The Greek Library Author

Speusippus

Fragmenta

Scientific editors
Friedrich Wilhelm August Mullach
Edition reference
Fragmenta Philosophorum Graecorum · Paris · Firmin-Didot · 1881
CTS identifier
urn:cts:greekLit:tlg1692.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1. Ἀΐδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον.

2. Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀΐδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία.

3. Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι.

4. Ἥλιος πῦρ οὐράνιον, ὃ μόνον ἀπ’ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι· ἄστρον ἡμεροφανές· ζῷον ἀΐδιον, ἔμψυχον, τὸ μέγιστον.

5. Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς.

6. Ἡμέρα ἡλίου πορεία ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί.

7. Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου.

8. Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν.

9. Δείλη ἡμέρας τελευτή.

10. Νὺξ σκότος, τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις.

11. Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτουᵃ αἰτία δαιμονίας πράξεως.

12. Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη.

13. Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν.

14. Ἀὴρ στοιχεῖον οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν.

15. Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος.

16. Ψυχὴ τὸ αὐτὸ ἑαυτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῴων.

17. Δύναμις τὸ καθ’ αὑτὸ ποιητικόν.

18. Ὄψις ἕξις διακριτικὴ σωμάτων.

19. Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς.

20. Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα.

21. Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθ’ αὑτὴν ἐπαινετή· ἕξις καθ’ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία νόμων δικαία· διάθεσις, καθ’ ἣν τὸ διακείμενον τελείως σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας.

22. Φρόνησις δύναμις ποιητικὴ καθ’ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθ’ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον.

23. Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἕξις καθ’ ἣν ὁ ἔχων προαιρετικός ἐστι τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ ὀρθῶν νόμων.

24. Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας· συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ καλῶν καὶ αἰσχρῶν· ἕξις καθ’ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή.

25. Ἀνδρία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολεμικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονήσεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινθαρσαλέα δύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίῤῥοπος· ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία δογμάτων ἀδήλων περὶ τὰ δεινά· ἐμπειρία πολέμου· ἕξις ἐμμενητικὴ νόμου.

26. Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος τῷ ὀρθῷ λογισμῷ.

27. Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθ’ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν.

28. Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά.

29. Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ.

30. Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν.

31. Ἀλυπία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας.

32. Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον.

33. Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου:

34. Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία τοῦ καθ’ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας.

35. Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή.

36. Πραότης κατάστασις κινήσεως τῆς ὑπ’ ὀργῆς κρᾶσις ψυχῆς σύμμετρος.

37. Κοσμιότης ὕπειξις κουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περἱ κίνησιν σώματος.

38. Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατ’ ἀρετήν· ὠφέλεια αὐτάρκης ζωῆς.

39. Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν καὶ τὸ σεμνότατον.

40. Ἀγχίνοια εὐφυΐα ψυχῆς, καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἐν ἑκάστῳ τοῦ δέοντος· ὀξύτης νοῦ.

41. Χρηστότης ἤθους ἀπλαστία μετ’ εὐλογιστίας· ἤθους σπουδαιότης.

42. Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων.

43. Μεγαλοψυχία χρῆσις τοῖς ξυμβαίνουσιν ἀστεία· μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου.

44. Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν· ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις μνήμη μετ’ εὐεργεσίας.

45. Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ θεῶν ἑκούσιος· περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή· ἐπιστήμη τῆς περὶ θεῶν τιμῆς.

46. Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν.

47. Ἀφοβία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους.

48. Ἀπάθεια ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη.

49. Εἰρήνη ἡσυχία ἐπ’ ἔχθρας πολεμικάς.

50. Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς· ἀπάθεια τοῦ θυμοειδοῦς.

51. Δεινότης διάθεσις καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστι τοῦ ἰδίου τέλους.

52. Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων· προαίρεσις βίου τοῦ αὐτοῦ· ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως· ὁμόνοια περὶ βίου κοινωνίαν μετ’ εὐνοίας· κοινωνία τοῦ εὖ ποιῆσαι καὶ παθεῖν.

53. Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους· εὐαγωγία ψυχῆς πρὸς λόγους καὶ πράξεις.

54. Αἵρεσις δοκιμασία ὀρθή.

55. Εὔνοια αἵρεσις· ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός.

56. Οἰκειότης ταὐτοῦ γένους κοινωνία.

57. Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων· συμφωνία νοημάτων καὶ ὑπολημμάτων.

58. Ἀγάπησις ἀπόδειξις παντελής.

59. Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων· ἐπιστήμη ποιητικὴ δικαιοσύνης ἐν πόλει.

60. Ἑταιρεία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθ’ ἡλικίαν γεγενημένοις.

61. Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος.

62. Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους.

63. Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστημη ἀληθῶν.

64. Βούλησις ἔφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν.

65. Συμβούλευσις παραίνεσις ἑτέρῳ πρὸ πράξεως, τίνα δεῖ τρόπον πράττειν.

66. Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν ἢ ποιῆσαι.

67. Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς.

68. Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία πρὸς τὸ μαθεῖν.

69. Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν.

70. Εὐφυΐα τάχος μαθήσεως· γέννησις φύσεως ἀγαθή· ἀρετὴ ἐν φύσει.

71. Εὐμάθεια εὐφυΐα ψυχῆς πρὸς τάχος μαθήσεως.

72. Δίκη ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος.

73. Νόμος ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἢ μή.

74. Εὐνομία πειθαρχία νόμων σπουδαίων.

75. Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά.

76. Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς δι’ ἀρετὴν πράξεσι διδομένων· ἀξίωμα ἀπ’ ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος.

77. Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς.

78. Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ· ὑπουργία ἐν καιρῷ.

79. Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων, ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι.

80. Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος.

81. Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα.

82. Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει.

83. Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν.

84. Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λογιζομένουᶠ.

85. Δωρεὰ ἀλλαγὴ χάριτος.

86. Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον· χρόνος ἀγαθοῦ τινος συνεργός.

87. Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης ἀληθείας.

88. Ἔννοια συντονία διανοίας.

89. Νόησις ἀρχὴ ἐπιστήμης.

90. Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων· τῆς θεοῦ τιμῆς κατὰ φύσιν θεραπεία.

91. Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ.

92. Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως

93. Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας.

94. Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ.

95. Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου· δύναμις ὑποληπτική τινος ἢ τινῶν, ἀμετάπτωτος ὑπὸ λόγου· λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος.

96. Δόξα ὑπόληψις μετὰ πίστεως λογική· λόγιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου.

97. Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρας ἀνθρώπων, ἀφ’ ἧς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος.

98. Ἕξις διάθεσις ψυχῆς καθ’ ἣν ποιοί τινες λεγόμεθα.

99. Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας.

100. Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος σύνθετος ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους.

101. Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθ’ ἑαυτὸ λεγομένου.

102. Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους.

103. Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον.

104. Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος.

105. Τεκμήριον ἀπόδειξις ἀφανοῦς.

106. Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων.

107. Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος· αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι.

108. Ὀφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον τοῦ ἀγαθοῦ.

109. Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον.

110. Καλὸν τὸ ἀγαθόν.

111. Ἀγαθὸν τὸ ἄιτιον σωτηρίας τοῖς οὖσι· τὸ αἴτιον παντὸς τοῦ πρὸς αὑτό· ἀφ’ οὗ συμβαίνει χρὴ αἱρεῖσθαι.

112. Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς.

113. Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης.

114. Ἑκούσιον τὸ αὑτοῦ προσαγωγόν· τὸ καθ’ αὑτὸ αἱρετὸν κατὰ διάνοιαν ἀποτελούμενον.

115. Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ.

116. Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ τέχνην ἀρκοῦν.

117. Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως.

118. Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἷρετόν.

119. Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀΐδιος μονή.

120. Ὅσιὸν θεράπευμα θεοῦ ἀρεστὸν θεῷ.

121. Ἑορτὴ χρόνος ἱερὸς κατὰ νόμους.

122. Ἄνθρωπος ζῷον ἄπτερον, δίπουν, πλατυώνυχον· ὅ μόνον τῶν ὄντων ἐπιστήμης τῆς κατὰ λόγους δεκτικόν ἐστι.

123. Θυσία θεῷ δόμα θύματος.

124. Εὐχὴ αἴτησις ἀνθρώποις ἀγαθῶν ἢ δοκούντων παρὰ θεῶν.

125. Βασιλεὺς ἄρχων κατὰ νόμους· ἀνυπεύθυνος· πολιτικῆς κατασκευῆς ἄρχων.

126. Ἀρχὴ ἐπιμέλεια τοῦ παντός.

127. Ἐξουσία ἐπιτροπὴ νόμου.

128. Νομοθέτης ποιητὴς νόμων καθ’ οὓς δεῖ πολιτεύεσθαι.

129. Νόμος δόγμα πλήθους πολιτικὸν οὐκ εἴς τινα χρόνον ἀφωρισμένον.

130. Ὑπόθεσις ἀρχὴ ἀναπόδεικτος· συγκεφαλαίωσις λόγου.

131. Ψήφισμα δόγμα πολιτικὸν εἴς τινα χρόνον ἀφωρισμένον.

132. Πολιτικὸς ἐπιστήμων πόλεως κατασκευῆς.

133. Πόλις οἴκησις πλήθους ἀνθρώπων κοινοῖς δόγμασι χρωμένων· πλῆθος ἀνθρώπων ὑπὸ νόμον τὸν αὐτὸν ὄντων.

134. Πόλεως ἀρετὴ κατάστασις ὀρθῆς πολιτείας.

135. Πολεμικἡ ἐμπειρία πολέμου.

136. Συμμαχία κοινωνία πολέμου.

137. Σωτηρία περιποίησις ἀβλαβής.

138. Τύραννος ἄρχων πόλεως κατὰ τὴν ἑαυτοῦ διάνοιαν.

139. Σοφιστὴς νέων πλουσίων ἐνδόξων ἔμμισθος θηρευτής.

140. Πλοῦτος κτῆσις σύμμετρος πρὸς εὐδαιμονίαν· περιουσία χρημάτων εἰς εὐδαιμονίαν συντεινόντων.

141. Παρακαταθήκη δόμα μετὰ πίστεως.

142. Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων.

143. Νικᾷν κρατεῖν διαφερόμενον.

144. Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἶος ἀνθρώπῳ τἀγαθὰ ἐπιτελεῖν.

145. Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων.

146. Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων τῷ ὀρθῷ λογισμῷ.

147. Σπουδαῖος ὁ τελέως ἀγαθός· ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν.

148. Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου.

149. Δυσμαθία βραδυτὴς ἐν μαθήσει.

150. Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία.

151. Ἀφιλοσοφία ἕξις καθ’ ἣν ὁ ἔχων μισολόγος ἐστί.

152. Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ.

153. Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ· νοῦς τάξεως ψυχῆς ἀλογίστου.

154. Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ.

155. Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου· ἕξις ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον.

156. Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι.

157. Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα.

158. Ἀκρασία ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι.

159. Ὄκνος φυγὴ πόνων ἀρχῆς.

160. Δειλία ἀντιληπτικὴ ὁρμῆς πρώτη τοῦ εἶναι αἰτία.

161. Διαβολὴ διάστασις φίλων λόγῳ.

162. Καιρὸς ἐν ᾧ ἕκαστον ἐπιτήδειον παθεῖν ποιῆσαι.

163. Ἀδικία ἕξις ὑπεροπτικὴ νόμῳν

164. Ἔνδεια ἐλάττωσις τῶν ἀγαθῶν.

165. Αἰσχύνη φόβος ἐπὶ προσδοκίᾳ ἀδοξίας.

166. Ἀλαζονεία ἕξις προσποιητικὴ ἀγαθοῦ ἡ ἀγαθῶν τῶν μὴ ὑπαρχόντων.

167. Ἁμαρτία πρᾶξις παρὰ τὸν ὀρθὸν λογισμόν.

168. Φθόνος λύπη. ἐπὶ φίλων ἀγαθοῖς ἢ οὖσιν ἢ γεγενημένοις.

169. Ἀναισχυντία ἕξις ψυχῆς ὑπομενκτικὴ ἀδοξίας ἕνεκα κέρδους.

170. Θρασύτης ὑπερβολὴ θράσους πρὸς φόβους οὓς μὴ δεῖ.

171. Φιλοτιμία ἕξις ψυχῆς προετικὴ πάσης δαπάνης ἄνευ λογισμοῦ.

172. Κακοφυΐα κακία ἐν φύσει καὶ ἁμαρτία τοῦ κατὰ φύσιν· νόσος τοῦ κατὰ φύσιν.

173. Ἐλπὶς προσδοκία ἀγαθοῦ.

174. Μανία ἕξις φθαρτικὴ ἀληθοῦς ὑπολήψεως

175. Λαλιὰ ἀκρασία λόγου Ἄλογος.

176. Ἐναντιότης τῶν ὑπὸ τὸ αὐτὸ γένος κατά τινα διαφορὰν πιπτόντων ἡ πλείστη διάστασις.

177. Ἀκούσιον τὸ παρὰ διάνοιαν ἀποτελούμενον.

178. Παιδεία δύναμις θεραπευτικὴ ψυχῆς.

179. Παίδευσις παιδείας παράδοσις.

180. Νομοθετικὴ ἐπιστήμη ποιητικὴ πόλεως εὐπαγής.

181. Νουθέτησις λόγος ἐπιτιμητικὸς ἀπὸ γνώμης· λόγος ἁμαρτίας ἀποτροπῆς ἕνεκεν.

182. Βοήθεια κακοῦ κώλυσις ὄντος ἢ γιγνομένου.

183. Κόλασις ψυχῆς θεραπεία ἐπὶ ἁμαρτήματι γενομένῳ.

184. Δύναμις ὑπεροχὴ ἐν πράξει ἢ ἐν λόγῳ· ἕξις καθ’ ἣν τὸ ἔχον δυνατόν ἐστιν· ἰσχὺς κατὰ φύσιν.

185. Σώζειν τὸ περιποιεῖν ἀβλαβῆ.

186. Σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος, ψυχὴ δ’ ἰσοθέων τάξιν ἔχει μακάρων.

187. Σπεύσιπος Φιλίππῳ. Ἀντίπατρος ὁ φέρων τὴν ἐπιστολὴν τὸ μὲν γένος ἐστὶ Μάγνης, γράφει δὲ Ἀθήνῃσι πάλαι τὰς Ἑλληνικὰς πράξεις· ἀδικεῖσθαι δέ φησιν ὑπό τινος ἐν Μαγνησίᾳ. Διάκουσον οὖν αὐτοῦ τὸ πρᾶγμα, καὶ βοήθησον, ὡς ἂν δύνῃ, καὶ προθυμότατα. Δικαίως δ’ ἃν αὐτῷ βοηθήσειας διὰ πολλά, καὶ διότι παρ’ ἡμῖν διαγνωσθέντος ἐν διατριβῇ τοῦ σοὶ πεμφθέντος ὑπὸ Ἰσοκράτους λόγου τότε, τὴν μὲν ὑπόθεσιν ἐπῄνεσε, τὸ δὲ παραλιπεῖν τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑμῶν ἐνεκάλεσε. Πειράσομαι δ’ αὐτῶν εἰπεῖν ὀλίγας. Ἰσοκράτης μὲν γὰρ οὔτε τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑπὸ σοῦ καὶ τῶν σῶν προγόνων δεδήλωκεν, οὔτε τὰς ὑπό τινων κατὰ σοῦ γεγενημένας διαβολὰς λέλυκεν, οὕτε Πλάτωνος ἐν τοῖς πρὸς σὲ πεμφθεῖσι λόγοις ἀπέσχηται. Καίτοι χρὴ πρῶτον μὲν τὴν ὑπάρχουσαν οἰκειότητα πρὸς τὴν ἡμετέραν πόλιν αὐτὸν μὴ λαθεῖν, ἀλλὰ ποιῆσαι καὶ τοῖς ἀπὸ σοῦ γενομένοις φανεράν. Ἡρακλῆς γάρ, ὄντος νόμου τὸ παλαιὸν ἡμῖν μηδένα ξένον μυεῖσθαι, βουληθεὶς μυεῖσθαι γίγνεται Πυλίου θετὸς υἱός. Τούτου δὲ ὄντος τοιούτου, τοὺς λόγους ἐξῆν Ἰσοκράτει λέγειν ὡς πρὸς πολίτην, ἐπειδὴ τὸ γένος ὑμῶν ἐστιν ἀφ’ Ἡρακλέους, μετὰ ταῦτα τὰς Ἀλεξάνδρου τοῦ σοῦ προγόνου, καὶ τῶν ἄλλων τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ἐξαγγέλλειν. Νυνὶ δὲ ὥσπερ ἀποῤῥήτους συμφορὰς αὐτῶν κατασεσιώπηκεν. Ξέρξου γὰρ πρέσβεις ἐπὶ τὴν Ἐλλάδα πέμψαντος γῆν καὶ ὕδωρ αἰτήσοντας, Ἀλέξανδρος τοὺς μὲν πρέσβεις ἀπέκτεινεν· ὕστερον δέ, στασιαζόντων τῶν βαρβάρων, οἱ Ἕλληνες ἐπὶ τὴν ἡμετέραν Ἡράκλειαν ἀπήντησαν, Ἀλεξάνδρου δὲ τοῦ Ἀμύντου τὴν Θετταλῶν προδοσίαν τοῖς Ἕλλησι μηνύσαντος, ἀναζεύξαντες οἱ Ἕλληνες δ’ Ἀλέξανδρον ἐσώθησαν. Καίτοι τούτων χρὴ οὐ μόνον Ἡρόδοτον καὶ Δαμάστην μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὸν ἐν ταῖς τέχναις ἀποφαινόμενον ἐκ τοῦ τῶν προγόνων ἐγκωμίου εὔνους δεῖν ποιῆσαι τοὺς ἀκροατάς. Προσήκει δὲ καὶ τὴν ἐν Πλαταιαῖς ἐπὶ Μαρδονίου γεγενημένην δηλῶσαι, καὶ τὰς ἑξῆς τούτου τὰς τῶν σῶν προγόνων εὐεργεσίας. Οὕτως γὰρ ἃν ὁ περὶ σοῦ γραφεὶς λόγος τῆς παρὰ τῶν Ἑλλήνων εὐνοίας ἔτυχε μᾶλλον, ἢ μηδὲν ἀγαθὸν περὶ τῆς ὑμετέρας βασιλείας εἰπόντος. Ἥν δὲ καὶ τὰ παλαίτερα διαλεχθῆναι τῆς Ἰσοκράτους ἡλικίας, τὸ δέ, εὐθαλῶς, ὥς φησιν αὐτός, ἀνθούσης τῆς διανοίας. Ἀλλὰ μὴν καὶ τὰς διαβολὰς ἐνῆν λῦσαι τὰς τὸ πλεῖστον ὑπ’ Ὀλυνθίων γιγνομένας. Τίς γὰρ ἂν οὕτως εὐήθη σε νομίσειεν, ὥστε σοι πολεμούντων Ἰλλυριῶν καὶ Θρᾳκῶν, ἔτι τε Ἀθηναίων καὶ Λακεδαιμονίων, καὶ ἄλλων Ἑλλήνων καὶ βαρβάρων, πόλεμον πρὸς Ὀλυνθίους ἐξενεγκεῖν; Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἐν ἐπιστολῇ πρὸς σὲ μηκυντέον. Ἃ δέ ἐστιν οὐκ ἐμποδὼν τοῖς τυχοῦσιν εἰπεῖν, ἐκ πολλοῦ τε χρόνου τοῖς πᾶσι κατασεσιώπηται, συμφέρει δέ σοι πυθέσθαι, ταῦτά μοι δοκεῖ φράσειν, καὶ τούτων ἀξιώσειν εὐαγγέλια δικαίαν χάριν Ἀντιπάτρῳ παρὰ σοῦ δοθῆναι. Περὶ γὰρ τῆς γιγνομένης Ὀλυνθίοις χώρας, ὡς ἔστι τὸ παλαιὸν Ἡρακλειδῶν, ἀλλ’ οὐ Χαλκιδέων, ὁ φέρων τὴν ἐπιστολὴν μόνος καὶ πρῶτος ἀξιοπίστους μύθους εἴρηκεν. Τὸν αὐτὸν γάρ, φησι, τρόπον Νηλέα μὲν ἐν Μεσσήνῃ, Συλέα δὲ περὶ τὸν Ἀμφιπολιτικὸν τόπον ὑφ’ Ἡρακλέους ὑβριστὰς ὄντας ἀπολέσθαι, καὶ δοθῆναι παρακαταθήκην φυλάττειν, Νέστορι μὲν τῷ Νηλέως Μεσσήνην, Δικαίῳ δὲ τῷ Συλέως ἀδελφῷ τὴν Φυλλίδα χώραν· καὶ Μεσσήνην μὲν ὕστερον πολλαῖς γενεαῖς Κρεσφόντην κομίσασθαι, τὴν δὲ Ἀμφιπολῖτιν Ἡρακλειδῶν οὖσαν Ἀθηναίους καὶ Χαλκιδεῖς λαβεῖν. Ὡσαύτως ὑφ’ Ἡρακλέους ἀναιρεθῆναι κακούργους καὶ παρανόμους, Ἱπποκόωντα μὲν ἐν Σπάρτῃ τύραννον, Ἀλκυονέα δὲ ἐν Πολλήνῃ, καὶ Σπάρτην μὲν Τυνδάρεῳ, Ποτίδαιαν δὲ καὶ τὴν ἄλλην Παλλήνην Σιθῶνι τῷ Ποσειδῶνος παρακαταθέσθαι, καὶ τὴν μὲν Λακωνικὴν τοὺς Ἀριστοδήμου παῖδας ἐν ταῖς Ἡρακλειδῶν καθόδοις ἀπολαβεῖν, Παλλήνην δὲ Ἐρετριεῖς καὶ Κορινθίους, καὶ τοὺς ἀπὸ Τροίας Ἀχαιούς, Ἡρακλειδῶν οὖσαν κατασχεῖν. Τὸν αὐτὸν δὲ τρόπον ἐξαγγέλλει περὶ τὴν Τορωναίαν τοὺς Πρωτείδας τυράννους, Τμῶλον καὶ Τηλέγονον ὡς Ἡρακλῆς ἀνέλοι, καὶ περὶ Ἀμβρακίαν Κλείδην καὶ τοὺς Κλείδου παῖδας ἀποκτείνας, Ἀριστομάχῳ μὲν τῷ Σιθῶνος τὴν Τορωναίαν τηρεῖν προστάξειεν, ἣν Χαλκιδεῖς ὑμετέραν οὖσαν κατῴκισαν· Λαδίκῃ δὲ καὶ Χαράττῃ τὴν Ἀμβρακικὴν χώραν ἐγχειρίσειεν ἀξιῶν ἀποδοῦναι τὰς παρακαταθήκας τοῖς ἀπ’ αὐτοῦ γιγνομένοις. Ἀλλὰ μὴν καὶ τὰς ὑπογυίους Ἀλεξάνδρου τῆς Ἡδωνῶν χώρας κτήσεις Μακεδόνες πάντες ἴσασιν· καὶ ταῦτά ἐστιν οὐ προφάσεις Ἰσοκράτους, οὐδὲ ὀνομάτων ψόφος, ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὠφελεῖν. Ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων δῆλος εἰ σπουδάζων, ἐβουλήθην σοι φράσαι μῦθον παρὰ Ἀντιπάτρου, τίνα τρόπον πρῶτον οἱ Ἀμφικτύονες συνέστησαν, καὶ πῶς ὄντες Ἀμφικτύονες Φλεγύαι μὲν ὑπὸ Ἀπόλλωνος Δρύοπες δὲ ὑπὸ Ἡρακλέους, Κρισσαῖοι δὲ ὑπὸ Ἀμφικτυόνων ἀνῃρέθησαν. Οὗτοί γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφῃρέθησαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφικτυόνων συντελείας μετέσχον, ὧν ἐνίους σέ φησι μεμιμῆσθαι, καὶ λαβεῖν ἆθλον Πυθίοις τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους. Ὧν ὁ τὰ παλαιὰ καινῶς, καὶ τὰ καινὰ παλαιῶς ἐπαγγελλόμενος διδάσκειν, λέγει νῦν οὔτε τὰς ἀρχαίας πράξεις, οὔτε τὰς ὑπὸ σοῦ νεωστὶ διαγωνισθείσας, οὔτε τὰς τοῖς χρόνοις μεταξὺ γενομένας μεμύθευκε. Καίτοι δοκεῖ τὰς μὲν οὐκ ἀκηκοέναι, τὰς δὲ οὐκ εἰδέναι, τῶν δὲ ἐπιλελῆσθαι. Πρὸς δὲ τούτοις ἐπὶ πράξεις σε δικαίας παρακαλῶν ὁ σοφιστής, τὴν μὲν Ἀλκιβιάδου φυγὴν καὶ κάθοδον ἐπαινῶν, ἐν παραδείγματι δεδήλωκε, τὰ δὲ μείζω καὶ καλλίω πράγματα τῷ πατρί σου πραχθέντα παρέλιπεν. Ἀλκιβιάδης μὲν γὰρ ἐπ’ ἀσεβείᾳ φυγών, καὶ πλεῖστα τὴν πατρίδα τὴν αὐτοῦ κακῶς ποιήσας, εἰς αὐτὴν κατῆλθεν· Ἀμύντας δὲ πὲρ βασιλείας στάσει νικηθεὶς βραχὺν χρόνον ὑποχωρήσας, μετὰ ταῦτα πάλιν Μακεδονίας ἦρξεν. Εἶθ’ ὁ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ σὸς πατὴρ βασιλεύων κατεγήρασεν. Παρήνεγκε δέ σοι καὶ τὴν Διονυσίου μοναρχίαν, ὥσπερ προσῆκόν σοι τοὺς ἀσεβεστάτους, ἀλλ’ οὐ τοὺς σπουδαιοτάτους μιμήσασθαι, καὶ ζηλωτὴν τῶν κακίστων, ἀλλ’ οὐ τῶν δικαιοτάτων γενέσθαι. Καί φησι μὲν ἐν ταῖς τέχναις προσήκειν οἰκεῖα καὶ γνώριμα τὰ παραδείγματα φέρειν· ὀλιγωρήσας δὲ τῆς τέχνης, ἀλλοτρίοις καὶ τοῖς αἰσχίστοις, καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις παραδείγμασι χρῆται. Καίτοι πάντων καταγελαστότατα τοιαῦτα γράφων χαριέντως ἀμύνασθαί φησι τῶν μαθητῶν τοὺς ἐπιτιμῶντας. Οἱ δὲ χειρωθέντες ὑπὸ τῶν αὐτῷ πλησιαζόντων ἀκμαζόντων τῆς ῥητορικῆς τῇ δυνάμει, καὶ παρὰ ταῦτα οὐδὲν ἔχοντες εἰπεῖν οὕτως ἐπῄνεσαν τὸν λόγον, ὥστε τὸ πρωτεῖον τῶν λόγων τῷ λόγῳ τούτῳ δεδώκασι. Καταμάθοις δ’ ἂν ἐν βραχεῖ τὴν Ἰσοκράτους ἱστορίαν ἐξ ὧν Κυρηναίους μὲν ποιεῖ τοὺς ἀκούοντας ἀποίκους Λακεδαιμονίων, τὸν δὲ Ποντικὸν ἀπέδειξε τῆς αὐτοῦ σοφίας διάδοχον, οὗ σὺ πολλοὺς τεθεαμένος σοφιστὰς βδελυρώτερον οὐχ ἑώρακας. Πυνθάνομαι δὲ καὶ Θεόπομπον παρ' ὑμῖν μὲν εἶναι πάνυ ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦτα, ὥσπερ οὐ Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκα κατασκευάσαντος καὶ διὰ τέλους χαλεπῶς φέροντος, εἴ τι γίγνοιτο παρ’ ὑμῖν ἀνήμερον ἢ μὴ φιλάδελφον. Ἵνα οὖν Θεόπομπος παύσηται τραχὺς ὤν, κέλευσον Ἀντίπατρον παραναγνῶναι τῶν ἑλληνικῶν πράξεων αὐτῷ, καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφόμενος, ἀδίκως δὲ παρὰ σοῦ χορηγίας τυγχάνων. Ὁμοίως δὲ καὶ Ἰσοκράτης, ἐπειδὴ νέος μὲν ὢν εἰς τὸν δῆμον μετὰ Τιμοθέου καθ’ ὑμῶν ἐπιστολὰς αἰσχρὰς ἔγραψε, νυνὶ δὲ πρεσβύτης ὢν ὥσπερ ἀγνοῶν, ἢ φθονῶν τὰ πλεῖστα τῶν ὑμῖν ὑπαρχόντων ἀγαθῶν παραλέλοιπεν· ἀπέσταλκε δέ σοι λόγον, ὃν τὸ μὲν πρῶτον ἔγραψεν Ἀγησιλάῳ, μικρὰ διασκευάσας ὕστερον ἐπώλει τῷ Σικελίας τυράννῳ Διονυσίῳ· τὸ δὲ τρίτον τὰ μὲν ἀφελών, τὰ δὲ προσθεὶς ἐμνήστευσεν Ἀλεξάνδρῳ τῷ Θετταλῷ· τὸ δὲ τελευταῖον νῦν πρὸς σὲ γλίσχρως αὐτὸν ἐπηκόντισεν. Βουλοίμην δ’ ἂν χωρῆσαι τὸ βυβλίον ἀναμνῆσαι τὰς ἐν τῷ λόγῳ πρὸς σὲ πεμφθείσας ὑπ' αὐτοῦ προφάσεις. Ἐπὶ μὲν γὰρ Ἀμφιπόλεώς φησι κωλῦσαι τὴν γενομένην εἰρήνην γράψαι λόγον ὑπὲρ τῆς Ἡρακλέους ἀθανασίας, ὕστερον δὲ αὐτῷ σοι φράσειν. Ὑπὲρ ἐνίων δὲ διὰ τὴν ἡλικίαν ὁμολογῶν μαλακώτερον γράφειν, συγγνώμης ἀξιοῖ τυχεῖν· μὴ θαυμάζειν δέ, εἰ καί πως ἀναγνοὺς ὁ Ποντικὸς ἀμβλύτερον καὶ φαυλότερον ποιεῖ φαίνεσθαι τὸν λόγον· τὸν Πέρσην δὲ ὡς καταστρατηγήσεις αὐτὸν εἰδέναι σέ φησιν. Ἀλλὰ γὰρ τὰς λοιπὰς σκήψεις γράψοντα ἐπιλείπει με τὸ βυβλίον· τοσαύτην ἡμῖν σπάνιν βυβλίων βασιλεὺς Αἴγυπτον λαβὼν πεποίηκεν. Ἔῤῥωσο, καὶ Ἀντιπάτρου διὰ ταχέων ἐπιμεληθεὶς πρὸς ἡμᾶς αὐτὸν ἀπόστειλον.

188. Σπεύσιππος Φιλίππῳ.

Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κεκτῆσθαι, νομίζων τά τε χρήματα καὶ διὰ τύχην ἄν τινα πολλὰ κτήσασθαι οὐ τῶν βελτίστων εἶναι. Σοὶ δὲ ἔστιν ἀδελφὰ ᵈ τοῖς παρ’ ἐκείνου ὑπηργμένοις πράττειν, ὅπως ἂν δοκῆς καὶ τὸ ἦθος ἀδελφὸς εἶναι τοῦ περὶ σὲ διανοηθέντος τοιαῦτα ᵉ. Νόμιζε δὲ πάντας προσέχειν σοι τὸν νοῦν, καὶ σκοπεῖν ᶠ ποῖός τε ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγωνιᾷν, βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ ἐπιεικείᾳ, καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦντας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γενόμενον πλημμελές. Οὓς δεῖ νομίσαντα πολεμίους εἶναι μετὰ τῶν βελτίστων ἀγωνίζεσθαι ὡς αὐτὸν ὄντα ᵍ ἕνα τούτων. Δοκεῖ γάρ μοι οὐ μόνον ἁμιλλητέον εἶναι πρὸς τὰ τοῦ ἀδελφοῦ ἔργα, ἃ ἐκείνῳ ὑπὲρ τοῦ κοινοῦ πέπρακται, ἀλλὰ καὶ πρὸς τὰς σὰς ʰ εὐεργεσίας, ὅπως μὴ καταδεέστεραι αἱ παρὰ σοῦ πρὸς ἐκεῖνον γίγνωνται ⁱ. Περὶ πλείστου δὲ δεῖ σε ποιῆσαι σώφρονά τε εἶναι, καὶ κατήκοον τοῦ ἀδελφοῦ, ὄντος περὶ σὲ οἷός περ νῦν ἐστιν. Ἔῤῥωσο.

189. Σπεύσιππος Ξενοκράτει.

Ἐνόμιζον ἐπιτήδειον εἶναί μοι μηδὲν τῶν καλῶς ἐχόντων παραλιπεῖν, καὶ διὰ τὴν Πλάτωνος ἐντολήν, καὶ διὰ τὴν ὑπάρχουσαν ἐμοὶ καὶ σοὶ φιλίαν. Καὶ δὴ ᾤμην ᵃ δεῖν γράψαι πρὸς σέ, ὡς διακείμενος τυγχάνω τὸ σωμάτιον, καὶ διότι νομίζω παραγενόμενόν σε εἰς Ἀκαδημίαν ᵇ συνέχειν τὸν περίπατον ᶜ. Ταῦτα δὲ ὡς δίκαιά ἐστι καὶ καλῶς ἔχοντα, πειράσομαί σοι φράζειν. Πλάτων, καθάπερ καὶ σὺ οἶσθα, καὶ ἐν οὐ τῇ τυχούσῃ τιμῇ ᵈ τὴν ἐν Ἀκαδημίᾳ διατριβὴν ἦγεν, νομίζων εἶναί τι καὶ πρὸς δόξαν ὀρθήν, καὶ πρὸς τὸν αὐτοῦ βίον καὶ τὴν ὕστερον παρ’ ἀνθρώποις μνείαν ἐσομένην. Καὶ τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιούμενος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν. Ἐπέσκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις, ἄν τι πάθῃς, πρὸς ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ παράπαν ἐξ Ἀκαδημίας. Διὸ δὴ καὶ μάλιστά μοι φαίνεταί σοι προσῆκόν εἶναι καὶ ζῶντα καὶ τεθνηκότα Πλάτωνα τιμᾷν. Θεῶν γὰρ δὴ καὶ γονέων καὶ ἐπιστολῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. Οἰκειοτάτη δὲ τοῖς εἰρημένοις εὑρίσκοιτ’ ἂν οὖσα ἡ Πλάτωνος συνουσία πρὸς τοὺς συνόντας. Τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας θεοῦ τάξιν εἶχεν. Συμβουλεύω δὲ καλὸν ἡγούμενος καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν μεγίστην, κᾀκείνῳ μάλιστα ἁρμόζουσαν· ἀποδοίης δ’ ἄν ᵉ, εἰ παραγενόμενος εἰς Ἀκαδημίαν τὸν περίπατον τοῖς σοῖς λόγοις συνέχοις ᶠ. Σοφία γὰρ ἀληθὴς λέγοιτ’ ἂν ἔνδικος βεβαιότης καὶ πιστότης ᵍ. Προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ τῶν πολλῶν ἀνθρώπων ʰ διαφέρειν. Σὺ δὲ καὶ δοκεῖς πλέον τοῦ προσήκοντος ἐπιμελὴς εἶναι.

190. Σπεύσιππος Ξενοκράτει.

Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμβεβηκότων κατὰ τὸ σωμάτιον ᵃ. Οὐ γὰρ μετρίως ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε μηδὲν αὐτοῖς ἐνεργεῖν ἐμὲ δύνασθαι ᵇ· κατὰ τύχην δέ τινα ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ καὶ διὰ τὸ κεχαρισμένον καὶ διὰ τὸ θειότατον εἶναι. Πάνυ μὲν οὖν ἐβουλόμην παρεῖναί σε· εὖ δὲ ποιήσεις καὶ νῦν παραγενόμενος. Καὶ γὰρ τῶν περὶ ἐμὲ προστήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ περιπάτῳ ἐπιμελήσῃ προσηκόντως.

191. Ἐκ τῆς Σπευσίππου πρὸς Δίωνα ἐπιστολῆς.

Ἔγραψε δὲ καὶ Σπεύσιππος αὐτῷ, μὴ μέγα φρονεῖν, εἰ πολὺς περὶ αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλ’ ὁρᾷν, ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν, εὐκλεᾶ θήσει τὴν ἀκαδημίαν.

192. Οὗτος δ’ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ, Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν οὕτως Σπεύσιππος πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος εἰς ἐπιστολὴν ἔγραψέ τι τοιοῦτον, ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. Διατρέφων δ’ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης, ἐπέπεσε τοῖς πράγμασι. Τοῦτο δ’ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη.

193. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον, ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων· ὁ νόμος, λόγος ὢν ὀρθός, σπουδαῖος ἃ καὶ ἐστιν.

194. Σπεύσιππός τε, ὁ Πλάτωνος ἀδελφιδοῦς, τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν, ἢ ἕξιν ἀγαθῶν· ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. Εἶεν δ’ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργαστικαί.

195. Πιθανώτερον δ’ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν περὶ αὐτοῦ, τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς δὴ καὶ Σπεύσιππος ἐπακολουθῆσαι δοκεῖ.

196. Ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν· ἡ μὲν γὰρ ἁπλῶς κακόν, ἡ δὲ τῷ πὴ ἐμποδιστική. Τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τε καὶ κακόν, ἀγαθόν. Ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι Ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις· ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν.

197. Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος, καὶ ἀρχὰς ἑκάστης οὐσίας, ἄλλην μὲν ἀριθμῶν, ἄλλην δὲ μεγεθῶν, ἔπειτα ψυχῆς· καὶ τοῦτον δὴ τὸν τρόπον ἐπεκτείνει τὰς οὐσίας.

198. Ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος, τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἴτια μὲν εἶναι, τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐκ ὀρθῶς οἴονται.

199. Σπευσίππῳ παραλυθέντι τὰ σκέλη Διογένης ἐξαγαγεῖν αὑτὸν τοῦ βίου παρῄνει, ὁ δὲ, οὐ τοῖς σκέλεσιν, ἔφη, ζῶμεν, ἀλλὰ τῷ νῷ.

200. Σπεύσιππος θεὸν τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δὲ [ἀπεφήνατο].

201. Ἐν ἰδέᾳ τοῦ πάντη διαστατοῦ Σπεύσιππος (τὴν οὐσίαν τῆς ψυχῆς ἀφωρίσατο).

202. Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ, τὸ περὶ τὴν τοῦ μέσου χώραν· τὰ δ’ ἄκρα καὶ ἑκατέρωθεν.

203. Σπεύσιππος δέ, ἐπεὶ τῶν πραγμάτων τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά, τῶν μὲν νοητῶν κριτήριον ἔλεξεν εἶναι τὸν ἐπιστημονικὸν λόγον, τῶν δὲ αἰσθητῶν τὴν ἐπιστημονικὴν αἴσθησιν. Ἐπιστημονικὴν δὲ αἴσθησιν ὑπείληφε καθεστάναι τὴν μεταλαμβάνουσαν τῆς κατὰ τὸν λόγον ἀληθείας. Ὥσπερ γὰρ οἱ τοῦ αὐλητοῦ ἢ ψάλτου δάκτυλοι τεχνικὴν μὲν εἶχον ἐνέργειαν, οὐκ ἐν αὐτοῖς δὲ προηγουμένως τελειουμένην, ἀλλ’ ᵃ ἐκ τῆς πρὸς τὸν λογισμὸν συνασκήσεως ἀπαρτιζομένην, καὶ ὡς ἡ τοῦ μουσικοῦ αἴσθησις ἐνέργειαν μὲν εἶχεν ἀντιληπτικὴν τοῦ τε ἡρμοσμένου καὶ τοῦ ἀναρμόστου, ταύτην δὲ οὐκ αὐτοφυῆ, ἀλλ’ ἐκ λογισμοῦ περιγεγονυῖαν, οὕτω καὶ ἡ ἐπιστημονικὴ αἴσθησις φυσικῶς παρὰ τοῦ λόγου τῆς ἐπιστημονικῆς μεταλαμβάνει τριβῆς πρὸς ἀπλανῆ τῶν ὑποκειμένων διάγνωσιν.

204. Σπεύσιππος δὲ οὐ καλῶς λέγει φάσκων ἀναγκαῖον εἶναι, τὸν ὁριζόμενον πάντα εἰδέναι· δεῖ μὲν γάρ, φησί, γινώσκειν τὰς διαφορὰς αὐτοῦ πάσας αἷς τῶν ἄλλων διενήνοχεν· ἀδύνατον δὲ εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον, μὴ εἰδότας αὐτὸ ἕκαστον.

205. Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ἀδύνατόν ἐστιν ὁρίσασθαί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα.

206. Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον. Τοῦτο λέγει ἀναιρῶν τοὺς λόγους δι’ ὧν ἐπεχείρει ὁ Σπεύσιππος ἀναιρῆσαι καὶ τὴν διαίρεσιν καὶ τοὺς ὁρισμούς. Ἐπεχείρει γὰρ οὕτω δεικνύειν καὶ ὡς οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν τινος, λέγων ὡς ὁ θέλων δι’ ὁρισμοῦ παραστῆσαι τὴν φύσιν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ὀφείλει γινώσκειν πάντα τὰ ὄντα καὶ τὰς διαφορὰς αὐτῶν καθ’ ἃς διαφέρουσιν ἀλλήλων· οὕτω γὰρ παρίσταται ἡ φύσις τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινός, ἐν τῷ χωρίζεσθαι τῶν ἄλλων πάντων.

207. Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον. Τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος ἂν γάρ τις αποδιδῷ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἐκατέρου λόγον ἀποδώσει. Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἶον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς. Ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον, καὶ ὁ λόγος δὲ τῆς οὐσίας ὁ αὐτός· ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν κατέρῳ τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν λόγον ἀποδώσει.

208. Σπεύσιππος δέ, ὥς φασιν, ἠρκεῖτο λέγειν ὁ δὲ λόγος ἕτερος. Καίτοι εἴ τις οὕτως ἀποδοίη, καὶ τὰ συνώνυμα ὁμώνυμα ἔσται καὶ τὰ ὁμώνυμα συνώνυμα. Ἡμῖν γὰρ καὶ τοῖς ἵπποις ὄνομα κοινὸν τὸ ζῷον, οἱ δὲ λόγοι ἕτεροι, καθὸ ἄνθρωπος καὶ ἵππος· ἔσται οὖν τὸ συνώνυμον ὁμώνυμον. Καὶ πάλιν ὁ θαλάττιος κύων καὶ ὁ χερσαῖος κατὰ τὸ ζῷον τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἔσται τὰ ὁμώνυμα συνώνυμα, διότι οὐ καθὸ ἦν ὁμώνυμα, κατὰ τὸν κύνα, ἀπεδόθη αὐτῶν ὅ ὁρισμὸς ἀλλὰ κατὰ τὸ ζῷον. Ἀναγκαία οὖν ἡ κατὰ τοὔνομα προσθήκη. Ὁ δὲ λόγος σημαίνει μὲν καὶ τὸν ἐν ταῖς ψήφοις λογισμόν, σημαίνει δὲ καὶ τὸν ἐνδιάθετον κατὰ τὴν ἔννοιαν, σημαίνει δὲ καὶ τὸν προφορικὸν καὶ τὸν σπερματικόν, σημαίνει δὲ καὶ τὸν ἑκάστου περιηγητικὸν καὶ ὁριστικόν. Λόγον δὲ εἶπε καὶ οὐχ ὁρισμόν, ἵνα καὶ τὴν ὑπογραφικὴν ἀπόδοσιν περιλάβῃ, ἥτις καὶ τοῖς γένεσι τοῖς ἀνωτάτω καὶ τοῖς ἀτόμοις ἐφαρμόττει, ὁρισμῷ μὴ δυναμένοις περιληφθῆναι, διότι οὔτε τῶν ἀνωτάτω γενῶν γένος ἔστι λαβεῖν οὔτε τῶν ἀτόμων διαφοράς, ἡ δὲ ὑπογραφὴ τὴν ἰδιότητα τῆς οὐσίας ἀποδιδοῦσα καὶ ἐπὶ ταῦτα φθάνει. Διὸ οὐδὲ ἁπλῶς εἶπε τὸν κατὰ τοὔνομα λόγον ἀλλὰ τὸν τῆς οὐσίας λόγον, διότι ὁ μὲν ὑπογραφικὸς λόγος τὴν ἰδιότητα τῆς οὐσίας ἀφορίζει, ὁ δὲ ὁριστικὸς τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν οὐσίαν αὐτήν. Ὁ οὖν λόγος τῆς οὐσίας καὶ τὸν ὁριστικὸν λόγον καὶ τὸν ὑπογραφικὸν περιείληφεν. Ὥστε μάτην ἐγκαλοῦσι πάλιν οἱ περὶ τὸν Νικόστρατον ὡς ἐν μόνῃ τῇ οὐσίᾳ δοκοῦντι λέγειν τὴν ὁμωνυμίαν τῷ Ἀριστοτέλει.

209. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων φησὶ σίον ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. Διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν. Ἄμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου. Σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα.

210. Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν· Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν. καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει.

211. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. Τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικίοις οὕτως· Ἁλίας στραβήλου τῆσδε τέκνον εἴ τινα δυναίμεθ’ εὑρεῖν. Ἔτι ὅ Σπεύσιππος ἑξῆς πάλιν ἰδοί καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας.

212. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον.

213. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον.

214. Καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων.

215. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ἐμφερεῖς φησιν εἶναι μελάνουρον καὶ κορακῖνον.

216. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι τῇ μαινίδι βόακα καὶ σμαρίδας.

217. Πέρκαι. Τούτων μέμνηται Διολῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα.

218. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα.

219. Τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν καὶ τευθίδα.

220. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν.

221. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων Ῥαφανίς, φησί, γογγυλίς, ῥάφυς, ἀνάῥῥινον, ὅμοια.

222. Μνημονεύει δ’ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων.

223. Καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ σ κῶπας αὐτοὺς ὀνομάζει.

224. Ἔστι δ’ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τρυγονίῳ, ὡς ὡΣπεύσιππος παρίστησιν ἐν τετάρτῳ Ὁμοίων.

225. Σπεύσιππος δ’ ἐμφερῆ φησιν εἶναι κόκκυνα, χελιδόνα, τρίγλαν.

226. Οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος, ὁ λάτωνος ἀκουστὴς καὶ συγγενής. Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς καὶ τὰ τῆς φιληδονίας αὐτοῦ διεξερχόμενος, ἔτι δὲ τῆς φιλαργυρίας, ἐρανίζεσθαί τι παρὰ πολλῶν αὐτὸν δειλέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἑταίρας φιληδονίας αὐτοῦ διεξερχόμενος, ἔτι δὲ τῆς φιλαργυρίας, ἐρανίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων] ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς ρκαδικῆς ἑταίρας ἔρωτα, ἐπὶ πᾶσί τε λέγει τάδε· Σύ τισι φιλαργυρίαν ὀνειδίζεις, αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδίας; τί γὰρ οὐ πεποίηκας; οὐχ ὑπὲρ ὁν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς;

227. Ἐλέγοντο δὲ αὐτοῦ καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθενία τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία, ὅτε καὶ Διονύσιος πρὸς αὐτὸν γράφων τωθαστικῶς φησί· καὶ ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας ἐστὶ τὴν φιλοσοφίαν καταμαθεῖν· καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ’ αὐτὸν φοιτῶντας ἐποίει, σὺ δὲ δασμολογεῖς, καὶ παρ’ ἑκόντων καὶ ἀκόντων λαμβάνεις.

228. Βούλομαί σε μετὰ παιδιᾶς παῤῥησιάσασθαι, ἐπειδὴ σὺ καὶ πρὸς ἐμὲ προεισβέβληκαςᵃ τῷ τρόπῳ τούτῳ. Λέγω δή σοι εὖ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαίρειν ἄμεινον, ὡς οὐκ ἔστιν,ᵇ ἀλλὰ τοῦ μὲν ἥδεσθαι, ᾧ Λασθενία καὶ Σπεύσιππος χρῆται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χεῖρας καὶ πόδας ἕξων, μᾶλλον δὲ τοῦ Βριάρεω.

229. Ἤδη δὲ τῶν παλαιῶν οἱ μὲν πάντα θεωρήματα καλεῖν ἠξίωσαν, ὡς οἱ περὶ Σπεύσιππον καὶ Ἀμφίνομον, ἡγούμενοι ταῖς θεωρητικαῖς ἐπιστήμαις οἰκειότερον εἶναι τὴν τῶν θεωρημάτων προσηγορίαν τὴν τῶν προβλημάτων, ἄλλως τε καὶ περὶ ἀϊδίων ποιουμέναις τοὺς λόγους. Οὐ γάρ ἐστι γένεσις ἒν τοῖς ἀϊδίοις, ὥστε οὔτε τὸ πρόβλημα χώραν ἐπὶ τούτων ἂν ἔχοι, γένεσιν ἐπαγγελλόμενον καὶ ποίησιν τοῦ μήπω πρότερον ὄντος, οἷον ἰσοπλεύρου τριγώνου σύστασιν, ἢ τετραγώνου δοθείσης εὐθείαςᵇ ἀναγραφήν, ἢ εὐθείας πρὸς τῷ δοθέντι σημείῳ θέσιν. Ἄμεινον οὖν, φασί,…

230.…