The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. J. von Arnim, Stoicorum veterum fragmenta, vol. 1, Leipzig: Teubner, 1905 (repr. Stuttgart: Teubner, 1968): 139– 142.
CTS identifier
urn:cts:greekLit:tlg1693.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

620

Diogenes Laërt. VII 177. Τούτου (scil. τοῦ Κλεάνθους)—

ἤκουσε μετὰ Ζήνωνα καὶ <Σφαῖρος> ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν

περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν

Φιλοπάτορα. Βιβλία δὲ γέ-

γραφε τάδε·

περὶ κόσμου δύο·

περὶ στοιχείων·

〈περὶ〉 σπέρματος n. 626.

περὶ τύχης·

περὶ ἐλαχίστων·

πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα·

περὶ αἰσθητηρίων n. 627.

περὶ Ἡρακλείτου πέντε·

διατριβῶν·

περὶ τῆς ἠθικῆς διατάξεως·

περὶ καθήκοντος·

περὶ ὁρμῆς·

περὶ παθῶν δύο·

περὶ βασιλείας·

περὶ Λακωνικῆς πολιτείας n. 629

περὶ Λυκούργου καὶ Σωκράτους τρία·

περὶ νόμου·

περὶ μαντικῆς·

διαλόγους ἐρωτικούς·

περὶ τῶν Ἐρετριακῶν φιλοσόφων·

περὶ ὁμοίων·

περὶ ὅρων (n. 628).

περὶ ἕξεως·

περὶ τῶν ἀντιλεγομένων τρία·

περὶ λόγου·

περὶ πλούτου·

περὶ δόξης·

περὶ θανάτου·

τέχνης διαλεκτικῆς δύο·

περὶ κατηγορημάτων·

περὶ ἀμφιβολιῶν·

ἐπιστολάς.

621

Diogenes Laërt. VII 185. Πτολεμαίου τε πρὸς Κλεάνθην

ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε,

Χρύσιππος δὲ περιεῖδε.

622

Plutarchus vita Cleomenis 2. λέγεται δὲ καὶ λόγων φιλο-

σόφων τὸν Κλεομένη μετασχεῖν ἔτι μειράκιον ὄντα, <Σφαίρου> τοῦ

Βορυσθενίτου παραβαλόντος εἰς τὴν Λακεδαίμονα καὶ περὶ τοὺς νέους

καὶ τοὺς ἐφήβους οὐκ ἀμελῶς διατρίβοντος. Ὁ δὲ Σφαῖρος ἐν τοῖς

πρώτοις ἐγεγόνει τῶν Ζήνωνος τοῦ Κιτιέως μαθητῶν, καὶ τοῦ Κλεο-

μένους ἔοικε τῆς φύσεως τὸ ἀνδρῶδες ἀγαπῆσαί τε καὶ προσεκκαῦσαι

τὴν φιλοτιμίαν. —ὁ δὲ Στωϊκὸς λόγος ἔχει τι πρὸς τὰς μεγάλας φύ-

σεις καὶ ὀξείας ἐπισφαλὲς καὶ παράβολον, βαθεῖ δὲ καὶ πρᾴῳ κεραν-

νύμενος ἤθει μάλιστα εἰς τὸ οἰκεῖον ἀγαθὸν ἐπιδίδωσιν.

623

Plutarchus vita Cleomenis 11. (ὁ Κλεομένης) ἐπὶ τὴν παι-

δείαν τῶν νέων ἐτράπη καὶ τὴν λεγομένην ἀγωγήν, ἧς τὰ πλεῖστα

παρὼν ὁ <Σφαῖρος> αὐτῷ συγκαθίστη, ταχὺ τὸν προσήκοντα τῶν τε

γυμνασίων καὶ τῶν συσσιτίων κόσμον ἀναλαμβανόντων καὶ συστελλο-

μένων ὀλίγων μὲν ὑπ' ἀνάγκης, ἑκουσίως δὲ τῶν πλείστων εἰς τὴν

εὐτελῆ καὶ Λακωνικὴν ἐκείνην δίαιταν.

624

Athenaeus VIII 354e. οὐκ ἀχαρίτως δὲ καὶ <Σφαῖρον>, τὸν

συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενό-

μενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρίνων ποτὲ

ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων, ἐκτείναντα τὰς χεῖρας ἐπισχεθῆ-

ναι ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκατατιθέμενον. τὸν δ' εὐστόχως

ἀποκρίνασθαι εἰπόντα οὐ τούτῳ συγκατατίθεσθαι ὅτι εἰσὶν ὄρνεις, ἀλλ'

ὅτι εὔλογόν ἐστι ταύτας ὄρνεις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν

φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δ' εὔλο-

γον 〈κἂν〉 ἄλλως ἀποβαίνειν.

625

Diogenes Laërt. VII 177. εἰς Ἀλεξάνδρειαν ἀπῄει (ὁ Σφαῖ-

ρος) πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου

περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ <Σφαίρου> εἰπόντος ὡς οὐ δο-

ξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτὸν κηρίνας ῥόας ἐκέλευσε

παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευ-

δεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ, πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως

ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλ'

ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν

φαντασίαν τοῦ εὐλόγου.

πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ

φησι βασιλέα εἶναι· „τοιοῦτον δὲ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα

εἶναι.“

626

Diogenes Laërt. VII 159. καὶ ἀφ' ὅλων δὲ τῶν σωμάτων

αὐτό φασι καταφέρεσθαι (scil. τὸ σπέρμα) οἱ <περὶ τὸν Σφαῖρον>,

πάντων γοῦν γεννητικὸν εἶναι τῶν τοῦ σώματος μερῶν. τὸ δὲ τῆς

θηλείας ἄγονον ἀποφαίνονται· ἄτονόν τε γὰρ εἶναι καὶ ὀλίγον καὶ

ὑδατῶδες, ὡς ὁ <Σφαῖρός> φησιν.

627

Aëtius VI 15, 1 (DG p. 405b 26). <Σφαῖρος> ὁ Στωϊκὸς

ὁρατὸν εἶναι τὸ σκότος. ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς

αὐτὸ αὐγήν.

628

Cicero Tusc. disp. IV 53. Fortitudo est igitur ”adfectio

animi legi summae in perpetiendis rebus obtemperans” vel „conservatio

stabilis iudicii in eis rebus, quae formidolosae videntur, subeundis et

repellendis“ vel ”scientia rerum formidolosarum contrariarumque aut

omnino neglegendarum, conservans earum rerum stabile iudicium” vel

brevius, ut Chrysippus——nam superiores definitiones erant <Sphaeri>,

hominis in primis bene definientis, ut putant Stoici; sunt enim omnino

omnis fere similes, sed declarant communis notiones alia magis

alia etc.

629

Plutarchus vita Lycurgi 5. τοσούτους δέ φησι κατασταθῆ-

ναι τοὺς γέροντας Ἀριστοτέλης, ὅτι τριάκοντα τῶν πρώτων μετὰ Λυ-

κούργου γενομένων δύο τὴν πρᾶξιν ἐγκατέλιπον ἀποδειλιάσαντες.

Ὁ δὲ <Σφαῖρος> ἐξ ἀρχῆς φησι τοσούτους γενέσθαι τοὺς τῆς γνώμης

μετασχόντας.

630

Athenaeus IV 141c. <Σφαῖρος δ' ἐν τρίτῳ Λακωνικῆς

πολιτείας> γράφει· „φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φιδίται· καὶ

τῶν μὲν ἀγρευομένων ὑφ' αὑτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ' οἵ γε

πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν 〈ᾖ〉 ὥρα ἐκ τῶν ἀγρῶν, ὅσον εἰς αὐ-

τὴν τὴν συνουσίαν, νομίζοντες καὶ τὸ πλείονα τῶν ἱκανῶν παρασκευ-

άζειν περιττὸν εἶναι, μὴ μέλλοντά γε προσφέρεσθαι.“