The Greek Library Author

Anonymous

Epistulae

Authority group
Speusippus (catalogue association; authorship remains anonymous)
Edition reference
Epistulae [Sp.], ed. R. Hercher, Epistolographi Graeci, Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 632–634.
CTS identifier
urn:cts:greekLit:tlg1692.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

31

1

{Φιλίππῳ.}

Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ

ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κε-

κτῆσθαι, νομίζων τὰ μὲν χρήματα καὶ διὰ τύχην ἄν

τινα πολλὰ κτήσασθαι, **** τῶν βελτίστων εἶναι.

σοὶ δὲ ὅσιόν ἐστιν ἀδελφὰ τοῖς παρ' ἐκείνου ὑπηργμέ-

νοις πράττειν, ὅπως ἂν δοκῇς καὶ τὸ ἦθος ἀδελφὸς εἶ-

ναι τοῦ περὶ σοῦ διανοηθέντος τοιαῦτα. νόμιζε δὲ

πάντας προσέχειν σοι τὸν νοῦν καὶ σκοπεῖν ποῖός τις

ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγω-

νιᾶν βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ

ἐπιεικείᾳ καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦν-

τας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γινόμενον πλημμελές.

2

οὓς δεῖ νομίσαντα πολεμίους εἶναι μετὰ τῶν βελ-

τίστων ἀγωνίζεσθαι ὡς αὐτὸν ὄντα ἕνα τούτων. δοκεῖ

γάρ μοι οὐ μόνον ἁμιλλητέον εἶναι πρὸς τὰ τοῦ ἀδελ-

φοῦ ἔργα, ἃ ἐκείνῳ ὑπὲρ τοῦ κοινοῦ πέπρακται, ἀλλὰ

καὶ πρὸς τὰς εὐεργεσίας, ὅπως μὴ καταδεέστεραι

αἱ παρὰ σοῦ πρὸς ἐκεῖνον γίνωνται. περὶ πλείστου

δὲ δεῖ σε ποιεῖσθαι σώφρονά τε εἶναι καὶ κατήκοον τοῦ

ἀδελφοῦ, ὄντος περὶ σὲ οἷόσπερ νῦν ἐστίν. ἔρρωσο.

32

1

Ἐνόμιζον ἐπιτήδειον εἶναί μοι μηδὲν τῶν καλῶς

ἐχόντων παραλιπεῖν καὶ διὰ τὴν Πλάτωνος ἐντολὴν

καὶ διὰ τὴν ὑπάρχουσαν ἐμοὶ καὶ σοὶ φιλίαν. καὶ

ᾤμην δεῖν γράψαι πρὸς σέ, πῶς διακείμενος τυγχάνω τὸ

σωμάτιον καὶ διότι νομίζω παραγενόμενόν σε εἰς ἀκα-

δήμειαν συνέχειν τὸν περίπατον. ταῦτα δὲ ὡς δίκαιά

ἐστι καὶ καλῶς ἔχοντα πειράσομαί σοι φράζειν. Πλά-

των, καθάπερ καὶ σὺ οἶσθα, οὐκ ἐν τῇ τυχούσῃ τιμῇ

τὴν ἐν τῇ ἀκαδημείᾳ διατριβὴν ἦγε, νομίζων εἶναί τι

καὶ πρὸς δόξαν ὀρθὴν καὶ πρὸς τὸν αὐτοῦ βίον καὶ τὴν

ὕστερον παρ' ἀνθρώποις μνείαν ἐσομένην.

2

καὶ

τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιού-

μενος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν· ἐπέ-

σκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις ἄν τι πάθῃς πρὸς

ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ

παράπαν τῆς ἀκαδημείας. διὸ δὴ καὶ μάλιστά μοι

φαίνεταί σοι προσῆκον εἶναι καὶ ζῶντα καὶ τεθνηκότα

Πλάτωνα τιμᾶν· θεῶν γὰρ δὴ καὶ γονέων καὶ εὐεργε-

τῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. οἰκειοτάτη δὲ

τοῖς εἰρημένοις εὑρίσκοιτ' ἂν οὖσα ἡ Πλάτωνος συνου-

σία πρὸς τοὺς συνόντας· τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν

δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας

θεοῦ τάξιν εἶχεν.

3

συμβουλεύω δὲ καλὸν ἡγούμενος

καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν

μεγίστην κἀκείνῳ μάλιστα ἁρμόζουσαν, ἀποδῴης δ'

ἂν εἰ παραγενόμενος τὴν ἀκαδήμειαν καδηπεριπε

****. σοφία γὰρ ἀληθὴς λέγοιτ' ἂν ἐνδίκως βεβαιό-

της καὶ πίστις. προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ

τῶν ἀνθρώπων διαφέρειν, σὺ δὲ καὶ δοκεῖς μεῖον τοῦ

προσήκοντος ἐπιμελὴς εἶναι.

33

1

Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμ-

βεβηκότων μοι κατὰ τὸ σωμάτιον· οὐ γὰρ μετρίως

ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε

μηδὲν ἔτι ἐνεργεῖν δύνασθαι. κατὰ τύχην δέ τινα

ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ

καὶ διὰ τὸ κεχωρισμένον καὶ διὰ τὸ θειότατα εἶναι.

πάλαι μὲν οὖν ἐβουλόμην παρεῖναί σε, εὖ δὲ ποιήσεις

καὶ νῦν παραγινόμενος· καὶ γὰρ τῶν περὶ ἐμὲ προ-

στήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ

περιπάτῳ ἐπιμελήσῃ προσηκόντως.

{〈Σπεύσιππος Φιλίππῳ τῷ βασιλεῖ εὖ πράττειν.〉} Ἀντίπατρος ὁ φέρων τὴν ἐπιστολὴν τὸ μὲν γένος ἐστὶΜάγνης, γράφει δ' Ἀθήνησι πάλαι τὰς Ἑλληνικὰς πράξεις,ἀδικεῖσθαι δέ φησιν ὑπό τινος ἐν Μαγνησίᾳ. διάκουσον οὖναὐτοῦ τὸ πρᾶγμα καὶ βοήθησον ὡς ἂν δύνῃ προθυμότατα. δικαίωςδ' ἂν αὐτῷ βοηθήσειας διὰ πολλὰ καὶ διότι, παρ' ἡμῖν ἀναγνω-σθέντος ἐν διατριβῇ τοῦ σοὶ πεμφθέντος ὑπ' Ἰσοκράτους λόγου,τὴν μὲν ὑπόθεσιν ἐπῄνεσεν, τὸ δὲ παραλιπεῖν τὰς εἰς τὴν Ἑλλάδαγενομένας εὐεργεσίας ὑμῶν ἐνεκάλεσε. πειράσομαι δ' αὐτῶνεἰπεῖν ὀλίγας. Ἰσοκράτης μὲν γὰρ οὔτε τὰς εἰς τὴν Ἑλλάδαγενομένας εὐεργεσίας ὑπὸ σοῦ καὶ τῶν σῶν προγόνων δεδήλωκενοὔτε τὰς ὑπό τινων κατὰ σοῦ γεγενημένας διαβολὰς λέλυκεν οὔτεΠλάτωνος ἐν τοῖς πρὸς σὲ πεμφθεῖσι λόγοις ἀπέσχηται. Καίτοι χρῆν πρῶτον μὲν τὴν ὑπάρχουσαν οἰκειότητα πρὸςτὴν ἡμετέραν πόλιν αὐτὸν μὴ λαθεῖν, ἀλλὰ ποιῆσαι καὶ τοῖςἀπὸ σοῦ γενομένοις φανεράν· Ἡρακλῆς γάρ, ὄντος νόμουτὸ παλαιὸν ἡμῖν μηδένα ξένον μυεῖσθαι, βουληθεὶς μυεῖσθαι,γίνεται Πυλίου θετὸς υἱός· τούτου δ' ὄντος τοιούτου, τοὺς λόγουςἐξῆν Ἰσοκράτει λέγειν ὡς πρὸς πολίτην, ἐπειδὴ τὸ γένος ὑμῶνἐστιν ἀφ' Ἡρακλέους· μετὰ δὲ ταῦτα τὰς Ἀλεξάνδρου τοῦ σοῦπρογόνου καὶ τῶν ἄλλων τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργε-σίας ἐξαγγέλλειν. νυνὶ δ' ὥσπερ ἀποῤῥήτους συμφορὰς αὐτῶνκατασεσιώπηκε. Ξέρξου γὰρ πρέσβεις ἐπὶ τὴν Ἑλλάδα πέμ-ψαντος γῆν καὶ ὕδωρ αἰτήσοντας, Ἀλέξανδρος τοὺς μὲν πρέσβειςἀπέκτεινεν, ὕστερον δὲ στρατευσάντων τῶν βαρβάρων οἱ Ἕλληνεςἐπὶ τὸ ὑμέτερον Ἡράκλειον ἀπήντησαν, Ἀλεξάνδρου δὲ τὴνἈλεύου καὶ Θετταλῶν προδοσίαν τοῖς Ἕλλησι μηνύσαντοςἀναζεύξαντες οἱ Ἕλληνες δι' Ἀλέξανδρον ἐσώθησαν. καίτοιτούτων χρῆν μὴ μόνον Ἡρόδοτον καὶ Δαμάστην μεμνῆσθαι τῶνεὐεργεσιῶν, ἀλλὰ καὶ τὸν ἐν ταῖς τέχναις (Is. V 77) ἀποφαινό-μενον † ἐκ τῆς ἄσιν πρόγονον ἡ τοὺς εὔνους δεῖν πρός 〈ς'〉 εἶναιτοὺς ἀκροατάς. προσῆκεν δὲ καὶ τὴν ἐν Πλαταιαῖς ἐπὶ Μαρδονίουγενομένην δηλῶσαι καὶ τὰς ἑξῆς τοσαύτας τῶν σῶν προγόνωνεὐεργεσίας. οὕτω γὰρ ἂν ὁ περὶ σοῦ γραφεὶς λόγος τῆς παρὰ τῶνἙλλήνων εὐνοίας ἔτυχεν μᾶλλον ἢ μηδὲν ἀγαθὸν περὶ τῆς ὑμετέραςβασιλείας εἰπόντος. ἦν δὲ καὶ 〈τὸ〉 τὰ παλαιὰ διαλεχθῆναι τῆςἸσοκράτους ἡλικίας, τὸ δ' εὐρύθμως, ὥς φησιν αὐτός (V io),ἀνθούσης τῆς διανοίας. Ἀλλὰ μὴν καὶ τὰς διαβολὰς ἐνῆν λῦσαι τὰς τὸ πλεῖστονὑπ' Ὀλυνθίων γιγνομένας. τίς γὰρ ἂν οὕτως εὐήθη σε νομίσειεν,ὥστε σοι πολεμούντων Ἰλλυριῶν καὶ Θρᾳκῶν, ἔτι δ' Ἀθηναίωνκαὶ Λακεδαιμονίων καὶ ἄλλων Ἑλλήνων καὶ βαρβάρων πόλεμονπρὸς Ὀλυνθίους ἐξενεγκεῖν; ἀλλὰ περὶ μὲν τούτων οὐκ ἐν ἐπι-στολῇ πρὸς σὲ μηκυντέον, ἃ δ' ἐστιν οὐκ ἐμποδὼν τοῖς τυχοῦσινεἰπεῖν, ἐκ πολλοῦ τε χρόνου τοῖς πᾶσι κατασεσιώπηται, συμφέρειδέ σοι πυθέσθαι, ταῦτά μοι δοκῶ φράσειν καὶ τούτων ἀξιώσειν εὐαγ-γέλια, δικαίαν χάριν, Ἀντιπάτρῳ παρὰ σοῦ δοθῆναι. περὶ γὰρ τῆςγενομένης Ὀλυνθίοις χώρας, ὥς ἐστι τὸ παλαιὸν Ἡρακλειδῶνἀλλ' οὐ Χαλκιδέων, ὁ φέρων τὴν ἐπιστολὴν μόνος καὶ πρῶτος ἀξιο-πίστους μύθους εἴρηκε. τὸν αὐτὸν γάρ φησι τρόπον Νηλέα μὲν ἐνΜεσσήνῃ, Συλέα δὲ περὶ τὸν Ἀμφιπολιτικὸν τόπον ὑφ' Ἡρακλέουςὑβριστὰς ὄντας ἀπολέσθαι, καὶ δοθῆναι παρακαταθήκην φυλάττεινΝέστορι μὲν τῷ Νηλέως Μεσσήνην, Δικαίῳ δὲ τῷ Συλέως ἀδελφῷτὴν Φυλλίδα χώραν, καὶ Μεσσήνην μὲν ὕστερον πολλαῖς γενεαῖςΚρεσφόντην κομίσασθαι, τὴν δ' Ἀμφιπολῖτιν, Ἡρακλειδῶνοὖσαν, Ἀθηναίους καὶ Χαλκιδέας λαβεῖν. ὡς δ' αὔτως ὑφ'Ἡρακλέους ἀναιρεθῆναι κακούργους καὶ παρανόμους Ἱπποκόωνταμὲν ἐν Σπάρτῃ τύραννον, Ἀλκυονέα δ' ἐν Παλλήνῃ, καὶ Σπάρτηνμὲν Τυνδάρεῳ, Ποτείδαιαν δὲ καὶ τὴν ἄλλην Παλλήνην Σιθῶνιτῷ Ποσειδῶνος παρακαταθέσθαι, καὶ τὴν μὲν Λακωνικὴν τοὺςἈριστοδήμου παῖδας ἐν ταῖς Ἡρακλειδῶν καθόδοις ἀπολαβεῖν,Παλλήνην δ' Ἐρετριᾶς καὶ Κορινθίους καὶ τοὺς ἀπὸ Τροίας