The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 1, Berlin: Reimer, 1839 (repr. Berlin: De Gruyter, 1970): xiii– xv.
CTS identifier
urn:cts:greekLit:tlg1676.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

xiii

Οὔτε φύσις ἱκανὴ γίνεται τέχνης ἄτερ

πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί,

οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη.

τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων

εἰς ταὐτὸν ἔτι δεῖ προσλαβεῖν χορηγίαν,

ἔρωτα, μελέτην, καιρὸν εὐφυῆ, χρόνον,

κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι.

ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ,

οὐκ ἔρχετ' ἐπὶ τὸ τέρμα τοῦ προκειμένου.

φύσις θέλησις ἐπιμέλει' εὐταξία

σοφοὺς τίθησι κἀγαθούς, ἐτῶν δέ τοι

ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ.

xiv

Πέντ' εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει,

ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν· μία

τούτων ἁπασῶν ἐστι κυριωτάτη

ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός,

οὐδ' ἁψάμενος οὐδ' εἰσιδὼν τὸ λυσιτελές·

ἐκ τοῦ δ' ἀκούειν μανθάνειν τε τἀγαθά

πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν

ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον,

ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.

xv

Κοινῶς ποιητὰς πάντας ἔθος ἐστὶν καλεῖν

καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς·

ἔδει δὲ κρίνειν.

Ἡ δ' ἀγχοῦ Ταρπηία παραὶ Καπετώλιον αἶπος

ναίουσα Ῥώμης ἔπλετο τειχολέτις,

Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι

σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους.

τὴν δ' οὐτἂρ Βόϊοί τε καὶ ἔθνεα μυρία Κελτῶν

κειράμενοι ῥείθρων ἐκτὸς ἔθεντο Πάδου,

ὅπλα δ' ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν

κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνου.

{Simyli iambi}{de quinque sensibus}πέντ' εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει·{ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν μία}τούτων ἁπασῶν {ἐστι} κυριωτάτη 〈μία〉,

xiv

ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός

οὐδ' ἁψ〈άμενος οὐδ' ὀσφρ〉όμενος οὐδ' εἰσιδὼν

τὸ λυσιτελὲς 〈 〉

xiv

ἐκ τοῦ δ' ἀκούειν μανθάνειν τε τἀγαθὰ

πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν

ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον

〈 〉

xiv

ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.

{de arte, natura, opportunitate}

xiii

οὔτε φύσις ἱκανὴ γίγνεται τέχνης ἄτερ

πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί,

οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη.

τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων

εἰς ταὐτόν, ἔτι δεῖ προσλαβεῖν χορηγίαν,

ἔρωτα, μελέτην, καιρόν, εὐφυῆ χορόν,

κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι.

ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ,

οὐκ ἔρχετ' ἐπὶ τὸ τέρμα τοῦ προκειμένου.

φύσις θέλησις ἐπιμέλει' εὐταξία

σοφοὺς τίθησι κἀγαθούς· ἐτῶν δέ τοι

ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ.

{de poetis}

xv

κοινῶς ποιητὰς 〈πάντας〉 ἔθος ἐστὶν καλεῖν

καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς·

ἔδει δὲ κρίνειν.