόνιμος καὶ σοφός.{ΧΙΛΩΝΟΣ.} Γνῶθι σαυτόν. —Μὴ φθόνει θνητά. —Ἐγκρά-τειαν ἄσκει. —Αἰσχρὰ φεῦγε. —Χρόνου φείδου. —Δικαίως κτῶ. —Πλήθει ἄρεσκε. —Σοφίᾳ χρῶ. —Ἤθη δοκίμαζε. —Ὑφορῶ μηδέν. —Μίσει δια-βολάς. —Μὴ ᾖς ἐπαχθής.{ΣΟΛΩΝΟΣ.} Θεὸν σέβου. —Γονεῖς αἰδοῦ. —Φίλοις βοήθει. —Μηδενὶ φθόνει. —Ἀλήθειαν ἀνέχου. —Ὅρκῳ μὴχρῶ. —Νόμοις πείθου. —Νόει τὸ δίκαιον. —Θυμοῦκράτει. —Ἀρετὴν ἐπαίνει. —Κακοὺς μίσει.