The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. G. Kaibel, Comicorum Graecorum fragmenta, vol. 1.1 [Poetarum Graecorum fragmenta 6.1. Berlin: Weidmann, 1899]: 192–197.
CTS identifier
urn:cts:greekLit:tlg1682.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1-5 tit

{ΒΑΚΧΙΣ. ΒΑΚΧΙΔΟΣ ΜΝΗΣΤΗΡΕΣ. ΒΑΚΧΙΔΟΣ ΓΑΜΟΣ}

1

οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον

μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.

2

καὶ τὸ μόναυλον μέλος ἤχησε.

3

Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον.

4

πλακουντοποιὸν ὠνομασμένην Σάμον.

5

εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.

6 tit

{*ΓΑΛΑΤΑΙ}

6

παρ' οἷς ἔθος ἐστίν, ἡνίκ' ἂν προτέρημά τι

ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς

τοὺς αἰχμαλώτους· 〈τοὺς〉 Γαλάτας μιμούμενος

κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι

διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων.

καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ' ἀκηκοὼς

ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ' αἱρουμένους

τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων,

πρῶτον καπνίζων· εἶτ' ἐὰν ὀπτωμένων

ἴδω τιν' ὑμῶν συσπάσαντα τὸ σκέλος,

Ζηνωνικῶι πραθήσεθ' οὗτος κυρίωι

ἐπ' ἐξαγωγῆι, τὴν φρόνησιν ἀγνοῶν.

7 tit

{ΕΥΒΟΥΛΟΘΕΟΜΒΡΟΤΟΣ}

7

ἀλλ' ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέγας

ἀκοὰς μελωιδὸς ἦχος εἰς ἐμὰς ἔβη.

8 tit

{ΙΠΠΟΛΥΤΟΣ}

8

ἀλλ' οἷα μήτρα καλλιπάρηιος ἐκβολὰς

δίεφθα λευκανθεῖσα τυροῦται δέμας.

9 tit

{ΚΝΙΔΙΑ}

9

Ἀταβυρίτης δ' ἄρτος ἦν πλησίγναθος.

10-13 tit

{ΜΥΣΤΑΚΟΥ ΘΗΤΕΙΟΝ}

10

νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής,

ὧι λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς

ἔμπνουν ἀνίει μοῦσαν· ἐγρέτου δέ τις

τὸν ἡδονῆς μελωιδὸν εὐάζων χορόν.

11

πηκτὶς δὲ Μούσηι γαυριῶσα βαρβάρωι

δίχορδος εἰς σὴν χεῖρα πῶς κατεστάθη;

12

ἐδέξατ' ἀντακαῖον, ὃν τρέφει μέγας

Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.

13

Μενδήσιός θ' ὡραῖος ἀκρόπαστος εὖ,

ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.

14 tit

{ΝΕΚΥΙΑ}

14

Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῆι φακῆι μύρον,

πάρεστι· θάρσει, θυμέ.

15 tit

{ΟΡΕΣΤΗΣ}

15

σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.

16-17 tit

{ΠΥΛΑΙ}

16

οὔτε τοῦ Σιδωνίου νάβλα

λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.

17

τίς δ' ἀναρίθμου μήκωνος εὗρε κοπτὰς

ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν;

18 tit

{ΣΙΛΦΑΙ}

18

μήτρας ὑείας ἑφθὸν ὡς φάγηις τόμον,

δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν ..

19-20 tit

{ΦΑΚΗ}

19

ἀλλ' ἀμφὶ δείπνοις ὀξίδ' ἀργυρᾶν ἔχει

δρακοντομίμοις ὀργάνων τορεύμασιν·

οἵαν ποτ' ἔσχε καὶ Θίβρων ὁ Ταντάλου,

μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.

20

κρεανομοῦμαι, καὶ τὸν ἐκ Τυρρηνίας

οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.

21 tit

{ΦΥΣΙΟΛΟΓΟΣ}

21

μήτρας ὑείας εὖ καθεψηθεὶς τόμος,

τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.

22-25 tit

{E FABVLIS INCERTIS}

23

δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς

ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.

24

βαυκαλὶς 〈δ'〉 ἡ τετράκυκλος.

25

νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου

καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς

κραιπαλοβόσκου δίψης κατόχοις.