The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. M. J. Routh, Reliquiae sacrae, vol. 1, 2nd edn., Oxford: Oxford University Press, 1846 (repr. Hildesheim: Olms, 1974): 451–453.
CTS identifier
urn:cts:greekLit:tlg1670.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

451

{S. SERAPIONIS

ANTIOCHENI EPISCOPI,

QUI FINE SAECULI SECUNDI FLORUIT,

FRAGMENTA.

EX EPISTOLA AD CARICUM ET PONTIUM.}

ὍΠΩΣ δὲ καὶ τοῦτο εἰδῆτε ὅτι τῆς ψευδοῦς ταύτης

τάξεως τῆς ἐπικαλουμένης νέας προφητείας (scil. Monta-

nistarum haeresis) ἐβδέλυκται ἡ ἐνέργεια παρὰ πάσῃ τῇ ἐν

κόσμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ Κλαυδίου Ἀπολι-

ναρίου τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς

Ἀσίας ἐπισκόπου γράμματα. Attulit haec Eusebius lib. v.

Hist. c. 19; ubi proxime post pergit scribere,

Ἐν ταύτῃ δὲ τῇ τοῦ Σαραπίωνος ἐπιστολῇ, καὶ ὑποσημειώσεις

φέρονται διαφόρων ἐπισκόπων· ὧν ὁ μέν τις ὧδέ πως ὑπεσημῄνατο·

Αὐρήλιος Κυρήνιος μάρτυς ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι· ὁ δέ τις

τοῦτον τὸν τρόπον· Αἴλιος Πούπλιος Ἰούλιος ἀπὸ Δεβελτοῦ

452

Κολωνείας τῆς Θρᾴκης ἐπίσκοπος· ζῇ ὁ Θεὸς ὁ ἐν τοῖς

οὐρανοῖς, ὅτι Σωτᾶς ὁ μακάριος ὁ ἐν Ἀγχιάλῳ ἠθέλησε

τὸν δαίμονα τῆς Πρισκίλλης ἐκβαλεῖν, καὶ οἱ ὑποκριταὶ

οὐκ ἀφῆκαν. καὶ ἄλλων δὲ πλειόνων τὸν ἀριθμὸν ἐπισκόπων

συμψήφων τούτοις ἐν τοῖς δηλωθεῖσι γράμμασιν αὐτόγραφοι φέ-

ρονται σημειώσεις.

{EX LIBRO DE EVANGELIO,

QUOD SUB NOMINE PETRI FEREBATUR.}

Ἡμεῖς γὰρ ἀδελφοὶ, καὶ Πέτρον καὶ τοὺς ἄλλους

ἀποστόλους ἀποδεχόμεθα ὡς Χριστόν· τὰ δὲ ὀνόματι

αὐτῶν ψευδεπίγραφα, ὡς ἔμπειροι παραιτούμεθα· γινώ-

σκοντες ὅτι τὰ τοιαῦτα οὐ παρελάβομεν. ἐγὼ γὰρ γενό-

μενος παρ' ὑμῖν, ὑπενόουν τοὺς πάντας ὀρθῇ πίστει

προσφέρεσθαι. καὶ μὴ διελθὼν τὸ ὑπ' αὐτῶν προφερό-

μενον ὀνόματι Πέτρου εὐαγγέλιον, εἶπον· ὅτι εἰ τοῦτό

ἐστι μόνον τὸ δοκοῦν ὑμῖν παρέχειν μικροψυχίαν, ἀνα-

γινωσκέσθω· νῦν δὲ μαθὼν ὅτι αἱρέσει τινὶ ὁ νοῦς

453

αὐτῶν ἐνεφώλευεν ἐκ τῶν λεχθέντων μοι, σπουδάσω

πάλιν γενέσθαι πρὸς ὑμᾶς. ὥς τε ἀδελφοὶ προσδοκᾶτέ

με ἐν τάχει. ἡμεῖς δὲ ἀδελφοὶ καταλαβόμενοι (Vet. Interp.

κατελάβομεν) ὁποίας ἦν αἱρέσεως ὁ Μαρκιανὸς, καὶ (Idem

ὃς καὶ) ἑαυτῷ ἠναντιοῦτο μὴ νοῶν ἃ ἐλάλει, ἃ μαθήσεσθε

ἐξ ὧν ὑμῖν ἐγράφη. ἐδυνήθημεν γὰρ παρ' ἄλλων τῶν

ἀσκησάντων αὐτὸ τοῦτο τὸ εὐαγγέλιον, τουτέστι παρὰ

τῶν διαδόχων τῶν καταρξαμένων αὐτοῦ, οὓς Δοκητὰς

καλοῦμεν (τὰ γὰρ φρονήματα τὰ πλείονα, ἐκείνων ἐστὶ

τῆς διδασκαλίας) χρησάμενοι παρ' αὐτῶν διελθεῖν· καὶ

εὑρεῖν τὰ μὲν πλείονα τοῦ ὀρθοῦ λόγου τοῦ Σωτῆρος·

τινὰ δὲ προσδιεσταλμένα, ἃ καὶ ὑπετάξαμεν ὑμῖν.

Attulit Eusebius lib. vi. Hist. cap. 12.