The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum (P. Oxy. 24.2389), ed. H. J. Mette, "Die 'Kleinen' griechischen Historiker heute," Lustrum 21 (1978) 32.
CTS identifier
urn:cts:greekLit:tlg1685.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

6bis

PAP. OX. 2389 fr. 6 col. 1, 13—16 (s. 1II p.; vol. 24, 1957, 37f.

[Taf. 5]; Schol. B Alkm. F 1, 59 Page [Lyrica Graeca selecta, 1958, 7]):

... <Σω[σίβιος> δὲ τὸ τ]ῶν ˈ [Ἰβηνῶ]ν ἔθνος ἀποφ[αίνει !!!!]!ριˈ[ ]

κεῖσθαι προσα[γόμενος !!]!δοˈ[ μ]άρτυν ...

{ΧΡΟΝΩΝ ΑΝΑΓΡΑΦΗ.} Censorinus De die nat. c. 21· Sosibius scripsitesse CCCXCV (sc. annos ab excidio Trojae usquead Olympiadem primam). Clem. Alex. Strom. I.: Σωσίβιος δὲὁ Λάκων ἐν Χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆςΧαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει.Βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἑξήκοντα τέσσαρα(l. τρία), μεθ' ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα·τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησιτὴν πρώτην ὀλυμπιάδα, ὡς εἶναι ἐννενήκοντά που ἐτῶνπρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον. Athenaeus XIV: Ἐγένετο δὲ ἡ θέσις τῶνΚαρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡςΣωσίβιός φησιν ἐν τῷ Περὶ χρόνων.{ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΑΚΕΔΑΙΜΟΝΙ ΘΥΣΙΩΝ.} Athenaeus XV: Καὶ γὰρ καὶ Λακεδαιμόνιοικαλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχίων ἑορτῇ, ὥςφησι Σωσίβιος ἐν τοῖς Περὶ τῶν ἐν Λακεδαίμονι θυσιῶν,γράφων οὕτως· «Ἐν ταύτῃ συμβαίνει, τοὺς μὲν ἀπὸτῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺςδ' ἐκ τῆς ἀγωγῆς παῖδας ἀστεφανώτους ἀκολουθεῖν.» Id. XV: <Θυρεατικοί.> Οὕτω καλοῦνταιστέφανοί τινες παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιοςἐν τοῖς Περὶ θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνο-μάζεσθαι, ὄντας ἐκ φοινίκων. Φέρειν δ' αὐτοὺς ὑπό-μνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάταςτῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰςΓυμνοπαιδιὰς ἐπιτελοῦσι. Χοροὶ δ' εἰσὶ τὸ μὲν εὐπροσ-ώπων παίδων, τὸ δ' ἐξ ἀρίστωνἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντωνΘαλήτου καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότουτοῦ Λάκωνος παιᾶνας. Schol. Pind. Ol VI, 46: Ἡ δὲ Λακωνικὴ ΠιτάνηΕὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι, ὡς Σωσίβιος. Id. ibid. Ol. VII, 66: Σωσίβιος Ἑρμῆν φησι (sc.πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα). Id. Pyth. II, 127: Σωσίβιος δὲ (φησὶ) τὰ ὑπορ-χήματα μέλη πάντα Κρητικὰ λέγεσθαι. Suidas: Σωσίβιος, Λάκων, γραμματικὸς τῶν ἐπι-λυτικῶν καλουμένων. * Ἐν τούτοις δ' ἱστορεῖ καὶ τοῦτο,ὅτι εἶδός τι κωμῳδίας ἐστὶ καλούμενον δικηλιστῶν καὶ[ἤτοι?] μιμηλῶν. <Περὶ τῶν [μιμηλῶν] ἐν Λακω-νικῇ ἱστορουμένων παλαιῶν>,καὶ ἄλλα. Athenaeus XIV: Παρὰ δὲ Λακεδαιμονίοιςκωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιὸς, ὥς φησι Σω-σίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸντῆς Σπάρτης μεταδιωκούσης. Ἐμιμεῖτο γάρ τις ἐν εὐ-τελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν, ἢ ξενικὸν ἰα-τρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃδιὰ τούτων παρίστησιν· Ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ, τρυβλίον τούτῳ δότε πτισάνης ἕωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν. Καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν· ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν· ὡς οὐ τὸ σεῦτλον ταυτὸν ὂν τῷ τευτλίῳ.Ἐκαλοῦντο δ' οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰτοῖς Λάκωσι δικηλισταὶ, ὡς ἄν τις σκευοποιοὺς εἴπῃκαὶ μιμητάς. Τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰτόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφό-ρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ' αὐτοκαβδάλους· οἱ δὲφλύακας, ὡς Ἰταλοί· σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοιδὲ, τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες, ἐθελοντάς. Zenob. I, 54: <Ἄκουε τοῦ τὰ τέσσαρα ὦταἔχοντος>: ... Ἄλλοι δὲ τὴν παροιμίαν παραγγέλλειντῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦἈπόλλωνος, ὃν τετράχειρα καὶ τετράωτον ἱδρύσαντοΛακεδαιμόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθητοῖς περὶ Ἀμύκλαν μαχομένοις. Plutarch. Lycurg. c. 25, 4: Οὐδὲ γὰρ αὐτὸς ἦνἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλω-τος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ,τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτηςἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τὰς τοιαύ-τας διατριβάς. Athenaeus III: Σωσίβιος δ' ὁ Λάκων ἀπο-δεικνὺς εὕρημα Διονύσου τὴν συκῆν, διὰ τοῦτό φησικαὶ Λακεδαιμονίους συκίτην Διόνυσον τιμᾶν. Clemens Alex. Protr. c. 2.: Ἔστικαὶ Ποδάγρας Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερὸν, ὥς φησιΣωσίβιος. Idem ibid.: Σωσίβιος δὲ καὶ τὸν Ἡρα-κλέα πρὸς τῶν Ἱπποκοωντίδων κατὰ τῆς χειρὸς οὐτα-σθῆναι λέγει. Arnobius Adv. Gent. IV, 12· Non abHippocoontis liberis ipsum Sosibius Herculem cru-ciatum tulisse pronuntiat? Schol. Eur. Orest. 1632: Ὅτι καὶ ἡ Ἑλένη τοῖςχειμαζομένοις κατὰ θάλατταν ἐπήκοός ἐστι, κατὰΕὐριπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος ἔμπαλινοἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲκ. τ. λ. Diogenes L. I, 115: Καὶ τὸ σῶμααὐτοῦ φυλάσσουσι Λακεδαιμόνιοι παρ' ἑαυτοῖς κατά τιλόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων. Hesychius: Ἠλακάτια, ἀγὼν ἐν Λακεδαιμονίᾳ, ἐπὶἨλακάτῳ, ὃς ἦν ἐρώμενος Ἡρακλέους, ὥς φησι Σω-σίβιος.{ΠΕΡΙ ΑΛΚΜΑΝΟΣ.}{E LIBRO TERTIO.} Athenaeus III: Σωσίβιος δ' ἐν τρίτῳΠερὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τι-νας τῷ σχήματι μαστοειδεῖς. Idem XIV: Κριβάνας· πλακοῦντάς τιναςὀνομαστικῶς Ἀπολλόδωρος παρ' Ἀλκμᾶνι. Ὁμοίως καὶΣωσίβιος ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος, τῷ σχήματι μα-στοειδεῖς εἶναι φάσκων αὐτοὺς, χρῆσθαι δ' αὐτοῖς Λάκω-νας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις· περιφέρειν τε αὐ-τοὺς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιοντῆς παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.{E LIBRIS INCERTIS.} Idem XIV: Πόλτου δὲ μνημονεύει Ἀλ-κμὰν οὕτως· Ἤδη παρέξει τι πυάνιόν τε πόλτον χίδρον τε λευκὸν κηρίναν τ' ὀπώραν.Ἔστι δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐνγλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. Κηρίναν δὲὀπώραν λέγει τὸ μέλι. Idem III: Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον,ὅταν λέγῃ «Μεῖον ἢ κοδύμαλον.» Ἀπολλόδωρος δὲ καὶΣωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. Ὅτι δὲ διαφέ-ρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου, σαφῶς εἴρηκενὁ Θεόφραστος ἐν τῷ δευτέρῳ τῆς Ἱστορίας. Hesychius: Περφίλα· Σωσίβιος· κύριον ὄνομα. Idem: Σάνδυξ, δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰνκόκκῳ ἐμφερῆ ἔχει. Schol. Theocrit. V, 92: Σωσίβιος δὲ τὰς ἀνεμώναςπαρὰ Λάκωσι φαινίδας καλεῖσθαί φησι.{ΠΕΡΙ ΟΜΗΡΟΥ.} Athenaeus XI: Σωσίβιος δὲ ὁ λυτικὸς,προθεὶς τὰ ἔπη (Ἰλ. λʹ, 631)· Ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν,γράφει κατὰ λέξιν· «Νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷποιητῇ, ὅτι τοὺς μὲν λοιποὺς ἔστι (ἔφη?) μογέονταςἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. Ἄλογονδ' ἐδόκει, Διομήδους καὶ Αἴαντος, ἔτι δ' Ἀχιλλέως πα-ρόντων, εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳπροβεβηκότα. Τούτων τοίνυν οὕτως κατηγορουμένων,τῇ ἀναστροφῇ χρησάμενοι, ἀπολύομεν τὸν ποιητήν.Ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου· Πλεῖον ἐὸν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν,ἀπὸ τοῦ μέσου ἐξελόντες <τὸ γέρων,> τάξομεν τοῦ πρώ-