The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 625–630.
CTS identifier
urn:cts:greekLit:tlg1685.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

22

του στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ Ἄλλος μέν, εἶτα τὸ

ἐξ ἀρχῆς συνεροῦμεν· <Ἄλλος μὲν> γέρων μογέων ἀπο-

κινήσασκε τραπέζης πλεῖον ἐὸν, ὁ δὲ Νέστωρ ἀπονητὶ

ἄειρεν. Νῦν οὖν, οὕτω τεταγμένων, ὁ Νέστωρ φαίνεται

τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ

ἀείρων.« Ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν

οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας

καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βα-

σιλεύς. Λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικὴν,

μεταπεμψάμενος τοὺς ταμίας, ἐκέλευσεν, ἐὰν παραγέ-

νηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως,

λέγειν αὐτῷ, ὅτι ἀπείληφε. Καὶ μετ' οὐ πολὺ παραγε-

νομένῳ καὶ αἰτοῦντι, εἰπόντες δεδωκέναι αὐτῷ, τὰς ἡσυ-

χίας εἶχον, ὁ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο

τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς,

καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀνα-

γραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν

ταύτας εἰς χεῖρας ὁ βασιλεὺς, καὶ κατιδὼν, ἔφη καὶ αὐ-

τὸς εἰληφέναι αὐτὸν οὕτως. Ἦν ὀνόματα ἐγγεγραμμένα

ταῦτα, Σωτῆρος, Σωσιγένους, Βίωνος, Ἀπόλλωνος,

Δίωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν, »ὦ θαυμάσιε

λυτικὲ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω, καὶ τοῦ Σω-

σιγένους τὸ σι, καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν

βι, καὶ τὴν τελευταίαν τοῦ Ἀπόλλωνος, εὑρήσεις σαυτὸν

ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοία. Καὶ ταῦτα οὐχ ὑφ'

ἄλλων, ἀλλὰ τοῖς σαυτοῦ πτεροῖς, κατὰ τὸν θαυμά-

σιον Αἰσχύλον, ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πρα-

γματευόμενος.«

t23

{ΟΜΟΙΟΤΗΤΕΣ.}

23

Athenaeus XV: Πολέμων δ' ἐν τοῖς πρὸς

Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον κα-

λεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλάγγονος. Ὁμοίως ἱστορεῖ

καὶ Σωσίβιος ἐν Ὁμοιότησι, ὡς καὶ τὸ Μεγάλλιον· ὠνο-

μάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου.

t24

{(ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ

ΠΡΟΣ ΚΑΣΣΑΝΔΡΟΝ.)}

24

Athenaeus IV: Θεόφραστος δ' ἐν τῷ πρὸς

Κάσσανδρον Περὶ βασιλείας (εἰ γνήσιον τὸ σύγγραμμα·

πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλί-

μαχος ὁ ποιητὴς ἐπινίκιον ἐλεγειακὸν ἐποίησε), τοὺς

Περσῶν φησι βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς

ἐφευρίσκουσί τινα καινὴν ἡδονὴη ἀργυρίου πλῆθος.