Epistula ad Philippum regem
- Authority group
- Speusippus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula ad Philippum regem [Sp.], ed. E. Bickermann and J. Sykutris, Speusipps Brief an König Philipp, Leipzig: Hirzel, 1928: 7–12.
- CTS identifier
urn:cts:greekLit:tlg1692.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
Ἀχαιούς, Ἡρακλειδῶν οὖσαν, κατασχεῖν. τὸν αὐτὸν δὲ τρόπον
ἐξαγγέλλει περὶ τὴν Τορωναίαν τοὺς Πρωτίδας τυράννους Τμῶλον
καὶ Τηλέγονον ὡς Ἡρακλῆς ἀνέλοι καὶ περὶ Ἀμβρακίαν Κλείδην
καὶ τοὺς Κλείδου παῖδας ἀποκτείνας, Ἀριστομάχῳ μὲν τῷ Σιθῶνος
τὴν Τορωναίαν τηρεῖν προστάξειεν, ἣν Χαλκιδεῖς ὑμετέραν οὖσαν
κατῴκισαν, Λαδίκῃ 〈δὲ〉 καὶ Χαράττῃ 〈τὴν〉 Ἀμβρακικὴν
χώραν ἐγχειρίσειεν, ἀξιῶν ἀποδοῦναι τὰς παρακαταθήκας τοῖς
ἀπ' αὐτοῦ γιγνομένοις. ἀλλὰ μὴν καὶ τὰς ὑπογυίους Ἀλεξάνδρου
τῆς Ἠδωνῶν χώρας κτήσεις Μακεδόνες πάντες ἴσασι. Καὶ
10
ταῦτ' ἐστιν οὐ προφάσεις Ἰσοκράτους οὐδ' ὀνομάτων ψόφος,
ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὠφελεῖν.
Ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων δῆλος
εἶ σπουδάζων, ἐβουλήθην σοι φράσαι μῦθον παρ' Ἀντιπάτρου,
τίνα τρόπον πρῶτον οἱ Ἀμφικτύονες συνέστησαν, καὶ πῶς, ὄντες
Ἀμφικτύονες, Φλεγύαι μὲν ὑπ' Ἀπόλλωνος, Δρύοπες δ' ὑφ'
Ἡρακλέους, Κρισαῖοι δ' ὑπὸ τῶν Ἀμφικτυόνων ἀνῃρέθησαν.
οὗτοι γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφῃρέ-
θησαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφι-
κτυόνων συντελείας μετέσχον. ὧν ἐνίους σέ φησι μεμιμῆσθαι καὶ
λαβεῖν ἆθλον Πυθίοις τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν
Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους. ὧν ὁ τὰ παλαιὰ
καινῶς καὶ τὰ καινὰ παλαιῶς ἐπαγγελλόμενος διδάσκειν λέγειν
(IV 8) νῦν οὔτε τὰς ἀρχαίας πράξεις οὔτε τὰς ὑπὸ σοῦ νεωστὶ
διαγωνισθείσας οὔτε τὰς τοῖς χρόνοις μεταξὺ γενομένας μεμύ-
θευκε. καί τοι δοκεῖ τὰς μὲν οὐκ ἀκηκοέναι, τὰς δ' οὐκ εἰδέναι,
τῶν δ' ἐπιλελῆσθαι.
Πρὸς δὲ τούτοις ἐπὶ πράξεις σε δικαίας παρακαλῶν ὁ σοφι-
στής, τὴν μὲν Ἀλκιβιάδου φυγὴν καὶ κάθοδον ἐπαινῶν ἐν παρα-
δείγματι δεδήλωκε (V 58—61), τὰ δὲ μείζω καὶ καλλίω πράγματα
τῷ πατρί σου πραχθέντα παρέλιπεν. Ἀλκιβιάδης μὲν γὰρ ἐπ'
ἀσεβείᾳ φυγὼν καὶ πλεῖστα τὴν πατρίδα τὴν αὑτοῦ κακῶς ποιήσας
εἰς αὐτὴν κατῆλθεν, Ἀμύντας δ' ὑπὲρ βασιλείας στάσει νικηθεὶς
βραχὺν χρόνον ὑποχωρήσας μετὰ ταῦτα πάλιν Μακεδονίας ἦρξεν·
εἶθ' ὁ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ
σὸς πατὴρ βασιλεύων κατεγήρασε. παρήνεγκε δέ σοι καὶ τὴν
Διονυσίου μοναρχίαν (V 65), ὥσπερ προσῆκόν σοι τοὺς ἀσε-
βεστάτους ἀλλ' οὐ τοὺς σπουδαιοτάτους μιμήσασθαι καὶ ζηλωτὴν
τῶν κακίστων ἀλλ' οὐ τῶν δικαιοτάτων γενέσθαι. καὶ φησὶ μὲν
ἐν ταῖς τέχναις (V 113) προσήκειν οἰκεῖα καὶ γνώριμα τὰ παρα-
δείγματα φέρειν, ὀλιγωρήσας δὲ τῆς τέχνης ἀλλοτρίοις καὶ τοῖς
αἰσχίστοις καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις παραδεί-
11
γμασι χρῆται. καίτοι πάντων καταγελαστότατα τοιαῦτα γράφων
χαριέντως ἀμύνασθαί φησι (V 22) τῶν μαθητῶν τοὺς ἐπιτιμῶντας·
οἱ δὲ χειρωθέντες τῶν αὐτῷ πλησιαζόντων, ἀκμάζοντες τῆς
ῥητορικῆς τῇ δυνάμει καὶ παρὰ ταῦτ' οὐδὲν ἔχοντες εἰπεῖν, οὕτως
ἐπῄνεσαν τὸν λόγον, ὥστε τὸ πρωτεῖον τῶν λόγων τῷ λόγῳ τούτῳ
δεδώκασι (V 23). καταμάθοις δ' ἂν ἐν βραχεῖ τὴν Ἰσοκράτους
ἱστορίαν καὶ τὴν παιδείαν ἐξ ὧν Κυρηναίους μὲν ποιεῖ, τοὺς 〈ὑπὸ
πάντων Θηραίους〉 ἀκούοντας, ἀποίκους Λακεδαιμονίων (V 5),
τὸν δὲ Ποντικὸν μαθητὴν ἀπέδειξε τῆς αὑτοῦ σοφίας διάδοχον,
οὗ σύ, πολλοὺς τεθεαμένος σοφιστάς, βδελυρώτερον οὐχ ἑόρακας.
Πυνθάνομαι δὲ καὶ Θεόπομπον παρ' ὑμῖν μὲν εἶναι πάνυ
ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦθ' ὥσπερ οὐ
Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκου κατασκευάσαντος καὶ
διὰ τέλους χαλεπῶς φέροντος, εἴ τι γίγνοιτο παρ' ὑμῖν ἀνήμερον
ἢ μὴ φιλάδελφον. ἵν' οὖν Θεόπομπος παύσηται τραχὺς ὤν,
κέλευσον Ἀντίπατρον παραναγνῶναι τῶν Ἑλληνικῶν πράξεων
αὐτῷ καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφό-
μενος, ἀδίκως δὲ τῆς παρὰ σοῦ χορηγίας τυγχάνων.
Ὁμοίως δὲ καὶ Ἰσοκράτης, ἐπειδὴ νέος μὲν ὢν εἰς τὸν
δῆμον μετὰ Τιμοθέου καθ' ὑμῶν ἐπιστολὰς αἰσχρὰς ἔγραφε,
νυνὶ δὲ πρεσβύτης ὤν, ὥσπερ μισῶν ἢ φθονῶν τὰ πλεῖστα τῶν
ὑμῖν ὑπαρχόντων ἀγαθῶν παραλέλοιπεν, ἀπέσταλκε δέ σοι λόγον,
ὃν τὸ μὲν πρῶτον ἔγραφεν Ἠγησιλάῳ, μικρὰ 〈δὲ〉 διασκευάσας
ὕστερον ἐπώλει τῷ Σικελίας τυράννῳ Διονυσίῳ, τὸ δὲ τρίτον τὰ
μὲν ἀφελὼν τὰ δὲ προσθεὶς ἐμνήστευσεν Ἀλεξάνδρῳ τῷ Θετταλῷ,
τὸ δὲ τελευταῖον νῦν πρὸς σὲ γλίσχρως αὐτὸν ἀπηκόντισεν.
12
βουλοίμην δ' ἂν χωρῆσαι τὸ βιβλίον ἀναμνῆσαι τὰς ἐν τῷ λόγῳ
πρὸς σὲ πεμφθείσας ὑπ' αὐτοῦ προφάσεις· ἐπὶ μὲν γὰρ Ἀμφιπόλεώς
φησι (V 7) κωλῦσαι τὴν γενομένην εἰρήνην γράψαι λόγον, ὑπὲρ
τῆς Ἡρακλέους 〈δ'〉 ἀθανασίας ὕστερον αὐτῷ σοι φράσειν
(V 33), ὑπὲρ ἐνίων δὲ διὰ τὴν ἡλικίαν ὁμολογῶν μαλακώτερον
γράφειν συγγνώμης ἀξιοῖ τυχεῖν (V 149), μὴ θαυμάζειν δ' εἰ
καί πως ἀναγνοὺς ὁ Ποντικὸς μωλύτερον, [καὶ] φαυλότερον ποιεῖ
φαίνεσθαι τὸν λόγον (V 26 sq.), τὸν Πέρσην δ' ὡς καταστρατηγήσεις
αὐτὸν εἰδέναι σέ φησι (V 105). Ἀλλὰ γὰρ τὰς λοιπὰς σκήψεις
γράφειν ἐπιλείπει μοι τὸ βιβλίον· τοσαύτην ἡμῖν σπάνιν βιβλίων
βασιλεὺς Αἴγυπτον λαβὼν πεποίηκεν.
Ἔρρωσο καὶ Ἀντιπάτρου διὰ ταχέων ἐπιμεληθεὶς πρὸς
ἡμᾶς αὐτὸν ἀπόστειλον.
{ΣΠΕΥΣΙΠΠΟΥ}Σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος, ψυχὴ δ' ἰσόθεος τάξιν ἔχει μακάρων.Diogenes Laertius III, 2 (I, p. 121, 9—15)Σπεύσιππος δ' ἐν τῷ ἐπιγραφομένῳ Πλάτωνος περιδείπνῳ καὶ Κλέαρ-χος ἐν τῷ Πλάτωνος ἐγκωμίῳ καὶ Ἀναξιλίδης ἐν τῷ δευτέρῳ Περὶφιλοσόφων φασὶν ὡς Ἀθήνησιν ἦν λόγος ὡραίαν οὖσαν τὴν Περικτιόνηνβιάζεσθαι τὸν Ἀρίστωνα καὶ μὴ τυγχάνειν· παυόμενόν τε τῆς βίαςἰδεῖν τὴν τοῦ Ἀπόλλωνος ὄψιν· ὅθεν καθαρὰν γάμου φυλάξαι ἕως τῆςἀποκυήσεως.Diogenes Laertius IX, 23 (II, p. 449, 5—7)Λέγεται δὲ (sc. ὁ Παρμενίδης) καὶ νόμους θεῖναι τοῖς πολίταις, ὥςφησι Σπεύσιππος ἐν τῷ Περὶ φιλοσόφων.Clement, Stromata II, 4, 19, 3 (II, pp. 122, 23—123, 2)Σπεύσιππος γὰρ ἐν τῷ Πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνιἔοικε διὰ τούτου γράφειν· ‘εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνοςβασιλεὺς καὶ ἄρχων, ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος.’Aristotle, Sophistici Elenchi 174 B 19—27Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίωςτὰ ἐναντιώματα θεωρητέον ἢ πρὸς τὰ ὑφ' ἑαυτοῦ λεγόμενα ἢ πρὸς οὓςὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πρὸς τοὺς δοκοῦντας τοιούτουςἢ πρὸς τοὺς ὁμοίους, ἢ πρὸς τοὺς πλείστους ἢ πρὸς πάντας. ὥσπερ τε καὶἀποκρινόμενοι πολλάκις, ὅταν ἐλέγχωνται, ποιοῦσι διττόν, ἂν μέλλῃσυμβαίνειν ἐλεγχθήσεσθαι, καὶ ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸςτοὺς ἐνισταμένους—ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφεν,οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ.Anonymous, In Aristot. Soph. Elench. Paraphrasis, p. 40, 8—14Ἔτι ὥσπερ ἐν τοῖς καθ' ὁμωνυμίαν οἱ ἀποκρινόμενοι ποιοῦσι πολλάκιςἐλεγχόμενοι (διαιροῦσι γὰρ ὕστερον συναισθόμενοι τῆς ἀπάτης τὸδιττόν, καὶ ὡς ἐπ' ἄλλου σημαινομένου δεδώκασιν ἢ ὃ συνῆξεν ὁ ἐρωτῶν),οὕτω καὶ τοὺς ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένουςτῶν ἐρωτωμένων ὡς οὐκ ἐλεγχομένους, ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή,ὅτι οὕτως εἴληφε καὶ προέτεινεν ὃ συνήγαγεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐντῷ Μανδροβούλῳ τῷ Πλατωνικῷ διαλόγῳ.Athenaeus II, 61 C (I, p. 143, 23—24)